Migne Reading Room

PG 12 · cols. 1281–1292 · Read from the page

Exegetical notes on the Psalms

Exegetical notes on the Psalms

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 12:1281Read from the page
ἐν ᾧ καὶ κατεσκήνωσεν ὁ Θεός· « Ἐν τῷ ἡλίῳ » γὰρ, φησὶν, « ἔθετο τὸ σκήνωμα αὐτοῦ. » Ἥλιος δὲ δικαιοσύνης ὁ Κύριος. Καὶ γὰρ ἐκ τοῦ ναοῦ φησι. Ταύτην γὰρ, λέγει, σκηνὴν ἔσχον τὴν σκέπην καὶ τὴν βοήθειαν. Ἐπειδὴ ἐν τῇ τοῦ Θεοῦ σκηνῇ προσευξάμενος, καὶ τὴν ἀπὸ τῶν ἄρτων λαβὼν εὐλογίαν, τὰς χεῖρας τῶν πολεμούντων διέφυγεν, ὁπότε καὶ Δωὴκ τὰς βασιλικὰς ἡμιόνους νέμων τὴν αὐτοῦ φυγὴν τῷ Σαοὺλ κατεμήνυσεν. « Ἐσκέπασέ με ἐν ἀποκρύφῳ τῆς σκηνῆς αὐτοῦ. » Ἀντὶ τοῦ, ὡς ἐν ἀποκρύφῳ. Οὕτω, φησὶ, πολλὰ ζητήσαντες περὶ ἐμοῦ οἱ πολέμιοι οὐχ εὗρόν με, τοῦ Θεοῦ με σκεπάζοντος. Καὶ οὕτω τὸ, « Ἔκρυψέ με. »
in Whom also God pitched His tent; "For in the sun," he says, "He set His tabernacle" (Ps. 18:6). And the Lord is the Sun of righteousness. For indeed He speaks out of the temple. For this tabernacle, he says, I had as shelter and help. Since after praying in the tabernacle of God, and receiving the blessing from the loaves, he escaped the hands of those warring against him, when Doeg also, who pastured the royal mules, informed Saul of his flight. "He sheltered me in the secret place of His tabernacle" (Ps. 26:5). Instead of: as in a secret place. Thus, he says, though the enemies sought much after me, they did not find me, because God sheltered me. And so too the phrase, "He hid me."
Καὶ νῦν ἰδοὺ ὕψωσε τὴν κεφαλήν μου ἐπ' ἐχθρούς μου· ἐκύκλωσα καὶ ἔθυσα ἐν τῇ σκηνῇ αὐτοῦ θυσίαν ἀλαλαγμοῦ, κ. τ. ἑ. Εἰ ὁ κυκλώσας θύει· θυσία δέ ἐστι πνεῦμα συντετριμμένον· ὁ συντρίψας τὴν ἑαυτοῦ ψυχὴν κύκλῳ αὐτὴν πεποίηκε σχῆμα γωνίας μὴ ἔχουσαν ἐπιδεχομένην φθορὰν, καὶ τὴν ἀφροσύνην αὐτὴν, ἣ, φησὶ Σολομὼν, « ταῖς γωνίαις παρεδρεύει· » καὶ τὸ, « Κατελθὸν δὲ ἐπὶ τοὺς παῖδας Ἰὼβ πῦρ τῶν τεσσάρων ἥψατο γωνιῶν τοῦ οἴκου. »
And now behold, He has exalted my head above my enemies; I compassed and sacrificed in His tabernacle a sacrifice of shouting, etc. (Ps. 26:6). If he who has compassed sacrifices, and a sacrifice is a contrite spirit, then he who has made his own soul contrite has made it a circle, having no shape of a corner susceptible of corruption and of folly itself, which, says Solomon, "sits in wait at the corners" (Prov. 7:12); and there is also the saying, "And fire coming down upon the children of Job laid hold of the four corners of the house" (cf. Job 1:19).
Σοὶ εἶπεν ἡ καρδία μου· Ἐξεζήτησα τὸ πρόσωπόν σου, τὸ πρόσωπόν σου, Κύριε, ζητήσω, κ. τ. ἑ. Ὅταν τὸ πρόσωπόν τινος τὸ πρόσωπον τοῦ Κυρίου ζητήσει, τότε ἀνακεκαλυμμένως τὴν δόξαν Κυρίου κατοπτρίζεται, καὶ γενόμενος ἰσάγγελος, διὰ παντὸς ὄψεται τὸ πρόσωπον τοῦ ἐν οὐρανοῖς Πατρός.
To Thee my heart has said: I have sought Thy face; Thy face, O Lord, I will seek, etc. (Ps. 26:8). When anyone's face seeks the face of the Lord, then with unveiled face he reflects as in a mirror the glory of the Lord, and having become equal to the angels, he will continually see the face of the Father Who is in heaven.
Τοῦ αὐτοῦ. Δι' ὧν καθαίρει τις ἑαυτὸν, δείκνυσι ζητῶν τὸ πρόσωπον τοῦ Θεοῦ, ὅπερ οἱ ἄγγελοι διὰ παντὸς λέγονται βλέπειν.
Of the same. By the things whereby one purifies himself, he shows that he is seeking the face of God, which the angels are said to behold continually.
Ὅτι ὁ πατήρ μου καὶ ἡ μήτηρ μου ἐγκατέλιπόν με, κ. τ. ἑ. Μακάριος ὁ ἐγκαταλειφθεὶς ὑπὸ τοῦ διαβόλου καὶ τῆς συζύγου αὐτοῦ κακίας, ἐξ ἧς τίκτει τοὺς παρανόμους τούτου υἱούς. Ὥσπερ Παῦλος διὰ τοῦ Εὐαγγελίου γεννᾷ τοὺς Γαλάτας, οὕτω καὶ διὰ τῆς κακίας ὁ διάβολος γεννᾷ τοὺς πονηρούς. Τῆς συμφορᾶς, φησὶν, ἐπιστάσης μοι νῦν, καὶ τῆς τοσούτων πολεμίων ἐφόδου, οὐδὲ πατὴρ ἄν με ὠφέλησαν οὐδὲ μήτηρ, αὐτὸς δὲ ἀντὶ πάντων ὤφθης μοι βοηθός.
