Migne Reading Room

PG 6 · cols. 1401–1464

Pseudo-Justinus (S. Justini opera spuria), Quaestiones Christianae ad Graecos (ΕΡΩΤΗΣΕΙΣ ΧΡΙΣΤΙΑΝΙΚΑΙ ΠΡΟΣ ΤΟΥΣ ΕΛΛΗΝΑΣ)

Editors' preface

PG 6:1401
ΕΡΩΤΗΣΕΙΣ ΧΡΙΣΤΙΑΝΙΚΑΙ ΠΡΟΣ ΤΟΥΣ ΕΛΛΗΝΑΣ.
Christian Questions to the Greeks.
ἘΡΩΤΗΣΙΣ Αʹ.
Question I.
Εἰ τῷ μεγίστῳ ἐν ἀνθρώποις ἀγαθῷ μέγιστον ἀντίκειται κακόν· μέγιστον δὲ ἐν ἀνθρώποις ἀγαθὸν, τὸ γνῶναι τὸν ὄντως ὄντα Θεόν· μέγιστον ἄρα κακὸν, τὸ τοῦτον ἀγνοεῖν. Ἀλλ' ἐπειδή ἐστι τοῦτο κακὸν ἔν τισι τῶν ἀνθρώπων, ποῖόν ἐστι τῷ δημιουργῷ τοῦ κόσμου Θεῷ πρεπωδέστερον, τὸ ἐναλλάξαι τὴν τοῦ παρόντος βίου κατάστασιν καὶ ἀπαλλάξαι τοὺς ἀνθρώπους τοῦ μεγίστου κακοῦ, καθὼς ὁ τῶν Χριστιανῶν βούλεται λόγος, ἢ τὸ ἐᾶσαι μένειν τὸν κόσμον ἐπὶ τῆς αὐτῆς καταστάσεως, καὶ τοὺς ἀνθρώπους τῷ μεγίστῳ κακῷ ἀεὶ κατεχομένους;
If to the greatest good among men the greatest evil is opposed, and the greatest good among men is to know the truly existing God, then the greatest evil is to be ignorant of Him. But since this evil is in some men, which of the two is more fitting for God the Maker of the world: to change the state of the present life and deliver men from the greatest evil, as the doctrine of the Christians will have it, or to suffer the world to remain in the same state, and men to be held fast forever in the greatest evil?
ἈΠΟΚΡΙΣΙΣ ἙΛΛΗΝΙΚΗ.
Greek Response.
Πρῶτον μὲν πρὸς τὸ πρῶτον ἄπορον ῥητέον, ὡς μέγιστον κακὸν οὐδέν ἐστιν. Εἰ γὰρ τῶν ἀγαθῶν τὸ
First, in reply to the first difficulty it must be said that there is no greatest evil. For if of goods the
Editors' notes and page, col. 1401

Page

  • running head: 1401 QUAESTIONES CHRISTIANAE AD GRAECOS. 1402
  • marginal letters: A Εἰ τῷ μεγίστῳ
  • old-edition numerals: 507 before tantum
  • other: editors' matter: ADMONITIO In sequentes Quaestiones; facing Latin title (QUAESTIONES CHRISTIANAE AD GRAECOS.) and text at bottom right (QUAESTIO PRIMA., Si summo hominum ... summum bonum) not set
  • other: the column opens with the end of the previous work (another unit); not set here: the unit begins at ΕΡΩΤΗΣΕΙΣ ΧΡΙΣΤΙΑΝΙΚΑΙ ΠΡΟΣ ΤΟΥΣ ΕΛΛΗΝΑΣ.
PG 6:1402
Editors' notes and page, col. 1402

Page

  • other: col 1402 is the right-hand number of a full-width page, set whole under col 1401 (corpus full_width rule); nothing of its own: pointer only
PG 6:1403
Editors' notes and page, col. 1403

Footnotes

(49) Ὑπόθοιτο. R. Stephanus ὑπόθεστο. Emendavit Sylburgius, ejusque emendationem codex Claromontanus confirmat.

(49) Ὑπόθοιτο. R. Stephanus [reads] ὑπόθεστο. Sylburg emended it, and the Clermont manuscript confirms his emendation.

(printed under page 734) (50) Κεχριμένως. Sic emendavi ope codicis Claromontani, qui tamen habet κεχρυμένως. Editi κεχρημένως. Vidit Sylburgius legendum esse κεχριμένως, ut sequenti voci ἀκρίτως opponatur.

(50) Κεχριμένως. So I have emended with the help of the Clermont manuscript, which, however, has κεχρυμένως. The printed editions [have] κεχρημένως. Sylburg saw that κεχριμένως should be read, so as to stand in contrast to the following word ἀκρίτως.

(printed under page 734)

