Migne Reading Room

PL 8 · cols. 873–877

Julii papae I scripta quaedam doc[trinalia] (graece): Περὶ τῆς ἐν Χριστῷ ἑνότητος τοῦ σώματος πρὸς τὴν θεότητα; Ἐγκύκλιον; Πρὸς τοὺς κατὰ τῆς θείας τοῦ λόγου σαρκώσεως ἀγωνιζομένους

Editors' preface

PL 8:873
MONUMENTA GENUINA.
GENUINE DOCUMENTS.
ΤΟΥ ΜΑΚΑΡΙΟΥ ΙΟΥΛΙΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΡΩΜΗΣ
Of the blessed Julius, Archbishop of Rome
Περὶ τῆς ἐν Χριστῷ ἑνότητος τοῦ σώματος πρὸς τὴν θεότητα.
On the unity in Christ of the body with the Godhead.
Ἅγιον ἐξ ἀρχῆς γέννημα καλῶς ὁμολογεῖται καὶ κατὰ τὸ σῶμα ὁ κύριος, καὶ κατὰ τοῦτο διαλλάττει παντὸς σώματος. οὐδὲ γὰρ ὅλως ἐν μήτρᾳ συνελήφθη χωρὶς θεότητος, ἀλλ' ἡνωμένως πρὸς ταύτην, ὡς ὁ ἄγγελός φησιν. « Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σέ, καὶ δύναμις Ὑψίστου ἐπισκιάσει σοι· διὸ καὶ τὸ γεννώμενον ἅγιον, κληθήσεται υἱὸς θεοῦ. » Καὶ νῦν οὐρανία κάθοδος οὐ μόνον γέννησις ἡ ἐκ γυναικός· εἴρηται γὰρ οὐ μόνον τὸ γενόμενον ἐκ γυναικὸς, γενόμενον ὑπὸ νόμον, ἀλλὰ « καὶ οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανὸν, εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς ὁ υἱὸς τοῦ ἀνθρώπου. » Καὶ οὐκ ἔστιν ἰδίως κτίσμα τὸ σῶμα εἰπεῖν, ἀχώριστον ὂν ἐκείνου πάντως οὗ σῶμά ἐστιν, ἀλλὰ τῆς τοῦ ἀκτίστου κεκοινώνηκεν ἐπωνυμίας καὶ τῆς τοῦ θεοῦ κλήσεως, ὅτι πρὸς ἑνότητα θεῷ συνῆπται· καθὰ λέγεται ὅτι « ὁ λόγος σὰρξ ἐγένετο. » Καὶ παρὰ τῷ ἀποστόλῳ « ὁ ἔσχατος Ἀδὰμ εἰς πνεῦμα ζωοποιοῦν. » Δεῖ δὲ ἡμᾶς, ὥσπερ τὰ ἔνδοξα τῷ σώματι προσάπτομεν ἐκ τῆς θείας συλλήψεως καὶ τῆς πρὸς θεὸν ἑνότητος, οὕτω καὶ τὰ ἄδοξα τὰ ἀπὸ τοῦ σώματος μὴ ἀρνεῖσθαι, ἅπέρ ἐστι τὸ γενέσθαι ἐκ γυναικὸς κατὰ τὸν ἀπόστολον, καὶ τὸ πλασθῆναι ἐκ κοιλίας δοῦλον θεῷ κατὰ τὸν προφήτην, τὸ ὅλως ἄνθρωπον ὀνομάζεσθαι καὶ υἱὸν ἀνθρώπου, τὸ ἀριθμεῖσθαι μετὰ Ἀβραὰμ πολλὰς γενεὰς μεθ' ἃς γέγονεν ἄνθρωπος, ἀνθρωπίνως μέντοι καὶ λέγειν καὶ ἀκούειν χρή.
The Lord is rightly confessed to be a holy offspring from the beginning also according to the body, and in this respect He differs from every body. For He was not conceived in the womb at all without the Godhead, but in union with it, as the angel says: "The Holy Spirit will come upon you, and the power of the Most High will overshadow you; therefore also that which is begotten, holy, shall be called Son of God." And now the heavenly descent is not only the birth from a woman; for it is said not only that He was made of a woman, made under the law, but also "and no one has ascended into heaven except He Who descended from heaven, the Son of Man." And it is not possible to call the body properly a creature, since it is wholly inseparable from Him Whose body it is; rather, it has shared in the name of the Uncreated and in the appellation of God, because it has been joined to God in unity; just as it is said that "the Word became flesh", and in the Apostle, "the last Adam [became] a life-giving spirit." And just as we attach the glorious things to the body by reason of the divine conception and of the unity with God, so too we must not deny the inglorious things that come from the body, namely to have been born of a woman, according to the Apostle, and to have been formed from the womb a servant to God, according to the prophet, to be called wholly man and Son of Man, and to be reckoned many generations after Abraham, after which He became man; these things, however, one must both say and hear in a human manner.
Ὥσπερ ὅτε ὅλον ἄνθρωπος καλεῖται, μήτις ἀρνήσηται τὴν θείαν οὐσίαν τὴν τῷ ὀνόματι μετὰ τοῦ σώματος δηλουμένην· καὶ ὅτε δοῦλος κατὰ τὸ σῶμα ὀνομάζεται, μήτις ἀρνήσηται τὴν κυριευτικὴν φύσιν δουλείας ὀνόματι μετὰ τοῦ σώματος δηλουμένην· καὶ πάλιν ὅτε καταβεβηκὼς ἐξ οὐρανοῦ κηρύσσεται ἄνθρωπος ἐπουράνιος, μήτις ἀρνήσηται τὴν τοῦ σώματος ἀπὸ γῆς πρὸς θεότητα συμπλοκήν. Οὐ διατέμνεται μὲν γὰρ οὐδὲ πράγματι οὐδὲ ὀνόματι ὅτε δοῦλος ὁ κύριος καλεῖται, καὶ ὅτε πλαστὸς ὁ ἄκτιστος ὀνομάζεται, τῇ συναφείᾳ τῇ πρὸς τὴν τοῦ δούλου μορφὴν καὶ πρὸς τὸ πλασσόμενον σῶμα· ὁμολογεῖται δὲ ἐν αὐτῷ τὸ μὲν εἶναι κτιστὸν ἐν ἑνότητι τοῦ ἀκτίστου· τὸ δὲ ἄκτιστον, ἐν συγκράσει τοῦ κτιστοῦ, φύσεως μιᾶς ἐξ ἑκατέρου μέρους συνισταμένης, μερικὴν ἐνέργειαν καὶ τοῦ λόγου συντελέσαντος εἰς τὸ ὅλον μετὰ τῆς θεϊκῆς τελειότητος, ὅπερ ἐπὶ τοῦ κοινοῦ ἀνθρώπου ἐκ δύο μερῶν ἀτελῶν γίνεται, φύσιν μίαν πληρούντων καὶ ἑνὶ ὀνόματι δηλουμένων· ἐπεὶ καὶ σὰρξ τὸ ὅλον καλεῖται, μὴ περιαιρουμένης ἐν τούτῳ τῆς ψυχῆς. καὶ ψυχὴ τὸ ὅλον προσαγορεύεται, οὐ περιαιρουμένου τοῦ σώματος, εἰ καὶ ἕτερόν τί ἐστι παρὰ τὴν ψυχήν.
Just as, when the whole is called man, let no one deny the divine substance which is signified by the name together with the body; and when He is named servant according to the body, let no one deny the lordly nature which is signified by the name of servitude together with the body; and again, when He Who has descended from heaven is proclaimed a heavenly man, let no one deny the conjunction of the body from the earth with the Godhead. For He is not divided either in reality or in name when the Lord is called servant, and when the Uncreated is named formed, by reason of the conjunction with the form of the servant and with the body that is being formed; but it is confessed that in Him the created exists in unity with the Uncreated, and the Uncreated in commingling with the created, one nature being constituted from each part, the Word too having contributed a partial operation to the whole together with the divine perfection; which is what happens in the case of the ordinary man from two incomplete parts, which fill up one nature and are signified by one name; since the whole is also called flesh, the soul not being taken away in this, and the whole is called soul, the body not being taken away, even though it is something other than the soul.
Ὁ θεὸς οὖν ὁ ἐνανθρωπήσας ὁ κύριος καὶ προὔχων τῆς γεννήσεως, εἰ καὶ γεγέννηται ἀπὸ γυναικὸς, κύριος ὢν εἰ καὶ μεμόρφωται κατὰ τοὺς δούλους, πνεῦμα ὢν εἰ καὶ σὰρξ κατὰ τὴν ἕνωσιν τῆς σαρκὸς ἀποδέδεικται, οὐκ ἄνθρωπος ὢν κατὰ τὸν ἀπόστολον εἰ καὶ ἄνθρωπος ὑπὸ τοῦ
God, then, Who became man, the Lord and pre-eminent over His birth, even though He has been born of a woman, being Lord even though He has been given form after the manner of servants, being Spirit even though by the union with the flesh He has been shown to be flesh, not being man according to the Apostle even though man by the
Editors' notes and page, col. 873