For my father and my mother have forsaken me, etc. (Ps. 26:10). Blessed is he who has been forsaken by the devil and his consort wickedness, from whom he begets his lawless sons. Just as Paul through the Gospel begets the Galatians, so too through wickedness the devil begets the wicked. Now that calamity has come upon me, he says, and the onset of so many enemies, neither father nor mother would have profited me, whereas Thou Thyself instead of all hast appeared to me as helper.
Νομοθέτησόν με, Κύριε, τὴν ὁδόν σου, καὶ ὁδήγησόν με ἐν τρίβῳ εὐθείᾳ, κ. τ. ἑ. Ὅρα τὸν ἐν τῷ νόμῳ Μωϋσέως καὶ γράμματι, ὡς οὐκ ὄντα ἐν ὁδῷ Κυρίου, νομοθετηθῆναι εὐχόμενον τῇ ὁδῷ τοῦ Κυρίου.
Give me a law, O Lord, in Thy way, and guide me in a straight path, etc. (Ps. 26:11). See how he who is in the law of Moses and in the letter, as not being in the way of the Lord, prays to be given a law in the way of the Lord.
Ἀνδρίζου, καὶ κραταιούσθω ἡ καρδία σου, κ. τ. ἑ. Ἀνδρίζου, τουτέστιν ἀνδρείαν ἀνάλαβε, μὴ κατ' ἰσχὺν σώματος, ἀλλὰ κραταιουμένης τῆς καρδίας σου· οὕτω γὰρ ὑπομεῖναι τὸν Κύριον δυνηθήσῃ.
Play the man, and let your heart be strengthened, etc. (Ps. 26:14). Play the man, that is, take up courage, not according to bodily strength, but as your heart is strengthened; for thus you will be able to wait for the Lord.
Τοῦ αὐτοῦ. Ἀνδρεία καρδία καὶ ψυχή ἐστιν
Of the same. A courageous heart and soul is
PG 12:1284Read from the page
ἡ μὴ ἔχουσα λογισμοὺς ἀκαθάρτους καὶ δόγματα ψευδῆ.
that which does not have impure thoughts and false doctrines.
ΨΑΛΜΟΣ ΚΖʹ.
Psalm 27.
Πρὸς σὲ, Κύριε, κεκράξομαι, ὁ Θεός μου, μὴ παρασιωπήσῃς ἀπ' ἐμοῦ, κ. τ. ἑ. Τῶν πρὸς τὸν Θεὸν βοώντων καὶ ἀναφερόντων τὰς εὐχὰς, εἰ μὲν τὰ ἐπίγειά τις αἰτεῖ, ἐστὶν ἡ φωνὴ αὐτοῦ βραχεῖα· εἰ δὲ τὰ ἐπουράνιά τις αἰτεῖ, βοᾷ. Ὅθεν πολλάκις λέγεται ἐν ταῖς Γραφαῖς περὶ τῶν ἁγίων, ὅτι πρὸς τὸν Θεὸν ἐκέκραξαν. Πειράσθω τοίνυν ἕκαστος εὔχεσθαι τῷ Θεῷ κεκραγὼς, καὶ παραδοξότερον ἐρῶ πῶς κεκραγώς. Εἰσελθὼν εἰς τὸ ταμεῖον αὐτοῦ κλείει τὴν θύραν, καὶ οὕτως κέκραγε πρὸς τὸν Θεόν. « Μὴ παρασιωπήσῃς ἀπ' ἐμοῦ. » Θεὸς ἀναγέγραπται λελαληκέναι πρὸς Μωϋσέα, καὶ πρὸς Ἀαρὼν, καὶ πρὸς Ἰησοῦν τὸν τοῦ Ναυῆ. Τοιοῦτοι γὰρ ἦσαν ἵνα λαλῇ πρὸς αὐτοὺς ὁ Θεός. Καὶ διὰ τῶν προφητῶν, ὅτε ὁ λαὸς ἦν τοῦ Θεοῦ, οὐκ ἐσιώπα. Καὶ μὴ νομίσωμεν ἔξωθεν ἡμῖν λαλεῖν τὸν Θεόν· ἀλλὰ γὰρ τὰ ἀναβαίνοντα ἡμῶν ἐπὶ τὴν καρδίαν ἅγια ἐκεῖνά ἐστιν ἃ λαλεῖ ἡμῖν ὁ Θεός. Οὕτως ἄκουε τοῦ, Ἐλάλησεν ὁ Θεὸς πρὸς τὸν δεῖνα. Ὅτι δὲ τοῦθ' οὕτως ἔχει, ἄκουε τῆς Γραφῆς αὐτῆς μαρτυρούσης· « Μακάριος ἀνὴρ οὗ ἐστιν ἀντίληψις αὐτοῦ παρὰ σοῦ, Κύριε, ἀναβάσεις εἰς τὴν καρδίαν αὐτοῦ. » Ἔχομεν ἄλλην ἀκοὴν ἀκούουσαν λόγου Θεοῦ. Θεία ἐστὶν ἡ αἴσθησις ἐκείνη ἡ οὕτω παρὰ Σολομῶντι ὀνομαζομένη, ἡ ἀκούουσα λόγου Θεοῦ, ἀνακεκραμένη αὐτῷ καὶ ἡνωμένη. « Ὁ Θεὸς οὖν μου, φησὶν, μὴ παρασιωπήσῃς ἀπ' ἐμοῦ, καὶ ὁμοιωθήσομαι, φησὶν, τοῖς καταβαίνουσιν εἰς λάκκον. » Οὐδένα τῶν ἁγίων οἴδαμεν λάκκον ὀρύξαντα· ἀλλ' εἴποτε ἅγιος χρείαν ἔσχεν ὕδατος, φρέαρ ὤρυξε. Καὶ Σολομὼν ἐντέλλεται ἀπὸ φρεάτων πίνειν· ὁ δὲ προφήτης ἀπειλεῖ τοῖς πίνουσιν ἐκ λάκκου, λέγων ὡς ἐκ προσώπου τοῦ Θεοῦ· « Ἐμὲ ἐγκατέλιπον πηγὴν ὕδατος ζῶντος, καὶ ὤρυξαν ἑαυτοῖς λάκκους συντετριμμένους. Μήποτε οὖν παρασιωπήσῃς ἀπ' ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. » Ἀλλ' ὅπως ἴδωμεν τίνες οἱ καταβαίνοντες εἰς λάκκον, ἡ ἱερὰ Γραφὴ τὰ θεῖα λέγει εἶναι θερμὰ, τὰ δὲ τῆς ἁμαρτίας καὶ τῆς ὕλης πράγματα ψυχρά. Ἐκεῖ οἰκεῖ καὶ ὁ πολέμιος τῶν ἀνθρώπων δράκων, ὃς ὠνομάσθη ψυχρός. Οὐδὲν γὰρ τῶν ἐπὶ γῆς ζώων ἐστι ψυχρὸν, ὡς ὁ δράκων. Πᾶσα οὖν ἁμαρτία ψυχρά ἐστι· τὰ δὲ θεῖα, ὡς ἔοικε, θερμά. « Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα· » καὶ, « Πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν· » καὶ, « Τῷ πνεύματι ζέοντες. » Πῶς δὲ οἱ ἁμαρτωλοὶ παρὰ λάκκοις εἰσὶν, ἄκουε. Ἐν τῇ Ἐξόδῳ γέγραπται· « Ἀπέκτεινεν ὁ Θεὸς ἀπὸ πρωτοτόκου Φαραὼ, ὃς κάθηται ἐπὶ τοῦ θρόνου ἕως πρωτοτόκου τῆς αἰχμαλωτίδος τῆς ἐν τῷ λάκκῳ. » Οὕτως οἱ καταβαίνοντες εἰς λάκκον ἁμαρτωλοί εἰσι καὶ αἰχμάλωτοι· ἀλλ' ὁ ἀγαθὸς Θεὸς καὶ τούτους καλεῖ,
