τῷ ὀνόματι ἡ νοερῶς ψυχωθεῖσα σὰρξ αὐτοῦ, οὗ καὶ σάρξ ἐστιν· εἴ γε ἀληθῶς σάρκα ὁμολογοῦμεν γεγενῆσθαι τοῦ θεοῦ λόγον· εἰ δὲ μὴ ἐπικοινωνεῖ, πάντα ἀπηλλοτρίωται· οὔτε γὰρ σωτηρία ἐκ τῆς σαρκώσεως ἐπηκολούθει τοῖς πιστοῖς ἐκτὸς τῆς θείας τριάδος ὑπαρχούσης· οὐδὲν γὰρ προσκυνητὸν οὐδὲ σωτήριον ἐκτὸς τῆς θείας τριάδος· ἀλλὰ περιττή τις καὶ ἄκαιρος αὐτοῖς ἀποδειχθήσεται ἡ σάρκωσις, ψεῦδος δὲ εὑρεθήσεται κατ' αὐτοὺς καὶ τὰ τῶν θείων γραφῶν, οἷον τὸ, « Ὁ λόγος σὰρξ ἐγένετο » καὶ τὸ, « Ἐτέχθη ἡμῖν σήμερον Ἰησοῦς Χριστὸς ἐν πόλει Δαβίδ. » Ψεῦδος δὲ καὶ τὸ, Θεὸς ἰσχυρὸς, καὶ τὸ Παιδίον καὶ πάντα τὰ τούτοις ὅμοια· ἀλλ' οὐδὲ θεοτόκος ἡ παρθένος ἔτι πιστευθήσεται, ὅπερ ἀθέμιτον, καὶ ἀσεβὲς τὸ τοιοῦτον, καὶ ἀλλότριον πάσης θεοσεβοῦς ψυχῆς· ἀνατραπήσεται γὰρ αὐτοῖς πᾶσα ἐλπὶς χριστιανῶν, καὶ αὐτὸς ὁ χριστιανισμὸς εἰς οὐδὲν λογισθήσεται· οὐδὲ γὰρ τὸ μέγα καὶ τίμιον δῶρον τὸ χριστιανῶν τὸ εἰς τὸν θάνατον τοῦ Χριστοῦ τελούμενον λουτρὸν, θεῖόν τι λογισθήσεται ἀλλὰ ἀνθρώπινον, εἴ γε οὐδὲ ἐναρίθμιός ἐστι τῇ θείᾳ τριάδι ἡ σάρκωσις τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.
in the name, His flesh, rationally ensouled, whose flesh it also is; if indeed we confess that the Word of God has truly become flesh. But if it does not share, all things have been estranged; for neither would salvation from the incarnation follow for the faithful if it exists outside the divine Trinity; for nothing is to be worshipped and nothing is saving outside the divine Trinity; but the incarnation will be shown to be for them something superfluous and untimely, and according to them the words of the divine Scriptures too will be found false, such as, "The Word became flesh", and, "There is born to us today Jesus Christ in the city of David." False also will be "Mighty God", and "Child", and all things like these; nor will the Virgin any longer be believed to be Theotokos, which is unlawful, and such a thing is impious and alien to every God-fearing soul; for every hope of Christians will be overturned for them, and Christianity itself will be reckoned as nothing; for neither will the great and precious gift of Christians, the washing performed into the death of Christ, be reckoned something divine, but rather human, if indeed the incarnation of our Lord Jesus Christ is not numbered with the divine Trinity.