Page

  • running head: 873 SCRIPTA QUÆDAM DOC[...] (cut off at image edge)
  • marginal letters: A ‹ΤΟΥ ΜΑΚΑΡΙΟΥ ΙΟΥΛΙΟΥ›; B ‹κτίσμα τὸ σῶμα εἰπεῖν›; C ‹τὴν θείαν οὐσίαν τὴν τῷ ὀνόματι›; D ‹ἀτελῶν γίνεται, φύσιν μίαν›
  • old-edition numerals: (none)
  • other: text is Greek, set as printed; full-width line "MONUMENTA GENUINA." below the running head (cut off in this image, completed from col 874's image), set once here with full_width; accent of συνῆπται and ἅπέρ uncertain in the image; column ends mid-sentence at ὑπὸ τοῦ; printer's signature "PATROL. VIII." not set; no scripture references printed in this column
PL 8:874
αὐτοῦ κηρύσσεται, καὶ τὸ ὅλον εἰπεῖν, ἀόρατος θεὸς ὁρατῷ σώματι μεταμορφούμενος ἄκτιστος θεὸς κτιστῇ περιβολῇ φανερούμενος, κενώσας μὲν ἑαυτὸν κατὰ τὴν μόρφωσιν, ἀκένωτος δὲ καὶ ἀναλλοίωτος καὶ ἀνελάττωτος κατὰ τὴν θείαν οὐσίαν· οὐδεμία γὰρ ἀλλοίωσις περὶ θείαν φύσιν, οὐδὲ ἐλλαττοῦται, οὐδὲ αὐξάνεται· καὶ ὅτε λέγει, Δόξασόν με, ἀπὸ σώματος ἡ φωνή, καὶ περὶ σῶμα ὁ δοξασμός, ἐπὶ τοῦ ὅλου λεγόμενος· διότι τὸ ὅλον ἐστὶν ἕν. Καὶ πάλιν ἐπάγων, Τῇ δόξῃ ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί, τὴν ἔνδοξον ἀεὶ θεότητα δηλοῖ, εἰ καὶ ἰδίως θεότητι προσήκει τοῦτο, καὶ τοι κοινῶς ἐπὶ ὅλου ῥηθέν· Οὕτως καὶ θεῷ ὁμοούσιος κατὰ τὸ πνεῦμα τὸ ἀόρατον, συμπεριλαμβανομένης τῷ ὀνόματι καὶ τῆς σαρκός, ὅτι πρὸς τὸν ὁμοούσιον τῷ πατρὶ λόγον ἥνωται. Καὶ πάλιν ἀνθρώποις ὁμοούσιος, συμπεριλαμβανομένης καὶ τῆς θεότητος τῷ σώματι, ὅτι πρὸς τὸ ἡμῖν ὁμοούσιον ἡνώθη· οὐκ ἐλαττουμένης τῆς τοῦ σώματος φύσεως ἐν τῇ πρὸς τὸν θεὸν ὁμοουσίῳ ἑνώσει, καὶ τῇ κοινωνίᾳ τοῦ ὁμοουσίου ὀνόματος· ὥσπερ οὐδὲ ἡ τῆς θεότητος ἤλλακται φύσις ἐν τῇ κοινωνίᾳ τοῦ ἀνθρωπείου σώματος, καὶ τῇ ὀνομασίᾳ τῆς ἡμῖν ὁμοουσίου σαρκός.
same [Apostle] is proclaimed, and, to speak of the whole, the invisible God transformed in a visible body, the uncreated God made manifest in a created covering, having emptied Himself according to the taking of form, but unemptied and unaltered and undiminished according to the divine substance; for there is no alteration about the divine nature, nor is it diminished, nor is it increased; and when He says, Glorify Me, the voice is from the body, and the glorification concerns the body, being said of the whole; because the whole is one. And again, adding, With the glory which I had before the world was, with Thee, He indicates the ever-glorious Godhead, even if this belongs properly to the Godhead, although it is said in common of the whole. Thus He is also consubstantial with God according to the invisible spirit, the flesh also being included in the name, because it has been united to the Word consubstantial with the Father. And again He is consubstantial with men, the Godhead also being included with the body, because it was united to that which is consubstantial with us; the nature of the body not being diminished in its consubstantial union with God and in the sharing of the name "consubstantial"; just as neither has the nature of the Godhead been changed in its sharing of the human body and in the naming of the flesh consubstantial with us.
Καὶ γὰρ ὁ Παῦλος λέγων « Τοῦ γενομένου ἐκ σπέρματος Δαβὶδ κατὰ σάρκα, » τὸν υἱὸν εἶπεν θεοῦ τὴν γέννησιν ταύτην ἀναδεδέχθαι, καὶ οὐχὶ τὴν σάρκα χωρὶς ὀνομάσας εἴρηκεν, Ἡ σὰρξ ἐγένετο ἐκ σπέρματος Δαβίδ. Καὶ ὅτε λέγει « Τοῦτο φρονείσθω ἐν ὑμῖν ὃ καὶ ἐν Χριστῷ Ἰησοῦ, ὃς ἐν μορφῇ θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῷ, » οὐ χωρίσας εἶπεν, Οὗ ἡ θεότης ἐν μορφῇ θεοῦ οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῷ· καίτοι ἡ θεότης οὔτε Ἰησοῦς ὠνόμασται πρὸ τῆς ἐκ παρθένου γεννήσεως, οὔτε τὴν ἐν ἁγίῳ πνεύματι χρίσιν ἔσχηκεν, ὅτι δοτὴρ τοῦ πνεύματος ὁ τοῦ θεοῦ λόγος, οὐκ ἁγιαζόμενος ἐν πνεύματι. Καὶ λέγει ὑπὲρ αὐτῶν, Ἐγὼ ἁγιάζω ἐμαυτόν, ἵνα ὦσιν αὐτοὶ ἡγιασμένοι ἐν ἀληθείᾳ· οὐ χωρίζων, καὶ λέγων, Ἁγιάζω ἐμαυτόν. Καίτοι τῷ σκοποῦντι μετὰ ἀκριβείας οὐ δυνατὸν αὐτὸν ὑφ' ἑαυτοῦ ἁγιάζεσθαι· εἰ γὰρ ὁ λόγος ἁγιάζει, τί τὸ ἁγιαζόμενον; εἰ ὁ σύμπας ἁγιάζεται, τί τὸ ἁγιάζον; ἀλλ' ὅμως φυλάττων τὸ ἓν πρόσωπον, καὶ τὴν ἀμέριστον ἑνὸς ζώου δήλωσιν, τό τε ἁγιάζειν καὶ τὸ ἁγιάζεσθαι καθ' ὅλου τέθεικεν. ἵν' ἀκριβὲς ἡμῖν ᾖ καὶ σαφὲς ὅτι οὐ κατὰ τὸν προφητικὸν οὐδὲ κατὰ τὸν ἀποστολικὸν τρόπον ἄλλος ἄλλον ἁγιάζει, καθάπερ τὸ πνεῦμα τοὺς προφήτας καὶ τοὺς ἀποστόλους, ὥσπερ ὁ Παῦλός φησι περὶ τῆς πάσης ἐκκλησίας « Κλητοῖς ἁγίοις καὶ ἡγιασμένοις ἐν Χριστῷ Ἰησοῦ. » Καὶ αὐτὸς ὁ σωτὴρ περὶ τῶν ἀποστόλων « Ἁγίασον αὐτοὺς ἐν ἀληθείᾳ. » Ὅλη γὰρ ἡ ἀνθρωπίνη φύσις ἐν τῷ ἁγιάζειν. Καὶ τὸ ἀγγελικὸν τάγμα, ὡς αὐτὸς καὶ πᾶσα ἡ κτίσις ἁγιαζομένη ἐστὶ καὶ φωτιζομένη· ἁγιάζον δὲ τὸ πνεῦμα καὶ φωτίζον· ἁγιάζων δὲ ὁ λόγος διὰ τοῦ πνεύματος καὶ φωτίζων, ἁγιαζόμενος δὲ οὐδαμῶς. κτίστης γὰρ καὶ οὐ κτίσμα. Ἀλλὰ ἐνταῦθα τὸ ἁγιάζεσθαι ἔνθα καὶ τὸ σεσωματῶσθαι· καὶ διῄρηται μὲν τὰ πράγματα, ἥνωται δὲ κατὰ τὴν τῆς σαρκὸς πρὸς θεότητα ἕνωσιν, ὥστε μὴ διαστέλλεσθαι ἕτερον τὸν ἁγιάζοντα καὶ ἕτερον τὸν ἁγιαζόμενον·
For Paul too, saying "Who was made of the seed of David according to the flesh," said that the Son of God took up this birth, and he did not, naming the flesh separately, say, The flesh was made of the seed of David. And when he says "Let this mind be in you which was also in Christ Jesus, Who, being in the form of God, did not consider it robbery to be equal to God," he did not, separating, say, Whose Godhead, in the form of God, did not consider it robbery to be equal to God; and yet the Godhead was neither named Jesus before the birth from the virgin, nor has it had the anointing in the Holy Spirit, because the Word of God is the giver of the Spirit, not being sanctified in the Spirit. And He says on their behalf, I sanctify Myself, that they themselves may be sanctified in truth; not separating, and saying, I sanctify Myself. And yet to one who examines with exactness it is not possible for Him to be sanctified by Himself; for if the Word sanctifies, what is that which is sanctified? If the whole is sanctified, what is that which sanctifies? But nevertheless, preserving the one person and the undivided indication of one living being, He has set down both the sanctifying and the being sanctified with respect to the whole, so that it may be exact and clear to us that it is not in the prophetic nor in the apostolic manner that one sanctifies another, as the Spirit [sanctifies] the prophets and the apostles, as Paul says concerning the whole Church, "To those called saints and sanctified in Christ Jesus." And the Saviour Himself concerning the apostles, "Sanctify them in truth." For the whole human nature is in the sanctifying. And the angelic order, like it and the whole creation, is sanctified and enlightened; but the Spirit is sanctifying and enlightening; and the Word is sanctifying through the Spirit and enlightening, but in no way being sanctified. For He is creator and not creature. But here the being sanctified is where the being embodied also is; and the realities are distinguished, but they are united according to the union of the flesh with the Godhead, so that the one sanctifying and the one sanctified are not set apart as one and another.
Editors' notes and page, col. 874