Unto Thee, O Lord, I will cry; O my God, be not silent from me, etc. (Ps. 27:1). Of those who cry aloud to God and offer up prayers, if someone asks for earthly things, his voice is small; whereas if someone asks for heavenly things, he cries aloud. Whence it is often said in the Scriptures concerning the saints, that they cried aloud to God. Let each one, therefore, strive to pray to God crying aloud, and I will say yet more paradoxically how crying aloud: entering into his chamber, he shuts the door, and thus has cried aloud to God. "Be not silent from me." God is recorded to have spoken to Moses, and to Aaron, and to Joshua the son of Nun. For they were such that God would speak to them. And through the prophets, when the people belonged to God, He was not silent. And let us not suppose that God speaks to us from outside; for the holy thoughts that ascend into our heart are the things that God speaks to us. Understand in this way the saying, God spoke to such a one. And that this is so, hear the Scripture itself bearing witness: "Blessed is the man whose help is from Thee, O Lord; he has set ascents in his heart" (Ps. 83:6). We have another hearing that hears the word of God. Divine is that sense which is thus named in Solomon, which hears the word of God, being blended with it and united to it. "O my God, therefore," he says, "be not silent from me, lest I become like," he says, "those who go down into the pit." We know of none of the saints having dug a pit; rather, whenever a saint had need of water, he dug a well. And Solomon commands to drink from wells (cf. Prov. 5:15); whereas the prophet threatens those who drink out of a pit, speaking as from the person of God: "They have forsaken Me, the fountain of living water, and have dug for themselves broken cisterns" (Jer. 2:13). "Be not silent from me, therefore, lest I become like those who go down into the pit." Now that we may see who those are that go down into the pit, the holy Scripture says that divine things are warm, whereas the things of sin and matter are cold. There dwells also the enemy of men, the dragon, who has been called cold. For no terrestrial animal is as cold as the dragon. Every sin, therefore, is cold; whereas divine things, as it seems, are warm: "Who makes His angels spirits, and His ministers a flame of fire" (Ps. 103:4); and, "I came to cast fire upon the earth" (Luke 12:49); and, "Fervent in spirit" (Rom. 12:11). And how sinners are by pits, hear. In Exodus it is written: "God slew from the firstborn of Pharaoh, who sits upon the throne, even to the firstborn of the captive woman who was in the pit" (Exod. 12:29). Thus those who go down into the pit are sinners and captives; yet the good God calls even these,
PG 12:1285Read from the page
Εἰσάκουσον, Κύριε, τῆς δεήσεώς μου ἐν τῷ δέεσθαί με πρὸς σὲ, ἐν τῷ αἴρειν με χεῖράς μου πρὸς ναὸν ἅγιόν σου, κ. τ. ἑ. Εἰ ναός ἐστιν ὁ ἔχων Θεὸν, ὁ Θεὸς δὲ ἦν ἐν Χριστῷ κόσμον καταλλάσσων ἑαυτῷ, ναὸς ἄρα ἐστὶν ἅγιος ὁ Χριστὸς, πρὸς ὃν αἴρει τις καὶ ὑψοῖ τὴν ἑαυτοῦ ψυχὴν διὰ τῶν ἀρετῶν.
Hear, O Lord, the voice of my supplication when I pray to Thee, when I lift up my hands towards Thy holy temple, etc. (Ps. 27:2). If he who has God is a temple, and God was in Christ reconciling the world to Himself (2 Cor. 5:19), then Christ is the holy temple, towards Whom one lifts up and exalts his own soul through the virtues.
