PG 12:1656Read from the pageκεῖται δὲ καὶ ἐπὶ τῆς ἐξομολογήσεως τῶν ἁμαρτιῶν, ὡς ἐνταῦθα.
and it is also used for the confession of sins, as here.
Τοῦ αὐτοῦ. Θεὸς θεῶν ἐστιν ἐκείνων τῶν πρὸς οὓς ὁ λόγος τοῦ Θεοῦ ἐγένετο, κατὰ τὴν Γραφὴν τὴν λέγουσαν· « Ἐγὼ εἶπα· Θεοί ἐστε· καὶ, Ἐγὼ Θεὸς Ἀβραὰμ, καὶ Θεὸς Ἰσαὰκ, καὶ Θεὸς Ἰακώβ· » δηλαδὴ κατὰ τὴν πολλὴν πρὸς αὐτοὺς ἀγάπην καὶ οἰκείωσιν. Τῶν δὲ δαιμόνων Θεός ἐστι κατὰ τὴν δημιουργίαν. Φησὶ δὲ καὶ ὁ Ἀπόστολος· Εἴπερ εἰσὶ θεοὶ πολλοὶ καὶ κύριοι πολλοὶ ἐν τῷ οὐρανῷ καὶ ἐπὶ τῆς γῆς· ἀλλὰ τοὺς λεγομένους μετὰ τὴν Τριάδα θεοὺς μετουσίᾳ θεότητος εἶναι τοιούτους· ὁ δὲ Σωτὴρ οὐ κατὰ μετουσίαν, ἀλλὰ κατ' οὐσίαν ἐστὶ Θεός. Τὸ δὲ, « Ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ, » ἐφυμνίας τρόπῳ ἐπιλέγεται. Ἐπεὶ γὰρ ἀεὶ ἐλεεῖ, εἰκότως οἱ ἐφυμνοῦντες λέγουσιν, « Ὅτι εἰς τὸν αἰῶνα, » καὶ τὰ ἑξῆς.
Of the same. He is God of gods, of those unto whom the word of God came, according to the Scripture which says: I said, You are gods; and, I am the God of Abraham, and the God of Isaac, and the God of Jacob; clearly according to His great love and familiarity towards them. But of the demons He is God according to creation. And the Apostle also says: Even if there are many gods and many lords in heaven and on the earth; yet those who are called gods after the Trinity are such by participation in divinity; whereas the Saviour is God not by participation, but according to essence. And the clause, For His mercy endures for ever, is added by way of a refrain. For since He always has mercy, reasonably do those who sing the refrain say, For [His mercy endures] for ever, and what follows.
Τῷ ποιήσαντι θαυμάσια μεγάλα μόνῳ, κ. τ. ἑ. Δείκνυσιν αὐτὸν διηνεκῶς εὐεργετοῦντα καὶ θαυματοποιοῦντα. Καὶ δύο ταῦτα αὐτοῦ τίθησι καὶ τρία καὶ τέσσαρα· ὅτι τε ποιεῖ, καὶ ὅτι θαύματα, καὶ ὅτι μεγάλα θαύματα, καὶ ὅτι μόνος ποιεῖ. Ταῦτα δὲ οὐ πρὸς ἀθέτησιν τοῦ παιδὸς, ἀλλὰ πρὸς ἀντιδιαστολὴν εἴρηται τῶν δαιμόνων. Καὶ τίνα ταῦτά ἐστι τὰ θαύματα ἃ μόνος ποιεῖ; Καίτοιγε ἀρχόμενος τοῦ ψαλμοῦ οὐ περὶ δυνάμεως ἔλεγεν, ἀλλὰ περὶ ἀγαθότητος. Πῶς οὖν νῦν εἰς τὸν περὶ δυνάμεως ἐμπίπτει λόγον ἐνταῦθα λοιπόν; Ὅτι οὐχὶ δυνάμεως μόνον, ἀλλὰ καὶ ἀγαθότητος καὶ φιλανθρωπίας ταῦτά ἐστι τὰ θαύματα.
To Him Who alone did great wonders, etc. He shows Him continually doing good and working wonders. And he sets down these two, three, and four things as belonging to Him: that He does, and that He does wonders, and that He does great wonders, and that He alone does them. And these things have been spoken not to set aside the Son, but in contradistinction to the demons. And what are these wonders which He alone does? And yet at the beginning of the psalm he was speaking not about power, but about goodness. How then does he now fall here into the discourse about power from this point on? Because these wonders belong not to power only, but also to goodness and love for mankind.
