Migne Reading Room

PG 12 · cols. 1209–1220 · Read from the page

Exegetical notes on the Psalms

Exegetical notes on the Psalms

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 12:1209Read from the page
Τοῦ αὐτοῦ. Ὁ κατὰ τὸν ἐντὸς, φησὶν, ἄνθρωπον καὶ κατὰ τὸν ἐκτὸς ἀπηλλαγμένος πάσης κακίας καὶ μώμου παντὸς, πᾶσαν δὲ ἀρετὴν μετιών.
Of the same. He who according to the inner man, he says, and according to the outer is freed from all wickedness and every blemish, and pursues every virtue.
Ὃς οὐκ ἐδόλωσεν ἐν γλώσσῃ αὐτοῦ, οὐδὲ ἐποίησε τῷ πλησίον αὐτοῦ κακὸν, κ. τ. ἑ. Ὡς καὶ οἱ διάκονοι τοῦ Σατανᾶ, ὅτε μετασχηματίζονται ὡς διάκονοι δικαιοσύνης. « Καὶ οὐκ ἐποίησε τῷ πλησίον αὐτοῦ κακόν. » Ἐὰν μὴ πάντες ἄνθρωποι ὦσι πλησίον, οὐκ ἀπαγορεύει ἡ λέξις ποιεῖν τοῖς μὴ πλησίον κακόν. Τὸ δ' ὅμοιον καὶ ἐπὶ τοῦ, « Ὁ ὀμνύων τῷ πλησίον αὐτοῦ, καὶ οὐκ ἀθετῶν. Καὶ ὀνειδισμὸν οὐκ ἔλαβεν ἐπὶ τοὺς ἔγγιστα αὐτοῦ. » Ὁ ἀνεπιλήπτως βιοὺς ὀνειδισμοὺς οὐ λαμβάνει ἐπὶ τοὺς ἔγγιστα αὐτοῦ· ὁ ἐν συμφορᾷ τοῦ πλησίον μὴ ἐπικερτομήσας, μηδὲ ἐπιχαρεὶς πτώματι ἀλλοτρίῳ, ἀλλὰ συναλγῶν· ἢ ὁ μὴ ὀνειδίσας τὸν ἔγγιστα, ὡς ὁ Φαρισαῖος τὸν τελώνην, ἢ ὁ μὴ ὀνειδισθεὶς ἐπὶ τοῖς ἔγγιστα, ὡς ὁ Ἠλεὶ ἐπὶ τοῖς τέκνοις, ἢ καὶ ἁπλῶς ὁ ἀνεπιλήπτως βιούς.
Who has not used deceit in his tongue, nor done evil to his neighbour, etc. As also the ministers of Satan do, when they disguise themselves as ministers of righteousness. "And has not done evil to his neighbour." Unless all men are neighbours, the wording does not forbid doing evil to those who are not neighbours. And the like applies also to that saying, "He who swears to his neighbour, and does not break faith. And has not taken up a reproach against those nearest to him." He who lives irreproachably does not take up reproaches against those nearest to him: he who in a neighbour's calamity does not jeer, nor rejoice over another's fall, but grieves with him; or he who has not reproached the one nearest to him, as the Pharisee did the tax-collector, or he who has not been reproached on account of those nearest to him, as Eli on account of his children, or even simply he who has lived irreproachably.
ΨΑΛΜΟΣ ΙΕʹ.
Psalm 15.
Φύλαξόν με, Κύριε, ὅτι ἐπὶ σοὶ ἤλπισα. Εἶπα τῷ Κυρίῳ· Κύριός μου εἶ σὺ, ὅτι τῶν ἀγαθῶν μου οὐ χρείαν ἔχεις, κ. τ. ἑ. Ὡς πολεμίων ἐπικειμένων λέγει· « Φύλαξόν με. » Ἰησοῦς δὲ ἐν τῷ προφήτῃ λέγει· Ὁ ἐπὶ τῷ Κυρίῳ ἐλπίζων καὶ ἐπὶ μηδενὶ ἄλλῳ, φυλάσσεται ὑπ' αὐτοῦ. Οὐδεὶς δὲ ἁμαρτάνων δύναται ἐπαληθεῦσαι τῇ φωνῇ. Δοῦλος γὰρ ὢν ἧς ποιεῖ ἁμαρτίας, οὐ δύναται δουλεύειν Θεῷ. Ὁ δὲ τῷ πρακτικῷ καὶ θεωρητῷ βίῳ στήσας στήλην βοᾷ· « Εἶπα τῷ Κυρίῳ· Κύριός μου εἶ σύ· » καὶ ἐκ τῶν σῶν δομάτων προσάγω σοι δῶρα, οὐχ ὡς ἐνδεεῖ. Οὐδεὶς γὰρ τῶν αἱρετικῶν τοῦτο λέγων ἀληθεύσει. Οὐ μόνον δὲ ἐπὶ τῶν αἰσθητῶς προσαγομένων, ἀλλὰ καὶ πνευματικῶς, προσενεκτέα ἡ φωνή. Κἂν γὰρ ἀρετὰς ἱερουργῶμεν· κἂν τὰ ἑαυτῶν σώματα διὰ παντελοῦς σωφροσύνης, ἴσμεν, ὅτι δέχεται τοῦτο ὁ Θεὸς οὐκ εἰς ἰδίαν ὠφέλειαν, ἀλλ' ὅπως ἡμῖν δῷ τὰ ἐξ οὐρανοῦ ἀγαθὰ αἰτοῦσιν αὐτά.
