PG 12:1197Read from the pageἀλλὰ καὶ οἱ ἀδικοῦντες παύσονται τοῦ κακῶς δρᾷν, καὶ οἱ ἀδικούμενοι τοῦ πάσχειν.
but both those who do wrong will cease from doing ill, and those who are wronged from suffering.
Ὅτι ἰδοὺ οἱ ἁμαρτωλοὶ ἐνέτειναν τόξον, ἡτοίμασαν βέλη εἰς φαρέτραν, τοῦ κατατοξεῦσαι ἐν σκοτομήνῃ τοὺς εὐθεῖς τῇ καρδίᾳ, κ. τ. ἑ. Μὴ ἀρκούμενοι, φησὶ, τῇ ἑαυτῶν ἀπωλείᾳ οἱ ἁμαρτωλοὶ, ἀλλ' ἐπισπώμενοι τὰς ἁμαρτίας ὡς σχοινίῳ μακρῷ, τοῖς τοῦ Θεοῦ πολεμοῦσιν ἀνθρώποις, καὶ κατατοξεύειν αὐτοὺς πειρῶνται τοῖς τῆς αὐτῶν κακίας ἰοῖς, καὶ τῷ βασκαίνειν αὐτῶν τῇ τοσαύτῃ τοῦ ἡγεμονικοῦ καθαρότητι, τὸ σκότος προβάλλονται κατ' αὐτῶν, ὡς αἱ σηπίαι τὸ μέλαν. Καὶ ταῦτα δρῶσι, τὰς φυσικὰς καὶ κατὰ φύσιν ὀρθὰς καθελόντες ἐννοίας ἐξ ἑαυτῶν, ἃς δὴ Θεὸς κατηρτίσατο.
For behold, the sinners have bent the bow, they have prepared arrows for the quiver, to shoot in the dark moon at the upright in heart, etc. Not being content, he says, with their own destruction, the sinners, drawing their sins to themselves as with a long rope, make war against the men of God, and try to shoot them down with the poisons of their own malice, and by envying so great a purity of their governing faculty, they cast darkness before them against them, as cuttlefish cast their ink. And they do these things, having pulled down out of themselves the natural conceptions, right according to nature, which God had perfected.
Τοῦ αὐτοῦ. Τόξον ἐστὶν ἀκάθαρτος νοῦς. Ἐγὼ, φησὶν, ἐπὶ τῷ Κυρίῳ πέποιθα. Οἱ πολεμοῦντες ἁμαρτωλοί. Τίς ἂν οὖν δείσῃ καὶ φύγῃ Θεὸν ἔχων βοηθὸν, καὶ πολεμίους ἁμαρτωλούς; « Ἡτοίμασαν βέλη εἰς φαρέτραν. » Βέλος ἐστὶν ἐμπαθὴς λογισμὸς, φαρέτρα δὲ ἕξις χειρίστη λογισμῶν ἀκαθάρτων πεπληρωμένη. Ταῦτα ἐπὶ δαιμόνων πολεμούντων λαμβάνονται νοητῶς. Νοηθεῖεν δ' ἂν καὶ αἰσθητῶς ἐπὶ αἰσθητῶν ἐχθρῶν. « Ἐν σκοτομήνῃ. » Σκοτομήνη ἐστὶν ἄγνοια ψυχῆς λογικῆς. Ἐν ἀσελήνῳ νυκτί φησιν αὐτοὺς ἐνεδρεύειν, δηλῶν τὸ λαθραῖον τῆς ἐπιβουλῆς. Εὐθεῖς δὲ τῇ καρδίᾳ ἑαυτὸν λέγει καὶ τοὺς μετ' αὐτοῦ, οὐ κομπάζων, ἀλλ' ἐμφαίνων τὴν ἑαυτοῦ ἔννοιαν, καὶ μηδὲν ἐργάσασθαι εἰς βλάβην τοῦ Σαούλ.
Of the same. A bow is an unclean mind. I, he says, have trusted in the Lord. Those who make war are sinners. Who then would fear and flee when he has God as helper, and sinners as foes? "They have prepared arrows for the quiver." An arrow is a passionate thought, and a quiver is a worst habit filled with unclean thoughts. These things are taken intellectually in the case of demons making war. And they might also be understood sensibly in the case of sensible enemies. "In the dark moon." Dark moon is ignorance of a rational soul. He says that they lie in wait on a moonless night, showing the secrecy of the plot. And he calls himself and those with him upright in heart, not boasting, but showing his own mind, and that he wrought nothing to the harm of Saul.