Page

  • running head: QUÆDAM DOGMATICA. 874
  • marginal letters: A ‹αὐτοῦ κηρύσσεται, καὶ τὸ ὅλον›; B ‹σώματι, ὅτι πρὸς τὸ ἡμῖν›; C ‹θένου γεννήσεως, οὔτε τὴν›; D ‹ἁγίοις καὶ ἡγιασμένοις ἐν Χριστῷ›
  • old-edition numerals: (none)
  • other: the printed text is Greek (Apollinarian christological fragments under "Fragmenta genuina"), not matter from PL 8 on Constantine; check that the images belong to this volume and column. The full-width line "…MENTA GENUINA." below the running head is cut off at the left and is not set. The left column of the page (col. 873), partly visible, is not set. "Οὗ ἡ θεότης": the page appears to print Οὗ with breathing and circumflex, but it is uncertain in the image (marked †). "ἐν τῷ ἁγιάζειν" is set as printed, though the sense may call for ἁγιάζεσθαι. The last word ἁγια- is split at the column break. The figure 28 at the page foot is the printer's signature and is not set. Greek is translated in place of Latin.
  • other: the word ἁγιαζόμενον· was split at the column break and stands whole here (joined on receipt); check that the English reads whole across the break into col 875
  • other: the full-width heading MONUMENTA GENUINA across cols 873-874 is set once, in c873
  • misprints kept as printed: ἐλλαττοῦται (for ἐλαττοῦται)
PL 8:875
καὶ αὕτη δὲ ὅλως ἡ σάρκωσίς ἐστιν ἁγιασμός.
And this incarnation as a whole is indeed sanctification.
Ὁ γὰρ σωτὴρ πρὸς τοὺς λέγοντας, Σὺ ἄνθρωπος ὢν ποιεῖς σεαυτὸν θεὸν, ἀποδέδωκεν τῆς ἰδίας ἀνθρωπότητος τὸν λόγον λέγων « Ὃν ὁ πατὴρ ἡγίασεν καὶ ἀπέστειλεν εἰς τὸν κόσμον, ὑμεῖς λέγετε ὅτι βλασφημεῖς, ὅτι εἶπον, Υἱὸς Θεοῦ εἰμι; » τίνα λέγων ἐνταῦθα ἁγιασμὸν, ἢ τὸν τῆς σαρκὸς ὑπὸ τῆς θεότητος; οὕτω γὰρ ἔζησεν τὸ σῶμα θεότητος ἁγιασμῷ, καὶ οὐκ ἀνθρωπίνης ψυχῆς κατασκευῇ, καὶ ὅλως τὸ ὅλον ἐν συναφείᾳ. Καὶ ἐνταῦθα, « Ὃν πατήρ, φησίν, ἡγίασεν καὶ ἀπέστειλεν, » τὸ ἁγιάζον ἅμα καὶ τὸ ἁγιαζόμενον ἁγιάζεσθαι λέγει, τῷ ἁγιαζομένῳ συνάψας τὸ ἁγιάζον. Καὶ ἑρμηνεύει γε ἀλλαχοῦ τὸν ἁγιασμὸν τοῦτον, ὅτι γέννησις ἦν ἐκ παρθένου. « Ἐγὼ γὰρ εἰς τοῦτο γεγέννημαι, καὶ εἰς τοῦτο ἐλήλυθα εἰς τὸν κόσμον, ἵνα μαρτυρήσω τῇ ἀληθείᾳ. » Ἐκ θελήματος μὲν γὰρ σαρκὸς καὶ ἐκ θελήματος ἀνδρὸς ὁ κοινὸς ἄνθρωπος ψυχοῦται καὶ ζῇ, τῆς ἐκπεμπομένης σπερματικῆς ὕλης ἐπιφερούσης τὴν ζωοποιὸν δύναμιν εἰς τὴν ὑποδεχομένην μήτραν· ἐκ δὲ πνεύματος ἐφόδου καὶ δυνάμεως ἐπισκιασμοῦ τὸ ἅγιον ἐκ τῆς παρθένου συνίσταται βρέφος, οὐ σπερματικῆς ὕλης ἐργαζομένης τὴν θείαν, ἀλλὰ πνευματικῆς καὶ θεϊκῆς δυνάμεως ἐνδιδούσης τῇ παρθένῳ τὴν θείαν κύησιν καὶ χαριζομένης τὸν θεῖον τοκετόν.
For the Saviour, to those who said, "You, being a man, make yourself God," gave the account of His own humanity, saying, "Him Whom the Father sanctified and sent into the world, do you say, 'You blaspheme,' because I said, 'I am the Son of God'?" What sanctification does He mean here, if not that of the flesh by the Godhead? For thus the body lived by the sanctification of the Godhead, and not by the constitution of a human soul, and the whole is wholly in conjunction. And here, "Whom the Father," He says, "sanctified and sent," He says that the sanctifying and the sanctified together are sanctified, having joined the sanctifying to the sanctified. And indeed He explains this sanctification elsewhere, that it was birth from a virgin: "For to this end I have been born, and to this end I have come into the world, that I may bear witness to the truth." For from the will of the flesh and from the will of a man the common man is ensouled and lives, the seminal matter that is emitted bringing the life-giving power into the womb that receives it; but from the coming of the Spirit and the overshadowing of power the holy babe is formed from the virgin, not seminal matter effecting the divine [conception], but spiritual and divine power granting to the virgin the divine conception and bestowing the divine childbirth.