Τοῦ αὐτοῦ. Ἐμοὶ δοκεῖ διαφέρειν εὐχὴ δεήσεως, καὶ δοκεῖ μοι ὁ Ἀπόστολος πλείονα ὀνόματα εἰς ταύτην τὴν διαφορὰν διαθέσθαι λέγων· « Παρακαλῶ πρῶτον πάντων ποιεῖσθαι δεήσεις, προσευχὰς, ἐντεύξεις, εὐχαριστίας, » μείζονα λέγων ὡς ἐμοὶ δοκεῖ τῆς δεήσεως τὴν προσευχὴν, καὶ τούτων τὴν ἔντευξιν, πάντων δὲ τὴν εὐχαριστίαν. Εἴποιμ' ἂν οὖν, ὅτι τοῦ ἔτι ἐνδεοῦς, καὶ οἷς ἔτι ἐνδεῖ τινα, τούτων ἐστὶν ἡ δέησις. Ὅτε δὲ τὸ ἀξίωμα τοῦ Θεοῦ νοήσας αἰτῶ τι παρὰ τοῦ Θεοῦ, τότε προσεύχομαι· ὅταν δὲ φίλος ἐπὶ πλεῖον γένωμαι, τότε εὐχαριστῶ τῷ Θεῷ. « Ἐν τῷ αἴρειν με χεῖρας πρὸς ναὸν ἅγιόν σου. » Πολλάκις ἐλέγομεν περὶ τῆς ἐπάρσεως τῶν χειρῶν. Ἐπῆρε Μωϋσῆς τὰς χεῖρας, καὶ κατίσχυσεν ὁ Ἰσραήλ· ὅτε δὲ καθῆκε τὰς χεῖρας, κατίσχυσεν ὁ Ἀμαλήκ· καὶ, « Ἐπαίροντες ὁσίους χεῖρας χωρὶς ὀργῆς καὶ διαλογισμοῦ· » καὶ, « Ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινή. » Εἴποιμι ἂν οὖν, ὅτι αἱ χεῖρες ἡμῶν εἰσιν αἱ κατὰ θεοσέβειαν πράξεις. Ἐὰν θησαυρίζωμεν ἐν οὐρανοῖς, ἔχομεν τὰς χεῖρας ἐπηρμένας πρὸς τὸν Θεὸν, καὶ νικῶμεν τὸν ἐχθρόν· ὅταν δὲ ἡμῶν αἱ χεῖρες κάτω γένωνται, ἀνάγκη ἡμᾶς νικᾶσθαι. Ὅταν οὖν ἐπαίρω τὰς χεῖράς μου πρὸς τὸν Θεὸν, καὶ διὰ τῶν χειρῶν τῆς ψυχῆς ὑψῶμαι πρὸς αὐτὸν, νικᾶται ὑπ' ἐμοῦ ὁ Ἀμαλὴκ, καὶ οὐδαμοῦ ἐστιν. Οὐκοῦν δεῖ ἐπαίρειν χεῖρας πρὸς ναὸν ἅγιον τοῦ Θεοῦ. Ὁ ναὸς δὲ τοῦ Θεοῦ δόξα ἐστὶ τοῦ Θεοῦ.
Of the same. It seems to me that prayer differs from supplication, and the Apostle seems to me to have arranged several terms for this distinction when he says: "I urge first of all that supplications, prayers, intercessions, thanksgivings be made" (1 Tim. 2:1), calling prayer, as it seems to me, greater than supplication, and intercession greater than these, and thanksgiving greatest of all. I would say, therefore, that supplication belongs to one who is still in need, and to those who still lack certain things. When, however, having understood the dignity of God, I ask for something from God, then I pray; and when I become a friend in a fuller degree, then I give thanks to God. "When I lift up my hands towards Thy holy temple." We have often spoken about the lifting up of the hands. Moses lifted up his hands, and Israel prevailed; but when he let down his hands, Amalek prevailed (Exod. 17:11); and, "Lifting up holy hands without anger and disputing" (1 Tim. 2:8); and, "The lifting up of my hands is an evening sacrifice" (Ps. 140:2). I would say, therefore, that our hands are our godly actions. If we lay up treasure in heaven, we have our hands lifted up towards God, and we conquer the enemy; whereas when our hands drop down, we must needs be conquered. When, therefore, I lift up my hands towards God, and through the hands of the soul am exalted towards Him, Amalek is conquered by me, and is nowhere to be found. Therefore one must lift up hands towards the holy temple of God. And the temple of God is the glory of God.
Μὴ συνελκύσῃς με μετὰ ἁμαρτωλῶν, καὶ μετὰ ἐργαζομένων ἀδικίαν μὴ συναπολέσῃς με, κ. τ. ἑ. Εἰ ἐφ' ἡμῖν ἑκάτερον, τί τῶν ἀγαθῶν Θεῷ τὴν αἰτίαν ἀνέθηκεν ; Ἀλλ' ὅτι ὅτε συνέλκει πρὸς τοὺς τοιούτους Θεὸς τὸν σῶσαι δυνάμενον ; Τοιγαροῦν τελωνῶν φίλος ἤκουσεν ὁ Σωτὴρ, μηδὲν ἐξ ἐκείνων βλαπτόμενος. Τοιαύτην οὖν ἕξιν ἀναλαβεῖν αἰτεῖ. Ἴσως δὲ τοὺς πάνυ ἁμαρτωλοὺς παραιτεῖται, ὁποίους ἐπάγει τοὺς ὃ μὴ φρονοῦσι λαλοῦντας. Εἰ γὰρ καὶ μετὰ πόρνης γέγονεν ὁ Σωτὴρ, ἀλλ' ᾀδούσης εἰρηνικὰ καὶ τἀναντία λογιζομένης.
Drag me not away together with sinners, and with those who work iniquity destroy me not together, etc. (Ps. 27:3). If each of the two is in our power, why did he ascribe the cause of good things to God? Is it because at times God drags together towards such people him who is able to save them? Wherefore the Saviour was called a friend of tax-collectors, while suffering no harm from them. He asks, therefore, to take up such a disposition. Or perhaps he begs to be spared from utter sinners, such as he goes on to describe as speaking what they do not think. For even if the Saviour was with a harlot, yet not with one who sang peaceful words while plotting the opposite.