Page

  • running head: 1403 APPENDIX. — PARS I. S. JUSTIN
  • marginal letters: (none)
  • old-edition numerals: (none)
  • other: facing Latin version, not set
PG 6:1404
μέγιστον ὁ Θεός ἐστι, δηλονότι εἴ τις ὑπόθοιτο μέγιστον κακὸν, εὑρεθήσεται ἑτέρα ἀρχὴ ἐναντία τῷ Θεῷ· ὅπερ οἱ Μανιχαῖοι κακῶς λέγοντες λέγουσι. Καὶ γὰρ ἄτοπον τὸν Θεὸν μὴ πάντα καταλαμβάνειν, μὴ πᾶσι τὴν ἑαυτοῦ ἀγαθότητα ἐπιλάμπειν. Μέγιστον τοίνυν κακὸν οὐδέν· καὶ γὰρ ἡ ἄγνοια πολλάκις ἐπ' ἀγαθῷ δίδοται τοῖς ἀνθρώποις· ὁρῶμεν οὖν ἐπὶ πολλῶν, ὡς πολλάκις συμβαίνει μᾶλλον καταφρονεῖν τῶν γινωσκομένων ἢ τῶν ἀγνοουμένων. Ἄλλως τε καὶ τὸ ἀγνοεῖν τὸν ὄντως ὄντα Θεὸν, οὐκ ἔκ τινος ἄλλου, ἀλλ' ἐκ τῆς οἰκείας λήθης ἡ ψυχὴ πάσχει. Παραγίνεται δὲ καὶ ταῖς ἐνταῦθα ψυχαῖς γνῶσις Θεοῦ· ὥσπερ οὖν ὁρῶμεν καὶ ἐνταῦθα ἀνθρώπους γινώσκοντας τὸν Θεόν. Εἰ δέ τις ἐθέλοι τὸ ἀληθὲς λέγειν, οὐδέ ἐστιν ὅλως ἄγνοια περὶ Θεοῦ· πάντες γὰρ, ὅτι ἔστιν ὁ Θεὸς, ὁμολογοῦσι κοινῇ ἐννοίᾳ. Ὅτι δὲ καὶ ἐνταῦθα ὄντες δύνανται οἱ ἄνθρωποι γινώσκειν τὸν Θεὸν, καὶ ἡ τῶν ὀρθοδόξων πίστις σαφῶς δηλοῖ, λέγουσα τὸν Θεὸν αὐτὸν κατεληλυθέναι, καὶ ἐγνῶσθαι τοῖς ἀνθρώποις. Εἰ τοίνυν δυνατὸν καὶ ἐνταῦθα τοὺς ἀνθρώπους ὄντας γινώσκειν τὸν Θεὸν, οὐδὲν αὐτοῖς μέγιστον κακὸν συμβαίνει ἐκ τοῦ ἐνταῦθα εἶναι. Τοῖς ἀγνοοῦσι γὰρ, καθὼς εἴρηται, ἐκ τῆς ἀπίστου φύσεως τὸ ἀγνοεῖν τὸν Θεὸν συμβαίνει. Εἰ δέ τις καὶ συγχωρήσει, ὅπερ ἄτοπον, μέγιστον εἶναι κακὸν τὰ ἐνταῦθα, καὶ κάλλιον ὑπάρχειν τὸ μὴ εἶναι τὰ τῇδε τοῦ εἶναι· εἰ μὲν λέγει κακὰ πεποιηκέναι τὰ τῇδε τὸν δημιουργὸν δι' ἀσθένειαν, ἀνοηταίνει, τὴν τοῦ Θεοῦ δύναμιν φάσκων μὴ καταλαμβάνειν πάντα· εἰ δὲ δυνάμενος καλὰ ποιῆσαι τὰ τῇδε, συνεχώρησεν ἑτέροις κακὰ ποιεῖν, καὶ τοῦτο ἔσται κατηγόρημα Θεοῦ. Ὁ γὰρ δυνάμενος μὲν παῦσαι, περιορῶν δὲ, ἀληθέστερον αὐτὸς δρᾷ. Εἰ δὲ αὐτός ἐστιν ὁ Θεὸς ὁ ποιήσας τὰ τῇδε, δῆλον ὅτι τοῦ αὐτοῦ Θεοῦ μένοντος, καὶ εἰς ὕστερον καὶ ἀεὶ τὰ αὐτὰ ἔσται. Ἃ γὰρ πάλαι ἠδύνατο, καὶ νῦν δύναται. Εἰ δὲ νῦν τι πλεῖον δύναται παρὰ τὰ προτοῦ, ἔγχρονος αὐτοῦ ἔσται ἡ τοιαύτη δύναμις· ὅπερ ἄτοπον· τὸ γὰρ ἔγχρονον φθαρτόν. Εἰ δὲ, δυνάμενος καὶ πάλαι κωλῦσαι τὸ μέγιστον οὕτω κακὸν, οὐκ ἐκώλυσε, φθονερὸς ἂν εἴη· ὅπερ ἀσεβὲς καὶ φαντάζεσθαι. Δεῖ οὖν τὸν αὐτὸν ἐπὶ τῶν αὐτῶν μένοντα τὰ αὐτὰ ποιεῖν.
is the greatest, manifestly if anyone should suppose a greatest evil, another principle opposite to God will be found; which very thing the Manichaeans, speaking ill, say. For indeed it is absurd that God should not comprehend all things, and not shine forth His goodness upon all. There is therefore no greatest evil; for indeed ignorance is often given to men for good; we see therefore in the case of many, how it often happens that they despise things known rather than things unknown. Besides, being ignorant of the truly existing God the soul suffers not from anything else, but from its own forgetfulness. And knowledge of God comes also to the souls here; just as therefore we see men here also knowing God. And if anyone should wish to speak the truth, there is not any ignorance at all concerning God; for all confess by a common notion that God is. And that men even while being here are able to know God, the faith of the orthodox also clearly makes plain, saying that God Himself has come down, and has been made known to men. If therefore it is possible for men even while being here to know God, no greatest evil happens to them from being here. For to those who are ignorant, as has been said, being ignorant of God happens from their unbelieving nature. And if anyone will even grant, which is absurd, that the things here are the greatest evil, and that it is better for the things here not to be than to be: if on the one hand he says that the Creator made the things here evil through weakness, he is foolish, affirming that the power of God does not comprehend all things; and if on the other hand, while able to make the things here good, He permitted others to make them evil, this too will be an accusation against God. For he who is able indeed to stop a thing, yet overlooks it, more truly does it himself. And if it is God Himself Who made the things here, it is plain that while the same God remains, both hereafter and always the same things will be. For the things that He was able to do of old, He is able to do now also. And if now He is able to do something more than what was before, such a power of His will be temporal; which is absurd; for what is temporal is corruptible. And if, while able of old also to prevent so great an evil, He did not prevent it, He would be envious; which is impious even to imagine. The same One therefore, remaining upon the same things, must do the same things.
Ἔλεγχος τῆς ἀποκρίσεως οὐκ ὀρθῶς γενομένης.
Refutation of the answer not rightly made.
1. Ἱκανὸς μὲν ἦν εἰς ἔλεγχον τοῦ ἀσυστάτου λόγου αὐτὸς ὁ λόγος νοούμενος. Τῷ γὰρ λέγειν ἐν ἀρχῇ μὲν τοῦ λόγου μὴ εἶναι μέγιστον κακὸν, ἐν τῷ τέλει δὲ τοῦ λόγου τὸ ἀσεβὲς εἶναι καὶ ἐκ μόνης φαντασίας τὸ τὰ ἀνάξια περὶ Θεοῦ φρονεῖν, πῶς οὐκ ἔστι κεκριμένως εἰσαγόμενον τὸ μέγιστον κακὸν τὸ ἀκρίτως ἐκβληθὲν παρὰ τοῦ ἀποκρινομένου; Εἰ δὲ προστεθείη τῇ τοιαύτῃ ἐκ μόνης φαντασίας ἀσεβείᾳ καὶ τὸ λέγειν, μείζων γίνεται ἡ ἀσέβεια. Εἰ δὲ σὺν τῷ λέγειν καὶ τὸ γράφειν, ἐξ ἀνάγκης πᾶσαν κακίας ὑπερβολὴν ἡ ἀσέβεια ἔχουσα. Εἰ δὲ ταῦτα οὕτως ἔχει, καὶ ἔστιν ἐν πᾶσι τοῖς ἀναξίως περὶ Θεοῦ λεγομένοις τε καὶ γραφομένοις,
1. Sufficient indeed for a refutation of the incoherent argument was the argument itself when understood. For by saying at the beginning of the argument that there is no greatest evil, and at the end of the argument that to think things unworthy concerning God even from mere imagination is impious, how is the greatest evil, which was uncritically cast out by the answerer, not critically brought in? And if to such impiety from mere imagination speaking also should be added, the impiety becomes greater. And if together with speaking there is writing also, of necessity the impiety has every excess of wickedness. And if these things are so, and in all the things unworthily both spoken and written,
Editors' notes and page, col. 1404