Οὕτω δὴ κατὰ τὸν τῆς ἑνότητος τρόπον, καὶ τὸ ὑψοῦσθαι Χριστὸν, καὶ τὸ χαρισθῆναι αὐτῷ τὸ ὑπὲρ πᾶν ὄνομα, καίτοι τῆς ὑψώσεως ἰδίως οὔσης ἐπὶ τῆς κάτωθεν ἀναβαινούσης σαρκὸς· ἀλλ' ὅτι οὐκ ἰδιαζόντως ἀναβαίνει, διὰ τοῦτο κοινῶς ὀνομάζεται τὸ ὅλον ὑψούμενον, καὶ τὸ κεχαρίσθαι δὲ αὐτῷ περὶ τὴν ἐξ ἀδοξίας δοξαζομένην σάρκα συνίσταται. οὐ γὰρ τὸ ἀεὶ τὴν δόξαν ἔχοντι λόγῳ προστίθεται δόξα διὰ χάριτος· ὅπερ γὰρ ὑπῆρχεν καὶ μεμένηκεν, ἐν μορφῇ θεοῦ ὑπῆρχεν, καὶ ἦν ἴσα θεῷ· ἴσον εἶναι θεῷ καὶ ἐν τῇ σαρκὶ λέγει κατὰ τὸν Ἰωάννην, πατέρα ἴδιον αὐτοῦ λέγων εἶναι τὸν θεὸν, καὶ ἴσον ἑαυτὸν ποιῶν τῷ θεῷ· οὐκ ἄρα μετέπεσεν ἡ πρὸς θεὸν ἰσότης, ἀλλ' ἀναλλοίωτος ἡ θεότης ἔμεινεν ἐν ταυτότητι· ἃ δὲ ἔχει, λαμβάνειν οὐ δυνατὸν· ὥσπερ τῆς σαρκὸς ὅπερ οὐκ ἔχει λαμβανούσης, τὸ ἀπαθὲς ἐκ τῶν παθημάτων, τὸ οὐράνιον ἐκ τῆς κατὰ γῆν διατριβῆς, τὸ βασιλικὸν ἐκ τῆς ὑπ' ἀνθρώποις δουλείας, τὸ προσκυνεῖσθαι ὑπὸ πάσης τῆς κτίσεως ἐκ τοῦ προσκυνεῖν· ἐπὶ τοῦ ὅλου λέγεται τὸ κεχαρίσθαι αὐτῷ τὸ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα. Καὶ εἴ τις χωρίζειν τολμᾷ τὸ τῆς χάριτος ῥῆμα, καὶ τὸ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, οὐδέτερον οἰκείως λεχθήσεται· εἰ γὰρ τῷ λόγῳ κεχάρισται ὡς οὐκ ἔχοντι, οὐδέποτε διὰ χάριτος δίδοται τὸ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα· καὶ εἰ οὐκ ἀπὸ δόσεως ἀλλ' ἀπὸ φύσεως ἔχει τοῦτο, ὥσπερ ἔχει κατὰ θεότητα, οὐ δυνατόν ἐστι τοῦτο δοθῆναι αὐτῷ· ὅθεν ἐξ ἀνάγκης καὶ τὸ σωματικὸν καθόλου, καὶ τὸ θεϊκὸν καθόλου λέγεται· καὶ ὁ μὴ δυνάμενος ἐν τοῖς ἡνωμένοις διαφόροις εἰδέναι τί τὸ ἴδιον ἑκατέρου, ἐναντιώμασιν ἀσυμφώνως περιπεσεῖται· ὁ δὲ καὶ τὰ ἴδια γινώσκων καὶ τὴν ἕνωσιν φυλάσσων, οὔτε τὴν φύσιν ψεύσεται, οὔτε τὴν ἕνωσιν ἀγνοήσει.
Thus, then, according to the mode of the union, both that Christ is exalted and that the name above every name was bestowed on Him [are said], although the exaltation belongs properly to the flesh ascending from below; but because it does not ascend on its own, for this reason the whole is called, in common, exalted, and the having been bestowed on Him also consists in the flesh glorified out of inglory. For glory is not added through grace to the Word Who always has the glory; for what He was and has remained, He was in the form of God, and was equal to God; and that He is equal to God even in the flesh He says, according to John, saying that God is His own Father and making Himself equal to God. So the equality with God did not fall away, but the Godhead remained unaltered in sameness; and what He has, He cannot receive; just as the flesh receives what it does not have: impassibility out of the sufferings, the heavenly out of the sojourn on earth, the kingly out of servitude under men, being worshipped by all creation out of worshipping. It is of the whole that it is said that the name above every name has been bestowed on Him. And if anyone dares to separate the word of grace and the name above every name, neither will be properly said; for if it has been bestowed on the Word as not having it, never is the name above every name given through grace; and if He has this not by gift but by nature, as He has it according to the Godhead, it is not possible for this to be given to Him. Hence of necessity both the bodily is said universally and the divine universally; and he who cannot know, among the differing things that are united, what is proper to each, will fall discordantly into contradictions; but he who both knows the properties and preserves the union will neither falsify the nature nor be ignorant of the union.
Editors' notes and page, col. 875