Τοῦ αὐτοῦ. Τίς χρεία ταῦτα λέγεσθαι ; ἤτοι γὰρ ποιεῖς τὴν ἀνομίαν, καὶ συναπολλύει σε, καὶ μάτην λέγεις ταῦτα πρὸς Θεόν· ἢ οὐδὲν ποιεῖς ἄνομον, καὶ οὐκ ἀπολλύει ὁ Θεός. Ὁ Θεὸς γὰρ οὐχ οὕτως ἄδικός ἐστι. Τολμῶμεν οὖν ἀπὸ τοῦ Εὐαγγελίου, καὶ λέ-
Of the same. What need is there for these things to be said? For either you do iniquity, and He destroys you together with them, and in vain do you say these things to God; or you do nothing lawless, and God does not destroy you. For God is not so unjust. We take courage, therefore, from the Gospel, and say
PG 12:1288Read from the page
γομεν, ὅτι ὁ Θεὸς συνέλκει τὸν δίκαιον μετὰ ἁμαρτωλῶν, συνέλκει τὸν δίκαιον διὰ τοὺς ἁμαρτωλοὺς, καὶ τοὺς ἐργαζομένους τὴν ἀνομίαν, ἵνα σωθῶσιν. Οἱ δὲ μὴ εἰδότες τοῦτο τὸ μυστήριον ἐνεκάλουν τῷ Ἰησοῦ λέγοντες· « Ἐσθίεις καὶ πίνεις μετὰ τῶν ἁμαρτωλῶν. » Αὐτὸς δὲ μακρὰν ἦν τῆς ἀπ' αὐτῶν βλάβης, πρὸς τὸ καὶ ὠφελεῖν αὐτούς. Οὕτω καὶ εἴ τις Χριστοῦ μιμητὴς τοῦτο ποιεῖ. Ἐὰν μέντοιγέ τις μὴ παρεσκευασμένος ᾖ, μηδὲ δύναμιν ἔχων, ἐμβάλληται εἰς τοσοῦτον κίνδυνον, ὥστε γενέσθαι μετὰ ἁμαρτωλῶν καὶ τῶν ἐργαζομένων τὴν ἀνομίαν, οὔτε ἐκείνους ὠφελήσει, καὶ ἑαυτὸν προσαπολέσει. Τοιγαροῦν καὶ ἐνθάδε ὁ προφήτης παρασκευάζειν ἑαυτὸν βούλεται, ὥστε δύνασθαι μὲν εἶναι μετὰ ἁμαρτωλῶν καὶ ἐργαζομένων ἀνομίαν, μὴ συνελκυσθῆναι δὲ αὐτοῖς. Τάχα δὲ καὶ τοὺς τὰ ἀνίατα ἁμαρτάνοντας παραιτεῖται τοῦτο λέγων. Καὶ γὰρ προσέθηκε· « Τῶν λαλούντων εἰρήνην μετὰ τῶν πλησίον αὐτῶν, κακὰ δὲ ἐν καρδίαις αὐτῶν. » Σφόδρα γὰρ ἀσεβεῖς, ὅτι οὔτε ὡς φίλοι διάκεινται, οὔτε ὡς ἐχθροὶ λαλοῦσιν, ἀλλ' ἔχουσι μὲν τὴν ἔχθραν ἐν ἑαυτοῖς, λόγοις δὲ εἰρηνικοῖς ὑποκρίνονται φιλίαν. Τῶν δὲ τοιούτων ἀνθρώπων μιαρώτερον οὐκ ἔστι. Τοὺς οὖν τοιούτους ὁ δίκαιος παραιτεῖται. Ὁρᾶτε γὰρ ὡς καὶ ὁ Σωτὴρ ἡμῶν μετὰ ἁμαρτωλῶν ἐγένετο καὶ μετὰ πόρνης, οὐ μέντοι λαλούσης μὲν εἰρηνικὰ, κακὰ δὲ ἐχούσης ἐν τῇ καρδίᾳ ἑαυτῆς. Ἢ εὔχεται λέγων· Ἐπεὶ πάντως τῷ ἀδικοῦντι ἀπώλεια ἕπεται, δικαιοσύνην παρέχων μοι, μὴ ἐάσῃς με ἐν ἀδικίᾳ γενέσθαι, ὅπως μὴ ἀπόλωμαι μετὰ τῶν ἐργαζομένων αὐτήν.
that God drags the righteous man together with sinners; He drags the righteous man because of the sinners and those who work iniquity, that they may be saved. Those who did not know this mystery reproached Jesus, saying: "Thou eatest and drinkest with sinners" (cf. Mark 2:16). Yet He Himself was far from receiving harm from them, besides even benefiting them. So too does anyone who is an imitator of Christ do this. If, however, someone who is not prepared and does not have power casts himself into so great a danger as to be with sinners and those who work iniquity, he will neither benefit them, and he will destroy himself besides. Wherefore here too the prophet wishes to prepare himself, so as to be able indeed to be with sinners and those who work iniquity, yet not to be dragged away together with them. And perhaps in saying this he also begs to be spared from those who sin incurably. For indeed he added: "Who speak peace with their neighbours, but evils are in their hearts" (Ps. 27:3). For they are exceedingly ungodly, because they neither are disposed as friends, nor speak as enemies, but hold enmity within themselves, while with peaceful words they feign friendship. And nothing is more abominable than such men. From such, therefore, the righteous man begs to be spared. For see how our Saviour also was with sinners and with a harlot, yet not with one who spoke peaceful words while having evils in her heart. Or he prays, saying: Since destruction altogether follows him who does wrong, grant me righteousness and do not let me come to be in unrighteousness, lest I perish together with those who work it.
Δὸς αὐτοῖς, Κύριε, κατὰ τὰ ἔργα αὐτῶν καὶ κατὰ τὴν πονηρίαν τῶν ἐπιτηδευμάτων αὐτῶν, κ. τ. ἑ. Αἰτεῖ αὐτοὺς κακωθῆναι διὰ παιδείας, ὅπως ἂν παύσωνται πλημμελοῦντες. Ἔργα δὲ λέγει τὰ κρυπτά· κακὰ γὰρ ἐν ταῖς καρδίαις ἐλάλουν.
Give to them, O Lord, according to their works and according to the wickedness of their practices, etc. (Ps. 27:4). He asks that they be afflicted through chastisement, so that they may cease transgressing. And by works he means their hidden ones; for they spoke evils in their hearts.