Keep me, O Lord, for in Thee have I hoped. I said to the Lord: Thou art my Lord, for Thou hast no need of my goods, etc. As with enemies pressing hard upon him he says: "Keep me." And Jesus says in the prophet: He who hopes in the Lord and in no one else is kept by Him. But no one who sins can speak truly with this utterance. For being a slave of the sin which he commits, he cannot serve God. But he who has set up a pillar in the practical and contemplative life cries out: "I said to the Lord: Thou art my Lord;" and out of Thy gifts I offer gifts to Thee, not as to one in need. For none of the heretics in saying this will speak truly. And not only regarding the things offered perceptibly, but also spiritually, must the utterance be applied. For even if we offer virtues as a sacred rite, even if our own bodies through complete temperance, we know that God accepts this not for His own benefit, but in order that He may give us the good things from heaven when we ask for them.
Τοῦ αὐτοῦ. Εἰ ἀγαθὰ πᾶσαι ἀρεταὶ, χρήζει δὲ ἡ γνῶσις τῶν ἀρετῶν, πάντων ἄρα χρήζει τῶν ἀγαθῶν ἡ γνῶσις. Καὶ μήποτε ἀγαθὰ εἴρηται τὰ μέσα, ὧν ἡ δικαία χρῆσις ἡμᾶς ἀγαθοὺς καὶ οὐ τὸν Θεὸν ἐργάζεται. « Εἰ » γὰρ « τὰ ἀγαθὰ, » φησὶν Ἰὼβ, « ἐδεξάμεθα ἐκ χειρὸς Κυρίου, τὰ κακὰ οὐχ ὑποίσομεν; » Ἐνταῦθα γὰρ ἀγαθὰ τὰ ὑπάρχοντα ὠνόμασεν, ἅπερ παρὰ τὴν χρῆσιν τὴν καλὴν γίνεται ἀγαθά.
Of the same. If all virtues are good things, and knowledge has need of the virtues, then knowledge has need of all the good things. And perhaps intermediate things have been called good things, the just use of which makes us good, and not God. For "If," says Job, "we have received the good things from the hand of the Lord, shall we not endure the evil things?" For here he called possessions good things, which through good use become good.
Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσε πάντα τὰ θελήματα αὐτοῦ ἐν αὐτοῖς. Ἐπληθύνθησαν αἱ ἀσθένειαι αὐτῶν, μετὰ ταῦτα ἐτάχυναν, κ. τ. ἑ. Ὁ ἁμαρτωλὸς ἔξω τῆς γῆς ἐστι τοῦ
To the saints who are in His land He has made wonderful all His wills in them. Their weaknesses were multiplied, after these things they hastened, etc. The sinner is outside the land of
Notes, col. 1209

On the reading

Printed θεωρητῷ, for θεωρητικῷ.

PG 12:1212Read from the page
Θεοῦ, ᾧ οὐκ ἔδειξεν τὰ θαυμάσια. Ὁ Χριστὸς δὲ περὶ τῶν κατ' αὐτὸν μεμορφωμένων τελείων ἐρεῖ· Πάντα τὰ θελήματά μου ἐν αὐτοῖς. Καὶ ἐπληθύνθησαν μὲν αἱ ἀσθένειαι τῶν ἀπὸ τῶν ἐθνῶν· ἐτάχυναν δὲ τῇ μετανοίᾳ μεταβάλλοντες. Ζητήσεις δὲ εἰ οὗτοι κατά τινα ἐκδοχὴν ἅγιοί ποτε ἦσαν ἐν τῇ γῇ τοῦ Θεοῦ οἰκοῦντες, πρὶν πληθυνθῆναι τὰς ἀνομίας αὐτῶν· ἤ τινες αὐτῶν ὁ Ἰσραήλ εἰσιν, ἐν οἷς ἦν ποτε τὰ θελήματα τοῦ Θεοῦ· ἢ οὕτως ἐν οὐρανῷ οἱ ἅγιοι τὸ πολίτευμα ἔχοντες ἐπὶ τῆς γῆς αὐτοῦ διατρίβουσι, κἂν ἔτι ὦσιν ἐν ταύτῃ τῇ γῇ. Θελήματα δὲ Θεοῦ αἱ κατ' εἶδος ἀρεταὶ, ὡς ἐν τῷ· « Εὗρον Δαυῒδ τὸν τοῦ Ἰεσσαὶ ἄνδρα κατὰ τὴν καρδίαν μου, ὃς ποιήσει πάντα τὰ θελήματά μου. » Ταῦτα θαυμαστοῖ ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ τῶν λοιπῶν ἀνθρώπων ἄμεινον ἀσκοῦσι τὰς ἀρετάς· ἀσυγκρίτως γὰρ ὑπερέσχον κατὰ μὲν ἀνδρείαν ἀπόστολοί τε, προφῆται καὶ μάρτυρες, κατὰ δὲ σωφροσύνην Ἰωσὴφ καὶ Σωσάννα, καὶ κατὰ τὰς ἑτέρας ὁμοίως. Οὕτω δέ τις θαυμαστωθεὶς αἰσχύνεται τῆς ἰδίας ἀσθενείας, πολὺ τῆς θείας ἰσχύος ἀπολειπόμενος. Αἱ δὲ ἀσθένειαι, μέχρι τοῦ ἐννοῆσαι μόνον αὐτὰς παραμένουσαι, ταχέως ἀπίασι διὰ τὸ ἐνδυναμοῦσθαι τοὺς ἁγίους ὑπὸ Χριστοῦ λέγοντας· « Ἐν τῷ Θεῷ ποιήσομεν δύναμιν. »
God, to whom He has not shown His wonders. But Christ concerning the perfect who have been formed according to Him will say: All My wills are in them. And the weaknesses of those from the nations were multiplied; yet they hastened, changing by repentance. And you will inquire whether these according to some interpretation were once saints dwelling in the land of God, before their lawlessnesses were multiplied; or whether some of them are Israel, in whom the wills of God once were; or whether in this way the saints who have their citizenship in heaven spend their lives upon His land, even if they are still in this land. And the wills of God are the specific virtues, as in that saying: "I have found David the son of Jesse, a man after My heart, who will do all My wills." These God makes wonderful in His saints who practise the virtues better than the rest of men; for incomparably did apostles, prophets, and martyrs excel in courage, and Joseph and Susanna in temperance, and in the other virtues likewise. And one thus made wonderful is ashamed of his own weakness, falling far short of the divine strength. And the weaknesses, remaining only up to the point of perceiving them, quickly depart because the saints are strengthened by Christ, saying: "In God we shall do mighty deeds."
