οἶκον Κυρίου λέγεσθαι τὴν Ἐκκλησίαν Θεοῦ ζῶντος ἐκ λίθων ζώντων. Οὔσης δὲ καὶ χρηστότητος, οὔσης δὲ καὶ ἀποτομίας Θεοῦ, οἱ μὲν κατοικοῦντες ἐν οἴκῳ Κυρίου ὄψονται τὴν ἐν τῇ χρηστότητι τοῦ Θεοῦ τερπνότητα· οἱ δὲ ἔξω τοῦ οἴκου τυγχάνοντες τῆς ἀποτομίας αὐτοῦ πεῖραν λήψονται. Εἰ διαφέρει δὲ ναὸς Κυρίου καὶ οἶκος Κυρίου ἐπιστήσεις, καὶ εἰ οἶκος μὲν ἡ Ἐκκλησία ἀναλόγως Λευΐταις καὶ ἱερεῦσι. Πρῶτον ἐν τῇ σκηνῇ τοῦ Θεοῦ κρύπτεταί τις ἐν ἡμέρᾳ κακῶν ἀπὸ Κυρίου, εἶτα σκεπάζεται ἐν ἀποκρύφῳ τῆς σκηνῆς αὐτοῦ, καὶ τρίτον ἐν πέτρᾳ ὑψοῦται. Αἰτεῖ τοίνυν τὴν Ἐκκλησίαν οἰκεῖν διὰ τοῦ φρονεῖν τὰ ἐκκλησιαστικὰ πάσας τὰς ἡμέρας τῆς πεφωτισμένης αὐτοῦ ζωῆς. Ἐπὶ γῆς, φησὶ, τυγχάνων, εἰ καὶ πολλῶν δεῖ μοι τῶν ἀγαθῶν, μίαν αἴτησιν τέως αἰτῶ. Ἀθρόως γὰρ ἐν πᾶσιν οὐχ οἷόν τε γενέσθαι τοῖς ἀγαθοῖς, μήπω τόδε λείποι τὸ μέγα καὶ ἐξαίρετον, « τὸ θεωρεῖν με, » καὶ τὰ ἑξῆς. Ὁ δὲ ἀγαπῶν τὴν εὐπρέπειαν τοῦ οἴκου Κυρίου βούλεται τερπνῶς ἐναπολαῦσαι τῇ θέᾳ, καὶ μετὰ τὴν θεωρίαν ἐπισκέπτεσθαι τὸν ναὸν αὐτοῦ. Θεωρεῖ δέ τις τὴν τερπνότητα Κυρίου, τὰ ὑποβεβηκότα δόγματα τῆς Ἐκκλησίας ὁρῶν· προσβαλὼν δὲ τοῖς περὶ Τριάδος, περιαθρήσει τὸν ναὸν αὐτοῦ. Εὐπρέπεια δὲ Κυρίου καὶ πᾶς ὁ κατ' ἀρετὴν βίος τῶν ἐν θεοσεβείᾳ διαπρεπόντων. « Ὅτι ἔκρυψέ με, » καὶ τὰ ἑξῆς. « Οἱ μὲν ἐχθροὶ, φησὶν, ἠσθένουν καὶ ἔπιπτον· » ἐγὼ δὲ ὑπὸ τῆς αὐτοῦ δεξιᾶς ἐκρυπτόμην ἐν σκηνῇ κατοικῶν, διὰ τὸ διάγειν ἐν ἐρημίαις, καὶ μὴ ἔχειν τότε τὸν οἶκον τοῦ Θεοῦ, μηδὲ τὸν ναὸν αὐτοῦ. Καὶ ἐν τῷδε τῷ τῶν διωγμῶν καιρῷ ἐσκέπασέ με. Ἀπόκρυφον δὲ σκηνῆς τὸ ἐνδότατόν τε καὶ ἄβατον, ὅπερ ἐκάλουν Ἅγια ἁγίων. Οὐ πάντως δὲ τὴν σκηνὴν ἐν τόπῳ γεγενῆσθαί φησιν, ἀλλ' ἐν ψυχῆς καταστάσει ἡγιασμένῃ, καὶ πάσης ἀπηλλαγμένῃ τῆς τῶν πολλῶν κοινωνίας. Ἀλλ' οὐκ ἀφῆκέ με, φησὶ, μέχρι τέλους λανθάνειν, ἀλλὰ καὶ ἑτέροις χρήσιμον γενέσθαι βουλόμενος, ἐν πέτρᾳ τῷ Χριστῷ ὕψωσέ με. Καὶ ἄλλως δὲ πολλάκις εἴρηται τὴν μὲν σκηνὴν δηλοῦν προκοπὴν, τὸν οἶκον δὲ τελειότητα. Οὐδεὶς οὖν, ἐνεστηκυίας αὐτῷ τῆς τῶν κακῶν ἡμέρας, ἐν οἴκῳ εἶναι δύναται τοῦ Θεοῦ· ἀλλ' ἐν τῇ σκιᾷ κρύπτεται, τῷ τὴν προκοπὴν σκεπάζειν τὸν κακίας ἀπαλλαττόμενον. Ἔτι γὰρ μετανοοῦντες, οὐ δύνανται ἔχειν τὴν τελειότητα. Δύναται δὲ καὶ νῦν κακὰ νοεῖσθαι τὰ περιστατικά· ἀπόκρυφον δὲ σκηνῆς αὐτοῦ ἐπὶ τῆς παιδεύσεως, κἀκεῖ προκόπτομεν. Τὰ μέν ἐστι προφανῆ, τὰ δὲ μυστικά. Οὐκ ἐν τοῖς ἐπιπολαίοις οὖν ὁ Θεὸς τὸν προκόπτοντα σκέπει. Αὐτοῦ δὲ εἶπε σκηνὴν, ἐπεὶ μὴ πᾶσα κατὰ Θεὸν προκοπή· διεδέξατο δὲ τὴν προκοπὴν ἡ πέτρα τῆς τελειότητος. Κατάλληλον δὲ τῇ μὲν προκοπῇ τὸ « ἔκρυψε, » τῇ δὲ τελειότητι τὸ « ὕψωσε. » Λέγοις δ' ἂν σκηνὴν καὶ τὴν διὰ νόμου καὶ προφητῶν ἀγωγὴν, ἐν ᾗ ἐν τῷ μυστικῷ νῷ κρύπτει τὸν παιδευόμενον ὁ Θεὸς, ὑψῶν αὐτὸν ἐν τῇ πέτρᾳ τῷ Χριστῷ.