Footnotes

(49) ‹anchor: not in the visible part of the page› · call in col 1404 (Greek; the numbered notes are called only in the Greek)

(printed under page 734)

(50) ‹anchor: οὐχ ἔστι κεχριμένως› · call in col 1404 (Greek)

(printed under page 734)

Page

  • running head: S I. S. JUSTINI OPERA SPURIA. 1404
  • marginal letters: A μέγιστον ὁ Θεός; B ἔστιν ὁ Θεὸς; C δυνάμενος καλὰ; D αὐτὸς ὁ λόγος
  • old-edition numerals: (none)
  • other: last word γρα- split across column break
PG 6:1405
ἢ καὶ μόνον φανταζομένοις ἀσέβεια καθαιρετικὴ τῆς δόξης τοῦ Θεοῦ· ἔστιν ἄρα ἐξ ἀγνοίας Θεοῦ τὸ μέγιστον κακὸν ἐν ἀνθρώποις. Ἀλλ' ἐπειδὴ ἔδοξε τῇ σῇ θεοσεβείᾳ, τὸ καὶ παρ' ἡμῶν ἐγγράφως ἐλεγχθῆναι τοῦ λόγου τὸ ἀσύστατον, διὰ τοῦτο ἐν συντόμῳ γράφω τὰ ὑποτεταγμένα. Τὸ γὰρ διὰ πλειόνων ἐλέγξαι πρόδηλον ψεῦδος, ναρκῶδες καὶ τῷ γράφοντι καὶ τῷ ἀναγινώσκοντι.
or even merely imagined concerning God, there is impiety destructive of the glory of God, there is therefore from ignorance of God the greatest evil among men. But since it seemed good to your godliness that the incoherence of the argument should also be refuted in writing by us, on this account I write in brief the things subjoined. For to refute a manifest falsehood at greater length is benumbing both to him who writes and to him who reads.
2. Δύο εἴδη τοῦ μεγίστου κακοῦ ἔθηκεν ὁ ἀποκρινάμενος ἐν τῇ ἑαυτοῦ ἀποκρίσει, καὶ τρία εἴδη τῆς ἀγνοίας τοῦ Θεοῦ· ἐκεῖνα μὲν κατὰ τοὺς Μανιχαίους, ταῦτα δὲ κατ' αὐτὸν τὸν ἀποκρινάμενον. Καὶ τῶν δύο εἰδῶν τοῦ μεγίστου κακοῦ τὸ μὲν ἔλεγε κατ' οὐσίαν, τὸ δὲ κατ' ἐνέργειαν τοῦ κατ' οὐσίαν. Τῶν δὲ τριῶν εἰδῶν τῆς τοῦ Θεοῦ ἀγνοίας, τὸ μὲν ἔλεγε κατὰ λήθην, τὸ δὲ κατὰ τὴν ἄπιστον φύσιν, τὸ δὲ κατὰ τὴν ἀγαθὴν δόσιν. Ποιῶν δὲ σύντομον τὴν ἀναίρεσιν καὶ τῶν κατὰ Μανιχαίους, καὶ τῶν κατ' αὐτὸν, ἔφασκε, ποτὲ μὲν ἀναιρῶν τῶν Μανιχαίων τὴν δόξαν, καί φησι, Μέγιστον κακὸν οὐδέν ἐστιν. Εἰ δέ τις ὑπόθοιτο μέγιστον κακὸν, εὑρεθήσεται ἑτέρα ἀρχὴ ἐναντία τῷ Θεῷ· ὅπερ οἱ Μανιχαῖοι κακῶς λέγοντες λέγουσι· ποτὲ δὲ, ὅταν φησὶ, Τὸν ὄντως ὄντα Θεὸν οὐκ ἐξ ἄλλου τινὸς, ἀλλ' ἐκ τῆς οἰκείας λήθης ἡ ψυχὴ πάσχει· ἐν ἐκείνοις μὲν ἀναιρῶν τὸ κατ' οὐσίαν μέγιστον κακὸν, ἐν τούτοις δὲ τὸ κατ' ἐνέργειαν. Ἀναιρῶν δὲ καὶ τὰ εἴδη τῆς ἀγνοίας τοῦ Θεοῦ, ἃ αὐτὸς ἔθηκε, καί φησιν, Οὐδέ ἐστιν ὅλως ἄγνοια περὶ Θεοῦ· πάντες γὰρ, ὅτι ἔστι Θεὸς, ὁμολογοῦσι κοινῇ ἐννοίᾳ. Εἰ μὲν οὖν οὐκ ἔστιν ὅλως ἄγνοια περὶ Θεοῦ, δῆλον, ὅτι ψευδὲς τὸ ἀγνοεῖν τὸν Θεὸν συμβαίνει τοῖς ἀνθρώποις ἢ κατὰ λήθην, ἢ κατὰ τὴν ἄπιστον φύσιν, ἢ κατὰ τὴν ἀγαθὴν δόσιν· εἰ δὲ κοινὴν ἔννοιαν πάντων λέγει τὴν κατὰ τὴν εἰδικὴν ἔννοιαν ἑκάστης τῶν κακοδόξων αἱρέσεως ἀναιρουμένην, οὐδ' οὕτως ἔσται γνῶσις Θεοῦ ἐν τοῖς πᾶσιν. Ἡμεῖς δὲ οὔτε τὸ κατὰ τοὺς Μανιχαίους μέγιστον κακὸν, οὐδὲ τὴν κατ' αὐτὸν τὸν ἀποκρινάμενον ἄγνοιαν Θεοῦ ἐθήκαμεν ἐν τῇ ἐρωτήσει, ἀλλὰ μέγιστον κακὸν κατ' ἔννοιαν εἴπομεν, τὸ κατὰ τοῦ Θεοῦ ψεῦδος· ἄγνοιαν δὲ Θεοῦ τὴν τὸ ψεῦδος εἰρηκυῖαν· ὅπερ ἐστὶ τρίτον εἶδος τοῦ μεγίστου κακοῦ, ἐκ τῆς ἑκουσίου ἀπειθείας τε καὶ ἀπιστίας ἀνθρώπων συμβαῖνον αὐτοῖς. Ὁ προθέμενος ὁ ἀποκρινάμενος ἀναιρεῖν ἀνεῖλε μὲν τὰ κατὰ τοὺς Μανιχαίους δύο τοῦ μεγίστου κακοῦ εἴδη, τὸ δὲ καθ' ἡμᾶς οὐκ ἀνεῖλε. Διὸ δυοῖν θάτερον ἀνάγκη ἡμᾶς λέγειν περὶ τοῦ ἀποκριναμένου· ἢ τὸ μὴ νοῆσαι τὸ καθ' ἡμᾶς τρίτον εἶδος τοῦ μεγίστου κακοῦ, ἢ τὸ μὴ εὐπορῆσαι δικαίας ἀντιλογίας τούτου ἀναιρετικῆς. Ὅτι δέ ἐστι τὸ καθ' ἡμᾶς μέγιστον κακὸν ἐξ ἀγνοίας Θεοῦ συμβαῖνον τοῖς ἀνθρώποις, δείκνυται οὕτως. Τὸ μέγιστον κακὸν, τὸ μὴ ὂν κατ' οὐσίαν, τοῦτο διὰ τὴν ἄγνοιαν τοῦ Θεοῦ ὑπέθεντο οἱ ἄνθρωποι εἶναι τοῖς ἑαυτῶν δόγμασι· μαρτυρεῖ δὲ τούτῳ καὶ αὐτὸς ὁ
2. Two kinds of the greatest evil did the answerer set down in his answer, and three kinds of the ignorance of God: the former according to the Manichaeans, and the latter according to the answerer himself. And of the two kinds of the greatest evil, the one he said was according to essence, and the other according to the working of that which is according to essence. And of the three kinds of the ignorance of God, the first he said was according to forgetfulness, the second according to the unbelieving nature, and the third according to the good gift. And making a brief refutation both of the things according to the Manichaeans and of the things according to himself, he affirmed, sometimes refuting the opinion of the Manichaeans, and says, There is no greatest evil. And if anyone should suppose a greatest evil, another principle opposite to God will be found; which very thing the Manichaeans, speaking ill, say; and sometimes, when he says, The truly existing God the soul suffers not from anything else, but from its own forgetfulness; in the former refuting the greatest evil according to essence, and in the latter that according to working. And refuting also the kinds of the ignorance of God which he himself set down, he says, There is not any ignorance at all concerning God; for all confess by a common notion that God is. If therefore there is not any ignorance at all concerning God, it is plain that it is false that being ignorant of God happens to men either according to forgetfulness, or according to the unbelieving nature, or according to the good gift; and if he calls a common notion of all that which is done away with according to the specific notion of each perverse heresy, not even so will there be knowledge of God in all. Now we neither set down in the question the greatest evil according to the Manichaeans, nor the ignorance of God according to the answerer himself, but we called the greatest evil according to notion the falsehood against God; and ignorance of God that which has spoken the falsehood; which is a third kind of the greatest evil, happening to men from their voluntary disobedience and unbelief. Which when the answerer purposed to refute, he refuted indeed the two kinds of the greatest evil according to the Manichaeans, but the kind according to us he did not refute. Wherefore of necessity we must say one of two things concerning the answerer: either that he did not understand the third kind of the greatest evil according to us, or that he did not have a just counter-argument destructive of this. And that the greatest evil according to us is that which happens to men from ignorance of God, is shown thus. The greatest evil, which is not according to essence, this through ignorance of God men supposed to be by their own doctrines; and to this bears witness also himself the
Editors' notes and page, col. 1405

