Πάνυ μοι καταθύμια γέγονε τὰ παρὰ τῆς σῆς φρονήσεως γράμματα· ἔγνων γὰρ ἐξ αὐτῶν ἃ μάλιστα γνῶναι ἐπόθουν, πᾶσαν μὲν μικροψυχίαν ἀποτεθεῖσθαί σε, τῇ δὲ ἐκκλησίᾳ, ὡς προσῆκον ἦν, κεκοινωνηκέναι, καὶ Ἀθανασίῳ τῷ αἰδεσιμωτάτῳ ἐπισκόπῳ ἐς τὰ μάλιστα εἰς ὁμόνοιαν ἐλθεῖν. εὖ ἴσθι τοίνυν ὡς ἕνεκά γε τούτων, πάνυ σε ἐπαινέσας ἔχω, ὅτι πᾶσαν ἀφεὶς ἀψιμαχίαν, ὃ τῷ Θεῷ φίλον ἦν πεποίηκας, τῆς πρὸς τὴν ἐκκλησίαν ἑνώσεως ἀντιλαμβανόμενος. ἵνα τοίνυν καὶ ὧν ἐπιθυμεῖς τετυχηκέναι δοκοίης, ἐπιτρέψαι σοι δεῖν ᾠήθην, ὀχήματος ἐπιβῆναι δημοσίου, καὶ εἰς τὸ στρατόπεδον τῆς ἐμῆς ἡμερότητος σπουδάσαι. σὸν λοιπὸν ἔστω μηδὲν μελλῆσαι, ἀλλὰ τῆς ἐπιστολῆς σοι ταύτης ὀχήματος δημοσίου ἐξουσίαν χορηγούσης, εὐθέως πρὸς ἡμᾶς ἀφικέσθαι, ἵνα καὶ τὴν ἐπιθυμίαν ἐμπλήσῃς τὴν σαυτοῦ, καὶ θεασάμενος ἡμᾶς, τῆς προσηκούσης ἀπολαύσῃς εὐφροσύνης. ὁ θεός σε διαφυλάξοι, ἀδελφὲ ἀγαπητέ.
Very much to my mind has been the letter from your prudence; for I learned from it what I most longed to know, that you have laid aside all pettiness of spirit, and have entered into communion with the Church, as was fitting, and have come into the fullest concord with Athanasius, the most reverend bishop. Know well, then, that on account of these things I hold you in great praise, because, having given up all skirmishing, you have done what was pleasing to God, laying hold of union with the Church. So then, that you may be seen to have obtained also the things you desire, I thought it right to permit you to mount a public conveyance and to hasten to the camp of my Clemency. Let it be your part henceforth to make no delay, but, since this letter furnishes you with the right to a public conveyance, to come to us at once, so that you may both fulfil your own desire and, having seen us, enjoy the gladness that befits it. May God preserve you, beloved brother.
Οὕτω μὲν οὖν τέλος ἔσχεν ἡ συσκευή, καὶ οἱ Μελετιανοὶ καταισχυνθέντες ἀπεστράφησαν· οἱ δὲ περὶ Εὐσέβιον οὐδ' οὕτως ἠρέμησαν· ἔμελε γὰρ αὐτοῖς οὐ τῶν Μελετιανῶν, ἀλλὰ τῶν περὶ Ἄρειον, καὶ ἐφοβοῦντο μὴ παυσαμένων ἐκείνων, μηκέτι τοὺς ὑποκρινομένους εὕρωσι, δι' ὧν τοῦτο εἰσαγαγεῖν δύνωνται. παροξύνουσι τοίνυν πάλιν τοὺς Μελετιανούς, καὶ πείθουσι τὸν βασιλέα σύνοδον αὖθις ἐν Τύρῳ κελεῦσαι γενέσθαι, καὶ Κόμης Διονύσιος ἀποστέλλεται, καὶ στρατιῶται δορυφόροι δίδονται τοῖς περὶ Εὐσέβιον. καὶ ὁ μὲν Μακάριος δέσμιος διὰ στρατιωτῶν πέμπεται εἰς Τύρον, ἐμοὶ δὲ γράφει καὶ ἀνάγκην ἐπιτίθησιν, ὥστε καὶ ἄκοντας ἡμᾶς ἀποστέλλεσθαι. τὴν μὲν οὖν πᾶσαν συσκευὴν γνῶναι δυνατόν, ἐξ ὧν ἔγραψαν οἱ ἐπίσκοποι τῆς Αἰγύπτου. πῶς δὲ παρ' αὐτῶν ἐξ ἀρχῆς συνετέθη, ἀναγκαῖον ἂν εἴη λέγειν· καὶ γὰρ ἐντεῦθεν θεωρεῖν τὴν κακοήθειαν καὶ τὴν πανουργίαν τὴν καθ' ἡμῶν