Τῷ στερεώσαντι τὴν γῆν ἐπὶ τῶν ὑδάτων, κ. τ. ἑ. Εἰ τοῦ ὕδατός ἐστι βάσις ἡ γῆ, πῶς ἡ γῆ ἐπὶ τῶν ὑδάτων ἐστερέωται; Πῶς δὲ καὶ ὁ Ἰὼβ ἀληθεύει λέγων, « Ὁ κρεμάσας τὴν γῆν ἐπ' οὐδενός; » Καὶ μήποτε ἡ μὲν ὑποκάτω γῆ τῆς ἀβύσσου κρέμαται ἐπ' οὐδενὸς, ἡ δὲ ἐπάνω γῆ τῆς ἀβύσσου ἐφ' ἧς καὶ ἡμεῖς κατοικοῦμεν ἐπὶ τῆς ἀβύσσου ἐστερεώθη· ὡς εἶναι τὴν ἄβυσσον ἐν μέσῳ τῆς γῆς περιεχομένην ὡς ἐν ἀγγείῳ. Καὶ ταῦτα μὲν εἴ τις βούλοιτο τῇ ἱστορίᾳ συναγωνίζεσθαι· πρὸς δὲ διάνοιαν, Δοξολογήσατε, φησὶ, τὸν στερεώσαντα τὴν φύσιν τὴν λογικὴν ἐπὶ τῆς ἀληθοῦς γνώσεως. Ὅτι δὲ ἐν τοῖς Εὐαγγελίοις ὁ Κύριος γῆν λέγει τὰς λογικὰς ψυχὰς, καὶ ὕδωρ τὴν γνῶσιν, ἐκ τοῦ σπόρου τοῦ πεσόντος εἰς τὴν γῆν τὴν καλὴν ἔστι καταμαθεῖν, καὶ ἐκ τοῦ ῥέοντος ποταμοῦ τῆς κοιλίας τοῦ πεπιστευκότος ὕδατος ζῶντος. Καὶ τὰ ἑξῆς δὲ τοῦ ψαλμοῦ ἀκολουθεῖ τῇ δευτέρᾳ ἐξηγήσει. Ἡ σελήνη καὶ ἀστέρες φωτίζουσι ταύτην τὴν γῆν ἐν ἀγνοίᾳ τέως διάγουσαν καὶ μήπω δυναμένην φωτισθῆναι ὑπὸ τοῦ τῆς δικαιοσύνης ἡλίου· καὶ πάλιν Αἴγυπτος καταλαμβάνεται σύμβολον οὖσα κακίας τῶν κατὰ διάνοιαν πρωτοτόκων φθαρέντων, καὶ κολάζεται Φαραὼ τοῖς πνευματικοῖς ἐναποπνιγόμενος ὕδασι, καὶ ὁ Ἰσραὴλ ὁδεύει τὴν ἔρημον πεινῶν καὶ διψῶν, καὶ πειραζόμενος, ἥτις ἐστὶ σύμβο-
To Him Who established the earth upon the waters, etc. If the earth is the base of the water, how has the earth been established upon the waters? And how also does Job speak truly when he says, Who hangs the earth upon nothing? And perhaps the earth beneath the abyss hangs upon nothing, while the earth above the abyss, upon which we also dwell, was established upon the abyss; so that the abyss is contained in the midst of the earth as in a vessel. And these things indeed if anyone should wish to contend for the literal history; but as to the spiritual meaning, Glorify, he says, Him Who established the rational nature upon true knowledge. And that in the Gospels the Lord calls rational souls earth, and knowledge water, it is possible to learn from the seed that fell into the good earth, and from the river of living water flowing out of the belly of him who has believed. And what follows in the psalm also accords with the second exposition. The moon and stars illuminate this earth while it still abides in ignorance and is not yet able to be illuminated by the Sun of righteousness; and again Egypt is understood as being a symbol of wickedness when the firstborn according to thought are destroyed, and Pharaoh is punished by being drowned in the spiritual waters, and Israel journeys through the wilderness hungering and thirsting and being tempted, which is a sym-
PG 12:1657Read from the pageλον τῆς πρακτικῆς, σπεύδων ἐπὶ τὴν γῆν τῆς ἐπαγγελίας, ἥν φασιν εἶναι τὴν γνῶσιν τοῦ Θεοῦ.
bol of practical virtue, hastening unto the land of promise, which they say is the knowledge of God.
Καὶ ἐκτινάξαντι Φαραὼ, καὶ τὴν δύναμιν αὐτοῦ εἰς θάλασσαν Ἐρυθρὰν, κ. τ. ἑ. Τὴν εὐκολίαν τοῦ καταποντισμοῦ βουλόμενος δηλῶσαι, τῇ λέξει ταύτῃ ἐχρήσατο. Κοινωνεῖ δὲ καὶ τὸ στρατόπεδον τῆς τιμωρίας καὶ κολάζεται· ἐπειδὴ τῶν ἁμαρτημάτων τῶν περὶ τοὺς Ἰουδαίους ἐκοινώνησαν, καὶ τῆς διώξεως μετέσχον.
And Who shook off Pharaoh and his host into the Red Sea, etc. Wishing to show the ease of the drowning, he used this word. And the army also shares in the punishment and is chastised, since they shared in the sins against the Jews and partook in the pursuit.
Ὅτι ἐν τῇ ταπεινώσει ἡμῶν ἐμνήσθη ἡμῶν, κ. τ. ἑ. Ὅταν μὲν ὡς ἀκαθάρτων ἡμῶν μνημονεύει ἡμῶν ὁ Κύριος, κατὰ τὴν ἐπίνοιαν τῆς δικαιοσύνης ἡμῶν μνημονεύει· ὅταν δὲ πάλιν ὡς καθαρῶν, κατὰ τὴν ἐπίνοιαν τῆς σοφίας· πλὴν τοῦτο ἰστέον, ὅτιπερ αὗται αἱ ἐπίνοιαι κατὰ τῆς τῶν γεγονότων θεωρίας κατηγοροῦνται, ἥτις ὡς δημιουργὸν παρίστησι τὸν Χριστόν.
Because in our humiliation He remembered us, etc. When the Lord remembers us as impure, He remembers us according to the concept of righteousness; and when again as pure, according to the concept of wisdom; yet one must know this, that these concepts are predicated with respect to the contemplation of created things, which presents Christ as Creator.
Ὁ διδοὺς τροφὴν πάσῃ σαρκὶ, κ. τ. ἑ. Ἡ τρεφομένη σὰρξ παρὰ τοῦ Θεοῦ, αὕτη ὄψεται τὸ σωτήριον τοῦ Θεοῦ.
Who gives food to all flesh, etc. The flesh that is nourished by God, this shall see the salvation of God.