Κύριος ἐν ναῷ ἁγίῳ αὐτοῦ· Κύριος, ἐν οὐρανῷ ὁ θρόνος αὐτοῦ. Οἱ ὀφθαλμοὶ αὐτοῦ εἰς τὸν πένητα ἀποβλέπουσι, τὰ βλέφαρα αὐτοῦ ἐξετάζει τοὺς υἱοὺς τῶν ἀνθρώπων, κ. τ. ἑ. Οἰκεῖ Θεὸς ἐν ἁγίᾳ καὶ οὐρανίῳ νοήσει, οὐρανίως βασιλεύων καὶ θεϊκῶς. Αἱ δὲ ἐποπτικαὶ αὐτοῦ δυνάμεις φρουροῦσι τὸν πένητα. Ὡς ἀγαθὸς δὲ βλεφάροις ἐξετάζει τὰ καθ' ἡμᾶς, ἀλλ' οὐκ ὀφθαλμοῖς, ὡς ἂν μὴ παρατηρούμενος αὐτῶν πάντα τὰ ἁμαρτήματα· τοῦτο γὰρ ἀνθρώποις ἀφόρητον. Ὀφθαλμοῖς δὲ βλέπει τὸν πένητα, δαψιλῆ τὴν εὐεργεσίαν ποιούμενος, κἂν εἷς ὁ πένης ὑπάρχῃ· τῶν δὲ πολλῶν τὰς κολάσεις συστέλλων, αἳ καὶ πολὺ τὸ κεκρυμμένον ἔχουσιν. Ἐν δὲ τῇ Θεοῦ ἐξετάσει παῤῥησία τῶν ἀγαθῶν γινομένων πολλή. « Τῷ βήματι » γὰρ « αὐτοῦ φανερωθῆναι πάντας δεῖ, ἵνα κομίσηται ἕκαστος τὰ ἴδια τοῦ σώματος, ἃ ἔπραξεν, εἴτε ἀγαθὸν εἴτε κακόν. »
The Lord is in His holy temple; the Lord, His throne is in heaven. His eyes look upon the poor man; His eyelids examine the sons of men, etc. God dwells in holy and heavenly understanding, reigning heavenly and divinely. And His overseeing powers guard the poor man. And as good He examines our affairs with His eyelids, and not with His eyes, as not watching closely all their sins; for this would be unbearable for men. But with His eyes He beholds the poor man, bestowing abundant beneficence, even if the poor man be but one; while contracting the punishments of the many, which also have much that is hidden. And in the examination of God there is great boldness for the good things that are done. For "we must all be made manifest before His judgement seat, that each one may receive the things done through the body, according to what he has practised, whether good or evil."
Τοῦ αὐτοῦ. Γενώμεθα πένητες, ἵνα βλέπωσιν ἡμᾶς οἱ τοῦ Κυρίου ὀφθαλμοί. Εἰ δὲ οἱ πλούσιοι οὐκ εἰσὶ πένητες, οὐκ ἐπιβλέπει τοὺς πλουσίους ὁ Κύριος. Τοῖς ὀφθαλμοῖς βλέπει τὸν πένητα, δαψιλῆ τὴν εὐεργεσίαν ποιούμενος, κἂν εἷς ὁ πενόμενος τυγχάνει.
Of the same. Let us become poor, so that the eyes of the Lord may behold us. And if the rich are not poor, the Lord does not look upon the rich. With His eyes He beholds the poor man, bestowing abundant beneficence, even if he who is poor happens to be but one.
PG 12:1200Read from the pageΚύριος ἐξετάζει τὸν δίκαιον καὶ τὸν ἀσεβῆ· ὁ δὲ ἀγαπῶν ἀδικίαν μισεῖ τὴν ἑαυτοῦ ψυχὴν, κ. τ. ἑ. Διὸ πᾶς ὁ ἁμαρτάνων ὡς ἄν τις μισῶν ἐπιβουλεύει τῇ ἰδίᾳ ψυχῇ. Ὥσπερ οὖν ὁ πράττων τὸ δίκαιον αὐτὸν ἀγαπᾷ, ἑαυτόν τε καὶ τὸν πλησίον εὐεργετῶν, τῷ εἰς ἀρετὴν αὐτὸν ἄγειν ὡς ἑαυτόν. Ἀσεβῆ δὲ νῦν λέγει τὸν διὰ τὸ ἁμαρτάνειν καταφρονοῦντα Θεοῦ, ὃς καὶ κρίνεται μετὰ τοῦ δικαίου, ὡς πολλαχόθεν δῆλον, καὶ ἐκ τοῦ ἐν Γενέσει· « Καὶ ἔσται δίκαιος ὡς ὁ ἀσεβής· » ὁ γὰρ πάντη ἄθεος οὐκ ἀναστήσεται ἐν κρίσει.
The Lord examines the righteous and the ungodly; but he who loves injustice hates his own soul, etc. Therefore everyone who sins plots against his own soul as one who hates it. Just as, then, he who does what is right loves himself, benefiting both himself and his neighbour, by leading him to virtue as himself. By the ungodly he now means the man who through sinning despises God, who is also judged together with the righteous, as is plain from many places, and from the passage in Genesis: "And the righteous shall be as the ungodly"; for the utterly godless will not rise in the judgement.
Τοῦ αὐτοῦ. Κἂν μὴ λέγῃ τις, ὅτι μισεῖ τὴν ἑαυτοῦ ψυχὴν, ἐλέγχεται διὰ τοῦ ἀδικίαν ἀγαπᾷν μισῶν αὐτήν· ὁμοίως δὲ καὶ ὁ ἀκολασίαν ἀγαπῶν, ἢ δειλίαν, ἢ ἀφροσύνην.
Of the same. Even if someone does not say that he hates his own soul, he is convicted of hating it by loving injustice; and likewise he who loves licentiousness, or cowardice, or folly.
Ἐπιβρέξει ἐπὶ ἁμαρτωλοὺς παγίδας, κ. τ. ἑ. Ἵνα ὑπὸ τὰς ἑαυτοῦ παγίδας ποιήσας αὐτοὺς, καὶ λαβὼν ὑποχειρίους, οἰκονομήσῃ ὡς ἰδίους.
He shall rain snares upon sinners, etc. So that, having brought them under His own snares and taken them into His hands, He may order them as His own.
Ὅτι δίκαιος Κύριος καὶ δικαιοσύνας ἠγάπησεν, κ. τ. ἑ. Δικαιοσύνας τοὺς δικαίους λέγει ἀπὸ τῆς πράξεως αὐτοὺς ὀνομάσας. Τοιοῦτον καὶ « Ἡ ἀγάπη οὐ περισσεύεται, » ἀντὶ τοῦ, ὁ ἔχων τὴν ἀγάπην.