Οὐ μὴ συναγάγω τὰς συναγωγὰς αὐτῶν ἐξ αἱμάτων· οὐδὲ μὴ μνησθῶ τῶν ὀνομάτων αὐτῶν διὰ χειλέων μου, κ. τ. ἑ. Ἄντικρυς μείζονος παρὰ τοὺς πολλοὺς αἱ φωναὶ, καὶ οὐκ ἄλλου ἢ Χριστοῦ· οὗτος γὰρ συνάγων οὐ συνάγει ἐξ αἱμάτων συναγωγὰς, οὐδὲ μέμνηται ὀνομάτων ἔτι ἐξ αἱμάτων. Ἢ οὕτως· Οὐχ ὡς Ἕλληνες καὶ οἱ Ἰουδαῖοι, κἀγὼ σπείσω τὰς σπονδὰς ἐξ αἱμάτων. Οὕτω γὰρ ἕτερος ἡρμήνευσεν· « Οὐ σπείσω τὰς σπονδὰς αὐτῶν ἐξ αἱμάτων, » ἀλλὰ παραδώσω καινὰ μυστήρια πᾶσι καὶ θυσίαν ἀναίμακτον· ἀλλ' οὐδὲ μνησθήσομαι τῶν παλαιῶν ὀνομάτων αὐτῶν· ἐλέγοντο γὰρ βέβηλοι καὶ εἰδωλοθύται· ἀλλὰ δώσω αὐτοῖς ἀκούειν οἱ εὐσεβεῖς καὶ ἅγιοι. Ἢ καὶ οὕτως· Οὐ καθάπαξ λέγει μὴ συνάξειν τὰς συναγωγὰς αὐτῶν, ἀλλ' « ἐξ αἱμάτων· » οὐδὲ μὴ μνησθῆναι τῶν ὀνομάτων αὐτῶν ἀπολελυμένως, ἀλλ' ἢ « διὰ χειλέων. » Μήποτ' οὖν ἐπεί εἰσί τινες συνάγοντες συναγωγὰς ἐξ αἱμάτων ἐκχέοντες αὐτὰ διὰ τοῦ βλάπτειν τοὺς συναγομένους, αὐτὸς ὠφελῶν, μᾶλλον δὲ ζωοποιῶν τοὺς προκαλουμένους, οὐκ ἐξ αἱμάτων, ἀλλ' ἐκ τῆς ἀθανασίας συνάγει αὐτοὺς, τῶν προσηγοριῶν αὐτῶν μεμνημένος οὐκ ἐξ ἐπιπολῆς, ἀλλ' ἐκ διαθέσεως βάθος ἐχούσης, καὶ οὐ προφορᾷ, ἀλλὰ βαθείᾳ νοήσει. Ἤ· Εἰ καὶ πολλοὶ ἀπεκτάνθησαν ἅγιοι, ἀλλὰ οὐκ ἐν τούτων τοῖς αἵμασιν αἱ συναγωγαὶ, ἀλλὰ τῷ ἑνὶ Χριστοῦ τοῦ ἀμνοῦ.
I will by no means gather their assemblies of blood, nor make mention of their names through my lips, etc. Plainly the utterances are of one greater than the many, and of none other than Christ; for when He gathers He does not gather assemblies of blood, nor does He any longer make mention of names of blood. Or thus: Not as Greeks and the Jews, will I too pour out libations of blood. For so another has translated: "I will not pour out their libations of blood," but I will deliver new mysteries to all and a bloodless sacrifice; nor will I make mention of their old names; for they were called profane and offerers of idol-sacrifices; but I will grant them to be called the pious and holy. Or thus also: He does not say absolutely that He will not gather their assemblies, but "of blood;" nor that He will not make mention of their names absolutely, save "through lips." Perhaps then, since there are some who gather assemblies of blood, shedding it by harming those who are gathered, He Himself, benefiting, or rather giving life to those who are called forth, gathers them not from blood, but from immortality, making mention of their appellations not superficially, but from a disposition having depth, and not by utterance, but by deep understanding. Or: Even if many saints have been slain, yet not in the blood of these are the assemblies, but by the one [blood] of Christ the Lamb.