Τοῦ αὐτοῦ. Διδασκόμεθα ὑπὸ τοῦ λόγου ἀποθέσθαι πάντα τὰ ἁμαρτήματα· εἰ γὰρ οὐκ ἐσμὲν καθαροὶ, δεῖ ἡμᾶς κολασθῆναι, ἵνα παιδευθῶμεν. « Κατὰ τὰ ἔργα τῶν χειρῶν αὐτῶν, » φησὶ, « δὸς αὐτοῖς » ὡσεὶ ἔλεγε· Κατὰ τὰ κρυπτὰ τῶν ἔργων ἀπόδος τὸ ἀνταπόδομα αὐτῶν αὐτοῖς. Ὁ διορατικὸς ἐπιστημονικῶς τοῖς πράγμασι προσερχόμενος ὡς βλαπτικὰ τὰ φαῦλα ἀποστρέφεται, αἱρούμενος τὰ ἀγαθὰ, ὠφέλιμα ὄντα. Ὁ δὲ φαῦλος, ἡδονῇ θελγόμενος, ἐργάζεται τὰ κακὰ, οὐχ ὁρῶν αὐτῶν τὸ βλαβερόν. Ἐπεὶ οὖν λογικῶς οὐκ αἰσθάνεται τῶν βλαβερῶν, εὔχεται ὁ ἅγιος ἀποτῖσαι αὐτῷ κατὰ τὰ ἔργα αὐτοῦ ἐπίπονα, ὅπως ἂν διὰ τοὺς πόνους ἀποστραφῇ τὰ κακὰ, αἴτια κολάσεως αὐτῷ γεγενημένα.
Of the same. We are taught by the word to lay aside all sins; for if we are not pure, we must be punished so that we may be disciplined. "According to the works of their hands," he says, "give to them" (Ps. 27:4), as though he were saying: According to the hidden things of their works render their recompense to them. The discerning man, approaching matters with understanding, turns away from base things as harmful, choosing good things since they are beneficial. Whereas the base man, charmed by pleasure, works evil things, not seeing their harmfulness. Since, therefore, he does not rationally perceive harmful things, the saint prays that painful things be repaid to him according to his works, so that through pains he may turn away from the evil things that have become causes of punishment to him.
Ὅτι οὐ συνῆκαν εἰς τὰ ἔργα Κυρίου, καὶ εἰς τὰ ἔργα τῶν χειρῶν αὐτοῦ, κ. τ. ἑ. Ἔργα μὲν Κυρίου τάχα ἐστὶ τὰ νοητὰ, ἔργα δὲ χειρῶν αὐτοῦ τὰ αἰσθητὰ νομίζω. « Οὐχὶ ἡ χείρ μου, φησὶν,
Because they did not understand the works of the Lord, and the works of His hands, etc. (Ps. 27:5). The works of the Lord are perhaps intelligible things, whereas the works of His hands I think to be sensible things. "Did not My hand," He says,
PG 12:1289Read from the page
ἐποίησε ταῦτα πάντα ; » Ἢ τάχα ἔργα μὲν Κυρίου αἱ ἀρεταὶ, ἔργα δὲ χειρῶν αὐτοῦ οἱ λόγοι τῶν γεγονότων. « Καθελεῖς αὐτοὺς καὶ οὐ μὴ οἰκοδομήσεις αὐτούς. » Καθελεῖ Κύριος τὰς ἕξεις τὰς πονηρὰς, καὶ οὐ μὴ ἔτι συγχωρήσει τοῖς οἰκοδομοῦσιν οἰκοδομῆσαι αὐτάς.
"make all these things?" (Isa. 66:2; Acts 7:50). Or perhaps the works of the Lord are the virtues, while the works of His hands are the principles of created things. "Thou shalt pull them down and shalt by no means build them up" (Ps. 27:5). The Lord will pull down wicked habits, and will no longer permit those who build to build them up.
Καὶ ἀνέθαλεν ἡ σάρξ μου, κ. τ. ἑ. Σάρκα μὲν ὠνόμασε τὴν ψυχὴν διὰ τὸ κεκολλῆσθαι αὐτὴν τῇ σαρκὶ, κατὰ τὸ, « Ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ Θεοῦ ἡμῶν. » Ἢ τάχα ἡ αἰσθητὴ θάλλει σὰρξ ἀποθεμένη τὰ πάθη.
And my flesh has flourished again, etc. (Ps. 27:7). He called the soul flesh because of its cleaving to the flesh, according to the saying, "All flesh shall see the salvation of our God" (Luke 3:6). Or perhaps the sensible flesh flourishes when it has laid aside the passions.
Σῶσον τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κληρονομίαν σου, καὶ ποίμανον αὐτοὺς, καὶ ἔπαρον αὐτοὺς ἕως τοῦ αἰῶνος, κ. τ. ἑ. Κληρονομίαν νῦν λέγει τὴν κληρονομοῦσαν αὐτὸν φύσιν λογικήν.
Save Thy people, and bless Thine inheritance, and shepherd them, and lift them up for ever, etc. (Ps. 27:9). By inheritance he now means the rational nature that inherits Him.
Τοῦ αὐτοῦ. Αὐτὸς ὁ Χριστὸς ἡμᾶς ποιμανεῖ τοὺς εἰς αὐτὸν πεπιστευκότας, πέμψας ἀντ' αὐτοῦ καὶ ὡς αὐτὸν τὸν Παράκλητον, ὅ ἐστι τὸ Πνεῦμα τῆς ἀληθείας. Καὶ μὴν καὶ ἐπαίρει ἀπὸ τῶν γηΐνων, τουτ-
Of the same. Christ Himself will shepherd us who have believed in Him, having sent in His stead and as Himself the Paraclete, which is the Spirit of truth. And indeed He also lifts us up from earthly things, that
ΨΑΛΜΟΣ ΚΗʹ.
Psalm 28.
Ἐνέγκατε τῷ Κυρίῳ, υἱοὶ Θεοῦ, κ. τ. ἑ. Παῦλος ὁ ἅγιος υἱὸς Θεοῦ γέγονε διὰ τοῦ Εὐαγγελίου. Ἐγέννα δὲ καὶ αὐτὸς υἱοὺς καὶ προσῆγε τῷ Θεῷ. Υἱοὺς καλεῖ τοὺς πολλῆς τυχόντας παρὰ τοῦ Θεοῦ κηδεμονίας, καὶ σωθέντας παραδόξως, ὧν ὁ Θεὸς ἐφείσατο οὕτως ὡς υἱῶν.