For the Lord is righteous and has loved righteousnesses, etc. By righteousnesses he means the righteous, naming them from their action. Of the same kind is "Love is not puffed up", that is, he who has love.
Σῶσόν με, Κύριε, ὅτι ἐκλέλοιπεν ὅσιος, κ. τ. ἑ. Ἐκλείποντος ὁσίου, σωτηρίας δεῖται ὡς χαλεπώτερον περιγενόμενος. « Ὅτι ὠλιγώθησαν αἱ ἀλήθειαι ἀπὸ τῶν υἱῶν τῶν ἀνθρώπων. » Εἰ οἱ μὲν ὅσιοι ἐκλελοίπασιν, αἱ δὲ ἀλήθειαι ὠλιγώθησαν, οὐκ ἐν μόνοις τοῖς ὁσίοις αἱ ἀλήθειαι, καὶ οὐκ ἐν τοῖς ἀληθέσιν ὁσιότης. Καὶ ἐπειδὴ οἱ ὅσιοι ἐκλελοίπασι, διὰ τοῦτο ὠλιγώθησαν αἱ ἀλήθειαι. Καὶ τάχα ἡ σπάνις τῶν ὁσίων αἰτία γέγονε τῶν πολλῶν τούτων αἱρέσεων. Μετὰ δόλου ἀλλήλοις προσδιαλέγονται, διὰ πονηρῶν χειλέων εἰς τὴν ἀλλήλων καρδίαν τὰ ψευδῆ παραπέμποντες· ὅτε δὲ περὶ γνῶσιν οὐκ ἀσχολούμεθα, ὀλιγοῦνται αἱ ἀλήθειαι.
Save me, O Lord, for the holy man has failed, etc. When the holy man fails, one needs salvation, as surviving with more difficulty. "For truths have been diminished from the sons of men." If the holy have failed and truths have been diminished, truths are not in the holy alone, and holiness is not in the truthful. And since the holy have failed, for that reason truths have been diminished. And perhaps the scarcity of holy men has been the cause of these many heresies. They converse with one another with deceit, passing falsehoods into one another's hearts through wicked lips; and when we do not busy ourselves with knowledge, truths are diminished.
Μάταια ἐλάλησεν ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ, κ. τ. ἑ. Διὰ τοῦτο μήτε λόγον ἀργὸν εἰκῇ, μήτε βλάσφημον, ἢ ὅλως ἐπίληπτον προσάγωμεν τοῖς πλησίον. « Χείλη δόλια ἐν καρδίᾳ καὶ ἐν καρδίᾳ ἐλάλησαν. » Ἐπειδὴ δόλια ἐνενόησαν, διὰ τοῦτο ἐλάλησαν ματαιότητας.
Each has spoken vain things to his neighbour, etc. Therefore let us offer our neighbours no idle word at random, nor a blasphemous one, nor anything at all blameworthy. "Deceitful lips, with a heart and a heart they have spoken." Because they devised deceitful things, for that reason they spoke vanities.
Ἐξολοθρεύσαι Κύριος πάντα τὰ χείλη τὰ δόλια, καὶ γλῶσσαν μεγαλορρήμονα, κ. τ. ἑ. Ὁ γὰρ Κύριος ἐξαφανίζων τὰ χείρονα, ἐξολοθρεύει αὐτὰ, ἵνα ἀνακύψῃ, ἀφανισθέντων τῶν ἐπισυμβεβηκότων, τὸ πρῶτον κτίσμα τοῦ Θεοῦ, ᾧ ἐπισυμβέβηκε τὰ χείρονα.
May the Lord destroy all deceitful lips, and the boastful tongue, etc. For the Lord, making the worse things vanish, destroys them, so that, when what has befallen it has vanished, the first creature of God, on which the worse things have supervened, may lift up its head.
PG 12:1201Read from the pageΤὰ χείλη ἡμῶν παρ' ἡμῶν ἐστι, τίς ἡμῶν Κύριός ἐστι; κ. τ. ἑ. Καὶ ὁ Φαραώ φησιν· « Οὐκ οἶδα τὸν Κύριον, » ὁμοίως τῷ φάσκοντι· « Τίς ἡμῶν Κύριός ἐστι; »
Our lips are our own; who is our Lord? etc. Pharaoh also says: "I do not know the Lord," similarly to him who says: "Who is our Lord?"
Ἀπὸ τῆς ταλαιπωρίας τῶν πτωχῶν, καὶ ἀπὸ τοῦ στεναγμοῦ τῶν πενήτων, νῦν ἀναστήσομαι, λέγει Κύριος, κ. τ. ἑ. Ὡς ὁ Παῦλος ἔφη καὶ τὸ, « Ταλαίπωρος ἐγὼ ἄνθρωπος· » καὶ τὸ, « Ὡς πτωχοὶ, πολλοὺς δὲ πλουτίζοντες· » καὶ τὸ, « Ἄχρι τῆς ἄρτι ὥρας καὶ πεινῶμεν, » καὶ τὰ ἑξῆς· καὶ τὸ, « Οἱ ὄντες ἐν τῷ σκήνει στενάζομεν. »
Because of the misery of the needy, and because of the groaning of the poor, now I will arise, says the Lord, etc. As Paul also said the saying, "Wretched man that I am"; and the saying, "As needy, yet making many rich"; and the saying, "Even to the present hour we both hunger," and what follows; and the saying, "We who are in this tabernacle groan."
