ἄνοιαν. ἀλλ' ἐροῖς, ὡς ὄχλοι συμπράττουσί σοι, καὶ τὰς φροντίδας ἀπελαύνουσιν. ἄκουε δὴ μικρὸν ὑποσχὼν τὰ ὦτα, ὦ ἀνόσιε Ἄρειε, καὶ σύνες τὴν σεαυτοῦ ἄνοιαν. σὺ δὲ ὦ πάντων κηδεμὼν Θεὸς, εὐμενὴς εἴης τῷ λεγομένῳ, εἰ πίστεως ἔχοιτο. ἐγὼ γὰρ ὁ σὸς ἄνθρωπος ἵλεω ἔχων τὴν παροῦσαν προμήθειαν, καὶ ἐξ ἑλληνικῆς, καὶ ἐκ ῥωμαϊκῆς γραφῆς πάνυ ἀρχαιοτάτης σαφῶς ἀποδείξω τὴν Ἀρείου μανίαν, πρὸ τρισχιλίων που ἐτῶν ὑπὸ τῆς Ἐρυθρᾶς προῤῥηθεῖσάν τε καὶ προφημισθεῖσαν. ἔφη γὰρ ἐκείνη γε· Οὐαί σοι, Λιβύη ἐν παραλίοις κειμένη χώροις· ἥξει γάρ σοι καιρὸς, ἐν ᾧ μετὰ τῶν δήμων καὶ τῶν σαυτῆς θυγατέρων δεινὸν ἀγῶνα καὶ ὠμὸν καὶ παγχάλεπον ὑπελθεῖν ἀναγκασθήσῃ, ἀφ' οὗ κριτήριον μὲν εἰς ἅπαντας πίστεώς τε καὶ εὐσεβείας διαδοθήσεται· σὺ δὴ πρὸς ἔσχατον ἀποκλίνεις καταστροφῆς· ὑμεῖς γὰρ τῶν οὐρανίων ἀνθῶν τὸ δεκτήριον ἀνασπάσαι τετολμήκατε, καὶ δήγματι σπαράξαι· καὶ μὴν δὴ σιδηροῖς ἐχράνατε τοῖς ὀδοῦσι. τί δῆτα, ὦ πανοῦργε; ποῦ γῆς σαυτὸν εἶναι νῦν ὁμολογεῖς; ἐκεῖ δηλονότι· κατέχω γάρ σου τὰ γράμματα, ἃ τῷ τῆς μανίας καλάμῳ πρὸς μὲ διεχάραξας, ἐν οἷς φῂς πάντα τὸν Λιβύων δῆμον σύμψηφον εἶναί σοι πρὸς σωτηρίαν δήπου. εἰ δὴ οὐ φήσεις ταυτί οὕτως ἔχειν, μαρτύρομαι ἤδη τὸν Θεὸν, ἦ μὴν ἀρχαιώτατον τῆς Ἐρυθρᾶς πύκτιον, δι' ἑλληνικῆς συνετεταγμένον γλώττης, εἰς Ἀλεξάνδρειαν ἀποστέλλειν, ὡς ἂν θᾶττον ἀπόλοιο. εἶτα σὺ ἀναμάρτητος, ὦ δικρανοφόρε; εἶτα οὐ σαφῶς ἀπόλωλας ὦ, ἄθλιε, τοιούτῳ δεινῷ περιεστοιχισμένος; ἴσμεν, ἴσμεν σου τὸ ἐγχείρημα· ποία φροντὶς, ποῖόν σε θράττει δέος, οὐ λέληθεν ἡμᾶς, ὦ δύστηνε καὶ ταλαίπωρε. ὦ τῆς ἀμβλύτητος τῶν σῶν φρενῶν, ὃς οὐδὲ τὴν νόσον καὶ τὴν ἀμηχανίαν τῆς σεαυτοῦ ψυχῆς ἀναστέλλεις, ὦ ἀνόσιε· ὃς τὴν ἀλήθειαν ποικίλοις διορύττεις λόγοις· καὶ τοιοῦτος ὢν οὐκ αἰσχύνῃ ἡμᾶς ψέγων, καὶ νῦν μὲν ἐλέγχων ὥς γε οἴει· νῦν δ' αὖ πάλιν νουθετῶν, ὡς πίστει καὶ λόγοις ὑπερφέρων (ἴσ. καί) περὶ σοῦ δῆτα οἱ ἄθλιοι ἐπικουρίαν ἑαυτοῖς πορίζεσθαι γλίχονται· καὶ τοι οὐδὲ συγγίνεσθαι τῷ τοιούτῳ ἐχρῆν, οὐδὲ ὅλως αὐτὸν προσφθέγγεσθαι, πλὴν εἰ μή τις ἐν τοῖς ὑπούλοις τούτου ῥήμασι τὴν τοῦ ὀρθῶς βιοῦν ἐλπίδα τοῖς μέτροις ἀποκεῖσθαι οἴεται. ἀλλ' οὐκ ἔστι τοῦτο· πολλοῦ γε δεῖ. τὸ δὲ ἀληθὲς, ὦ τῆς ὑμετέρας ἀνοίας, ὅσοι τούτῳ συναναγίνεσθε! τίς ἄρα οἶστρος ὑμᾶς τῆς χαλεπῆς τούτου γλώττης καὶ τῆς ὄψεως ἀνάσχεσθαι κατηνάγκασεν; ἀλλ' ἐπ' αὐτὸν ἤδη σε βαδιοῦμαι τῷ λόγῳ, ὦ τὴν μὲν ψυχὴν ἄῤῥων σὺ, τὴν δὲ γλῶτταν στωμύλε, ἄπιστε δὲ τὰς φρένας, δὸς δή μοι τοῦ λόγου οὐκ ἀμφιλαφὲς πλέγω καὶ ἱππήλατον πεδίον, ἀλλ' οὖν κύκλῳ γε εὖ περίγραφον· μὴ σαθρὸν μόνον, ἀλλ' ἐῤῥωμένον τε καὶ στεῤῥὸν τῇ φύσει, ὦ ἀνόσιε δῆτα καὶ κάκιστε, καὶ χρυψίνου· ἐξάγομαι γὰρ ταῦτα λέγειν· μᾶλλον δὲ βρόχον ἤδη σοι περιάψας, καὶ συμποδίσας τῷ λόγῳ εἰς μέσους σε καταστήσω, ὡς ἂν πᾶς ὁ δῆμος τὴν σὴν καταμάθῃ φαυλότητα. ἐπ' αὐτὸ δὲ πορεύσομαι ἤδη τὸ πρᾶγμα. νενιμμέναι δήπουθέν εἰσιν αἱ χεῖρες προσίωμεν ταῖς εὐχαῖς ἐπικαλέσαι δὴ τὸν Θεόν. μᾶλλον δὲ μικρὸν ἐπισχὼν, εἰπέ μοι ὦ θερμότατε σὺ, τίνα Θεὸν ἐπικαλέσῃ πρὸς βοήθειαν; ἀλλὰ γὰρ ἠρεμεῖν οὐ δύναμαι. ὦ τῶν πάντων ἔχων τὸ κῦρος δέσποτα, ὦ τῆς μονήρους δυνάμεως, ὦ πάτερ, διὰ τουτονὶ τὸν ἀνόσιον ὀνείδη τε, καὶ λύπας, καὶ μέν τοι καὶ τραύματα, καὶ ὀδύνας ἡ σὴ ἔχει ἐκκλησία. Ἄρειός σοι τόπον ἤδη προσαρμόζει, καὶ μάλα γε εὐρύως, ἐφ' οὗ καθιζάνων οἶμαι σύνοδον ἑαυτῷ, ἢ παῖδα τὸν Χριστὸν τὸν σὸν, τὸν ἐκ σοῦ, τὸν τῆς ἡμετέρας ἐπικουρίας ἀρχηγέτην, θέσεως νόμῳ περιποιεῖται καὶ ἴσχει. ἐπάκουσον, ἀντιβολῶ σε,