Footnotes

(51) ‹anchor: Τὸν ὄντως› · call in col 1405 (Greek; the numbered notes are called only in the Greek)

(printed under page 735) (51) Τὸν ὄντως. Monuit Sylburgius deesse τὸ ἀγνοεῖν, quod quidem non deest in ipsa responsione. His autem verbis, Ignorationem Dei non aliunde quam ex propria oblivione anima patitur, refellitur sententia Manichaeorum, nempe illud malum quod fit per operationem malae substantiae, sublato libero arbitrio.

(51) Τὸν ὄντως. Sylburg pointed out that τὸ ἀγνοεῖν is missing, though it is not in fact missing in the answer itself. By these words, "The soul suffers ignorance of God from nowhere else than from its own forgetfulness," the opinion of the Manichaeans is refuted, namely that evil which comes about through the working of an evil substance, with free choice taken away.

(printed under page 735)

Page

  • running head: 1405 QUÆSTIONES CHRISTIANÆ
  • marginal letters: A φομένοις, ἢ καὶ μόνον; B τριῶν εἰδῶν; C κοινῇ ἐννοίᾳ. Εἰ μὲν οὖν; D θέμενος ὁ ἀποκρινάμενος
  • old-edition numerals: (none)
  • other: first word φομένοις continues γρα- from col. 1404
PG 6:1406
Editors' notes and page, col. 1406

Page

  • running head: CHRISTIANÆ AD GRÆCOS. 1406
  • marginal letters: (none)
  • old-edition numerals: (none)
  • other: facing Latin version, not set
PG 6:1407
Editors' notes and page, col. 1407