Τοῦ αὐτοῦ. Καὶ ἄλλως δὲ τῶν ἀλαζονευόντων στενάζουσιν οἱ πτωχοὶ τὴν τυραννίδα μὴ φέροντες. Διὸ φησὶν ὁ Κύριος· « Ἀναστήσομαι, ὡς ἂν θῶ μου τὴν βουλὴν ἐν σωτηρίῳ. Παῤῥησιάσομαι ἐν αὐτῷ » κατὰ τῶν ὑπερηφάνων, καὶ τῆς ταλαιπωρίας ἀπαλλάξω τοὺς πένητας, κατὰ τὸν τῆς ἐπιδημίας καιρὸν ἀναστὰς καὶ πρὸς ἡμᾶς ἀφικόμενος, ὡς φανερωθῆναι σωτηρίαν τῶν ἔξω ταλαιπωρίας καὶ τοῦ στενάζειν γεγενημένων. Τοιγαροῦν ὁ Παῦλος εἰπών· « Ταλαίπωρος ἐγὼ ἄνθρωπος, τίς με ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου; » ἐπάγει· « Εὐχαριστῶ τῷ Θεῷ διὰ Ἰησοῦ Χριστοῦ. » Ἐδήλωσε γὰρ, ὅτι Κύριος ὁ ῥυσόμενος τὸν ταλαιπωροῦντα. Διὸ εἶχε σῶμα θανάτου, ὁ καὶ νῦν λέγων· « Νῦν ἀναστήσομαι. » Φασὶ δὲ πτωχὸν τὸν ἐκπεσόντα πλούτου· πένητα δὲ τὸν ἐκ πόνου τὰ πρὸς τὸν βίον περιποιούμενον. Λέγει δὲ ἡ Γραφή· « Πλούσιοι ἐπτώχευσαν, » καὶ τό· « Ἐπτωχεύσαμεν σφόδρα· » καὶ περὶ τοῦ Σωτῆρος, « ὃς ἐπτώχευσε δι' ἡμᾶς πλούσιος ὢν, ἵνα » ἡμεῖς « πλουτήσωμεν τῇ αὐτοῦ πτωχείᾳ. » Λέγει δὲ περὶ τοῦ στεναγμοῦ τῶν πενήτων, ὡς ἀεὶ στεναζόντων ἐπὶ τῷ πόνῳ. Τὸ δὲ, « Θήσομαι ἐν σωτηρίῳ, » δηλοῖ τὸ, Ὁρίσω καὶ ποιήσω· ὡς καὶ τὸ, « Ὃν ἔθηκε κληρονόμον πάντων· » ὁποῖον καὶ τὸ, « Ἔθετο ὁ Θεὸς ἐν τῇ Ἐκκλησίᾳ πρῶτον ἀποστόλους, » καὶ τὰ ἑξῆς· καὶ πρὸς τοὺς πρεσβυτέρους τῆς Ἐκκλησίας· « Ὑμᾶς ἔθετο τὸ Πνεῦμα τὸ ἅγιον ἐπισκόπους ποιμαίνειν τὴν Ἐκκλησίαν, » ὡρίσθαι καὶ πεποιῆσθαι σημαῖνον.
Of the same. And otherwise also the needy groan, not bearing the tyranny of the boastful. Wherefore the Lord says: "I will arise, that I may set My counsel in salvation. I will speak boldly in it" against the proud, and I will deliver the poor from misery, having arisen at the time of the sojourn and come to us, so that the salvation of those who have come to be outside of misery and groaning may be made manifest. Wherefore Paul, having said, "Wretched man that I am, who shall deliver me out of the body of this death?" subjoins: "I thank God through Jesus Christ." For he showed that it is the Lord Who delivers the wretched man. Wherefore he had a body of death, who also now says: "Now I will arise." And they call needy him who has fallen from wealth, and poor him who acquires the necessities of life from toil. And Scripture says: "The rich have become needy," and the saying: "We have become exceedingly needy"; and concerning the Saviour, "Who, though He was rich, became needy for our sakes, that" we "by His neediness might become rich." And it speaks concerning the groaning of the poor, as always groaning over their toil. And the phrase, "I will set in salvation," shows, I will appoint and make; as also the saying, "Whom He appointed heir of all things"; of which sort also is the saying, "God has set in the Church first apostles," and what follows; and to the presbyters of the Church: "The Holy Spirit has set you as bishops to shepherd the Church," signifying to have been appointed and made.
Θήσομαι ἐν σωτηρίῳ, παῤῥησιάσομαι ἐν αὐτῷ, κ. τ. ἑ. Ὁ θησαυρίζων ἐν οὐρανῷ, τεθεὶς ἐν σωτηρίῳ, ταῦτά φησι· « Παῤῥησιάσομαι ἐν αὐτῷ· » ἡ γὰρ συνείδησις αὐτοῦ οὐ καταγινώσκει.
I will set in salvation, I will speak boldly in it, etc. He who treasures up in heaven, having been set in salvation, says these things: "I will speak boldly in it"; for his conscience does not condemn him.
Τὰ λόγια Κυρίου λόγια ἁγνά· ἀργύριον πεπυρωμένον, δοκίμιον τῇ γῇ, κεκαθαρισμένον ἑπταπλασίως, κ. τ. ἑ. Κἂν καλὰ δὲ λόγια παρὰ τοῖς οὐκ ἐκ τῆς μερίδος τοῦ Χριστοῦ, οὐκ ἔστιν ἁγνὰ, ἅτε ψεύδεσι μυρίοις συμπεφυρμένα· τὰ δὲ τοῦ Κυρίου μόνα ἁγνά ἐστιν, οἷς οὐδὲν ψεῦδος ἀναμέμικται, καὶ οὕτως ἁγνὰ ὡς δεδοκιμασμένον καὶ διὰ χωνείας κεκαθαρμένον ἀργύριον· ὅθεν οὐδὲ ἀμφιβάλλειν χρὴ πρὸς τὰ παρ' αὐτῶν σημαινόμενα.