Ἐπὶ τῶν ποταμῶν Βαβυλῶνος ἐκεῖ ἐκαθίσαμεν καὶ ἐκλαύσαμεν ἐν τῷ μνησθῆναι ἡμᾶς τῆς Σιὼν, κ. τ. ἑ. Πολὺς ὁ πόθος τοῖς ἀνδράσι τῆς πόλεως. Τίνος δὲ ἕνεκα παρὰ τοὺς ποταμοὺς ἐκάθηντο; Ὅτι, αἰχμάλωτοι ὄντες καὶ ἐκ πολεμίας εἰλημμένοι χώρας, ἔξω τειχῶν καὶ πόλεων ηὐλίζοντο.
By the rivers of Babylon, there we sat and wept when we remembered Sion, etc. Great is the longing for the city among the men. And for what reason did they sit beside the rivers? Because, being captives and taken from an enemy country, they bivouacked outside walls and cities.
Ἐπὶ ταῖς ἰτέαις ἐν μέσῳ αὐτῆς ἐκρεμάσαμεν τὰ ὄργανα ἡμῶν, κ. τ. ἑ. Ὅσαι ψυχαὶ κάθηνται ἐν σκιᾷ καὶ ἀγνωσίᾳ, ἰστέον ὅτι λόγον ἄκαρπον ἔχουσι, τὰ ὄργανα κρεμάσασαι τὰ συντελοῦντα εἰς τὴν πρακτικήν.
Upon the willows in the midst of her we hung up our instruments, etc. As many souls as sit in shadow and ignorance, one must know that they have an unfruitful reason, having hung up the instruments that contribute to practical virtue.
Ὅτι ἐκεῖ ἐπηρώτησαν ἡμᾶς οἱ αἰχμαλωτεύσαντες ἡμᾶς λόγους ᾠδῶν, καὶ οἱ ἀπαγαγόντες ἡμᾶς· Ὕμνον ᾄσατε ἡμῖν ἐκ τῶν ᾠδῶν Σιὼν, κ. τ. ἑ. Ἔγνων ἐγὼ καὶ δαίμονας ἀναγκάζειν λέγειν ψαλμοὺς καὶ ᾠδὰς πνευματικὰς ἐν αἷς ἐστί τις ἐντολὴ ἣν παρέβημεν, ὡς ἂν ἀκούοντες καταγελῶσιν ἡμῶν ὡς λεγόντων καὶ μὴ ποιούντων.
For there those who took us captive asked of us words of songs, and those who led us away: Sing us a hymn from the songs of Sion, etc. I myself have known even demons to compel us to recite psalms and spiritual songs in which there is some commandment that we have transgressed, so that hearing they may laugh us to scorn as saying and not doing.
Μνήσθητι, Κύριε, τῶν υἱῶν Ἐδὼμ τὴν ἡμέραν Ἱερουσαλὴμ, τῶν λεγόντων· Ἐκκενοῦτε, ἐκκενοῦτε, ἕως τῶν θεμελίων αὐτῆς, κ. τ. ἑ. Τὸ « Ἐκκενοῦτε, ἐκκενοῦτε, ἕως οὗ ὁ θεμέλιος ἐν αὐτῇ, » ὡς παρὰ τῶν ἐχθρῶν λεγόμενον τέθειται· δηλοῖ δὲ τοὺς παλαίοντας ἡμῖν πειρωμένους τῶν φυσικῶν τῆς ἀρετῆς ἅπτεσθαι σπερμάτων· ἅπερ τροπικῶς ὠνόμασε θεμέλιον, ἀπ' ἀρχῆς καταβεβλημένον ἐν αὐτῇ τῇ ψυχῇ, δηλονότι ἵνα παντάπασιν ὁ νοῦς, ἐκπεσὼν ἀρετῆς, κατὰ τὴν παροιμίαν περιπατήσῃ γυμνότερος ὑπέρου, μὴ ἐνδυσάμενος τὸν Χριστὸν μηδὲ ἔχων ἔνδυμα γάμου.
Remember, O Lord, the sons of Edom in the day of Jerusalem, who say: Lay bare, lay bare, even to her foundations, etc. The saying, Lay bare, lay bare, even to the foundation in her, is set down as spoken by the enemies; and it signifies that those who wrestle against us attempt to touch the natural seeds of virtue, which he tropically named a foundation, laid from the beginning in the soul itself, clearly so that the mind, having fallen away from virtue altogether, may walk according to the proverb more naked than a pestle, neither having put on Christ nor having a wedding garment.
PG 12:1660Read from the pageΜακάριος ὃς κρατήσει καὶ ἐδαφιεῖ τὰ νήπιά σου πρὸς τὴν πέτραν, κ. τ. ἑ. Ὅσοι κατὰ τὴν διδασκαλίαν τοῦ Χριστοῦ τὰ φαῦλα νοήματα διαφθείρουσι τῆς ψυχῆς, οὗτοι τὰ νήπια Βαβυλῶνος ἐδαφίζουσι πρὸς τὴν πέτραν.
Blessed is he who shall seize and dash your infants against the rock, etc. As many as according to the teaching of Christ destroy the base thoughts of the soul, these dash the infants of Babylon against the rock.