Bring to the Lord, O sons of God, etc. (Ps. 28:1). The holy Paul became a son of God through the Gospel. And he himself also begot sons and brought them to God. He calls sons those who have obtained great care from God and have been saved wondrously, whom God spared even as sons.
Ἐνέγκατε τῷ Κυρίῳ υἱοὺς κριῶν, κ. τ. ἑ. Ὁ συνάγων τὰ διεσκορπισμένα πρόβατα Χριστοῦ, καὶ ἐπιστρέφων τὰ πεπλανημένα, καὶ εὑρίσκων τὰ ἀπολωλότα, οὗτος φέρει τῷ Κυρίῳ υἱοὺς κριῶν· καὶ ὁ ποιῶν ὅπως ἴδωσιν οἱ ἄνθρωποι τὰ καλὰ ἔργα αὐτοῦ, καὶ δοξάσωσι τὸν ἐν οὐρανοῖς Πατέρα. Φέρει δὲ τῷ Κυρίῳ δόξαν καὶ ὁ ἐν λόγῳ σοφίας θεολογῶν. Τιμὴν δὲ φέρει Κυρίῳ ὁ μὴ ἐκ λύπης ἢ ἐξ ἀνάγκης ἐλεῶν πτωχὸν, καὶ ἐν τούτῳ δανείζει Θεῷ. Τὸ γὰρ « τιμᾷν » ἰδίως καὶ ἐπὶ τούτων ἐν τῇ Γραφῇ τέτακται, ὡς δῆλον ἐκ τοῦ· « Χήρας τίμα, τὰς ὄντως χήρας, » καὶ, « Τίμα τὸν πατέρα καὶ τὴν μητέρα. » Αὐλὴ δὲ ἁγία ἡ Ἐκκλησία.
Bring to the Lord the sons of rams, etc. (Ps. 28:1). He who gathers the scattered sheep of Christ, and turns back those that have strayed, and finds those that are lost, this man brings to the Lord the sons of rams; and so does he who acts so that men may see his good works and glorify the Father Who is in heaven. Moreover, he who discourses of God in the word of wisdom also brings glory to the Lord. And he who shows mercy to the poor not out of sorrow or necessity brings honour to the Lord, and in this lends to God. For "to honour" is specially used of these in Scripture, as is clear from the saying, "Honour widows who are truly widows" (1 Tim. 5:3), and, "Honour your father and mother" (Exod. 20:12). And the holy court is the Church.
Φωνὴ Κυρίου ἐπὶ τῶν ὑδάτων, κ. τ. ἑ. Φωνὴ μὲν Κυρίου ἁπλῶς ἐπὶ τῶν ὑδάτων, αὐτὸς δὲ ὁ Κύριος ἐπὶ ὑδάτων πολλῶν. Λογικὰς δὲ φύσεις νῦν σημαίνει τὰ ὕδατα. « Γενηθήτω, φησὶ, τὸ στερέωμα ἐν μέσῳ τοῦ ὕδατος, καὶ ἔστω διαχωρίζον. »
The voice of the Lord is upon the waters, etc. (Ps. 28:3). The voice of the Lord simply is upon the waters, whereas the Lord Himself is upon many waters. And the waters now signify rational natures. "Let there be," He says, "the firmament in the midst of the water, and let it be dividing" (Gen. 1:6).
Καὶ λεπτυνεῖ αὐτὰς ὡς τὸν μόσχον τοῦ Λιβάνου, κ. τ. ἑ. Μόσχος Λιβάνου ὁ πονηρὸς ἐνώπιον Κυρίου παντοκράτορος τραχηλιάσας καὶ ἀποῤῥίψας τὸν εὐαγγελικὸν ζυγὸν, θεὸς εἶναι βιαζόμενος.
And He will beat them small like the calf of Lebanon, etc. (Ps. 28:6). The calf of Lebanon is the evil one, who has stiffened his neck before the Lord Almighty and cast off the evangelical yoke, forcing himself to be a god.
PG 12:1292Read from the page
Φωνὴ Κυρίου διακόπτοντος φλόγα πυρὸς, κ. τ. ἑ. Ἡ φωνὴ Κυρίου σβέννυσι τὰ πεπυρωμένα βέλη τοῦ πονηροῦ· ἥτις ἐστὶ διδασκαλία πνευματικὴ πρὸς σοφὴν πολιτείαν ἐκκαλουμένη τὸν πεπιστευκότα τῷ Χριστῷ.
The voice of the Lord dividing a flame of fire, etc. (Ps. 28:7). The voice of the Lord quenches the fiery darts of the evil one; which is spiritual teaching calling forth him who has believed in Christ to a wise way of life.
Φωνὴ Κυρίου συσσείοντος ἔρημον, καὶ συσσείσει Κύριος τὴν ἔρημον Κάδης, κ. τ. ἑ. Ἐγὼ φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ· Ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου. Ἔρημός ἐστι ψυχὴ λογικὴ ἐστερημένη Θεοῦ.
The voice of the Lord shaking the wilderness, and the Lord will shake the wilderness of Kadesh, etc. (Ps. 28:8). I am the voice of one crying in the wilderness: Prepare the way of the Lord (Isa. 40:3). The wilderness is a rational soul deprived of God.
ΨΑΛΜΟΣ ΚΘʹ.
Psalm 29.
Εἰς τὸ τέλος, ψαλμὸς ᾠδῆς τοῦ ἐγκαινισμοῦ τοῦ οἴκου τοῦ Δαυῒδ, κ. τ. ἑ. Οἰκοδομεῖ μὲν οἶκον βίος ὀρθὸς, ἐγκαινίζει δὲ τοῦτον γνῶσις Θεοῦ.
Unto the end, a psalm of a song of the dedication of the house of David, etc. (Ps. 29:1). An upright life builds the house, whereas knowledge of God dedicates it.