The oracles of the Lord are pure oracles; silver tried by fire, proved in the earth, purified sevenfold, etc. Even if there are fine words among those who are not of the portion of Christ, they are not pure, inasmuch as they are mixed up with ten thousand falsehoods; whereas those of the Lord alone are pure, with which no falsehood is mingled, and as pure as silver proved and purified through a smelting-pot; whence one must not even doubt concerning the things signified by them.
PG 12:1204Read from the pageἝως πότε, Κύριε, ἐπιλήσῃ μου εἰς τέλος; κ. τ. ἑ. Μήποτε ὡς πρὸς τὸ τέλος λέγει ἐπιλελῆσθαι αὐτοῦ τὸν Θεὸν, καὶ οὐχ ἁπλῶς ἐπιλελῆσθαι. Καὶ ἐν ἄλλῳ ψαλμῷ ἐπιλελησμένη ὠνόμασται. « Ἕως πότε ἀποστρέψεις τὸ πρόσωπόν σου ἀπ' ἐμοῦ; » Τοῦτο τὸ πρόσωπον οἱ ἄγγελοι βλέπουσι διαπαντός. Ὅταν γὰρ ἑαυτὸν ἐμφανίζῃ τῷ χωρητικῷ τῆς θέας τοῦ προσώπου αὐτοῦ ὁ Θεὸς, παύσεται ἀποστρέφων ἀπ' αὐτοῦ, καὶ κρύπτων τὸ πρόσωπον ἑαυτοῦ· ὅπερ ἐποίει ποτὲ καὶ ἐπὶ Μωϋσέως, φειδόμενος αὐτοῦ, ἕως ἄνθρωπος ἦν. Ἀποστρέφει ὁ Θεὸς τὸ πρόσωπον αὐτοῦ κηδεμονικῶς, ὅταν ἀνάξια τῶν ἐντολῶν αὐτοῦ πράττωμεν. Ποιεῖ δὲ τοῦτο ἵνα ἡμᾶς ἐπισπάσηται. Ἢ ἐπεὶ πρόσωπον τοῦ Πατρὸς Υἱὸς, αἰτεῖ ταχύτερον αὐτοῦ γενέσθαι τὴν σάρκωσιν, τὸ τοιοῦτο ῥητὸν ἐθειχεν.
How long, O Lord, wilt Thou forget me unto the end? etc. Perhaps he says that God has forgotten him as regards the end, and not simply forgotten him. In another psalm too she is called forgotten. "How long wilt Thou turn Thy face away from me?" This face the angels behold continually. For when God manifests Himself to him who is capable of the vision of His face, He will cease turning away from him and hiding His own face; which He once did also in the case of Moses, sparing him, so long as he was a man. God turns His face away providentially, when we do things unworthy of His commandments. And He does this in order that He may draw us to Himself. Or since the Son is the face of the Father, he asks that His incarnation may take place more speedily, and has set down such a saying.
Ἕως τίνος θήσομαι βουλὰς ἐν ψυχῇ μου, κ. τ. ἑ. Βουλὰς τίθεταί τις πρῶτον πλείονας ἐν τῇ ψυχῇ αὐτοῦ, εἶτα ἐπὶ τέλει τὴν ἐπὶ πᾶσι μεγάλην βουλὴν τὴν τοῦ Θεοῦ, ἧς τὸ πνεῦμα ἐπανεπαύσατο ἐπὶ τὴν ἐξ Ἰεσσαὶ ῥάβδον.
How long shall I set counsels in my soul, etc. One first sets many counsels in his soul, then at the end the great counsel over all, that of God, the spirit of which rested upon the rod out of Jesse.
Φώτισον τοὺς ὀφθαλμούς μου, μή ποτε ὑπνώσω εἰς θάνατον, κ. τ. ἑ. « Φωτίσατε ἑαυτοῖς φῶς γνώσεως. » Ὡς ἐν σκότει ταῖς συμφοραῖς περιέχομαι, καὶ εἰ μή μου τὸ τῆς ἀθυμίας ἀπελάσῃς σκότος, ἀλλ' ὑπερθῇ τὴν βοήθειαν, εἰς θάνατον ὁ ὕπνος μεταβληθήσεται, τῆς λύπης παντελῶς τοῦ λογισμοῦ κρατησάσης.
Enlighten my eyes, lest I sleep unto death, etc. "Enlighten for yourselves the light of knowledge." As in darkness I am encompassed by calamities, and unless Thou drive away from me the darkness of despondency, but defer the help, the sleep will be changed into death, grief having completely gained mastery over the reason.
Μή ποτε εἴποι ὁ ἐχθρός μου· Ἴσχυσα πρὸς αὐτόν. Ὁσάκις ἁμαρτάνομεν, τοσαυτάκις λέγει τοῦτο ὁ ἐχθρός· « Ἴσχυσα πρὸς αὐτόν. Οἱ θλίβοντές με ἀγαλλιάσονται, ἐὰν σαλευθῶ. » Οἱ ἄγγελοι χαίρουσιν ἐπὶ τοῖς μετανοοῦσιν, οἱ δαίμονες ἐπὶ τοῖς ἁμαρτάνουσιν ἀγάλλονται. Οἱ μὲν γάρ τέ εἰσιν ἀρετῆς, οἱ δὲ κακίας ἐρασταί. Ἐν ἀγαλλιάσει ἔσονται καὶ εὐφροσύνῃ, ἐὰν μόνον ἴδωσί με τῆς εἰς σὲ ἐλπίδος ἐκπεπτωκότα καὶ ἀπελπίσαντα.