Κύριε, ἐδοκίμασάς με, καὶ ἔγνως με, κ. τ. ἑ. Καὶ ἐν τοῖς ἑξῆς δὲ ὡς ἀναφαινομένης τῆς καρδίας ἐν τοῖς πειρασμοῖς εἴρηται· « Δοκίμασόν με, ὁ Θεὸς, καὶ γνῶθι τὴν καρδίαν μου· » ἡ δὲ πέμπτη ἔκδοσις νῦν μὲν, « ἐξηρεύνησας, » εἶπεν· ἐν δὲ τοῖς ἑξῆς « ἐξερεύνησον. » Ὡς γὰρ χρυσὸς ἐν χωνευτηρίῳ δοκιμάζεται, οὕτως ἄνθρωποι δεκτοὶ ἐν καμίνῳ ταπεινώσεως. Γέγραπται δὲ ἐν ψαλμῷ· « Ἐδοκίμασας ἡμᾶς ὡς πυροῦται τὸ ἀργύριον. » Νοήσας τοῦτο, γνώσῃ, ὅτι μόνος ὁ δίκαιος καὶ πᾶς δοκιμασθεὶς γινώσκεται, ὡς ὢν ἐν Χριστῷ ἀπὸ Θεοῦ· ὡς δῆλον καὶ ἐκ τοῦ· « Δοκίμασόν με, Κύριε, καὶ γνῶθι τὴν καρδίαν μου. »
O Lord, Thou hast proved me, and hast known me, etc. And in what follows also, as of the heart being made manifest in temptations, it has been said: Prove me, O God, and know my heart; and the Fifth edition here indeed said, Thou hast searched out, and in what follows, search out. For as gold is proved in a smelter, so acceptable men in the furnace of humiliation. And it is written in a psalm: Thou hast proved us as silver is tried by fire. Having understood this, you will know that only the righteous man and everyone who has been proved is known, as being in Christ from God; as is clear also from the saying: Prove me, O Lord, and know my heart.
Τοῦ αὐτοῦ. Πάντα προειδὼς ὁ Θεὸς, ὅμως δοκιμάζει, οὐχ ἵνα γνῷ, ἀλλ' ἵνα τοὺς ὑπομένοντας δοκιμωτέρους ἐργάσηται. Ἵνα δὲ μή τις αὐτὸν ὑπολάβοι δοκιμάζοντα γινώσκειν, ἐπήγαγε τῷ λόγῳ· « Σὺ συνῆκας τοὺς διαλογισμούς μου ἀπὸ μακρόθεν. » Ὁ γὰρ τοὺς διαλογισμοὺς εἰδὼς καὶ πρὸ τοῦ κινηθῆναι αὐτοὺς, μᾶλλον δὲ πρὸ πολλοῦ χρόνου, πῶς ἂν δεηθείη δοκιμασίας πρὸς ἰδίαν γνῶσιν;
Of the same. God, Who foreknows all things, nevertheless proves, not in order that He may know, but in order that He may render those who endure more approved. And lest anyone should suppose that He knows by proving, he added to the word: Thou hast understood my thoughts from afar. For He Who knows the thoughts even before they are stirred up, or rather a long time before, how could He stand in need of a trial for His own knowledge?
Τὴν τρίβον μου καὶ τὴν σχοῖνόν μου ἐξιχνίασας, κ. τ. ἑ. Τῶν καλῇ τρίβῳ χρωμένων ἐξιχνιάζει ὁ Θεὸς τὴν σχοῖνον, καὶ πάντα τὰ μέτρα τῆς ὁδοῦ τῶν τοιούτων προεῖδεν ὁ Θεός.
Thou hast traced out my path and my measuring line, etc. Of those who use a good path God traces out the measuring line, and God foresaw all the measures of the way of such men.
Ὅτι οὐκ ἔστι δόλος ἐν γλώσσῃ μου, κ. τ. ἑ. Οὐκ ἔστι, φησὶ, δόλος ἐν γλώσσῃ μου· ἀντὶ τοῦ, Οὐκ ἔστιν ἐπιπόλαιός μοι λόγος, ἀλλ' ἐν βάθει καὶ καρδίᾳ. Ἐν στόματι δὲ μωρῶν ἡ καρδία αὐτῶν.
For there is no deceit in my tongue, etc. There is no deceit, he says, in my tongue: instead of, My speech is not superficial, but in depth and heart. Whereas in the mouth of fools is their heart.
Τοῦ αὐτοῦ. Γλῶσσαν τροπικῶς τὴν καρδίαν ὠνόμασεν.
Of the same. Tropically he named the heart tongue.
Ἰδοὺ, Κύριε, σὺ ἔγνως πάντα τὰ ἔσχατα καὶ τὰ ἀρχαῖα, κ. τ. ἑ. Ἐπίσκεψαι διὰ τί τὰ μέσα παρασεσιώπηται· διὰ τὸ τὴν κακίαν εἶναι ἐν τῷ μεταξὺ, οὔτε ἐν τῇ ἀρχῇ, οὔτε ἐν τῷ τέλει ὑπάρχουσαν.
Behold, O Lord, Thou hast known all the last things and the ancient things, etc. Consider why the middle things have been passed over in silence: because wickedness is in the interval, existing neither in the beginning nor in the end.
Ἐθαυμαστώθη ἡ γνῶσίς σου ἐξ ἐμοῦ, ἐκραταιώθη, οὐ μὴ δύνωμαι πρὸς αὐτὴν, κ. τ. ἑ. Φωνὴ πολλοὺς ὠφελήσαντος διδασκάλου σοφοῦ, τὰ θαυμάσια τῆς γνώσεως μυστήρια οἰκονομήσαντος.
Thy knowledge is become wonderful from me; it has been made strong, I cannot attain unto it, etc. The voice of a wise teacher who has benefited many, having dispensed the wonderful mysteries of knowledge.