that the Church of the living God, built of living stones, is called the house of the Lord. And since there is both goodness and severity of God, those who dwell in the house of the Lord shall see the delightfulness that is in the goodness of God; whereas those who are outside the house shall experience His severity. And you will consider whether the temple of the Lord and the house of the Lord differ, and whether the house is the Church analogously to Levites and priests. First, in the day of evils one is hidden by the Lord in the tabernacle of God, next he is sheltered in the secret place of His tabernacle, and thirdly he is exalted upon a rock. He asks, therefore, to dwell in the Church by minding the things of the Church all the days of his enlightened life. While I am on earth, he says, although I have need of many good things, for the present I ask one petition. For since it is impossible to come to be in all good things all at once, may this great and choice thing not be lacking to me, "that I may behold," and what follows. And he who loves the beauty of the house of the Lord wishes to enjoy the sight with delight, and after the contemplation to visit His temple. Now one beholds the delightfulness of the Lord when looking upon the foundational doctrines of the Church; and when he approaches the things concerning the Trinity, he will survey His temple. Moreover, the beauty of the Lord is also the whole virtuous life of those who excel in godliness. "For He hid me," and what follows. "The enemies," he says, "grew weak and fell"; whereas I was hidden under His right hand while dwelling in a tabernacle, because I was living in deserts, and did not then have the house of God, nor His temple. Yet even in this time of persecutions He sheltered me. And the secret place of the tabernacle is its innermost and inaccessible part, which they called the Holy of Holies. Yet he says that the tabernacle is not altogether in a place, but in a sanctified state of soul, freed from all fellowship with the multitude. Nevertheless He did not leave me, he says, to lie hidden until the end, but wishing me to become useful to others also, He exalted me upon the rock, Christ. And in another way too it has often been said that the tabernacle signifies progress, whereas the house signifies perfection. No one, therefore, while the day of evils is present to him, can be in the house of God; rather, he is hidden in the shadow, in that He shelters the progress of him who is being delivered from wickedness. For while still repenting, they cannot have perfection. And the evils here can also be understood as trials and circumstances; and the secret place of His tabernacle refers to instruction, and there we make progress. Some things are manifest, while others are mystical. It is not, therefore, in superficial things that God shelters him who makes progress. And he called it His tabernacle, since not all progress is according to God; and the rock of perfection succeeds to progress. "He hid" corresponds to progress, while "He exalted" corresponds to perfection. And you might also call the tabernacle the training through the law and the prophets, in which God hides him who is being instructed in the mystical sense, exalting him upon the rock, Christ.