Page

  • running head: 1407 APPENDIX. — PARS I. S. JUSTIN
  • marginal letters: (none)
  • old-edition numerals: (none)
  • other: facing Latin version, not set
PG 6:1408
ἀποκρινάμενος ἐν οἷς ἔλεγε· Μέγιστον κακὸν οὐδέν ἐστι· καὶ εἴ τις ὑπόθοιτο μέγιστον κακὸν, εὑρεθήσεται ἑτέρα ἀρχὴ ἐναντία τῷ Θεῷ· ὅπερ οἱ Μανιχαῖοι κακῶς λέγοντες λέγουσι. Καὶ γὰρ ἄτοπον τὸν Θεὸν μὴ πάντα καταλαμβάνειν, μὴ πᾶσι τὴν ἑαυτοῦ ἀγαθότητα ἐπιλάμπειν. Μέγιστον τοίνυν κακὸν οὐδέν. Ἐν τούτοις ἀνήρηται μὲν τὸ κατ' οὐσίαν μέγιστον κακὸν, ὑπολέλειπται δὲ τὸ καθ' ὑπόθεσιν ἐν δόγματι, ὃ ἐθήκαμεν ἡμεῖς ἐν τῇ ἐρωτήσει. Ἀλλ' ἐπειδὴ πρὸς ἀναίρεσιν τοῦ καθ' ἡμᾶς μεγίστου κακοῦ ὁ ἀποκρινάμενος ἀποτεινόμενος ἔλεγε, Μέγιστον κακὸν οὐδέν ἐστι, διὰ τοῦτο δῆλός ἐστιν ὁ ἀποκρινάμενος ἢ μὴ νοήσας, καθὰ εἴρηται, τὸ καθ' ἡμᾶς μέγιστον κακὸν, ἢ μὴ εὐπορήσας δικαίας ἀντιλογίας· ἀλλ' εἰ τοῦτο οὕτως ἔχει, δῆλον, ὅτι ἔστι μέγιστον κακὸν ἐν ἀνθρώποις καθ' ὑπόθεσιν ἐν δόγματι. Εἰ γὰρ, φησὶ, μέγιστον τῶν ἀγαθῶν ὁ Θεός ἐστιν, ἀληθὴς μὲν καὶ εὐσεβὴς ἡ φωνὴ ἡ λέγουσα τὸν Θεὸν μέγιστον εἶναι τῶν ἀγαθῶν· ἀλλ' ἐπειδή τινες τῶν ἀνθρώπων ἐξ ἀγνοίας Θεοῦ ἀποστεροῦσι μὲν τὸν ὄντως ὄντα Θεὸν τῶν δικαίων αὐτοῦ προσηγοριῶν τε καὶ τιμῶν, καὶ προσάπτουσιν αὐτὰς τοῖς οὐκ οὖσιν, ἆρά γε οὐ δοκεῖ τῷ ἀποκριναμένῳ ἀσέβειαν εἶναι διπλῆν, ἧς μείζων οὐκ ἔστι, τὸ τὸν μὲν ὄντως ὄντα Θεὸν ἀγνοεῖν, τὸν δὲ οὐκ ὄντα ταῖς ἐκείνου τιμᾷν προσηγορίαις καὶ τιμαῖς; Πῶς δὲ ἐνδέχεται κατὰ τὴν ἐκείνου ἀπόφασιν λέγουσαν, μὴ εἶναι μέγιστον κακὸν ἐν ἀνθρώποις, τῆς μεγίστης ἀσεβείας οὔσης ἐν ἀνθρώποις, εἰ μή τί γε ἄρα τὴν μεγίστην ἀσέβειαν οὐχ ἡγεῖται μέγιστον εἶναι κακόν; Εἴ τις, φησὶν, ὑπόθοιτο μέγιστον κακὸν, εὑρεθήσεται ἑτέρα ἀρχὴ ἐναντία τῷ Θεῷ· ὅπερ οἱ Μανιχαῖοι κακῶς λέγοντες λέγουσι· καὶ γὰρ ἄτοπον, τὸν Θεὸν μὴ πάντα καταλαμβάνειν, μὴ πᾶσι τὴν ἑαυτοῦ ἀγαθότητα ἐπιλάμπειν. Μέγιστον τοίνυν κακὸν οὐδέν. Εἰ μέγιστον κακὸν οὐδέν ἐστιν ἐν ἀνθρώποις, πῶς διέβαλες τοὺς Μανιχαίους ὡς κακῶς λέγουσιν; Εἰ μὲν γὰρ κακῶς λέγουσιν οἱ Μανιχαῖοι ἃ λέγουσιν, δηλονότι κακόν ἐστι τὸ λεγόμενον παρ' αὐτῶν. Πᾶς γὰρ ὁ λέγων κακῶς, τὸ κακὸν λέγει κακῶς. Τὸ δὲ κατὰ τοὺς Μανιχαίους κακὸν τοιοῦτόν ἐστιν, οὗ μεῖζον οὐκ ἔστιν. Ἀλλ' εἰ ἀληθὲς τοῦτο, ἀληθῶς ἄρα ἔστι μέγα κακὸν ἐν ἀνθρώποις· εἰ καὶ μὴ κατ' οὐσίαν, ἀλλ' ἐν ὑποθέσει καὶ δόγματι.
answerer in the things wherein he said: There is no greatest evil; and if anyone should suppose a greatest evil, another principle opposite to God will be found; which very thing the Manichaeans, speaking ill, say. For indeed it is absurd that God should not comprehend all things, and not shine forth His goodness upon all. There is therefore no greatest evil. In these words the greatest evil according to essence has indeed been done away with, but there has been left behind that which is by supposition in doctrine, which we set down in the question. But since, aiming at the refutation of the greatest evil according to us, the answerer said, There is no greatest evil, on this account the answerer is plain as either not having understood, as has been said, the greatest evil according to us, or not having had a just counter-argument; but if this is so, it is plain that there is a greatest evil among men by supposition in doctrine. For if, he says, God is the greatest of goods, true indeed and pious is the voice which says that God is the greatest of goods; but since some of men out of ignorance of God deprive the truly existing God of His just appellations and honours, and attach them to those that do not exist, does it not then seem to the answerer to be a double impiety, than which there is none greater, on the one hand to be ignorant of the truly existing God, and on the other hand to honour him who does not exist with His appellations and honours? And how is it possible according to his assertion which says that there is no greatest evil among men, when the greatest impiety exists among men, unless perhaps indeed he does not consider the greatest impiety to be the greatest evil? If anyone, he says, should suppose a greatest evil, another principle opposite to God will be found; which very thing the Manichaeans, speaking ill, say; for indeed it is absurd that God should not comprehend all things, and not shine forth His goodness upon all. There is therefore no greatest evil. If there is no greatest evil among men, how did you traduce the Manichaeans as speaking ill? For if indeed the Manichaeans speak ill what they speak, manifestly what is spoken by them is evil. For everyone who speaks ill, speaks evil ill. And the evil according to the Manichaeans is such that there is none greater than it. But if this is true, truly therefore there is a great evil among men: even if not according to essence, yet in supposition and doctrine.
3. Καὶ γὰρ, φησὶν, ἡ ἄγνοια πολλάκις ἐπ' ἀγαθῷ δίδοται τοῖς ἀνθρώποις· ὁρῶμεν γοῦν ἐπὶ πολλῶν ὡς πολλάκις συμβαίνει μᾶλλον καταφρονεῖν τῶν γινωσκομένων, ἤπερ τῶν ἀγνοουμένων. Ἄλλως τε καὶ τὸ ἀγνοεῖν τὸν ὄντως ὄντα Θεὸν οὐκ ἔκ τινος ἄλλου, ἀλλ' ἐκ τῆς οἰκείας λήθης ἡ ψυχὴ πάσχει· παραγίνεται δὲ καὶ ταῖς ἐνταῦθα ψυχαῖς γνῶσις τοῦ Θεοῦ· ὥσπερ οὖν ὁρῶμεν καὶ ἐνταῦθα ἀνθρώπους γινώσκοντας τὸν Θεόν. Εἰ δέ τις ἐθέλοι τὸ ἀληθὲς λέγειν, οὐδέ ἐστιν ὅλως ἄγνοια περὶ τοῦ Θεοῦ. Πάντες γὰρ, ὅτι ἔστι Θεὸς, ὁμολογοῦσι κοινῇ ἐννοίᾳ. Ὅτι δὲ καὶ ἐνταῦθα ὄντες δύνανται οἱ ἄνθρωποι γινώσκειν τὸν Θεὸν, καὶ ἡ τῶν ὀρθοδόξων πίστις σαφῶς δηλοῖ, λέγουσα τὸν Θεὸν αὐτὸν κατεληλυθέναι,
3. For indeed, he says, ignorance is often given to men for good; we see at any rate in the case of many how it often happens that they despise things known rather than things unknown. Besides, being ignorant of the truly existing God the soul suffers not from anything else, but from its own forgetfulness; and knowledge of God comes also to the souls here; just as therefore we see men here also knowing God. And if anyone should wish to speak the truth, there is not any ignorance at all concerning God. For all confess by a common notion that God is. And that men even while being here are able to know God, the faith of the orthodox also clearly makes plain, saying that God Himself has come down
Editors' notes and page, col. 1408