folly. But you will say that crowds are working together with you and are driving away your cares. Listen, then, lending your ears a little, O impious Arius, and understand your own folly. And Thou, O God, guardian of all, be gracious to what is being said, if it holds to the faith. For I, Thy man, having Thy present providence propitious, will clearly demonstrate, both from Greek and from Roman writing that is very ancient indeed, the madness of Arius, foretold and proclaimed in advance some three thousand years ago by the Erythraean [Sibyl]. For she indeed said: Woe to you, Libya, lying in seaside regions; for a time will come to you in which, together with the peoples and your own daughters, you will be compelled to undergo a terrible, savage and most grievous struggle, from which a judgement of faith and piety will be distributed to all; but you indeed are sinking towards utter ruin. For you have dared to tear up the receptacle of the heavenly flowers and to rend it with a bite; and indeed you have defiled it with iron teeth. What then, O villain? Where on earth do you now confess yourself to be? There, evidently; for I hold your letters, which with the reed of madness you scratched out to me, in which you say that the whole people of the Libyans is of one vote with you, for salvation, no doubt. But if you will say that these things are not so, I now call God to witness that I will indeed send to Alexandria the most ancient tablet of the Erythraean, composed in the Greek tongue, so that you may perish the sooner. Are you then sinless, O bearer of the two-pronged fork? Are you then not plainly lost, O wretch, hemmed in by so terrible a thing? We know, we know your undertaking; what care, what fear troubles you has not escaped us, O unhappy and miserable man. O the dullness of your wits, you who do not even check the sickness and helplessness of your own soul, O impious one; who undermine the truth with varied words; and, being such, you are not ashamed to find fault with us, now refuting us, as you think, and now again admonishing us, as excelling in faith and words (perh. also); about you, then, the wretches are eager to procure help for themselves; and yet one ought not even to associate with such a man, nor address him at all, unless someone thinks that in his festering words the hope of living rightly is laid up in his metres. But this is not so; far from it. But the truth is, O the folly of you, all who associate with this man! What gadfly, then, has compelled you to endure his harsh tongue and his look? But now I will go after you yourself in my discourse, O you who are foolish in soul, glib in tongue, faithless in mind; grant me, then, of discourse not, I say, a broad and horse-ridden plain, but at any rate one well bounded round in a circle; not merely unsound, but both strong and firm by nature, O impious indeed and most wicked and secret-minded man; for I am carried away into saying these things; rather, having now fastened a noose about you and fettered you with my discourse, I will set you in the midst, so that the whole people may learn your baseness. But I will now proceed to the matter itself. The hands are surely washed; let us approach the prayers, to call upon God. But rather, pausing a little, tell me, O most hot-headed you, which God will you call upon for help? But indeed I cannot keep quiet. O Lord Who holdest the sovereignty of all things, O Thou of the single power, O Father, because of this impious man Thy Church has reproaches and griefs, and indeed wounds and pains as well. Arius is now fitting out a place for Thee, and a very spacious one, sitting upon which, I suppose, he acquires for himself a companion, or the Child, Thy Christ, Who is from Thee, the author of our help, by law of adoption, and holds Him. Hear, I beseech Thee,