Lest my enemy say: I have prevailed against him. As often as we sin, so often does the enemy say this: "I have prevailed against him. Those who afflict me will rejoice, if I am shaken." The angels rejoice over those who repent, the demons exult over those who sin. For the former are lovers of virtue, and the latter of wickedness. They will be in exultation and gladness, if only they see me fallen away from the hope in Thee and in despair.
Τοῦ αὐτοῦ. Κἂν μὴ παντελῶς πέσω, μόνον δὲ σαλευθῶ, οἱ θλίβοντές με ἀγαλλιάσονται, φησὶν ὁ Προφήτης. Καὶ ὡς ὁ Προφήτης φησὶν ἐν τῷ ἑβδομηκοστῷ δευτέρῳ ψαλμῷ· « Ἐμοῦ δὲ παρὰ μικρὸν ἐσαλεύθησαν οἱ πόδες. »
Of the same. Even if I do not fall completely, but am only shaken, those who afflict me will exult, says the Prophet. And as the Prophet says in the seventy-second Psalm: "But as for me, my feet were almost shaken."
Τοῦ αὐτοῦ. Ἐπιχαίρουσι γὰρ πίπτουσι, λυπεῖσθαι δέον. Ὅπερ οὐ πείσομαι ἐλέει τῷ σῷ. Προσδοκῶ γάρ σου τὸ σωτήριον, ἐφ' ᾧ τις εὐφραίνεται πεῖραν Θεοῦ σωτηρίας ἔχων. Δύναται δὲ καὶ προφητεία εἶναι περὶ Χριστοῦ· ἐλθὼν γὰρ ἐπὶ σωτηρίαν κόσμου, ἐφώτισέ τε καὶ καθεῖλε τὸν ὑπερηφάνως ἐπιχαίροντα τοῖς κλονουμένοις. Ἐπιβλέψας γὰρ ἐπεδήμησεν. Ὁ δὲ εὐπαθῶν ἐπινίκιον ὕμνον προσάγει λέ-
Of the same. For they rejoice over those who fall, whereas one ought to grieve. Which thing I shall not suffer, by Thy mercy. For I await Thy salvation, over which one rejoices when having experience of the salvation of God. And it can also be a prophecy concerning Christ; for having come for the salvation of the world, He both enlightened and cast down him who arrogantly rejoices over those who are tossed about. For having looked upon us He sojourned among us. And he who is well-treated offers a hymn of victory, say-
Notes, col. 1204
On the reading
Printed ἐθειχεν, for ἔθηκεν.
PG 12:1205Read from the pageγων· « ᾌσω τῷ Κυρίῳ τῷ εὐεργετήσαντί με, καὶ ψαλῶ τῷ ὀνόματι Κυρίου τοῦ ὑψίστου, » πραγματικῶς μαθὼν τὸ πρὸς τοὺς εὐχομένους καλῶς ὑπὸ τοῦ Κυρίου λεγόμενον· « Ἔτι σου λαλοῦντος ἐρῶ· Ἰδοὺ πάρειμι. » Λέγει τοῖς συνοῦσιν ὡς ὧν ἤθελεν ἔτυχε· διὸ καὶ ὑμνεῖ. Οὕτω δεῖ καὶ ἡμᾶς καθ' ἑκάστην ᾄδειν εὐεργεσίαν τῇ θεωρίᾳ, καὶ τῷ ψάλλειν πρᾶξιν ἐπάγοντας.
ing: "I will sing to the Lord Who has dealt bountifully with me, and I will sing psalms to the name of the Lord Most High," having learned in reality that which is said by the Lord to those who pray well: "While you are still speaking, I will say: Behold, here I am." He tells those who are with him that he has obtained the things he wished; wherefore he also sings hymns. Thus we too must at each benefaction sing by contemplation, and bring action to our psalmody.
Ἐγὼ δὲ ἐπὶ τῷ ἐλέει σου ἤλπισα· ἀγαλλιάσεται ἡ καρδία μου ἐν τῷ σωτηρίῳ σου, κ. τ. ἑ. Ἐκεῖνοι μὲν ἐπιχαίροντες τῇ πτώσει μου προσδοκῶσιν ἀγαλλιασθῆναι· ἐγὼ δὲ ἐπὶ σοὶ καὶ τῷ ἐλέει τῷ σῷ ἤλπισα.
But I have hoped in Thy mercy; my heart will exult in Thy salvation, etc. They indeed, rejoicing over my fall, expect to exult; but I have hoped in Thee and in Thy mercy.
ᾌσω τῷ Κυρίῳ τῷ εὐεργετήσαντί με, καὶ ψαλῶ τῷ ὀνόματι Κυρίου τοῦ ὑψίστου, κ. τ. ἑ. Ὁ εὐεργετηθεὶς ᾀδέτω, καὶ ὁ εὐθυμῶν ψαλλέτω. Φησὶ γάρ· « Εὐθυμεῖ τις ἐν ἡμῖν; ψαλλέτω. » Ἔξω καὶ εἰς τὸν ἑξῆς χρόνον ἀνεπίληστον ἐν τῇ ψυχῇ τῆς εὐεργεσίας τὸ μέγεθος.
I will sing to the Lord Who has dealt bountifully with me, and I will sing psalms to the name of the Lord Most High, etc. Let him who has received a benefaction sing, and let him who is of good cheer sing psalms. For he says: "Is anyone among us of good cheer? Let him sing psalms." I shall hold even for the time to come the greatness of the benefaction unforgettable in my soul.