Ἐὰν ἀναβῶ εἰς τὸν οὐρανὸν, σὺ ἐκεῖ εἶ· ἐὰν καταβῶ εἰς τὸν ᾅδην, πάρει, κ. τ. ἑ. Ὡς δυνάμενος πορεύεσθαι καὶ φυγεῖν εἰς οὐρανὸν καὶ εἰς ᾅδην, καὶ ἵπτασθαι εἰς τὰ ἔσχατα τῆς θαλάσσης, ταῦτά φησιν· εἰκὸς δὲ καθ' ἑαυτὴν γενομένην δύνασθαι τὴν ψυχήν. Συνεξετάσεις δὲ τούτοις τὰ ἐκ τοῦ Δευτερονο-
If I ascend into heaven, Thou art there; if I descend into Hades, Thou art present, etc. He says these things as being able to journey and flee into heaven and into Hades, and to fly unto the uttermost parts of the sea; and it is likely that the soul, when it comes to be by itself, is able to do this. And along with these you will examine the words from Deuterono-
PG 12:1661Read from the pageμίου οὕτως ἔχοντα· « Ἡ ἐντολὴ αὕτη οὐχ ὑπέρογκός ἐστιν, οὐδὲ μακρὰν ἀπὸ σοῦ ἐστιν· οὐκ ἐν τῷ οὐρανῷ ἄνω ἐστὶ, λέγων· Τίς αναβήσεται ἡμῖν εἰς τὸν οὐρανὸν, καὶ λήψεται αὐτήν; Οὐδὲ πέραν τῆς θαλάσσης ἐστὶ, λέγων· Τίς διαπεράσει ἡμῖν εἰς τὸ πέραν τῆς θαλάσσης, καὶ λάβῃ αὐτὴν ἡμῖν, καὶ ἀκούσαντες αὐτὴν ποιήσομεν αὐτήν; Ἔστιν ἐγγύς σου τὸ ῥῆμα σφόδρα, ἐν τῷ στόματί σου καὶ ἐν τῇ καρδίᾳ σου, καὶ ἐν ταῖς χερσί σου ποιεῖν αὐτό. » Συγκρινεῖς δὲ καὶ ἀπὸ Ἀμὼς ταῦτα· « Οὐ μὴ διαφύγῃ ἐξ αὐτῶν φεύγων· καὶ οὐ μὴ διασωθῇ ἐξ αὐτῶν ἀνασωζόμενος· ἐὰν κατορυγῶσιν εἰς ᾅδου, ἐκεῖθεν ἡ χείρ μου ἀνασπάσει αὐτούς· καὶ ἐὰν ἀναβῶσιν εἰς τὸν οὐρανὸν, ἐκεῖθεν κατάξω αὐτούς· ἐὰν κρυβῶσιν εἰς τὴν κορυφὴν τοῦ Καρμήλου, ἐκεῖθεν ἐξερευνήσω καὶ λήψομαι αὐτούς· καὶ ἐὰν καταδύσωσιν ἐξ ὀφθαλμῶν μου εἰς τὰ βάθη τῆς θαλάσσης, ἐκεῖ ἐντελοῦμαι τῷ δράκοντι, καὶ δήξεται αὐτούς· καὶ ἐὰν πορευθῶσιν ἐν αἰχμαλωσίᾳ πρὸ προ⟨σώπου τῶν ἐχθρῶν αὐτῶν, ἐκεῖθεν ἐντελοῦ⟩μαι τῇ ῥομφαίᾳ, καὶ ἀποκτενεῖ αὐτούς. »
my, which run thus: This commandment is not too hard, nor is it far from you; it is not in heaven above, saying: Who shall ascend for us into heaven, and take it? Nor is it beyond the sea, saying: Who shall cross over for us to the other side of the sea, and take it for us, and hearing it we shall do it? The word is very near you, in your mouth and in your heart, and in your hands to do it. And you will also compare these words from Amos: He who flees from among them shall by no means escape, and he who saves himself from among them shall by no means be saved; if they dig down into Hades, from there shall My hand snatch them up; and if they ascend into heaven, from there will I bring them down; if they hide themselves in the top of Carmel, from there will I search out and take them; and if they sink down from My eyes into the depths of the sea, there will I command the dragon, and it shall bite them; and if they go into captivity before the face of their enemies, from there will I command the sword, and it shall slay them.
Καὶ εἶπα· Ἄρα σκότος καταπατήσει με, καὶ νὺξ φωτισμὸς ἐν τῇ τρυφῇ μου, κ. τ. ἑ. Εἰ ἡ ἄγνοια καρδίας σκότος ἐστὶν, (« ἐσκοτίσθη γὰρ, φησὶν, ἡ ἀσύνετος αὐτῶν καρδία· ») εἰκότως ἄρα ὁ αἴτιος ἡμῖν τοῦ σκότους τούτου γινόμενος, καὶ αὐτὸς ὀνομάζεται σκότος, ὅστις ἡμῶν τὴν ἐν γνώσει τρυφὴν προαιρεῖται σκοτίζειν, τοῦ Θεοῦ μὴ συγχωροῦντος, ἀλλὰ τὸ σκότος φωτίζοντος· « Τὸ γὰρ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. » Ὡς γὰρ τὴν ἄγνοιαν διὰ τῆς κακίας ἐπεκτησάμεθα, οὕτω καὶ τὴν γνῶσιν διὰ τῆς ἀρετῆς προσελάβομεν.
And I said: Surely darkness shall tread me down, and night shall be illumination in my delight, etc. If ignorance of heart is darkness (for their foolish heart, he says, was darkened), reasonably then he who becomes to us the cause of this darkness is himself also named darkness, who chooses to darken our delight in knowledge, while God does not permit it, but illuminates the darkness: For the light shines in the darkness, and the darkness did not overtake it. For just as we acquired ignorance through wickedness, so also we received knowledge through virtue.
Ὅτι σὺ ἐκτήσω τοὺς νεφρούς μου, κ. τ. ἑ. Μακάριος οὗ οἱ νεφροὶ κτῆμα γεγόνασι τοῦ Κυρίου.
For Thou hast possessed my reins, etc. Blessed is he whose reins have become the possession of the Lord.
Οὐκ ἐκρύβη τὸ ὀστοῦν μου ἀπὸ σοῦ ὃ ἐποίησας ἐν κρυφῇ, κ. τ. ἑ. Ὀστοῦν τὴν ψυχὴν ὠνόμασε νῦν, ἣν ἐποίησε μόνος ὁ Θεός.
My bone was not hidden from Thee, which Thou madest in secret, etc. Here he named the soul bone, which God alone made.