Κύριος μερὶς τῆς κληρονομίας μου καὶ τοῦ ποτηρίου μου· σὺ εἶ ὁ ἀποκαθιστῶν τὴν κληρονο-
The Lord is the portion of my inheritance and of my cup; Thou art He who restores my inherit-
PG 12:1213Read from the page
μίαν μου ἐμοὶ, κ. τ. ἑ. Κληρονομία φύσεως λογικῆς ἐστιν ἡ θεωρία τῶν γεγονότων καὶ τῶν γενησομένων αἰώνων· κληρονομία δὲ Χριστοῦ ἡ γνῶσις τοῦ Θεοῦ. Ὡς ἀρχιερεὺς ταῦτά φησιν ὁ Χριστὸς, οὗ μερὶς Κύριος. Εἰ μερὶς ποτηρίου Κύριος, ἢ οὗτινος ὁ Κύριος, Χριστοῦ μερὶς μὲν τῆς κληρονομίας ὁ Πατὴρ, ἡ μείνασα αὐτῷ· λοιπὸν δὲ τῆς κληρονομίας ὁ ἀποκαθιστάμενος αὐτῷ λαὸς ἀπὸ τοῦ Θεοῦ. Δύναται δὲ περὶ τοῦ Πατρὸς ἀμφότερα λέγεσθαι, καὶ τὸ εἶναι αὐτὸν ἀποκαθιστάντα κληρονομίαν ἑαυτῷ μετὰ τὴν κένωσιν. Ἤ· Ὑπερβὰς διαθέσει τὸν κόσμον, τίνα σχῇς μερίδα πλὴν τοῦ Κυρίου; Τοῦ γὰρ πᾶσιν ἀποτασσομένου τὸ λέγειν· « Μερίς μου ὁ Θεὸς εἰς τὸν αἰῶνα. » Γίνεται δὲ καὶ ἄρτος ὁ Κύριος, παρέχων διδασκαλίαν, καὶ στηρίζων τοῦ ἐσθίοντος τὴν καρδίαν· ποτήριον δὲ κατὰ θεωρίαν τῆς ἀληθείας, παρέχον εὐφροσύνην τῆς γνώσεως τῷ διὰ συγκαταθέσεως πίνοντι. Χορηγεῖ δὲ τοῦτο ἄμπελος ἡ ἀληθινὴ, ὡς τὸν πιόντα λέγειν χαριστηρίως· « Ἔδωκας εὐφροσύνην εἰς τὴν καρδίαν μου. »
ance to me, etc. The inheritance of a rational nature is the contemplation of the things that have come to be and of the ages that are to come; and the inheritance of Christ is the knowledge of God. As high priest Christ says these things, Whose portion is the Lord. If the Lord is the portion of the cup, or of whomsoever the Lord is, of Christ the portion of the inheritance is the Father, which remained for Him; and the rest of the inheritance is the people restored to Him from God. And both can be said concerning the Father, including His being the One who restores an inheritance to Himself after the emptying. Or: Having transcended the world in disposition, what portion could you have save the Lord? For it belongs to him who renounces all things to say: "God is my portion for ever." And the Lord becomes also bread, providing teaching, and strengthening the heart of him who eats; and a cup according to the contemplation of the truth, providing gladness of knowledge to him who drinks through assent. And the true vine supplies this, so that he who has drunk says thankfully: "Thou hast given gladness into my heart."
Σχοινία ἐπέπεσάν μοι ἐν τοῖς καλλίστοις, καὶ γὰρ ἡ κληρονομία μου καλλίστη μοι ἐστὶν, κ. τ. ἑ. Εἰ τὸ σχοινίον μέτρον ἐστὶ, πῶς γέγραπται ἐν τῷ κατὰ Ἰωάννην Εὐαγγελίῳ· « Οὐ γὰρ ἐκ μέτρου δίδωσιν ὁ Θεὸς τὸ πνεῦμα· » καὶ τὸ, « Ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου; » Ἢ τάχα τὸ μέτρον οὐ πρὸς αὐτὴν τὴν γνῶσιν ὀνομάζεται, ἀλλὰ παρὰ τὸν ὑποδεχόμενον, τῷ μὴ εἶναι αὐτὸν μείζονος δεκτικόν. Καὶ γὰρ ὁ ὑετὸς αὐτὸς μὲν ἄμετρός ἐστι, μετρεῖται δὲ ἐν τοῖς ὑποδεχομένοις αὐτὸν ἀγγείοις. Ἐκληροδοτήθη δέ μοι, φησὶν, ὥσπερ ἐκ μέτρου γῆ ᾗ καὶ ἀρκοῦμαι, καὶ διὰ τῶν καλλίστων μου, τοῦ τε Ἰησοῦ καὶ τοῦ Χάλεβ.
Measuring-lines have fallen for me among the best things, for indeed my inheritance is best for me, etc. If the measuring-line is a measure, how is it written in the Gospel according to John: "For not by measure does God give the Spirit;" and that saying, "I will pour out of My Spirit?" Or perhaps the measure is named not with respect to the knowledge itself, but on account of him who receives it, through his not being capable of more. For indeed the rain itself is unmeasured, yet it is measured in the vessels that receive it. And there has been allotted to me, he says, as if by measure a land with which I am also content, and through my best ones, both Joshua and Caleb.
Τοῦ αὐτοῦ. Οὕτως ἐγενήθη σχοίνισμα κληρονομίας αὐτοῦ Ἰσραήλ. Εὐδοκῶν δὲ τῇ ἰδίᾳ κληρονομίᾳ, ὡς κρατίστῃ, ταῦτά φησι.
Of the same. Thus Israel became the measured portion of His inheritance. And taking pleasure in His own inheritance, as most excellent, He says these things.