Footnotes

(1) ‹anchor: not visible› · call in col 875

Hunc locum legebat Leontius atque inde arguebat Apollinaris esse hoc scriptum, cujus error notissimus fuit Christo animam eripientis, ejusque vice divinitatem fungi putantis. Et quidem huic errori contradicet mox Julius.

Leontius read this passage, and argued from it that this writing was Apollinaris's, whose error, well known, was to take the soul away from Christ and to think that the divinity took its place. And indeed Julius contradicts this error shortly afterwards.

(printed under page 442)

(2) ‹anchor: οὔτε τὴν φύσιν› · call in col 875

Ita codex τὴν φύσιν. Sed τὰς φύσεις legebat S. Cyrillus, teste etiam Leontio, quo loco codex quidem Leontii habet in titulo κατ’ αὐτήν, sed tamen dicendum est κατ’ Ἔφεσον, si certe et aliis, et Leontio credimus contra Nest. et Eutych. lib. I, p. 552, qui aiunt hunc Julii locum in Ephesina synodo, ut reapse ibi legitur, fuisse recitatum. Item τὰς φύσεις legebat Severus; denique etiam Ephraemius apud Photium cod. 329, col. 829.

So the manuscript, τὴν φύσιν ("the nature"). But St Cyril read τὰς φύσεις ("the natures"), as Leontius also attests; at that place the manuscript of Leontius indeed has κατ’ αὐτήν in the title, but it should nevertheless read κατ’ Ἔφεσον ("at Ephesus"), if we trust others and certainly Leontius, Against Nestorius and Eutyches book I, p. 552, who say that this passage of Julius was read out at the Synod of Ephesus, as indeed it is read there. Severus likewise read τὰς φύσεις; and finally so did Ephraemius, in Photius, codex 329, col. 829.