Τὸ ἀκατέργαστόν μου εἶδον οἱ ὀφθαλμοί σου, κ. τ. ἑ. Ἀκατέργαστον ψυχὴ ἡ μὴ δι' ἀρετῆς μορφωθεῖσα καὶ γνώσεως.
Thine eyes saw my unwrought substance, etc. Unwrought is the soul that has not been formed through virtue and knowledge.
Καὶ ἐπὶ τὸ βιβλίον σου πάντες γραφήσονται, κ. τ. ἑ. Βιβλίον Θεοῦ ἐστιν ἡ θεωρία σωμάτων καὶ ἀσωμάτων, ἐν ᾧ πέφυκε διὰ τῆς γνώσεως γράφεσθαι νοῦς καθαρός. Ἐν δὲ τούτῳ τῷ βιβλίῳ εἰσὶ γεγραμμένοι καὶ οἱ περὶ Προνοίας λόγοι καὶ κρίσεως, δι' οὗ βιβλίου γινώσκεται ὁ Θεὸς ὡς δημιουργὸς καὶ σοφὸς καὶ προνοητὴς καὶ κριτής· καὶ δημιουργὸς μὲν διὰ τὰ γεγονότα ἀπὸ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι· σοφὸς δὲ διὰ τοὺς ἀποκειμένους λόγους αὐτῆς· προνοητὴς δὲ διὰ τὰ συντελοῦντα πρὸς ἀρετὴν ἡμῖν καὶ γνῶσιν· κριτὴς δὲ πάλιν διὰ τὰ διάφορα σώματα τῶν λογικῶν, καὶ τοὺς ποικίλους κόσμους, καὶ τοὺς περιέχοντας τοὺς αἰῶνας.
And in Thy book all shall be written, etc. The book of God is the contemplation of corporeal and incorporeal things, in which a pure mind is by nature written through knowledge. And in this book are written also the principles concerning Providence and judgement, through which book God is known as Creator and wise and Provider and Judge: Creator indeed because of the things that have come into being from non-being into being; wise because of the principles stored up in it; Provider because of the things that contribute to virtue and knowledge for us; and Judge again because of the different bodies of rational beings, and the manifold worlds, and those that encompass the ages.
Ἡμέραι πλασθήσονται καὶ οὐθεὶς ἐν αὐτοῖς, κ. τ. ἑ. Ἐν γνώσει πλασθήσονται, καὶ οὐδεὶς
Days shall be formed, and no one in them, etc. They shall be formed in knowledge, and no one
Notes, col. 1661
On the reading
Printed αναβήσεται, for ἀναβήσεται.
PG 12:1664Read from the pageἔσται γνώσεως ἐκτὸς, ὅπως γένηται ὁ Θεὸς τὰ πάντα ἐν πᾶσιν.
shall be outside of knowledge, so that God may be all in all.
Ἐξηγέρθην, καὶ ἔτι εἰμὶ μετὰ σοῦ, κ. τ. ἑ. « Ὁ καθεύδων, καὶ ἀνάστα ἐκ τῶν νεκρῶν, καὶ ἐπιφαύσει σοι ὁ Χριστός· » διὸ ἔγερσίς ἐστιν ἡ ἀπὸ κακίας ἐπ' ἀρετὴν ἐπάνοδος.
I awoke, and am still with Thee, etc. You who sleep, arise from the dead, and Christ shall shine upon you; wherefore awakening is the return from wickedness unto virtue.
Τέλειον μῖσος ἐμίσουν αὐτοὺς, κ. τ. ἑ. Εἰ ὁ τέλειος, μισήσας τὸ πονηρὸν, ἀπέχεται πάσης κακίας, ὁ μεταλαμβάνων τῆς οἱασδηποτοῦν κακίας αὐτῶν τελείως οὐ μεμίσηκε τὸ πονηρόν.
With a perfect hatred I hated them, etc. If the perfect man, having hated evil, abstains from all wickedness, he who partakes of any wickedness of theirs whatsoever has not hated evil with a perfect hatred.
Δοκίμασόν με, ὁ Θεὸς, καὶ γνῶθι τὴν καρδίαν μου, κ. τ. ἑ. Εἰ ὁ Θεὸς πῦρ καταναλίσκον ἐστὶ, διὰ τῆς ἐπινοίας δηλονότι τοῦ πυρὸς δοκιμάζει τὰς ψυχὰς τῶν ἀνθρώπων.
Prove me, O God, and know my heart, etc. If God is a consuming fire, clearly through the concept of fire He proves the souls of men.
Οἵτινες ἐλογίσαντο ἀδικίαν ἐν καρδίᾳ, ὅλην τὴν ἡμέραν παρετάσσοντο πολέμους, κ. τ. ἑ. Διὰ τῶν λογισμῶν ἡμῖν οἱ δαίμονες παρατάσσονται, ποτὲ μὲν ἐπιθυμίας κινοῦντες, ποτὲ δὲ ὀργὰς, ἄλλοτε πάλιν ἐν ταυτῷ θυμὸν καὶ ἐπιθυμίαν, δι' ὧν γίνεται ὁ λεγόμενος πεπλεγμένος λογισμός· ἀλλ' οὗτος ἐν καιρῷ τῆς ἀκηδίας συμβαίνει μόνον, οἱ δ' ἄλλοι ἐκ διαλείμματος ἐπέρχονται ἀλλήλους διαδεχόμενοι. Τὸν δὲ τῆς ἀκηδίας λογισμὸν κατ' ἐκείνην τὴν ἡμέραν οὐδεὶς διαδέχεται διαλογισμὸς, πρῶτον μὲν, ὅτι καὶ χρονίζει, ἔπειτα δὲ καὶ σχεδὸν πάντας τοὺς λογισμοὺς ἔχει ἐν ἑαυτῷ.