Page

  • running head: S I. S. JUSTINI OPERA SPURIA. 1408
  • marginal letters: A ἀποκρινάμενος ἐν οἷς; B γιστον κακὸν; C ὑπόθοιτο μέγιστον; D 3. Καὶ γὰρ, φησὶν
  • old-edition numerals: (none)
  • other: last word κατεληλυθέ- split across column break
  • other: the word κατεληλυθέναι, was split at the column break and stands whole here (joined on receipt); check that the English reads whole across the break into col 1409
PG 6:1409
καὶ ἐγνῶσθαι τοῖς ἀνθρώποις. Εἶπεν ὅτι ἐπ' ἀγαθῷ δέδοται πολλάκις τοῖς ἀνθρώποις ἡ ἄγνοια· ἀλλ' εἰ μὲν τὴν τοῦ Θεοῦ λέγει ἄγνοιαν περὶ ἧς ἐστιν ἡμῖν ὁ λόγος, προδήλως ἄτοπον τὸ τὴν ἄγνοιαν τοῦ Θεοῦ λέγειν ἐπ' ἀγαθῷ δίδοσθαι τοῖς ἀγνοοῦσι. Τούτῳ γὰρ τῷ λόγῳ ἔσονται πᾶσαι αἱ θρησκεῖαι αἱ ἀγνοοῦσαι τὸν Θεόν, ἐπ' ἀγαθῷ ἑαυτῶν ἀγνοοῦσαι τὸν Θεόν· ἡ δὲ τὸν Θεὸν γινώσκουσα θρησκεία οὐκ ἐπ' ἀγαθῷ ἑαυτῆς. Εἰ δὲ ἑτέραν λέγει ἄγνοιαν περὶ ἧς οὐ προέκειτο ἡμῖν λέγειν, ἄκαιρος ἡ παράθεσις ἀντὶ τῆς ζητουμένης ἀγνοίας τὴν μὴ ζητουμένην ἔχουσα. Εἶπεν, ὅτι ἐκ τῆς οἰκείας λήθης πάσχει ἡ ψυχὴ τὸ ἀγνοεῖν τὸν Θεόν· εἶπεν, ὅτι καὶ ἐνταῦθα παραγίνεται ταῖς ψυχαῖς γνῶσις Θεοῦ· εἶπεν, ὅτι καὶ ἐνταῦθα ὁρῶμεν γινώσκοντας τὸν Θεόν· εἶπεν, ὅτι οὐδόλως ἐστὶν ἄγνοια περὶ Θεοῦ· πάντες γὰρ, ὅτι ἐστὶ Θεὸς ὁμολογοῦσι κοινῇ ἐννοίᾳ· εἶπεν, ὅτι καὶ ἐνταῦθα δύνανται οἱ ἄνθρωποι γινώσκειν τὸν Θεόν· καὶ τούτου εἰς ἀπόδειξιν παρέθετο τὴν πίστιν τῶν ὀρθοδόξων λέγουσαν αὐτὸν τὸν Θεὸν κατεληλυθέναι καὶ ἐγνῶσθαι τοῖς ἀνθρώποις.
and to have been made known to men. He said that ignorance is often given to men for their good; but if he means the ignorance of God, which is our subject, it is plainly absurd to say that ignorance of God is given for good to those who are ignorant of Him. For by this reasoning all the religions that are ignorant of God will be ignorant of God for their own good, while the religion that knows God [knows Him] not for its own good. But if he means another ignorance, of which it was not our business to speak, the citation is out of place, offering in place of the ignorance in question the ignorance not in question. He said that the soul suffers ignorance of God from its own forgetfulness; he said that here too knowledge of God comes to souls; he said that here too we see [men] knowing God; he said that there is no ignorance whatever concerning God, for all confess by a common notion that God exists; he said that here too men are able to know God; and in proof of this he adduced the faith of the orthodox, which says that God Himself came down and was made known to men.
Ἀλλ' εἰ μὲν ἀληθὲς, ὅτι τῇ οἰκείᾳ λήθῃ πάσχει ἡ ψυχὴ τὸ ἀγνοεῖν τὸν Θεόν, δηλονότι ψευδὲς, τὸ, οὐδὲ ἔστιν ὅλως ἄγνοια περὶ Θεοῦ· πάντες γὰρ, ὅτι ἐστὶ Θεὸς, ὁμολογοῦσι κοινῇ ἐννοίᾳ. Τίς δὲ ἦν χρεία τοῦ παραγενέσθαι ταῖς ἐνταῦθα ψυχαῖς γνῶσιν τοῦ Θεοῦ, πάντων γινωσκόντων τὸν Θεὸν καὶ ὁμολογούντων κοινῇ ἐννοίᾳ; Τὸ δὲ, Καὶ ἐνταῦθα ὁρῶμεν ἀνθρώπους γινώσκοντας τὸν Θεόν, περὶ τίνων λέγει ἀνθρώπων; Εἰ μὲν περὶ τῶν ἐγνωκότων τὸν Θεὸν κατελθόντα καὶ γνωρισθέντα αὐτοῖς κατὰ τὴν πίστιν τῶν ὀρθοδόξων, ἀληθὴς ὁ λόγος· ὁρῶμεν γὰρ αὐτούς. Πῶς δὲ ὁ τῇ τοῦ Θεοῦ πρὸς ἀνθρώπους παρουσίᾳ ἀποδείξει χρησάμενος τοῦ δυνατὸν εἶναι τοῖς ἀνθρώποις καὶ ἐνταῦθα γνῶναι Θεόν, αὐτὸς ἀπιστεῖ τοῖς παρ' αὐτοῦ ῥηθεῖσι περὶ τῆς τοῦ κόσμου ἀνακτίσεως; Ἡ γὰρ ἄπιστος ἀπόδειξις πιστὸν οὐ δείκνυσι τὸ εἰς δεῖξιν προκείμενον. Εἰ δὲ μὴ τοὺς ἐκ διδασκαλίας τοῦ κατελθόντος Θεοῦ ἀνθρώπους λέγει ἐνταῦθα ἐγνωκότας τὸν Θεόν, ψευδὴς ὁ λόγος ὁ λέγων· Ὁρῶμεν ἀνθρώπους ἐνταῦθα ἐγνωκότας τὸν Θεόν. Ἐγὼ γὰρ τούτους οὐχ ὁρῶ. Καὶ εἰ οὐκ ἦν ὅλως ἄγνοια περὶ Θεοῦ· πάντες γὰρ ὁμολογοῦσι κοινῇ ἐννοίᾳ· ποία γνῶσις τοῦ Θεοῦ ἐνταῦθα παραγέγονε τοῖς ἀνθρώποις, εἰ μὴ ἡ εἰδικὴ γνῶσις, καθ' ἣν πᾶσαι αἱ οὖσαι ἐπὶ γῆς θρησκεῖαι τῆς μὲν τὸν ἀληθῆ λόγον πρεσβευούσης θρησκείας ἁπλῶς τῷ ψεύδει, ἀλλήλων δὲ ταῖς διαφοραῖς τοῦ ψεύδους διαφέρουσιν; Ἀλλ' εἰ τοῦτο οὕτως ἔχει, οὐκ ἄρα κατὰ τὸν λόγον τοῦ ἀποκριναμένου παραγίνεται ταῖς ἐνταῦθα ψυχαῖς γνῶσις Θεοῦ, ἀλλὰ μᾶλλον ἡ ἄγνοια, εἴγε μὴ τῇ καθόλου γνώσει τοῦ Θεοῦ οὔσῃ ἐν αὐταῖς ἀλλήλων διαφέρουσιν αἱ θρησκεῖαι, τῇ εἰδικῇ δὲ μᾶλλον τῇ ἐνταῦθα παραγενομένῃ αὐταῖς.
But if it is true that the soul suffers ignorance of God through its own forgetfulness, then plainly the saying "nor is there any ignorance at all concerning God, for all confess by a common notion that God exists" is false. And what need was there for knowledge of God to come to the souls here, when all know God and confess [Him] by a common notion? And the saying "Here too we see men knowing God": of what men does he speak? If of those who have known God, Who came down and was made known to them according to the faith of the orthodox, the statement is true, for we see them. But how is it that he who used the coming of God to men as proof that it is possible for men to know God even here himself disbelieves what he said about the re-creation of the world? For a proof that is not believed does not make credible the thing set forth to be shown. But if the men he says have known God here are not those [who come] from the teaching of God Who came down, the statement that says "We see men here who have known God" is false. For I do not see them. And if there was no ignorance at all concerning God, for all confess [Him] by a common notion, what knowledge of God has come to men here, if not the specific knowledge, by which all the religions that are on earth differ from the religion that upholds the true word simply by falsehood, but from one another by the differences of their falsehood? But if this is so, then according to the respondent's argument it is not knowledge of God that comes to the souls here but rather ignorance, since the religions differ from one another not by the general knowledge of God that is in them, but rather by the specific [knowledge] that comes to them here.
4. Εἰ τοίνυν δυνατὸν καὶ ἐνταῦθα τοὺς ἀνθρώπους ὄντας γινώσκειν τὸν Θεόν, οὐδὲν αὐτοῖς
4. If, then, it is possible for men to know God even while they are here, nothing to them
Editors' notes and page, col. 1409