Εὐλογήσω τὸν Κύριον τὸν συνετίσαντά με· ἔτι δὲ καὶ ἕως νυκτὸς ἐπαίδευσάν με οἱ νεφροί μου, κ. τ. ἑ. Εὐλογεῖ τις τὸν Κύριον φαντασίας ἐγγενομένης τῷ νῷ. Ἀπὸ προσώπου γὰρ αὐτοῦ γνῶσις καὶ σύνεσις. Οὕτω τὸν τὰς ἐντολὰς τηροῦντα συνετίζει ὁ Κύριος. Περὶ νεφρῶν δὲ λέγει, τῶν σὺν τῇ καρδίᾳ ὀνομαζομένων ἐν τῷ· « Ἐτάζων καρδίας καὶ νεφροὺς ὁ Θεός. » Οὗτοι, τελειωθέντες διὰ νοήσεως, παιδεύουσι τὸν ἐφιστάνοντα, φῶς παρέχοντες γνώσεως, μέχρι λυθῇ τῆς ἀγνοίας ἡ νύξ. Εἰ δὲ δηλοῖ καὶ τὰ βαθύτερα τῶν νοημάτων ἡ νὺξ, καθὸ λόγος εἴρηται σκοτεινὸς ὁ μυστικὸς, φανερὸν, ὅτι ἕως ταύτης παιδεύουσι τῆς νυκτὸς οἱ νεφροὶ, τὰ ἀπόκρυφα καὶ αἰνιγματώδη σαφηνίζοντες. Μετείληπται δὲ ἀπὸ τῶν νεφρῶν, ἐν οἷς γοναὶ καὶ σπερματικαὶ δυνάμεις συνίστανται, τοῖς γεννητικοῖς χορηγοῦσαι πόροις. Κἀν τῇ ψυχῇ τοίνυν ἐστὶ νοήματά τινα τοῖς σπέρμασιν ἀνάλογα, κατὰ τὰ ἔνδον γεννήματα ἐν ἀγαθαῖς
I will bless the Lord Who has given me understanding; moreover even until night my reins have instructed me, etc. One blesses the Lord when an impression arises in the mind. For from His face come knowledge and understanding. Thus the Lord gives understanding to him who keeps the commandments. And He speaks of reins, those named together with the heart in that saying: "God searches hearts and reins." These, having been perfected through understanding, instruct him who pays heed, providing the light of knowledge, until the night of ignorance be dissolved. And if the night also signifies the deeper of the thoughts, according as the mystical word has been called dark, it is clear that even until this night the reins instruct, making plain the hidden and enigmatic things. And the metaphor is taken from the kidneys, in which generative and seminal powers are formed, supplying the generative channels. In the soul too, therefore, there are certain thoughts analogous to seeds, according to the inward offspring in good
PG 12:1216Read from the page
πράξεσι καὶ θεωρίαις ἀληθιναῖς. Καὶ οἱ αἰσθητοὶ δὲ νεφροὶ παιδεύουσι τὸν ἄκραν ἔχοντα σωφροσύνην, ἕως καὶ τῆς νυκτὸς ἐπεχόμενοι σώφρονος λογισμοῦ τὰς σωματικὰς ἐκρεῖν γονάς.
actions and true contemplations. And the perceptible reins also instruct him who has supreme temperance, even until night restraining by temperate reason the bodily seeds from flowing out.
Διὰ τοῦτο ηὐφράνθη ἡ καρδία μου, καὶ ἠγαλλιάσατο ἡ γλῶσσά μου, κ. τ. ἑ. Ἀντὶ τοῦ, ὁ νοῦς μου. Ἔθος γὰρ τῇ θείᾳ Γραφῇ ἀντὶ τοῦ νοῦ τὴν καρδίαν λαμβάνειν, κατὰ τὸ, « Καρδίᾳ πιστεύεται εἰς δικαιοσύνην, στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν. » Νοῦς δέ ἐστιν ὁ πιστεύων, ὅστις καὶ ῥήματα διακρίνει κατὰ τὸν Ἰώβ. Γλῶσσαν δὲ νῦν τὸ χάρισμα τοῦ ἁγίου Πνεύματος λέγει. « Δόξα » γάρ « μου, » φησὶ, « καὶ ὑψῶν τὴν κεφαλήν μου » πρὸς τὸν Κύριον. Ὁ δὲ « Κύριος τὸ πνεῦμά ἐστι » κατὰ τὸν Ἀπόστολον. Ηὐφράνθην, φησὶ, τῇ ἐλπίδι τῆς μετὰ τρίτην ἡμέραν ἀναστάσεως. Ἀγάλλεται γὰρ ἡ γλῶσσα ὡς ἔμψυχος καὶ χαίρεται λέγουσα, καὶ ἑτέρους ποιεῖ ἀγάλλεσθαι. « Ἔτι δὲ καὶ ἡ σάρξ μου κατασκηνώσει ἐπ' ἐλπίδι. » Ἡ σάρξ μου, ἀντὶ τοῦ, ἡ ἐμψύχωσίς μου. Οὕτω καὶ Ἰώβ φησι· « Σάρκα με καὶ κρέας ἐνέδυσας. »
Therefore my heart was glad, and my tongue exulted, etc. Instead of, my mind. For it is customary for the divine Scripture to take the heart instead of the mind, according to that saying: "With the heart one believes unto righteousness, and with the mouth confession is made unto salvation." And it is the mind that believes, which also discerns words according to Job. And by tongue he now means the gift of the Holy Spirit. For "My glory," he says, "and the lifter up of my head" to the Lord. And "the Lord is the Spirit" according to the Apostle. I was glad, he says, in the hope of the resurrection after the third day. For the tongue exults as animate and rejoices in speaking, and makes others exult. "Moreover even my flesh shall dwell in hope." My flesh, instead of, my animation. Thus Job also says: "Thou hast clothed me with skin and flesh."
Οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθορὰν, κ. τ. ἑ. Τοῦτο Πέτρος ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων εἰς Χριστὸν λαμβάνει. Φθορὰν ὁ Χριστὸς τῷ σώματι κατεδέξατο, καθὼς καὶ ὁ Μελῳδός φησι, φθορὰν θανάτου καταδεξάμενος. Διαφθορᾶς ἐτήρησας τὸ σῶμά σου ἄγευστον. Οὐ μὴν διαφθορὰν ἢ καταφθορὰν ὑπέστη. Ἔστι δὲ φθορὰ μὲν πληγαὶ καὶ τρώσεις, διαφθορὰ δὲ τὸ δῆσαι κατ' αὐτὸν τὸ σῶμα διαῤῥῆναί τε καὶ εἰς ἕκαστον τῶν στοιχείων ἐξ ὧν ἐστιν, ἀποπεμφθῆναι· καταφθορὰ δὲ τὸ παθεῖν φύσιν ὑπὸ φύσεως, ὡς ἔριον ὑπὸ σητὸς, σάρκα, σῖτον καὶ ξύλον ὑπὸ σκωλήκων.