Who devised iniquity in their heart, all the day long they arrayed wars, etc. Through thoughts the demons array themselves for battle against us, sometimes stirring up desires, sometimes angers, and at other times again wrath and desire at the same time, through which arises what is called the intertwined thought; but this happens only in a time of listlessness, whereas the others come on at intervals, succeeding one another. But no thought succeeds the thought of listlessness on that day, first because it also lasts a long time, and next because it has almost all thoughts within itself.
Ἠκόνησαν τὴν γλῶσσαν αὐτῶν ὡσεὶ ὄφεως, κ. τ. ἑ. Τὸν ὀξύτατον λογισμὸν ἠκονημένον λέγει. Τοιοῦτος δὲ καὶ ὁ πρὸς βλασφημίαν τὸν νοῦν ὑφαρπάζων λογισμός.
They sharpened their tongue like that of a serpent, etc. He calls the sharpest thought sharpened. And of such a kind also is the thought that carries away the mind unto blasphemy.
Οἵτινες διελογίσαντο τοῦ ὑποσκελίσαι τὰ διαβήματά μου, κ. τ. ἑ. Ἀλλὰ καὶ τὰ φαῦλα νοήματα πολλάκις οἱ δαίμονες οὐ γυμνὰ ἀποτίθενται ἡμῖν, ἵνα μὴ ὁ νοῦς ἄντικρυς τὸ ἄλογον αὐτῶν θεασάμενος, τοὺς λογισμοὺς ἀποῤῥίψῃ· ἀλλὰ μετά τινων ἄλλων χρηστοφανῶν νοημάτων τὰ πονηρὰ νοήματα ἐπισπείρουσι· καὶ τοῦτο μόνον ἐπὶ τῶν τελείων ποιοῦσι, τῶν μὴ ἐχόντων πάθη· τοῖς γὰρ ἐμπαθέσι καὶ ἀκαθάρτοις καὶ φανερῶς ἐμβάλλουσι τοὺς λογισμοὺς, οὓς ἀπώσασθαι ἀδυνατοῦσιν.
Who took counsel to trip up my steps, etc. Moreover, the demons often do not set base thoughts before us bare, lest the mind, seeing at once their absurdity, cast the thoughts away; but along with certain other fair-seeming thoughts they sow in evil thoughts; and they do this only in the case of the perfect, who do not have passions; for into the impassioned and impure they cast even openly the thoughts which they are unable to thrust away.
Πεσοῦνται ἐπ' αὐτοὺς ἄνθρακες πυρὸς, κ. τ. ἑ. Τοῦτο τὸ πῦρ καὶ οἱ ἄνθρακες κατακαίουσι ξύλα, χόρτον, καλάμην, τὰς μοχθηρὰς ἕξεις καταναλίσκοντα.
Coals of fire shall fall upon them, etc. This fire and the coals burn up wood, hay, stubble, consuming wicked habits.
Ἔγνων, ὅτι ποιήσει Κύριος τὴν κρίσιν τοῦ πτωχοῦ, καὶ τὴν δίκην τῶν πενήτων, κ. τ. ἑ. Προφητεία τοῦτο περὶ τῆς μελλούσης κρίσεως, καθ' ἣν τῶν ἀσεβῶν τῷ πυρὶ παραδιδομένων εἰς ἄνεσιν οἱ δίκαιοι παραληφθήσονται. Ἐντεῦθεν καὶ Σολομὼν ὠφεληθεὶς εἶπεν· « Ὅτι πᾶν τὸ ποίημα ὁ Θεὸς ἄξει εἰς κρίσιν. » Εἰς χρηστὸν δὲ τέλος κατέληξεν, ἐπεὶ καὶ « εἰς τέλος » ἐπιγέγραπται, τὴν
I know that the Lord will maintain the cause of the poor, and the right of the needy, etc. This is a prophecy concerning the coming judgement, according to which, when the ungodly are delivered over to the fire, the righteous shall be received into rest. Having profited from this, Solomon also said: For God will bring every work into judgement. And he ended with a good end, since it is also inscribed unto the end, speaking of the
PG 12:1665Read from the pageἀποκειμένην τοῖς δικαίοις λέγων ἐλπίδα. « Κατοικήσουσιν εὐθεῖς σὺν τῷ προσώπῳ σου. » Ἀντὶ δὲ « σὺν τῷ προσώπῳ σου » ὁ Σύμμαχος « παρὰ τῷ προσώπῳ σου » λέγει, τὸ κεκαθαρμένῃ διανοίᾳ πρόσωπον πρὸς πρόσωπον ὁρᾷν τοῦ Θεοῦ.
hope laid up for the righteous. The upright shall dwell with Thy face. And instead of with Thy face, Symmachus says beside Thy face, which is with a purified mind to see the face of God face to face.
Κατευθυνθήτω ἡ προσευχή μου ὡς θυμίαμα ἐνώπιόν σου, κ. τ. ἑ. Τούτου κατευθύνεται ἡ προσευχὴ ὡς θυμίαμα, τοῦ δυναμένου εἰπεῖν· « Χριστοῦ εὐωδία ἐσμὲν ἐν τοῖς σωζομένοις καὶ ἐν τοῖς ἀπολλυμένοις. »
Let my prayer be directed as incense before Thee, etc. That man's prayer is directed as incense who is able to say: We are a sweet savour of Christ among those who are being saved and among those who are perishing.
Θοῦ, Κύριε, φυλακὴν τῷ στόματί μου, κ. τ. ἑ. Οὐδὲν οὕτω φυλάσσει τὴν καρδίαν ἡμῶν ὡς ὁ φόβος τοῦ Θεοῦ, εἴ γε τῷ φόβῳ Κυρίου ἐκκλίνει πᾶς ἀπὸ κακοῦ.
