Ἀγαπητοὶ ἀδελφοὶ, προσαγορεύω ὑμᾶς, ἐπικαλούμενος τὸ Θεὸν τὸν τῆς ἐμῆς βουλήσεως μέγιστον μάρτυρα, καὶ τὸν τοῦ ἡμετέρου νόμου μονογενῆ δημιουργὸν, ὃς καὶ τῆς ζωῆς προκαθέζεται τῶν ἁπάντων καὶ τὰς διχονοίας μισεῖ. πλὴν τί ἂν εἴποιμι ὅτι καλῶς ὑγιαίνομεν, ἀλλ' ἐξῆν καλλίονος ἀπολαῦσαι τῆς εὐρωστίας, εἰ ὑμᾶς αὐτοὺς ἀμοιβαδεὶς ἠγαπᾶτε, ἀποσεισάμενοι τὰ μίση, δι' ὧν ταῖς τῶν ἐρεσχηλούντων τρικυμίαις, τὸν λιμένα τῆς ἀγάπης ἐγκατελίπομεν. φεῦ τῆς ἀτοπίας ταύτης ὅσα καθ' ἑκάστην ἡμέραν συμπτώματος τοῦ συγκεχυμένου φθόνου κινεῖται. οὕτω πρὸς τὸν λαὸν τοῦ Θεοῦ μετῳκίσθησαν αἱ δυσφημίαι. ποῦ τοίνυν τῆς δικαιοσύνης ἡ πίστις ἀνακεχώρηκεν; ὅπου γε εἰς τοσοῦτον τῇ τοῦ σκότους ἀχλύϊ περιβεβλήμεθα, οὐ μόνον διὰ τὴν πολύπλοκον πλάνην, ἀλλὰ καὶ διὰ τὰ τῶν ἀχαρίστων ἐλαττώματα, τῶν μὲν τὴν ἄνοιαν βραβευόντων ἀνεχόμεθα, τῶν δὲ τὴν ἐπιείκειαν καὶ τὴν ἀλήθειαν διακρουομένων αἰσθανόμενοι παρεθυμούμεθα. τί τὸ δεινὸν τοῦτο τῆς ἡμετέρας κακίας; τοὺς ἐχθροὺς οὐκ ἐλέγχομεν, ἀλλ' ἑπόμεθα τῷ ληστηρίῳ, δι' οὗ οὐδέν τινα ἑαυτῇ, ἵν' οὕτως εἴπω, ἡ τῆς ἀπωλείας ἀπάτη μηδενὸς ἀντικειμένου ῥᾳδίως εἰργάσατο. ἆρα οὐδεμία ἐστὶν αἴσθησις, οὐδὲ κατὰ χάριν τῆς κοινῆς ἁπάντων φύσεως, εἴ γε τῶν τοῦ νόμου προσταγμάτων ἠμελήσαμεν; ἀλλ' ἐρεῖ τις, Κατὰ φύσιν ἡ ἀγάπη ἐξευρίσκεται, τί οὖν ὅτι ἡμεῖς καὶ τὸν τοῦ Θεοῦ νόμον πρὸς τῇ εὐφυΐᾳ σχόντες, ἀνεχόμεθα τῆς ὀχλήσεως καὶ τοῦ θορύβου τῶν ἐχθρῶν πυρσοῖς τισιν ὡς ἔοικεν ἐξαπτομένων, καὶ οὐχ ὁρῶμεν ὀφθαλμοὺς ἔχοντες, οὐδὲ αἰσθανόμεθα, καίτοι ταῖς τοῦ νόμου αἰσθήσεσιν ὄντες πεφραγμένοι· ὁπόση ἄρα πτόησις τὴν ἡμετέραν ζωὴν κατείληφεν, ὅπου γε ἡμῶν ἑαυτῶν οὕτως ἀμελοῦμεν, καὶ ταῦτα ὑπομιμνήσκοντες τοῦ Θεοῦ; εἶτα, οὐκ ἔστιν ἀφόρητον τὸ κακόν; οὐ πολεμίους ἡγεῖσθαι προσήκει τούτους; οὐ τὸν οἶκον καὶ τὸν λαὸν τοῦ Θεοῦ, ἐμπαροινοῦσιν ἡμῖν καὶ ἐγκαλοῦσί γε οἱ πανώλεις ἐκεῖνοι καὶ ἐπιπλήσσουσιν ἐκ τῶν ἐναντίων ἡμῖν; μεθ' ὅσης δὲ ἀπονοίας τοῦτο πράττουσιν, ὑμᾶς αὐτοὺς ἐννοεῖν ἀξιῶ. οἱ γὰρ μωροὶ ἐπὶ τῆς γλώττης κειμένην ἔχουσι τὴν κακίαν. οὗτοι γοῦν μολιβδίνας τινὰς ὀργὰς περιφέρονται, ὡς ἑαυτοὺς μὲν κατ' ἀντίδοσιν πλήττειν, ἡμᾶς δὲ πρὸς κέρδος τῆς οἰκείας κολάσεως ἀπάγειν, καὶ ὁ μὲν καλῶς διδάξας, πολέμιος κρίνεται, ὁ δὲ τὴν φθόνου κακίαν προβεβλημένος ἐκείνης τὴν τοῦ λαοῦ ἡμερότητα, οὐδὲ ὄνειρος καταλαμβάνει, πορθεῖ, καταναλίσκει, καὶ ἑαυτὸν κακοθελεῖ, ἐγκωμίῳ κοσμεῖ καὶ συντίθησι, τὴν δὲ ἀλήθειαν ἀνατρέπει καὶ τὴν πίστιν ἀπατᾷ μέχρις οὗ τῷ οἰκείῳ συνειδότι, φωλεὸν καὶ κρυπτηρίαν ἐπιζητήσας εὕρῃ. αὕτη γοῦν αὐτοὺς ἡ σκαιότης ἀθλίους ποιεῖ, ὅταν προπετῶς ἑαυτοὺς ἀναξίους ὄντας ἀποδέχωνται, λέγοντες, φεῦ τῶν κακῶν, Ἐκεῖνος πρεσβύτερός ἐστι, καὶ ἐκεῖνος παῖς; ἐμοῦ ἅπτεται ἡ τιμὴ, ἐμοὶ ὀφείλεται. ἐκείνου περιαιρεθῇ, ἐπεὶ αὐτὸς ⟨ἐ⟩μαυτῷ ἀφαρπάσας ἅπαντας, ἐπ' ἐξουσίας ἀπολέσαι πειράσομαι. Λαμπρά τις ἡ τῆς μανίας ἐκβόησις, τάγματα καὶ συλλόγους, ἢ ἵν' οὕτως εἴπω ἀρχιερεσίαν τῶν ἀτόπων τούτων