Nor wilt Thou give Thy Holy One to see corruption, etc. This Peter in the Acts of the Apostles takes as referring to Christ. Christ accepted decay in the body, just as the Melodist also says, having accepted the decay of death: Thou hast kept Thy body untasted by corruption. Yet He did not undergo corruption or destruction. And decay is blows and wounds, whereas corruption is the binding of the body in itself and its breaking apart and being sent away into each of the elements of which it consists; and destruction is for a nature to suffer at the hands of a nature, as wool by a moth, or flesh, wheat, and wood by worms.
ΨΑΛΜΟΣ Ιϛʹ.
Psalm 16.
Εἰσάκουσον, Κύριε, τῆς δικαιοσύνης μου, πρόσχες τῇ δεήσει μου. Ἐνώτισαι τὴν προσευχήν
Hear, O Lord, my righteousness, attend to my supplication. Give ear to my prayer
PG 12:1217Read from the page
μου οὐκ ἐν χείλεσι δολίοις, κ. τ. ἑ. Πᾶς ὁ δίκαιος δοῦλος δικαιοσύνης ἐστίν· ὁ δὲ Θεὸς μόνος δίκαιος Δεσπότης δικαιοσύνης. Ὁ Δαυῒδ οὖν, συνειδὼς ἑαυτὸν καθαρεύειν ἀπὸ παντὸς δόλου, μετὰ τῆς πρὸς Θεὸν παῤῥησίας ταῦτα λέγει εὐχόμενος.
not in deceitful lips, etc. Every righteous man is a servant of righteousness; whereas God alone is the righteous Master of righteousness. David therefore, being conscious that he is pure from all deceit, says these things in prayer with boldness towards God.
Ἐκ προσώπου σου τὸ κρῖμα μου ἐξέλθοι, κ. τ. ἑ. Εἰ πᾶσαν τὴν κρίσιν δέδωκεν ὁ Πατὴρ τῷ Υἱῷ, ἐκ προσώπου δὲ αὐτοῦ τὸ κρῖμα ἐξέρχεται, ἐκ τοῦ Υἱοῦ ἄρα· εἰκὼν γάρ ἐστι τοῦ Πατρὸς ὁ Χριστός.
From Thy face let my judgement come forth, etc. If the Father has given all judgement to the Son, and from His face the judgement comes forth, then it is from the Son; for Christ is the image of the Father.
Τοὺ αὐτοῦ. « Ἐπείπερ ὁ πιστεύων εἰς ἐμὲ, » φησὶν ὁ Κύριος, « οὐ κρίνεται, » τοῦ πιστεύοντος τὸ κρῖμα ἐξέρχεται ἐκ προσώπου τοῦ Θεοῦ.
Of the same. "Since he who believes in Me," says the Lord, "is not judged," the judgement of him who believes comes forth from the face of God.
Οἱ ὀφθαλμοί μου ἰδέτωσαν εὐθύτητας, κ. τ. ἑ. Περὶ τῆς ἀποκαταστάσεως τοῦ παντὸς εὔχεται, ἵνα μηκέτι ᾖ σκολιότης, πλαγίως τοῖς ἁμαρτάνουσι πορευομένου τοῦ Θεοῦ.
Let my eyes behold uprightnesses, etc. He prays concerning the restoration of the universe, so that there may no longer be crookedness, when God walks obliquely with those who sin.
Ἐδοκίμασας τὴν καρδίαν μου, ἐπεσκέψω νυκτός· ἐπύρωσάς με, καὶ οὐχ εὑρέθη ἐν ἐμοὶ ἀδικία. Ὅπως ἂν μὴ λαλήσῃ τὸ στόμα μου τὰ ἔργα τῶν ἀνθρώπων· διὰ τοὺς λόγους τῶν χειλέων σου ἐγὼ ἐφύλαξα ὁδοὺς σκληρὰς, κ. τ. ἑ. Σημειωτέον τὸ, « ἐπεσκέψω, » οὐκ ἐπὶ κολάσεων κείμενον. Πάλιν ἰστέον, ὅτι ἐναντίως ὁ διάβολος πυροῖ πῷ Θεῷ. Θεὸς δὲ πυρῶν, ἤτοι τὴν προϋπάρχουσαν εὑρίσκει ἀδικίαν, ἢ ἐπεὶ οὐ προϋπάρχει, οὐχ εὑρίσκει. « Τὰ ἔργα τῶν ἀνθρώπων » ἀντὶ τοῦ « περὶ τῶν ἔργων τῶν ἀνθρώπων. » Ἢ ἔργα τῶν ἀνθρώπων εἰσὶν οἱ μὴ θεῖοι λόγοι, οὓς ἄνθρωποι ταῖς ἰδίαις ἐπινοίαις εἰργάσαντο.
Thou hast proved my heart, Thou hast visited by night; Thou hast tried me with fire, and unrighteousness was not found in me. So that my mouth may not speak the works of men: for the sake of the words of Thy lips I have kept hard ways, etc. One must note that the word "Thou hast visited" is not used of punishments. Again, one must know that the devil tries with fire in a manner opposite to God. For when God tries with fire, He either finds the pre-existing unrighteousness, or since it does not pre-exist, He does not find it. "The works of men" is instead of "concerning the works of men." Or the works of men are the non-divine words which men have wrought by their own devices.