Set, O Lord, a guard upon my mouth, etc. Nothing so guards our heart as the fear of God, seeing that by the fear of the Lord everyone turns aside from evil.
Ἔλαιον δὲ ἁμαρτωλοῦ μὴ λιπανάτω τὴν κεφαλήν μου, κ. τ. ἑ. Ἔλαιον λέγει ἁμαρτωλοῦ τὴν εὐποιίαν, τὴν μὴ διὰ γνῶσιν Θεοῦ γενομένην, ἀλλὰ διὰ δόξαν τὴν παρὰ ἀνθρώπων· τοῦτο γάρ ἐστι καὶ τὸ σαλπίζειν τὸν τὴν ἐλεημοσύνην ποιοῦντα.
And let not the oil of a sinner anoint my head, etc. He calls the oil of a sinner beneficence that does not take place for the sake of the knowledge of God, but for the sake of glory from men; for this is also what it means for him who does alms to sound a trumpet.
Πεσοῦνται ἐν ἀμφιβλήστρῳ αὐτοῦ ἁμαρτωλοὶ, κ. τ. ἑ. Ἀμφίβληστρόν ἐστι κόλασις ποικίλη ἐκ βυθοῦ κακίας ἀνιμωμένη. Ἀλλὰ τοῦτο τὸ ἀμφίβληστρον τοῦ μέλλοντός ἐστιν αἰῶνος· τοῦ δὲ ἐνεστῶτος αἰῶνός ἐστιν ἀμφίβληστρον διδασκαλία πνευματικὴ, τοὺς ἀποπλανηθέντας ἀπὸ τῆς θεοσεβείας ἐπὶ τὴν ἀρετὴν ἀνάγουσα.
Sinners shall fall into His net, etc. A net is manifold punishment drawn up from the depth of wickedness. But this net belongs to the age to come; whereas the net of the present age is spiritual teaching, leading those who have wandered away from godliness back unto virtue.
Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, φωνῇ μου πρὸς Κύριον ἐδεήθην, κ. τ. ἑ. Ὡς φύσιν ἔχει τὸ πῦρ ἀνώφορον, οὕτως ἡ τοῦ δικαίου φωνὴ, τὸ πρὸς Κύριον γίνεσθαι, καὶ οἱονεὶ προκαλεῖσθαι αὐτὸν ἐπὶ τὸ παρέχειν ὧν τις δεῖται ἀπὸ Θεοῦ.
With my voice I cried unto the Lord, with my voice I made supplication unto the Lord, etc. Just as fire has an upward-tending nature, so the voice of the righteous man has the nature of coming unto the Lord, and as it were calling Him forth to grant the things of which one stands in need from God.
Ἐκχεῶ ἐναντίον αὐτοῦ τὴν δέησίν μου, τὴν θλίψιν μου ἐνώπιον αὐτοῦ ἀπαγγελῶ, κ. τ. ἑ. Ὁ μόνα μεγάλα καὶ ἐπουράνια αἰτῶν, καὶ προσευχόμενος πνεύματι καινῷ, θαῤῥεῖ ἐνώπιον Κυρίου ἐκχέαι τὴν δέησιν ἑαυτοῦ, οὐδὲν ταπεινὸν, οὐδὲ αἰσχρόν τι ἐν ἑαυτῇ ἔχουσαν· ὁποῖά ἐστιν ἐν ταῖς δεήσεσι τῶν βαττολογούντων, καὶ οὐκ ἄξια Θεοῦ αἰτούντων, ἢ ἀπὸ καθαρᾶς καρδίας ἐκχεόντων. Ἁγίου οὖν παῤῥησίας ἔχεται ὁ στίχος, ὃν οὐκ εὐλόγως ἐρεῖ ὁ ἁμαρτωλός· καὶ τὸν ἑξῆς δὲ ὁ ἐν παντὶ θλιβόμενος, ἀλλ' οὐ στενοχωρούμενος, καυχώμενος ἐν ταῖς ὑπομονὴν κατεργαζομέναις θλίψεσι, τῷ ὁδεύειν τὴν στενὴν καὶ τεθλιμμένην ἀπάγουσαν ἐπὶ τὴν ζωὴν ὁδόν.
I will pour out before Him my supplication, I will declare my tribulation before Him, etc. He who asks for great and heavenly things alone, and prays in a new spirit, is bold to pour out his supplication before the Lord, having nothing base nor anything shameful in itself, such as are in the supplications of those who babble vainly and ask for things unworthy of God, or do not pour them out from a pure heart. The verse, therefore, pertains to the boldness of a saint, which the sinner will not reasonably utter; and the following verse, too, he who is afflicted in everything, yet not straitened, boasting in the tribulations that work endurance, by walking the narrow and straitened way that leads away unto life.
Ἐν ὁδῷ ταύτῃ ᾗ ἐπορευόμην ἔκρυψαν παγίδα μοι, κ. τ. ἑ. Πάσαις οἱ ἐχθροὶ ἡμῶν ἐπιβουλεύουσι ταῖς ἀρεταῖς· καὶ ἐν μὲν τῇ ἀνδρείᾳ κρύπτουσι τὴν τῆς δειλίας παγίδα, καὶ ἐν τῇ πραότητι ἐμβάλλουσι τὴν θρασύτητα, καὶ ἐν τῇ ἐλεημοσύνῃ τὸ μὴ διὰ τὸν Θεὸν, ἀλλὰ διὰ τοὺς ὁρῶντας ἐλεεῖν· καὶ ἐν
In this way wherein I walked they hid a snare for me, etc. Our enemies plot against all the virtues: and in courage they hide the snare of cowardice, and in meekness they cast in rashness, and in almsgiving the doing of mercy not for the sake of God, but for the sake of those who look on; and in