(printed under page 442)

Page

  • running head: 875 SANCTUS JULIUS PA (cut off at the image edge)
  • marginal letters: A ‹ζόμενον· καὶ αὕτη δὲ ὅλως›; B ‹γὰρ σαρκὸς καὶ ἐκ θελήματος ἀνδρὸς›; C ‹προστίθεται δόξα διὰ χάριτος›; D ‹δίδοται τὸ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα›
  • old-edition numerals: (none)
PL 8:876
ΙΟΥΛΙΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΡΩΜΗΣ ΕΓΚΥΚΛΙΟΝ.
Encyclical of Julius, Archbishop of Rome.
Τοῖς πανταχοῦ ἐπισκόποις τῆς καθολικῆς ἐκκλησίας ἀγαπητοῖς ἀδελφοῖς Ἰούλιος ἐν Χριστῷ χάρειν.
To the bishops of the catholic Church everywhere, beloved brethren, Julius sends greeting in Christ.
Πέπεισμαι μὲν, ἀγαπητοὶ ἀδελφοὶ, τὴν πίστιν ὑμῶν τὴν περὶ τὸν κύριον καὶ θεὸν καὶ βασιλέα, ἐκ τῆς ἐκκλησιαστικῆς ἱστορίας, ἀπὸ τοῦ Ὠσηὲ τοῦ προφήτου περὶ τοῦ Θεοῦ λόγου καὶ τοῦ πατρὸς ὡς περὶ κυρίου· « Οὐ μὴ ἐγκαταλείπω τοῦ ἐξαλειφθῆναι τὸν Ἰακώβ· ὅτι θεὸς ἐγώ εἰμι, καὶ οὐκ ἄνθρωπος ἐν σοὶ ἅγιος· καὶ οὐκ εἰσελεύσομαι εἰς πόλιν· ὀπίσω κυρίου πορεύσομαι. » Ταῦτα καὶ διὰ τούτων ὅσα ὁ θεὸς λόγος ἐνανθρωπήσας, πρὸς τοὺς ἄνθρωπον αὐτὸν ἁπλῶς ἅγιον, ἀλλ' οὐ θεὸν εἶναι ὁμολογοῦντας. Θεὸς ἐγώ εἰμι καὶ οὐκ ἄνθρωπος. Πιστεύω τῇ ἐν μιᾷ θεότητι καὶ οὐσίᾳ δοξαζομένῃ τε καὶ προσκυνουμένῃ τριάδι, τουτέστι πατρὶ καὶ υἱῷ καὶ ἁγίῳ πνεύματι· καὶ τῇ ἐξ οὐρανῶν καθόδῳ, καὶ ἐξ ἁγίας παρθένου Μαρίας σαρκώσει, καὶ ἐπιφανείᾳ τοῦ θεοῦ λόγου καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ ἐν ἀνθρώποις φανερώσει αὐτοῦ ὄντος θεοῦ καὶ ἀνθρώπου· οὐκ ἄλλου μὲν θεοῦ, ἄλλου δὲ ἀνθρώπου, ἀλλὰ μίαν ὑπόστασιν καὶ ἓν πρόσωπον τοῦ θεοῦ λόγου καὶ τῆς ἐκ Μαρίας σαρκὸς, ἐκ θεοῦ καὶ ἐκ γυναικὸς, τοῦ αὐτοῦ παθητοῦ καὶ ἀπαθοῦς, σαρκὶ μὲν πάσχοντος καὶ τὸ ἡμέτερον πάθος ἀναδεχομένου, θεότητι δὲ πάθος διαλύσαντος, καὶ θανάτῳ σωτηρίῳ τὸν ἡμέτερον θάνατον καταλύσαντος, φωτίσαντος δὲ ζωὴν καὶ ἀφθαρσίαν πιστοῖς δωρουμένου, μελλόντων ἀγαθῶν ἀπόλαυσιν, καὶ βασιλείας οὐρανίου καὶ θεϊκῆς σὺν δόξῃ κληρονομίαν.
I am persuaded indeed, beloved brethren, of your faith concerning the Lord and God and King, from the ecclesiastical history, from Hosea the prophet, concerning God the Word and the Father as concerning the Lord: "I will not forsake [you] so that Jacob should be blotted out; for I am God, and not a man, holy in your midst; and I will not enter into a city; I will walk after the Lord" (Hos. 11:9–10). These things too, and through these, all that God the Word [said] having become man, against those who confess Him to be simply a holy man, but not God: I am God and not man. I believe in the Trinity glorified and worshipped in one Godhead and essence, that is, in the Father and the Son and the Holy Spirit; and in the descent from the heavens, and the incarnation from the holy Virgin Mary, and the manifestation of God the Word and our Saviour Jesus Christ, and His appearing among men, being God and man; not one God and another man, but one hypostasis and one person of God the Word and of the flesh from Mary, from God and from a woman, the same passible and impassible, suffering in the flesh and taking upon Himself our suffering, but by the Godhead dissolving suffering, and by a saving death destroying our death, and having brought life and incorruption to light, bestowing on the faithful the enjoyment of good things to come, and the inheritance of the heavenly and divine kingdom with glory.
(Maii Coll. t. VII, p. 165.)
(Mai's Collection, vol. 7, p. 165.)
ΙΟΥΛΙΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΡΩΜΗΣ
Of Julius, Archbishop of Rome
Πρὸς τοὺς κατὰ τῆς θείας τοῦ λόγου σαρκώσεως ἀγωνιζομένους προφάσει τοῦ ὁμοουσίου.
Against those who contend against the divine incarnation of the Word on the pretext of the homoousion.
Μηδεὶς κατευτελιζέτω τὴν δεσποτικὴν καὶ σωτήριον σάρκα τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ προφάσει τοῦ ὁμοουσίου· οὔτε γὰρ ἡμεῖς, οὔτε ἡ ἡμετέρα σύνοδος, οὔτε τίς τῶν ἀνθρώπινον λογισμὸν ἐχόντων, σῶμα καθ' ἑαυτὸ ὁμοούσιον λέγει ἢ φρονεῖ· ἀλλ' οὐδ' ἐξ οὐρανοῦ τὴν σάρκα τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ λέγομεν, ἀλλ' ἐκ τῆς ἁγίας παρθένου Μαρίας ὁμολογοῦμεν σεσαρκῶσθαι τὸν θεὸν λόγον· καὶ οὐ διαιροῦμεν αὐτὸν ἀπὸ τῆς αὐτοῦ σαρκὸς, ἀλλ' ἔστιν ἓν πρόσωπον, μία ὑπόστασις, ὅλος ἄνθρωπος, ὅλος θεός· εἰ οὖν καθ' ὁμοιότητα τοῦ ἀνθρώπου πιστεύομεν ἐληλυθέναι τὸν δεσπότην ἡμῶν Ἰησοῦν Χριστὸν, ἐξ αὐτῆς τῆς παρθενικῆς συλλήψεως καθ' ἣν καὶ θεοτόκος ἀποδέδεικται ἡ παρθένος, καὶ τοῦτό ἐστι τὸ μυστήριον τῆς σωτηρίας ἡμῶν τὸ σαρκωθῆναι τοῦ θεοῦ λόγον, ἀχώριστός ἐστι καὶ ἀμέριστος τῆς ἑαυτοῦ σαρκός· καὶ κατὰ τὴν πρὸς θεὸν λόγον ἕνωσιν τῆς κατὰ τὴν φύσιν ὁμοουσιότητος τοῦ λόγου τῆς πρὸς τὸν πατέρα ἐπικοινωνεῖ
Let no one disparage the lordly and saving flesh of our Lord Jesus Christ on the pretext of the homoousion; for neither we, nor our synod, nor anyone of those possessing human reason, says or thinks that a body in itself is consubstantial; nor do we say that the flesh of our Lord Jesus Christ is from heaven, but we confess that God the Word was made flesh from the holy Virgin Mary; and we do not divide Him from His own flesh, but He is one person, one hypostasis, wholly man, wholly God. If therefore we believe that our Master Jesus Christ came in the likeness of man, from the very virginal conception, by reason of which the Virgin too has been shown to be Theotokos, and this is the mystery of our salvation, that the Word of God was made flesh, He is inseparable and undivided from His own flesh; and according to the union with God the Word of the natural consubstantiality of the Word with the Father, there shares
Editors' notes and page, col. 876