Εἶπεν ἄφρων ἐν καρδίᾳ αὐτοῦ· Οὐκ ἔστι Θεός. Διεφθάρησαν καὶ ἐβδελύχθησαν ἐν ἐπιτηδεύμασι, κ. τ. ἑ. Εἰ ἐν τοῖς ἐπιτηδεύμασι διαφθείρονται, οὐχ ἡ φαύλη ἔννοια διαφθείρει τινὰ, ἀλλὰ τὸ ταύτης ἀποτέλεσμα ἡ κακία. Ἀπὸ διαθέσεως καρδιακῆς εἰπόντες μὴ εἶναι Θεὸν, ἀκολούθως λοιπὸν ὡς ἄθεοι ἐβίωσαν, καὶ τὸν βίον ἔσχον διεφθαρμένον καὶ πάσης ἀκαθαρσίας ἀνάπλεων.
The fool said in his heart: There is no God. They are corrupted and have become abominable in their practices, etc. If they are corrupted in their practices, it is not the bad thought that corrupts anyone, but its result, wickedness. Having said from a disposition of the heart that there is no God, consequently thereafter they lived as atheists, and had a life corrupted and full of all uncleanness.
Πάντες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν, κ. τ. ἑ. Οἱ λέγοντες· « Δοῦλοι ἀχρεῖοί ἐσμεν, » δυνάμει λέγουσιν, Ἠχρειώθημεν.
They have all turned aside, together they have become useless, etc. Those who say: "We are useless servants," virtually say, We have become useless.
Τίς δώσει ἐκ Σιὼν τὸ σωτήριον τοῦ Ἰσραήλ; κ. τ. ἑ. « Ἥξει ἐκ Σιὼν ὁ ῥυόμενος, καὶ ἀποστρέψει ἀσεβείας ἀπὸ Ἰακώβ. » Εἰ δὲ ἐκ Σιὼν ἔρχεται ὁ Σωτὴρ, αὐτὸς δὲ ἐκ τοῦ Πατρὸς ἐξῆλθε καὶ ἧκεν, ἡ Σιὼν νῦν σύμβολόν ἐστι τοῦ Πατρός. Οὐ τὴν γενομένην σωτηρίαν τοῖς ἐπὶ Ἐζεκίου μόνον προσαγορεύει, ἀλλὰ καὶ τὴν πολλοῖς ὕστερον χρόνοις γενομένην ἐκεῖθεν τοῦ Σωτῆρος ἡμῶν σωτήριον ἐπιφάνειαν. Πάντων γὰρ ἐκκλινάντων, ἀναγκαίως ἔδει λοιπὸν παρεῖναι τὸν δυνάμενον ἀφεῖναι ἁμαρτίας καὶ σῶσαι. « Ἐκ Σιὼν » δὲ, ὅτι ἐκ σπέρματος Ἰσραὴλ, καὶ ὅτι ἐκ Σιὼν ἥξει ὁ ἐρχόμενος, ὡς γέγραπται. « Ἐν τῷ ἐπιστρέψαι Κύριον τὴν αἰχμαλωσίαν τοῦ λαοῦ αὐτοῦ. » Αἰχμαλωσία ἐστὶν ἡ ἀπὸ γνώσεως καὶ ἀρετῆς ἐπὶ ἀγνωσίαν καὶ κακίαν ἀκούσιος μετάβασις. « Ἀγαλλιάσεται Ἰακὼβ, καὶ εὐφρανθήσεται Ἰσραήλ. » Ἀγαλλιάσεται μὲν ὁ πρακτικὴν ἀπάθειαν κτησάμενος· εὐφραίνεται δὲ ὁ γνωστικῆς θεωρίας καταξιωθείς.
Who will give out of Sion the salvation of Israel? etc. "There shall come out of Sion the Deliverer, and He shall turn away ungodliness from Jacob." And if the Saviour comes out of Sion, and He Himself went forth and came from the Father, Sion is now a symbol of the Father. He does not address only the salvation that came to pass for those in the time of Hezekiah, but also the saving manifestation of our Saviour that came to pass from there many times later. For since all had turned aside, it was necessarily required thereafter that He who is able to forgive sins and to save should be present. And "out of Sion," because He is of the seed of Israel, and because out of Sion He who is coming shall come, as it is written. "When the Lord turns back the captivity of His people." Captivity is the involuntary transition from knowledge and virtue to ignorance and wickedness. "Jacob will exult, and Israel will be glad." He who has acquired practical impassibility will exult; and he who has been deemed worthy of gnostic contemplation is glad.
Τοῦ αὐτοῦ. Μυρίων ἐπὶ τὴς οἰκουμένης κυ-
Of the same. When ten thousand [evils] in the inhabited world hold-
Notes, col. 1205
On the reading
Printed ἀκούσιος, for ἑκούσιος.
PG 12:1208Read from the pageριευόντων κακῶν, τοῦ μόνου τὴν βοήθειαν ἐνεγκεῖν δυναμένου συναισθόμενον τὸ Πνεῦμα τὸ ἅγιόν φησι· « Τίς δώσει ἐκ Σιὼν τὸ σωτήριον τοῦ Ἰσραήλ; » οὐ γὰρ Μωϋσῆς, οὐκ Ἠλίας, οὐχ Ἡσαΐας, οὐχ οἱ λοιποὶ τῶν προφητῶν ἐδεδώκεισαν· πάντα τοῦ νόμου τὰ ἔργα πρὸς τοιοῦτόν τι ἦν ἀσθενῆ. Ἀναγκαίου δὲ ὄντος τοῦ ἰατροῦ, τοῦ τὰ πάντα ἰᾶσθαι δυναμένου οὐ τέχνῃ καὶ οὐκ ἔργῳ, ἀλλὰ τῇ τοῦ λόγου δυνάμει, τοῦτον ἐλθεῖν προσεύχεται τὸ Πνεῦμα τὸ ἅγιον.
mastery, the Holy Spirit, perceiving Him alone Who is able to bring help, says: "Who will give out of Sion the salvation of Israel?" For Moses had not given it, nor Elijah, nor Isaiah, nor the rest of the prophets; all the works of the law were weak for such a thing. And since the physician was necessary, Who is able to heal all things not by art and not by work, but by the power of the word, the Holy Spirit prays for Him to come.