Footnotes

(52) ‹anchor: not in the visible part of the page› · call in col 1409 (Greek; the numbered notes are called only in the Greek)

(printed under page 737) (52) Τοῦ Θεοῦ. Deerat Θεοῦ apud R. Stephanum; addidit Sylburgius; legitur in codice Clarom.

(52) Τοῦ Θεοῦ. Θεοῦ was missing in R. Stephanus; Sylburg added it; it is read in the Clermont manuscript.

(printed under page 737)

(53) ‹anchor: περὶ τῆς τοῦ κόσμου ἀνακτίσεως› · call in col 1409 (Greek)

(printed under page 737) (53) Ἀνακτίσεως. R. Stephanus et mss. habent ἀνακτήσεως, et infra χηρυττομένην ἀνάκτησιν, sed recte emendavit Sylburgius, cum in aliis gemellis locis idem R. Stephanus et mss. habeant ἀνάκτισιν.

(53) Ἀνακτίσεως. R. Stephanus and the manuscripts have ἀνακτήσεως, and below χηρυττομένην ἀνάκτησιν; but Sylburg rightly emended, since in other twin passages the same R. Stephanus and the manuscripts have ἀνάκτισιν.

(printed under page 737)

Page

  • running head: 1409 QUÆSTIONES CHRISTIANÆ
  • marginal letters: A ναι, καὶ ἐγνῶσθαι; B περὶ Θεοῦ· πάντες γὰρ; C τῶν ὀρθοδόξων; D οὖσαι ἐπὶ γῆς
  • old-edition numerals: (none)
  • other: first word ναι continues κατεληλυθέ- from col. 1408; the second-to-last line of paragraph 1 (γνώσει τοῦ Θεοῦ ... ἐνταῦθα) runs across both columns 1409 and 1410
  • running head: 1409 QUÆSTIONES CHRISTIANÆ AD GRÆCOS. 1410
  • marginal letters: A ‹ται, καὶ ἐγνῶσθαι τοῖς ἀνθρώποις›; B ‹περὶ Θεοῦ· πάντες γὰρ, ὅτι ἐστὶ Θεὸς›; C (in 1410's part); D (in 1410's part)
  • old-edition numerals: (none)
PG 6:1410
Editors' notes and page, col. 1410

Page

  • running head: CHRISTIANÆ AD GRÆCOS. 1410
  • marginal letters: (none)
  • old-edition numerals: (none)
  • other: facing Latin version, not set; holds the right half of a full-width Greek line from col. 1409 (διαφέρουσιν αἱ θρησκεῖαι, τῇ εἰδικῇ δὲ μᾶλλον τῇ ἐνταῦθα) after obvenit.
  • running head: 1409 QUÆSTIONES CHRISTIANÆ AD GRÆCOS. 1410
  • marginal letters: A (in 1409's part); B (in 1409's part); C ‹τῶν ὀρθοδόξων, ἀληθὴς ὁ λόγος›; D ‹οὖσαι ἐπὶ γῆς θρησκεῖαι›
  • old-edition numerals: 511 in the facing Latin after ‹delapsi› (not set)
PG 6:1411
Editors' notes and page, col. 1411