Ὑψώσω σε, Κύριε, ὅτι ὑπέλαβές με, κ. τ. ἑ. Ὅτι ἐκ προσώπου τοῦ Χριστοῦ λέγεται ὁ ψαλμὸς, δῆλον ἐκ τοῦ· « Καὶ ἀνήγαγες ἐξ ᾅδου τὴν ψυχήν μου. » Δύναται δὲ καὶ ἐκ προσώπου τοῦ ἁγίου ταῦτα λέγεσθαι, τροπικώτερον παντὸς ἁγίου ὡς ἐν ᾅδου γεγενημένου κατὰ τὸν τῆς κακίας καιρὸν, καὶ ἐκεῖθεν ὑπὸ τοῦ Θεοῦ ἀναχθέντος, ὅτε βοηθούμενος ὑπὸ τοῦ Λόγου, καὶ ἑπόμενος αὐτῷ τετελείωται. Οὐδὲ γὰρ ὑψοῦν δύναται τὸν Κύριον μὴ ὑπολαβόντος αὐτὸν αὐτοῦ τοῦ Κυρίου. Ὅταν γὰρ ὑψωθῶμεν ἀπὸ τῆς γῆς μετεωριζόμενοι καὶ ἐπαιρόμενοι ὑπὸ τοῦ σταυροῦ τοῦ Χριστοῦ τοῦ εἰπόντος· « Ὅταν ὑψωθῶ, πάντας ἑλκύσω πρὸς ἐμαυτὸν, » ὑψοῦμεν τὸν Κύριον, καὶ αὐτὸν ὑψώσαντα τὸν Πατέρα, καὶ τὴν περὶ αὐτοῦ ὑπόληψιν, ὅσον ἐφ' ἑαυτῷ, ὑψηλοτάτην τοῖς πιστεύουσιν εἰς τὸν Θεὸν παραδεδωκότα. Διδάσκει δὲ καί τινας ἀοράτους ἐχθροὺς τῆς ἀνθρωπίνης ψυχῆς διαφθονεῖσθαι τῇ κατὰ Θεὸν αὐτῆς σωτηρίᾳ, ἐφεδρεύειν τε καὶ ἐπιβουλεύειν αὐτῇ, εἶτ' ἐπιτηρεῖν εἴ που γένοιτό τι αὐτῇ σφάλμα ἢ ὄλισθος, ἢ πτῶσις· ὧν εἴ τι συμβαίη περὶ αὐτὴν, τοὺς ἐχθροὺς οἷα χαιρεσικάκους ἐπιτωθάζειν αὐτῇ, τοὐναντίον δὲ πάσχειν διαλαμπούσης αὐτῆς ταῖς κατὰ Θεὸν προκοπαῖς. Εὐχαριστεῖ τοίνυν τῷ Θεῷ, ὅτι μὴ συνεχώρησεν τοῖς ἐχθροῖς ἐφησθῆναι αὐτοῦ τοῖς κακοῖς, ἀνιμήσατο δὲ αὐτὸν ἀναλαβὼν τοῦ πτώματος. Ὑψοῖ δὲ τὸν Κύριον μεγάλως καὶ ὑψηλῶς αὐτὸν θεολογῶν καὶ ὁ πρέποντα Θεῷ σώζων παρ' ἑαυτῷ δόγματα· καὶ τὴν ἑαυτοῦ δὲ ψυχὴν ἐν πάσῃ ἀρετῇ καὶ φιλοσόφῳ βίῳ ἐπαίρων, τὸν ἐνοικοῦντα αὐτῇ ὑψοῖ. « Ὅτι ὑπέλαβές με. » Ἀντὶ τοῦ· « ὑπέλαβες, » ὁ Ἀκύλας, « ἀνέσωσας, » φησί. Καὶ οὕτω δὲ σαφὴς ὁ νοῦς, παντὸς τοῦ ὑπολαμβανομένου ὑπὸ τοῦ Θεοῦ ἀνασωζομένου ἀπὸ τῆς κακίας.
I will exalt Thee, O Lord, for Thou hast upheld me, etc. (Ps. 29:2). That the psalm is spoken from the person of Christ is clear from the saying: "And Thou hast brought up my soul from Hades" (Ps. 29:4). Yet these things can also be spoken from the person of the saint, since figuratively every saint has been as it were in Hades during the time of wickedness, and has been brought up thence by God when, helped by the Word and following Him, he has been perfected. For neither can one exalt the Lord unless the Lord Himself has upheld him. For when we are exalted from the earth, lifted on high and raised up by the cross of Christ Who said, "When I am lifted up, I will draw all men to Myself" (John 12:32), we exalt the Lord, Who Himself also exalted the Father and, so far as lay in Him, delivered the loftiest conception concerning Him to those who believe in God. He also teaches that certain invisible enemies of the human soul envy its salvation according to God, lie in wait and plot against it, and then watch closely whether any fault or slip or fall may happen to it; and if any of these should befall it, the enemies, as rejoicing in evil, jeer at it, whereas they suffer the opposite when it shines forth in advances according to God. He gives thanks to God, therefore, because He did not permit the enemies to gloat over his evils, but drew him up, raising him from his fall. And he exalts the Lord who discourses of Him greatly and loftily and preserves within himself doctrines worthy of God; and whoever raises up his own soul in every virtue and a philosophical life exalts Him Who dwells in it. "For Thou hast upheld me." Instead of "hast upheld," Aquila says, "hast rescued." And thus too the sense is clear, since everyone who is upheld by God is rescued from wickedness.
Κύριε ὁ Θεός μου, ἐκέκραξα πρὸς σὲ, καὶ ἰάσω με, κ. τ. ἑ. Ταῦτα μὲν οὖν ἐκ προσώπου τοῦ δικαίου λέγεται. Ἐὰν δὲ ὁ Σωτὴρ λέγῃ ταῦτα, ὅρα εἰ οὕτω δύναται καὶ τοῦτο τῆς πρεπούσης τυχεῖν διηγήσεως. Οἱ πιστεύοντές εἰσι σῶμα Χριστοῦ καὶ μέλη ἐκ
O Lord my God, I cried unto Thee, and Thou hast healed me, etc. (Ps. 29:3). These things, then, are spoken from the person of the righteous man. Yet if the Saviour speaks these things, see whether in this way this too can receive a fitting explanation: those who believe are the body of Christ and members in