Footnotes

(1) ‹anchor: not visible› · call in col 876

En hic dicitur una persona, non una natura.

See: here it says one person, not one nature.

(printed under page 442)

(2) ‹anchor: σαρκώσεως ἀγωνιζομένους› · call in col 876

Hunc titulum legebat etiam Ephraemius, teste Photio cod. 229, col. 813.

Ephraemius too read this title, as Photius attests, codex 229, col. 813.

(printed under page 442)

(3) ‹anchor: ἓν πρόσωπον› · call in col 876

Rursus recte una persona, sed tamen infra una natura. Indifferenter scilicet Julius loquitur.

Again, rightly, "one person"; but below, nevertheless, "one nature." Julius, that is, speaks without distinction.

(printed under page 442)

Page

  • running head: [cut off at left edge] TUS JULIUS PAPA I. 878
  • marginal letters: A ‹ΙΟΥΛΙΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΡΩΜΗΣ ΕΓΚΥΚΛΙΟΝ›; B ‹τῇ ἐξ οὐρανῶν καθόδῳ›; C ‹Πρὸς τοὺς κατὰ τῆς θείας›; D ‹ριον τῆς σωτηρίας ἡμῶν›
  • old-edition numerals: (none)
PL 8:877
τῷ ὀνόματι ἡ νοερῶς ψυχωθεῖσα σὰρξ αὐτοῦ, οὗ καὶ σάρξ ἐστιν· εἴ γε ἀληθῶς σάρκα ὁμολογοῦμεν γεγενῆσθαι τοῦ θεοῦ λόγον· εἰ δὲ μὴ ἐπικοινωνεῖ, πάντα ἀπηλλοτρίωται· οὔτε γὰρ σωτηρία ἐκ τῆς σαρκώσεως ἐπηκολούθει τοῖς πιστοῖς ἐκτὸς τῆς θείας τριάδος ὑπαρχούσης· οὐδὲν γὰρ προσκυνητὸν οὐδὲ σωτήριον ἐκτὸς τῆς θείας τριάδος· ἀλλὰ περιττή τις καὶ ἄκαιρος αὐτοῖς ἀποδειχθήσεται ἡ σάρκωσις, ψεῦδος δὲ εὑρεθήσεται κατ' αὐτοὺς καὶ τὰ τῶν θείων γραφῶν, οἷον τὸ, « Ὁ λόγος σὰρξ ἐγένετο » καὶ τὸ, « Ἐτέχθη ἡμῖν σήμερον Ἰησοῦς Χριστὸς ἐν πόλει Δαβίδ. » Ψεῦδος δὲ καὶ τὸ, Θεὸς ἰσχυρὸς, καὶ τὸ Παιδίον καὶ πάντα τὰ τούτοις ὅμοια· ἀλλ' οὐδὲ θεοτόκος ἡ παρθένος ἔτι πιστευθήσεται, ὅπερ ἀθέμιτον, καὶ ἀσεβὲς τὸ τοιοῦτον, καὶ ἀλλότριον πάσης θεοσεβοῦς ψυχῆς· ἀνατραπήσεται γὰρ αὐτοῖς πᾶσα ἐλπὶς χριστιανῶν, καὶ αὐτὸς ὁ χριστιανισμὸς εἰς οὐδὲν λογισθήσεται· οὐδὲ γὰρ τὸ μέγα καὶ τίμιον δῶρον τὸ χριστιανῶν τὸ εἰς τὸν θάνατον τοῦ Χριστοῦ τελούμενον λουτρὸν, θεῖόν τι λογισθήσεται ἀλλὰ ἀνθρώπινον, εἴ γε οὐδὲ ἐναρίθμιός ἐστι τῇ θείᾳ τριάδι ἡ σάρκωσις τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.
in the name, His flesh, rationally ensouled, whose flesh it also is; if indeed we confess that the Word of God has truly become flesh. But if it does not share, all things have been estranged; for neither would salvation from the incarnation follow for the faithful if it exists outside the divine Trinity; for nothing is to be worshipped and nothing is saving outside the divine Trinity; but the incarnation will be shown to be for them something superfluous and untimely, and according to them the words of the divine Scriptures too will be found false, such as, "The Word became flesh", and, "There is born to us today Jesus Christ in the city of David." False also will be "Mighty God", and "Child", and all things like these; nor will the Virgin any longer be believed to be Theotokos, which is unlawful, and such a thing is impious and alien to every God-fearing soul; for every hope of Christians will be overturned for them, and Christianity itself will be reckoned as nothing; for neither will the great and precious gift of Christians, the washing performed into the death of Christ, be reckoned something divine, but rather human, if indeed the incarnation of our Lord Jesus Christ is not numbered with the divine Trinity.
Ἡμῖν δὲ ὁμολογητέον υἱὸν θεοῦ καὶ ἀληθινὸν τὸν πρὸ αἰῶνος, τὸν ὁμοούσιον τῷ πατρὶ Χριστὸν Ἰησοῦν τὸν κύριον ἡμῶν, ὃν ἡ παρθένος ἐγέννησε σωτῆρα καὶ λυτρωτήν· καὶ τούτῳ τὴν προσκύνησιν ὀφειλόντως προσφέρομεν· καὶ οὐκ ἀφορίζεται τῆς προσκυνήσεως ἡ σὰρξ αὐτοῦ· ἀδύνατον γὰρ μὴ διοριζομένης τῆς θείας ζωῆς, διορίζεσθαι τὰ τῆς προσκυνήσεως· οὗ γάρ τις τὴν σάρκα οὐ προσκυνεῖ. τοῦτον οὐ προσκυνεῖ· οὐκοῦν ἐν τῇ ἑνώσει τοῦ λόγου πρὸς τὴν ἔμψυχον καὶ λογικὴν αὐτοῦ σόρκα, ὡς ἑνὶ υἱῷ μία καὶ προσκύνησις προσφέρεται παρ' ἡμῶν, ὡς ὁ εὐαγγελιστὴς μίαν ζωὴν τοῦ λόγου καὶ τῆς σαρκὸς εὐαγγελιζόμενος, « Ὁ λόγος, φησὶ, σὰρξ ἐγένετο. » Οὐκοῦν εἰ σὰρξ ὁ λόγος γέγονεν, τὸν λόγον προσκυνῶν τις, τὴν σύρκα προσκυνεῖ· καὶ τὴν σάρκα προσκυνῶν