Τοῦ αὐτοῦ. Ἐν τοῖς τῆς Παλαιᾶς « τὸ σωτήριον » καλεῖσθαι τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν διδασκόμεθα, καὶ κυρίως « τοῦ σωτηρίου » τῷ ὀνόματι δι' ἐπαγγελίας τοῖς ἔθνεσιν ἀπήγγελται· φησὶ γὰρ ὁ Ἡσαΐας· « Καὶ ἀποκαλύψει Κύριος τὸν βραχίονα τὸν ἅγιον αὐτοῦ ἐνώπιον πάντων τῶν ἐθνῶν, καὶ ὄψονται πάντα ἄκρα τῆς γῆς τὴν σωτηρίαν τὴν παρὰ τοῦ Θεοῦ ἡμῶν. » Καὶ πάλιν ἐν Ψαλμοῖς εἴρηται· « Ἐγνώρισε Κύριος τὸ σωτήριον αὐτοῦ, ἐναντίον τῶν ἐθνῶν ἀπεκάλυψε τὴν δικαιοσύνην αὐτοῦ. » Καὶ πάλιν· « Δεῖξον ἡμῖν, Κύριε, τὸ ἔλεός σου, καὶ τὸ σωτήριόν σου δῴης ἡμῖν. »
Of the same. In the [books] of the Old [Testament] we are taught that our Lord Jesus Christ is called "the salvation," and properly by the name of "the salvation" He has been proclaimed by promise to the nations; for Isaiah says: "And the Lord shall reveal His holy arm before all the nations, and all the ends of the earth shall see the salvation that is from our God." And again in the Psalms it is said: "The Lord has made known His salvation, before the nations He has revealed His righteousness." And again: "Show us, O Lord, Thy mercy, and grant us Thy salvation."
Κύριε, τίς παροικήσει ἐν τῷ σκηνώματί σου; καὶ τίς κατασκηνώσει ἐν τῷ ὄρει τῷ ἁγίῳ σου; κ. τ. ἑ. « Πολλὰ παρῴκησεν ἡ ψυχή μου, » ἀλλαχοῦ λέγει, διδάσκων, ὅτι πολλά τις παροικεῖ, ἕως οὗ ἔλθῃ εἰς τὸ ἅγιον ὄρος τοῦ Θεοῦ.
Lord, who shall sojourn in Thy tabernacle? and who shall dwell on Thy holy mountain? etc. "My soul has sojourned much," he says elsewhere, teaching that one sojourns much, until he comes to the holy mountain of God.
Τοῦ αὐτοῦ. Ὄρος ἅγιόν ἐστιν ἡ γνῶσις τοῦ Χριστοῦ, ἥτις ἐστὶ θεωρία τῶν γεγονότων. Ὄρος ἅγιον τὴν Ἱερουσαλήμ φησιν. Οὕτω δὲ καὶ πυθόμενος δέχεται τὴν ἀπόκρισιν.
Of the same. The holy mountain is the knowledge of Christ, which is contemplation of the things that have come to be. He calls Jerusalem a holy mountain. And thus having inquired he receives the answer.
Πορευόμενος ἄμωμος, καὶ ἐργαζόμενος δικαιοσύνην· λαλῶν ἀλήθειαν ἐν καρδίᾳ αὐτοῦ, κ. τ. ἑ. Τὸ, « πορευόμενος ἄμωμος, » ζηλώσεις νοήσας τὸ περὶ Ἀβραὰμ, καθάπερ ἐλάλησεν αὐτῷ Κύριος. Καὶ ἡμῖν γὰρ τὰ αὐτὰ ἐν ταῖς Γραφαῖς ἐλάλησεν ἁγίαις, καὶ ἐὰν νοήσαντες ποιήσωμεν, ἠκούσαμεν Θεοῦ, καὶ ἐπορεύθημεν καθάπερ ἐλάλησεν ἡμῖν. « Καὶ ἐργαζόμενος δικαιοσύνην. » Περικείμενος τούτῳ ἐρεῖς· Ἐργαζόμενος σωφροσύνην, ὁμοίως ἀνδρείαν, ὁμοίως φρόνησιν, ὁμοίως εὐσέβειαν, ὁμοίως σοφίαν, καὶ λοιπὰς ἀρετάς. Τοῦτο δέ ἐστι καὶ τὸ ἐργάζεσθαι τὴν ἑαυτοῦ γῆν, ἐπὶ τῷ πλησθῆναι ἄρτων. Κάϊν δὲ, δέον ἐργάζεσθαι δικαιοσύνην, ἤ τινα τῶν ἀρετῶν, ἢ τὴν ἑαυτοῦ γῆν, ὅδε εἰργάζετο τὴν γῆν οὐ τὴν ἑαυτοῦ.
Walking blameless, and working righteousness; speaking truth in his heart, etc. That saying, "walking blameless," you will emulate when you have understood that which concerns Abraham, just as the Lord spoke to him. For to us also He has spoken the same things in the holy Scriptures, and if having understood we do them, we have heard God, and have walked just as He spoke to us. "And working righteousness." Being invested with this you will say: Working temperance, likewise courage, likewise prudence, likewise piety, likewise wisdom, and the remaining virtues. And this is also to work one's own land, so as to be filled with bread. Whereas Cain, when he ought to have worked righteousness, or one of the virtues, or his own land, worked the land that was not his own.