Τοῦ αὐτοῦ. Νύκτα τὴν θλίψιν λέγει, ἐν ᾗ σκοτίζεται ἡ ψυχή. Δοκιμάζεταί τις γενναίως ὑπομένων τὰ δυσχερῆ. Νύκτα δὲ ὠνόμασε τὰ δυσχερῆ διὰ τὸ ἐξ ἀθυμίας σκότος. Ἢ νυκτὸς ἐμνήσθη, ἐπειδὴ ἐν νυκτὶ καθεύδοντα ἑλὼν ὑποχείριον τὸν Σαοὺλ περιέσωσεν, οὐ μόνον αὐτὸς οὐκ ἀνελὼν, ἀλλὰ καὶ τοὺς ἀνελεῖν βουλομένους κωλύσας.
Of the same. He calls affliction night, in which the soul is darkened. One is proved when nobly enduring hardships. And he called hardships night because of the darkness that comes from despondency. Or he made mention of night, since having taken Saul in his power while sleeping at night he preserved him alive, not only not slaying him himself, but also preventing those who wished to slay him.
Τοῦ αὐτοῦ. « Εἰσέλθετε διὰ τῆς στενῆς πύλης καὶ τεθλιμμένης ὁδοῦ, » τουτέστι τῆς πρακτικῆς, ἥτις, εἰ καὶ νῦν ὀδύνης καὶ οὐ χαρᾶς, ἀλλ' ὕστερον καρπῶν δικαιοσύνης γίνεται πρόξενος τοῖς δι' αὐτῆς γεγυμνασμένοις.
Of the same. "Enter through the narrow gate and straitened way," that is, the practical way, which, even if now of pain and not of joy, yet afterwards becomes the procurer of fruits of righteousness for those who have been trained through it.
Ἐγὼ ἐκέκραξα, ὅτι ἐπήκουσάς μου, ὁ Θεός. Κλῖνον τὸ οὖς σου ἐμοὶ, καὶ εἰσάκουσον τῶν ῥημάτων μου. Θαυμάστωσον τὰ ἐλέη σου, ὁ σώζων τοὺς ἐλπίζοντας ἐπὶ σὲ, κ. τ. ἑ. Ὥσπερ ἐπακουσθέντες πρὶν εὔξασθαι εὐχόμενοι κεκράγαμεν. Ἢ εἰ καλὸν τὸ κεκραγέναι μὴ μικρὰ καὶ εὐκαταφρόνητα λέγειν, ἀλλὰ μεγάλα εὐξάμενοι καὶ ἐπιτυχόντες, κεκράγαμεν ὅτε οὕτω κεκράγαμεν. Πολλοὶ δὲ ἔλεοι γίνονται Θεοῦ, διὰ τὸ ἀκολουθίᾳ τινὶ ἀνθρωπίνῃ συμβαίνειν, οὐ θαυμαστούμενοι ὑπὸ τοῦ ποιοῦντος αὐ-
I have cried, for Thou hast heard me, O God. Incline Thine ear to me, and hear my words. Make wonderful Thy mercies, Thou who savest those who hope in Thee, etc. As having been heard before we prayed, we have cried while praying. Or if it is good to say that crying out is not for small and contemptible things, but having prayed for great things and obtained them, we have cried out when we have thus cried out. And many mercies of God take place which, because they happen by a certain human sequence, are not made wonderful by Him who does them-
Notes, col. 1217

On the reading

Printed Τοὺ, for Τοῦ.

Printed ἰστέον, for ἱστέον.

Printed πῷ, for τῷ.

PG 12:1220Read from the page
τούς. Ὀλίγοι δέ εἰσιν οἱ θαυμαστούμενοι, ὅτε ἐκ τοῦ παραδόξου καὶ τεραστίως γίνονται· οἷον ἔστωσαν οἱ ἐλεούμενοι, οἱ πυρετῶν καὶ λέπρας ἐλευθερούμενοι. Οὗτοι δὲ εἰ μὲν ὁδῷ ἰατρικῆς θεραπεύοιντο, ἐλεήθησαν μὲν ὑπὸ Θεοῦ, οὐ μὲν θαυμαστοῦντος τοὺς ἐλέους ἑαυτοῦ αὐτοῖς· εἰ δὲ μεθ' ἁφῆς Ἰησοῦ ἐπιτιμῶντος τῷ πυρετῷ (ὡς παραχρῆμα δύνασθαι ἀποδιδόναι ὑγιαινόντων καὶ εὐεκτούντων ἐνεργείας), ἢ ἁπτομένου καὶ λέγοντος· « Θέλω, καθαρίσθητι, » ἀπαλλάττοιντο τῆς λέπρας, ὡς θαυμαστοῦντος τοῦ Θεοῦ τοὺς ἑαυτοῦ ἐλέους ἐπὶ τοὺς τοιούτους.
. And few are those that are made wonderful, when they take place extraordinarily and portentously; for instance, let those who receive mercy be those who are freed from fevers and leprosy. If these should be healed by the way of medicine, they have indeed received mercy from God, yet without His making His mercies wonderful to them; but if with the touch of Jesus rebuking the fever (so as to be able immediately to restore the activities of those who are healthy and in good condition), or touching and saying: "I will, be cleansed," they should be delivered from the leprosy, it is as God making His own mercies wonderful upon such persons.
