Τοῖς παρὰ τῆς σῆς συνέσεως ἐντυχὼν γράμμασι, ταύτης γνώμης ἐγὼ ἐγενόμην ὡς ἀντιγράφων τῇ σῇ στεῤῥότητι, προτρέψασθαί σε, ὅπως πρὸς εὐταξίαν καὶ οἶκτον τὸν τοῦ Θεοῦ λαὸν ἄγειν σπουδάσῃς. ταῦτα γὰρ μάλιστα προηγούμενα ἐν τῇ ἐμαυτοῦ ψυχῇ κατέχω, ὡς ἀλήθειαν τὸ ἀσκεῖν, καὶ ἐν τῇ διανοίᾳ δικαιοσύνην ἀεὶ φυλάττειν, καὶ τούτοις μάλιστα χαίρειν, τοῖς ὀρθὴν ὁδὸν τοῦ βίου πορευομένοις· περὶ δὲ ἐκείνων τῶν πάσης ἀρᾶς ἀξίων, τῶν Μελιτιανῶν δηλαδὴ τῶν σκαιοτάτων καὶ ἀθεμίτων, οἵ τινες τῇ ἐμπληξίᾳ λοιπὸν ἀπονεναρκήκασι, καὶ μόνον φθόνῳ καὶ ζάλῃ καὶ θορύβοις τὰ ἄτοπα κινοῦσι, τὴν ἀθέμιτον αὐτῶν διάνοιαν ἐπιδεικνύντες, ταῦτα φθέγγομαι. ὁρᾷς γὰρ ὅπως οἱ ἄνδρες οὓς ἐκεῖνοι ξίφει ἀνηρῆσθαι ἔφασκον, ἐν μέσοις νῦν εἰσὶ καὶ τῆς ζωῆς ἀπολαύουσι. πρὸς δὲ ταῦτα τί ἂν γένοιτο πρόκριμα χεῖρον, οὕτω φανερῶς καὶ σαφῶς ἐπιφερόμενον τῇ ἐκείνων δίκῃ, ἢ τὸ τούτους οὓς ἀνηρῆσθαι ἔλεγον, ζῆν τε καὶ τοῦ βίου ἀπολαύειν, οἵ τινες δηλονότι καὶ ὑπὲρ ἑαυτῶν φθέγξασθαι δυνήσονται; προσέκειτο δὲ τοῖς παρὰ τῶν Μελιτιανῶν ἐκείνων καὶ τοῦτο. διεβεβαιοῦντο γὰρ ἀθεμίτως, ὁρμῇ ἐπεισελθόντα σε καὶ ἁρπάσαντα ποτήριον ἐν τῷ ἁγιωτάτῳ ἀποκείμενον τόπῳ, κεκλακέναι· οὗ πράγματος ἀληθῶς οὐδὲν μεῖζον ἦν ἔγκλημα οὔτε τηλικοῦτον ἀτόπημα, εἰ τοῦτο οὕτως πεπρᾶχθαι καὶ ἡμαρτῆσθαι συνέβαινεν. Ἀλλὰ γὰρ τίς ἡ κατηγορία αὕτη; τίς δὲ ἡ μετάβασις καὶ ποικιλία τοῦ πράγματος; ὡς νῦν εἰς ἕτερον πρόσωπον τὴν κατηγορίαν τοῦ ἐγκλήματος τούτου μετάγειν, ὅπερ δηλονότι πρᾶγμα, αὐτοῦ τοῦ φωτός ἐστιν ὡς εἰπεῖν τηλαυγέστερον, ὅτι τῇ σῇ συνέσει ἐπιβουλεῦσαι ἐσπούδαζον; μετὰ δὲ ταῦτα, τίς ἂν ἐκείνοις τοῖς ἀνθρώποις τοσαῦτα εἰς βλάβην ἀναπλασαμένοις, ἀκολουθῆσαι θελήσειεν; ὅταν μάλιστα αὐτοὶ ἑαυτοὺς εἰς ὄλεθρον ἄγωσι, καὶ συνορῶσιν ὅτι πεπλασμένων καὶ ψευδῶν πραγμάτων εἰσὶ κατήγοροι, ὡς ἔφην τοίνυν, τίς ἂν ἐκείνοις ἐξακολουθήσειε, καὶ εἰς τὴν ὁδὸν τῆς ἀπωλείας, τρίβης ἀπέλθοι; εἰς ἐκείνην δηλαδὴ εἰς ἣν ἐκεῖνοι μόνοι τὴν ἐλπίδα τῆς σωτηρίας καὶ τῆς ἐπικουρίας ἔχειν οἴονται. εἰ γὰρ βούλοιντο ἐπὶ καθαρὰν ἐλθεῖν συνείδησιν, καὶ ὑπομνησθῆναι τῆς ἀρίστης γνώμης. καὶ ἐπὶ τὴν ὑγιαίνουσαν ἐλθεῖν διάνοιαν, ῥᾳδίως γνώσονται, οὐδεμίαν αὐτοῖς ὑπάρχειν ἐπικουρίαν παρὰ τῆς προνοίας, ἐπειδήπερ τοιούτων εἰσὶ ζηλωταὶ καὶ ἐπὶ τῷ οἰκείῳ ὀλέθρῳ πειράζονται. ταύτην δὴ οὖν οὐ τραχύτητά τινα, ἀλλὰ ἀλήθειαν δικαίως ἂν εἴποιμι τὸ τελευταῖον δὲ καὶ τοῦτο προστίθημι, ὅπερ βουλόμεθα δημοσίᾳ παρὰ τῆς σῆς συνέσεως πολλάκις ἀναγνωσθῆναι ταῦτα· ὡς ἂν ἐντεῦθεν εἰς τὴν ἁπάντων γνῶσιν ἔλθοι, καὶ μάλιστα εἰς τὴν ἐκείνων ἀφικέσθαι δυνηθείη, οἵ τινες οὕτω πράττουσιν, οὕτως ἀναστρέφουσιν, ὡς ταῦτα ἅπερ παρ' ἡμῶν εὐθείας λέγεται λόγῳ, τῇ τῆς ἀληθείας εἰρῆσθαι πράξει. ἐπειδὴ τοίνυν ἐν τούτῳ τῷ πράγματι τηλικοῦτόν ἐστιν ἀτόπημα γινωσκέτωσαν οὕτω με κεκρικέναι, καὶ ταύτης εἶναι τῆς προαιρέσεως, εἴ τι τοιοῦτον κινοῖεν,