Ἡμῖν δὲ ὁμολογητέον υἱὸν θεοῦ καὶ ἀληθινὸν τὸν πρὸ αἰῶνος, τὸν ὁμοούσιον τῷ πατρὶ Χριστὸν Ἰησοῦν τὸν κύριον ἡμῶν, ὃν ἡ παρθένος ἐγέννησε σωτῆρα καὶ λυτρωτήν· καὶ τούτῳ τὴν προσκύνησιν ὀφειλόντως προσφέρομεν· καὶ οὐκ ἀφορίζεται τῆς προσκυνήσεως ἡ σὰρξ αὐτοῦ· ἀδύνατον γὰρ μὴ διοριζομένης τῆς θείας ζωῆς, διορίζεσθαι τὰ τῆς προσκυνήσεως· οὗ γάρ τις τὴν σάρκα οὐ προσκυνεῖ. τοῦτον οὐ προσκυνεῖ· οὐκοῦν ἐν τῇ ἑνώσει τοῦ λόγου πρὸς τὴν ἔμψυχον καὶ λογικὴν αὐτοῦ σόρκα, ὡς ἑνὶ υἱῷ μία καὶ προσκύνησις προσφέρεται παρ' ἡμῶν, ὡς ὁ εὐαγγελιστὴς μίαν ζωὴν τοῦ λόγου καὶ τῆς σαρκὸς εὐαγγελιζόμενος, « Ὁ λόγος, φησὶ, σὰρξ ἐγένετο. » Οὐκοῦν εἰ σὰρξ ὁ λόγος γέγονεν, τὸν λόγον προσκυνῶν τις, τὴν σύρκα προσκυνεῖ· καὶ τὴν σάρκα προσκυνῶν τις, τὴν θεότητα προσκυνεῖ· καὶ οἱ προσκυνοῦντες τὸν Χριστὸν Ἰησοῦν ἀπόστολοι τῷ σώματι προσκυνοῦντες, τὸν θεὸν λόγον προσεκύνουν· καὶ ἄγγελοι δὲ αὐτῷ διηκόνουν ὡς ἂν ἰδίῳ δεσπότη τῷ σώματι προσιόντες· καὶ ἡ παρθένος ἀπ' ἀρχῆς σάρκα τεκοῦσα, τὸν λόγον ἔτικτεν, καὶ ἦν θεοτόκος· καὶ ἰουδαῖοι τὸ σῶμα σταυρώσαντες, τὸν θεὸν ἐσταύρωσαν· καὶ οὐδεμία διαίρεσις τοῦ λόγου καὶ τῆς σαρκὸς αὐτοῦ ἐν ταῖς θείαις προφέρεται γραφαῖς, ἀλλ' ἔστι μία φύσις, μία ὑπόστασις, μία ἐνέργεια, ἓν πρόσωπον, ὅλος θεὸς, ὅλος ἄνθρωπος ὁ αὐτός· οὐσία γὰρ αὐτοῦ κατὰ μὲν τὸ ἀόρατον ἡ θεότης, κατὰ δὲ τὸ ὁρατὸν ἡ σάρξ· οὔτε οὖν ἠλλοτρίωται, οὔτε μεμέρισται τῆς θείας τριάδος ἡ σάρκωσις τοῦ κυρίου ἡμῶν Ἰησου Χριστοῦ· καὶ γὰρ ἐν τῇ τῆς τριάδος ἐξαριθμήσει ἔφη τὸ βάπτισμα τὸ εἰς ἄφεσιν ἁμαρτιῶν, καὶ σαρκὸς ἀνάστασιν διδόμενον, ὅπέρ ἐστι θεότητος ἔργον καὶ οὐ κτιστῆς φύσεως· ἓν γὰρ καὶ ταυτὸν τὸ σῶμα καὶ ὁ θεὸς, οὗ τὸ σῶμα· οὐ μεταβληθείσης τῆς σαρκὸς εἰς τὸ ἀσώματον, ἀλλ' ἐχούσης καὶ τὸ ἴδιον τὸ ἐξ ἡμῶν κατὰ τὴν ἐκ παρθένου γέννησιν, καὶ τὸ ὑπὲρ ἡμᾶς κατὰ τὴν τοῦ θεοῦ λόγου σύγκρασιν ἤτοι ἕνωσιν. (Indidem.)
But we must confess the Son of God, the true One Who is before the ages, consubstantial with the Father, Christ Jesus our Lord, Whom the Virgin bore as Saviour and Redeemer; and to Him we duly offer worship; and His flesh is not separated from the worship; for it is impossible, when the divine life is not divided, for what pertains to the worship to be divided; for he whose flesh one does not worship, him one does not worship. Therefore in the union of the Word with His ensouled and rational flesh, as to one Son one worship is also offered by us, as the evangelist, proclaiming one life of the Word and of the flesh, says, "The Word became flesh." Therefore, if the Word has become flesh, whoever worships the Word worships the flesh; and whoever worships the flesh worships the Godhead; and the apostles, worshipping Christ Jesus, in worshipping the body worshipped God the Word; and the angels too ministered to Him, approaching the body as their own Master; and the Virgin, bearing flesh from the beginning, was bearing the Word, and was Theotokos; and the Jews, crucifying the body, crucified God; and no division of the Word and His flesh is set forth in the divine Scriptures, but there is one nature, one hypostasis, one operation, one person, the same wholly God, wholly man; for His substance according to the invisible is the Godhead, and according to the visible is the flesh. Therefore the incarnation of our Lord Jesus Christ has neither been estranged from nor divided off from the divine Trinity; for indeed in the enumeration of the Trinity He spoke of the baptism that is given for the remission of sins and for the resurrection of the flesh, which is a work of the Godhead and not of a created nature; for the body and the God Whose body it is are one and the same; the flesh not having been changed into the incorporeal, but having both what is its own, which is from us, according to the birth from the Virgin, and what is above us, according to the blending, or union, of God the Word. (In the same place.)