τις, τὴν θεότητα προσκυνεῖ· καὶ οἱ προσκυνοῦντες τὸν Χριστὸν Ἰησοῦν ἀπόστολοι τῷ σώματι προσκυνοῦντες, τὸν θεὸν λόγον προσεκύνουν· καὶ ἄγγελοι δὲ αὐτῷ διηκόνουν ὡς ἂν ἰδίῳ δεσπότη τῷ σώματι προσιόντες· καὶ ἡ παρθένος ἀπ' ἀρχῆς σάρκα τεκοῦσα, τὸν λόγον ἔτικτεν, καὶ ἦν θεοτόκος· καὶ ἰουδαῖοι τὸ σῶμα σταυρώσαντες, τὸν θεὸν ἐσταύρωσαν· καὶ οὐδεμία διαίρεσις τοῦ λόγου καὶ τῆς σαρκὸς αὐτοῦ ἐν ταῖς θείαις προφέρεται γραφαῖς, ἀλλ' ἔστι μία φύσις, μία ὑπόστασις, μία ἐνέργεια, ἓν πρόσωπον, ὅλος θεὸς, ὅλος ἄνθρωπος ὁ αὐτός· οὐσία γὰρ αὐτοῦ κατὰ μὲν τὸ ἀόρατον ἡ θεότης, κατὰ δὲ τὸ ὁρατὸν ἡ σάρξ· οὔτε οὖν ἠλλοτρίωται, οὔτε μεμέρισται τῆς θείας τριάδος ἡ σάρκωσις τοῦ κυρίου ἡμῶν Ἰησου Χριστοῦ· καὶ γὰρ ἐν τῇ τῆς τριάδος ἐξαριθμήσει ἔφη τὸ βάπτισμα τὸ εἰς ἄφεσιν ἁμαρτιῶν, καὶ σαρκὸς ἀνάστασιν διδόμενον, ὅπέρ ἐστι θεότητος ἔργον καὶ οὐ κτιστῆς φύσεως· ἓν γὰρ καὶ ταυτὸν τὸ σῶμα καὶ ὁ θεὸς, οὗ τὸ σῶμα· οὐ μεταβληθείσης τῆς σαρκὸς εἰς τὸ ἀσώματον, ἀλλ' ἐχούσης καὶ τὸ ἴδιον τὸ ἐξ ἡμῶν κατὰ τὴν ἐκ παρθένου γέννησιν, καὶ τὸ ὑπὲρ ἡμᾶς κατὰ τὴν τοῦ θεοῦ λόγου σύγκρασιν ἤτοι ἕνωσιν. (Indidem.)
But we must confess the Son of God, the true One Who is before the ages, consubstantial with the Father, Christ Jesus our Lord, Whom the Virgin bore as Saviour and Redeemer; and to Him we duly offer worship; and His flesh is not separated from the worship; for it is impossible, when the divine life is not divided, for what pertains to the worship to be divided; for he whose flesh one does not worship, him one does not worship. Therefore in the union of the Word with His ensouled and rational flesh, as to one Son one worship is also offered by us, as the evangelist, proclaiming one life of the Word and of the flesh, says, "The Word became flesh." Therefore, if the Word has become flesh, whoever worships the Word worships the flesh; and whoever worships the flesh worships the Godhead; and the apostles, worshipping Christ Jesus, in worshipping the body worshipped God the Word; and the angels too ministered to Him, approaching the body as their own Master; and the Virgin, bearing flesh from the beginning, was bearing the Word, and was Theotokos; and the Jews, crucifying the body, crucified God; and no division of the Word and His flesh is set forth in the divine Scriptures, but there is one nature, one hypostasis, one operation, one person, the same wholly God, wholly man; for His substance according to the invisible is the Godhead, and according to the visible is the flesh. Therefore the incarnation of our Lord Jesus Christ has neither been estranged from nor divided off from the divine Trinity; for indeed in the enumeration of the Trinity He spoke of the baptism that is given for the remission of sins and for the resurrection of the flesh, which is a work of the Godhead and not of a created nature; for the body and the God Whose body it is are one and the same; the flesh not having been changed into the incorporeal, but having both what is its own, which is from us, according to the birth from the Virgin, and what is above us, according to the blending, or union, of God the Word. (In the same place.)
Editors' notes and page, col. 877

Footnotes

(1) ‹anchor: λογικὴν αὐτοῦ› · call in col 877

Ergo auctor hujus scripti agnoscebat in Christo animam rationalem, secus ac superius dicitur, col. 879.

So the author of this writing acknowledged a rational soul in Christ, contrary to what is said above, col. 879.

(printed under page 443)

Page

  • running head: 877 MONITUM IN EPISTOLAM AD[...] (cut off at the image edge)
  • marginal letters: A νωνεῖ τῷ ὀνόματι; B αὐτὸς ὁ χριστιανισμὸς; C παρ' ἡμῶν, ὡς ὁ εὐαγγελιστὴς; D κατὰ δὲ τὸ ὁρατὸν ἡ σάρξ
  • old-edition numerals: (none)
  • other: misprints kept as printed: σόρκα (for σάρκα, at λογικὴν αὐτοῦ), σύρκα (for σάρκα, at τὸν λόγον προσκυνῶν τις), Ἰησου without circumflex (at τοῦ κυρίου ἡμῶν, section D); footnote call (1) after λογικὴν αὐτοῦ not set in the text; QA Q1: reading τοῦ Θεοῦ λόγον (first sentence) unsure at image resolution, λόγου possible