Having read the letter from your Prudence, I came to this resolve, that in writing back to your Steadfastness I should urge you to be zealous to lead the people of God towards good order and compassion. For these things above all I hold foremost in my own soul: to practise truth, and always to guard justice in the mind, and to rejoice most of all in those who walk the straight road of life. But concerning those men worthy of every curse, that is, the most perverse and lawless Melitians, who in their frenzy have at last grown numb, and who stir up outrageous things only by envy and turmoil and tumults, displaying their lawless mind, I say this. For you see how the men whom they claimed had been slain by the sword are now in our midst and enjoy life. And as regards this, what prejudgement could be worse, so plainly and clearly bearing upon their case, than that these men whom they said had been slain are living and enjoying life, men who will evidently be able to speak even on their own behalf? This too was added to the charges from those Melitians. For they lawlessly asserted that you, having burst in with violence and seized a cup laid up in the most holy place, had broken it; than which deed truly there would be no greater accusation nor so great an outrage, if it had happened that this had been done and committed in this way. But what is this accusation? And what is this shifting and variation of the matter? That they now transfer the accusation of this charge to another person, a thing which is, so to speak, plainly clearer than light itself, namely that they were eager to plot against your Prudence. And after this, who would wish to follow those men who have fabricated so many things to do harm? Especially when they lead themselves to ruin, and perceive that they are accusers in fabricated and false matters. As I said, then, who would follow them, and go into the road of perdition of the path? Into that, namely, in which they alone think they have the hope of salvation and of help. For if they were willing to come to a pure conscience, and to be put in mind of the best judgement, and to come to a sound mind, they will easily recognize that no help exists for them from providence, since they are zealots of such things and are tried to their own ruin. This, then, I might justly call not a harshness but the truth the last thing too I add, which we wish, that these things be read publicly and often by your Prudence; so that from there it may come to the knowledge of all, and above all may be able to reach the knowledge of those who act thus, who conduct themselves thus, so that these things which are said by us in the word of uprightness may have been spoken in the deed of truth. Since, therefore, in this matter there is so great an outrage, let them know that I have judged thus, and that this is my resolve, that if they should stir up anything of the kind,