γενομένην ἔξεστιν. ἐπίσκοποί εἰσιν ἐν Αἰγύπτῳ, καὶ Λιβύῃ, καὶ Πενταπόλει, ἐγγὺς ἑκατόν· οὐδεὶς τούτων ἡμᾶς ᾐτιᾶτο, οὐ πρεσβύτερος ἐμέμφετο, οὐ τῶν λαῶν τις κατελάλει, ἀλλ' οἱ Μελετιανοὶ οἱ ἀπὸ Πέτρου ἐκβληθέντες, καὶ οἱ Ἀρειανοὶ ἦσαν οἱ τὴν ἐπιβουλὴν μερισάμενοι, καὶ οἱ μὲν τὸ κατηγορεῖν, οἱ δὲ τὸ δικάζειν ἑαυτοῖς ἐξεδίκουν· ἡμεῖς μὲν οὖν παρῃτούμεθα τοὺς περὶ Εὐσέβιον ὡς ἐχθροὺς διὰ τὴν αἵρεσιν ὄντας. ἔπειτα τὸν λεγόμενον κατήγορον μὴ εἶναι πρεσβύτερον ὅλως ἐδείκνυμεν οὕτως. ὅτι Μελέτιος ὑπεδέχθη, ὡς μήποτ' ὤφελεν, γινώσκων αὐτοῦ τὴν πανουργίαν ὁ μακαρίτης Ἀλέξανδρος, ἀπῄτησεν αὐτὸν βρέβιον ὧν ἔλεγεν ἔχειν ἐπισκόπων ἐν Αἰγύπτῳ, καὶ τῶν ἐν αὐτῇ τῇ Ἀλεξανδρείᾳ πρεσβυτέρων καὶ διακόνων, καὶ εἰ ἔχει τινὰς ἐν τῇ χώρᾳ αὐτῆς. ταῦτο δὲ πεποίηκεν ὁ πάπας Ἀλέξανδρος, ἵνα μὴ Μελέτιος λαβὼν τὴν τῆς ἐκκλησίας παῤῥησίαν, πωλήσῃ
Thus, then, the plot came to an end, and the Meletians, put to shame, turned away; but those around Eusebius did not even so keep quiet; for their concern was not for the Meletians but for those around Arius, and they feared that, if those [Meletians] ceased, they would no longer find people to play the part through whom they could bring this in. They therefore stir up the Meletians again, and persuade the emperor to order a synod to be held once more at Tyre; and Count Dionysius is sent, and soldiers as a bodyguard are given to those around Eusebius. And Macarius is sent in chains to Tyre by soldiers, while to me he writes and lays compulsion upon me, so that we were sent off even against our will. Now the whole plot can be known from what the bishops of Egypt wrote. But how it was put together by them from the beginning it would be necessary to tell; for from this one may see the malice and the villainy practised against us. There are bishops in Egypt, Libya and the Pentapolis, nearly a hundred; none of these accused us, no presbyter found fault, none of the people spoke against us, but it was the Meletians, who had been expelled by Peter, and the Arians who shared out the plot between them, and the one party claimed for themselves the role of accusing, the other that of judging. We, then, objected to those around Eusebius as being enemies on account of the heresy. Next, we showed that the so-called accuser was not a presbyter at all, in this way: when Meletius was received, as would that he never had been, the blessed Alexander, knowing his villainy, demanded of him a list of the bishops he said he had in Egypt, and of the presbyters and deacons in Alexandria itself, and whether he had any in its country district. This Pope Alexander did so that Meletius, having obtained the freedom of the Church, should not sell