Ἐκ τῶν ἀνθεστηκότων τῇ δεξιᾷ σου φύλαξόν με ὡς κόρην ὀφθαλμοῦ, κ. τ. ἑ. Ὁ ἀνθεστηκὼς Χριστῷ, ἀνθέστηκε τῇ δεξιᾷ τοῦ Θεοῦ. Εἰ δέ ἐστι καλῶς ἀριστερᾷ ἀνθεστηκέναι ζητήσεις. Ὁ δὲ διορατικώτατος, ὡς κόρη ὢν ὀφθαλμοῦ τοῦ ἐν τῷ ὅλῳ Χριστοῦ σώματι, τοῦτο ἐρεῖ· οὗ ἅπτεσθαί ἐστι τῆς κόρης τοῦ ὀφθαλμοῦ ἅπτεσθαι. Ὁρῶν δέ τις τὸ πλῆθος τῶν ἀνθεστηκότων τῷ τῆς ψυχῆς ὀφθαλμῷ, προστρεχέτω τῷ Θεῷ, ἐκ τῶν πεμπομένων οἱονεὶ βελῶν καθάπερ ὅπλῳ τῇ θείᾳ σκέπῃ ῥυσθῆναι δεόμενος, ἵνα μὴ ταλαίπωρον αὐτὸν ἀπεργάσωνται. Ἐπεὶ δὲ δεξιὰ Κυρίου ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ, ἀνθίστανται δὲ ταύτῃ ἐχθροὶ νοητοί τε καὶ ἀόρατοι, ἀφ' ὧν ἀβλαβῆ διαμένειν αἰτεῖ τὸν ἴδιον νοῦν, ἀνδρὸς δὲ ἡ φωνὴ πεφωτισμένου τοὺς τῆς ψυχῆς ὀφθαλμούς.
From those who resist Thy right hand keep me as the pupil of the eye, etc. He who resists Christ has resisted the right hand of God. And you will inquire whether it is possible to resist the left hand well. And the most discerning man, as being the pupil of the eye that is in the whole body of Christ, will say this; to touch whom is to touch the pupil of the eye. And when anyone sees the multitude of those who resist with the eye of the soul, let him run to God, begging to be rescued from the darts, so to speak, that are sent, by the divine shelter as by a shield, lest they render him wretched. And since the right hand of the Lord is the only-begotten Son of God, and intelligible and invisible enemies resist this, from whom he asks that his own mind remain unharmed, the utterance is that of a man enlightened in the eyes of his soul.
Ἐν σκέπῃ τῶν πτερύγων σου σκεπάσεις με, ἀπὸ προσώπου ἀσεβῶν τῶν ταλαιπωρησάντων με, κ. τ. ἑ. Ὁ δίκαιος ἀπὸ τῶν ἀσεβῶν ταλαιπωρίζεται καὶ ταλανίζεται, ἔσθ' ὅτε καὶ ὡς ἀνόητος ἐλεούμενος· ἀλλὰ τότε ἐν τῇ σκέπῃ τῶν πτερύγων τοῦ Θεοῦ ὁ ἄξιος σκεπάζεται, ἵνα μὴ σεισθῇ ἀπὸ τοῦ ταλανίζεσθαι.
In the shelter of Thy wings Thou shalt shelter me, from the face of the ungodly who have afflicted me, etc. The righteous man is called wretched and pitied by the ungodly, sometimes even being pitied as foolish; but then in the shelter of the wings of God the worthy man is sheltered, so that he may not be shaken by being pitied.
Οἱ ἐχθροί μου τὴν ψυχήν μου περιέσχον. Τὸ στέαρ αὐτῶν συνέκλεισαν· τὸ στόμα αὐτῶν ἐλάλησεν ὑπερηφανίαν, κ. τ. ἑ. Ὅταν αἰσθανώμεθα διαλογισμῶν χειρόνων περιεχόντων τὴν ψυχήν ἡμῶν, τότε λέγομεν· « Οἱ ἐχθροί μου τὴν ψυχήν μου περιέσχον· » ἐὰν δὲ παχύνωσιν ἡμῶν τὸ διανοητικὸν, « τὸ στέαρ αὐτῶν συνέκλεισαν. » Πολιορκίαν δὲ ἐμφαίνει καὶ τῶν ἐχθρῶν τὴν ὠμότητα, συγκλεισάντων τὸ στέαρ αὐτῶν διὰ τὴν πρὸς τὴν ὕλην προσπάθειαν. Ὅλοι γὰρ δι' ὅλου σάρκινοι τυγχάνουσι.
My enemies have surrounded my soul. They have shut up their fat; their mouth has spoken arrogance, etc. When we perceive worse thoughts surrounding our soul, then we say: "My enemies have surrounded my soul;" and if they thicken our faculty of thought, "they have shut up their fat." And it indicates a siege and the cruelty of the enemies, who have shut up their fat because of their passionate attachment to matter. For they are wholly and altogether carnal.
Τοῦ αὐτοῦ. Στέαρ μὲν νοητὸν ἡ ἐκ τῆς κακίας ἐπισυμβαίνουσα τῷ ἡγεμονικῷ παχύτης. Στέαρ δοκεῖ μοι λέγειν τὴν εὔνοιαν καὶ φιλαδελφίαν· καί φησιν, ὅτι πᾶσαν φυσικὴν ἀπέκλεισαν εὐσπλαγχνίαν, οὐδεμίαν χώραν τῆς φιλαδελφίας λογισμοῖς δεδωκότες. Τινὲς μέντοι τὸ στέαρ εὐημερίαν καὶ εὐεξίαν ὠνόμασαν.
Of the same. Intelligible fat is the thickness that accrues to the governing faculty from wickedness. By fat he seems to me to mean goodwill and brotherly love; and he says that they have shut out all natural compassion, having given no place to thoughts of brotherly love. Some, however, have called prosperity and good bodily condition fat.
Ἐκβαλόντες με νυνὶ περιεκύκλωσάν με, τοὺς ὀφθαλμοὺς αὐτῶν ἔθεντο ἐκκλῖναι ἐν τῇ γῇ, κ. τ. ἑ.
Having cast me out they have now encircled me, they have set their eyes to incline to the earth, etc.