Beloved brothers, I greet you, calling upon God, the greatest witness of my will, and the only-begotten Creator of our law, Who presides over the life of all and hates dissensions. But what should I say? That we are in good health? Yet we might have enjoyed a better vigour if you loved one another in turn, shaking off the hatreds through which, in the billows of those who wrangle, we have abandoned the harbour of love. Alas for this absurdity, how much is stirred up every day by the occurrence of confused envy! Thus the slanders have migrated to the people of God. Where then has the faith of justice withdrawn to? Since we are so far wrapped in the mist of darkness, not only through manifold error but also through the failings of the ungrateful, that we put up with those who preside over folly, and, perceiving those who beat back gentleness and truth, we lose heart. What is this dreadful thing in our wickedness? We do not refute the enemies, but follow the robber band, through which, if I may so put it, the deceit of perdition, with no one opposing, has easily wrought no one for itself. Is there then no perception, not even for the sake of the common nature of all, if indeed we have neglected the precepts of the law? But someone will say, Love is found by nature. Why then is it that we, having the law of God as well, in addition to our good nature, put up with the annoyance and the uproar of the enemies, who are kindled, as it seems, by certain torches, and do not see though we have eyes, nor perceive, although we are fenced about by the perceptions of the law? How great a terror, then, has seized our life, since we so neglect ourselves, and that while making mention of God? Then, is not the evil unbearable? Is it not fitting to regard these men as enemies? Do not those utterly ruined men behave drunkenly towards the house and the people of God and towards us, and indeed accuse us and rebuke us from the opposite side? With what madness they do this I ask you yourselves to consider. For fools have their wickedness lying upon the tongue. These men at any rate carry about certain leaden passions, so as to strike themselves in requital, but to lead us away to the gain of their own punishment; and he who has taught well is judged an enemy, while he who has put forward the wickedness of envy does not grasp even in a dream that gentleness of the people, ravages, consumes, and wills evil to himself, adorns himself with praise and composes, but overturns the truth and deceives the faith, until, having sought a lair and hiding-place for his own conscience, he finds one. This perversity at any rate makes them wretched, when they rashly accept themselves, unworthy as they are, saying, alas for the evils, Is that man a presbyter, and that man a boy? The honour touches me, it is owed to me. Let it be taken away from him, since I myself, having snatched all to myself, will try to destroy them by my authority. A splendid thing is this outcry of madness, ranks and assemblies, or, if I may so put it, the high-priesthood of these absurd men