Page

  • running head: 1411 APPENDIX. — PARS I. S. JUST
  • marginal letters: (none)
  • old-edition numerals: (none)
  • other: facing Latin version, not set
PG 6:1412
μέγιστον κακὸν συμβαίνει ἐκ τοῦ ἐνταῦθα εἶναι. Τοῖς ἀγνοοῦσι γὰρ, καθὼς εἴρηται, ἐκ τῆς οἰκείας ἀπίστου φύσεως τὸ ἀγνοεῖν τὸν Θεὸν συμβαίνει. Δύο φωνὰς ἀλλήλων ἀναιρετικὰς συμπλέξας ὁ ἀποκρινάμενος, ἔθηκεν ἐν τῇ ἑαυτοῦ ἀποκρίσει τὸ, Εἰ δυνατὸν τοὺς ἀνθρώπους ἐνταῦθα ὄντας γινώσκειν τὸν Θεὸν, οὐδὲν αὐτοῖς μέγιστον συμβαίνει κακόν· καὶ τὸ, Τοῖς ἀγνοοῦσιν ἐκ τῆς οἰκείας ἀπίστου φύσεως συμβαίνει τὸ ἀγνοεῖν τὸν Θεόν. Καὶ τὸ μέγιστον κακὸν ὃ ἐξέβαλε διὰ τῆς πρώτης φωνῆς, τοῦτο διὰ τῆς δευτέρας εἰσήγαγε φωνῆς· εἰ μέγιστόν ἐστι κακὸν τὸ κατὰ διπλῆν ἀσέβειαν ἀσεβεῖν εἰς τὸν ὄντως ὄντα Θεὸν, αὐτὸν μὲν ἀποστερεῖν τῆς κατ' οὐσίαν δόξης, τοὺς δὲ οὐκ ὄντας θεοὺς τῇ ἐκείνου δόξῃ ψευδῶς τιμᾷν· ὅπερ ὑπερβολὴν οὐδεμιᾶς ἀπολέλοιπε κακίας. Τὸ δὲ, διὰ τὸ δυνατὸν εἶναι ἀνθρώποις ἐνταῦθα οὖσι γινώσκειν τὸν Θεὸν, μηδὲν αὐτοῖς μέγιστον συμβαίνειν κακὸν, τοῦτο οὐκ ἔστι τοῦ μεγίστου κακοῦ ἀναίρεσις, ἀλλ' ἐπίτασις· ὅτι καὶ ἐν τῷ δυνατῷ ἀδυνατοῦσιν οἱ ἄνθρωποι ἐκ τῆς οἰκείας ἑκουσίου ἀπιστίας, καὶ δυνάμενοι κατὰ ἁπλῆν εὐσέβειαν σωστικὴν ἀνθρώπων εὐσεβεῖν, προτιμῶσι ταύτης τὴν διπλῆν ἀσέβειαν· ἣν μὴ λέγειν μέγιστον κακὸν, τῶν ἀτοπωτάτων ἐστίν.
as the greatest evil happens from being here. For to those who are ignorant, as has been said, from their own unbelieving nature does being ignorant of God happen. Weaving together two utterances destructive of one another, the answerer set down in his answer the saying, If it is possible for men while being here to know God, no greatest evil happens to them; and the saying, To those who are ignorant, from their own unbelieving nature does being ignorant of God happen. And the greatest evil which he cast out through the first utterance, this he brought in through the second utterance: if it is the greatest evil to be impious with a double impiety towards the truly existing God, on the one hand to deprive Him of the glory according to essence, and on the other hand falsely to honour with His glory those who are not gods; which has left no excess of any wickedness. And the saying that, because it is possible for men while being here to know God, no greatest evil happens to them, this is not a refutation of the greatest evil, but an intensification: because even in what is possible men are unable out of their own voluntary unbelief, and while able according to simple piety saving of men to be pious, they prefer to this the double impiety; which not to call the greatest evil belongs to the most absurd things.
5. Εἰ δέ τις καὶ συγχωρήσει, ὅπερ ἄτοπον, μέγιστον εἶναι κακὸν τὰ ἐνταῦθα, καὶ κάλλιον ὑπάρχειν τὸ μὴ εἶναι τὰ τῇδε τοῦ εἶναι· εἰ μὲν λέγει κακὰ πεποιηκέναι τὰ τῇδε τὸν δημιουργὸν δι' ἀσθένειαν, ἀνοηταίνει, τὴν τοῦ Θεοῦ δύναμιν φάσκων μὴ καταλαμβάνειν πάντα. Εἰ δὲ δυνάμενος ποιῆσαι καλὰ τὰ τῇδε, συνεχώρησεν ἑτέροις κακὰ ποιεῖν, καὶ τοῦτό ἐστι κατηγόρημα τοῦ Θεοῦ. Ὁ γὰρ δυνάμενος μὲν παῦσαι, περιορῶν δὲ, ἀληθέστερον αὐτὸς δρᾷ. Εἰ κατὰ τὰ ἐν τοῖς ἀνωτέρω εἰρημένα συμβαίνει τοῖς ἀγνοοῦσι τὸν Θεὸν τὸ ἀγνοεῖν τὸν Θεὸν ἐκ τῆς οἰκείας ἀπίστου φύσεως, ὅπερ ἐστὶ μέγιστον ὁμολογούμενον κακὸν, πῶς νῦν τοῦτο κατὰ τὴν ἄτοπον συγχωρεῖ συγχώρησιν ὁ ἀποκρινάμενος; Ἀλλ' εἰ μὴ τοῦτο, ἀλλ' ἕτερον μέγιστον κακὸν κατὰ τὴν ἄτοπον συγχωρεῖ συγχώρησιν, ἀλλ' οὐ καθ' ἡμᾶς ἐστὶν ἐκεῖνο τὸ μέγιστον κακὸν, ἀλλὰ κατὰ τοὺς Μανιχαίους. Καθ' ἡμᾶς γὰρ καλὰ τὰ τῇδε πάντα, ὡς τὸν μέγιστον τῶν ἀγαθῶν ἔχοντα δημιουργόν· καὶ μέγιστον κακὸν κατ' οὐσίαν οὐδέν ἐστιν ἐν αὐτοῖς, οὔτε κατὰ τὴν ἐνέργειαν τοῦ κατ' οὐσίαν, ἀλλὰ κατὰ τὴν ἑκούσιον προαίρεσιν τῶν ἀνθρώπων, τὸ ψεῦδος προτιμῶσαν τῆς ἀληθείας, κατὰ τὴν προειρημένην διπλῆν ἀσέβειαν. Ἣν διορθούμενος ὁ τοῦ κόσμου δημιουργὸς καὶ Θεὸς, ἔταξε τὴν ἡμέραν καθ' ἣν πάντων τῶν ἐν τῷ κόσμῳ ἐξ ἀπιστίας τε καὶ ἀπειθείας τοῦ Θεοῦ κακῶν ποιεῖ τὴν ἀναίρεσιν, κατὰ τὴν πίστιν τῶν ὀρθοδόξων τῶν ἐνταῦθα ἐπεγνωκότων τὸν Θεὸν καὶ τὴν μαρτυρίαν τοῦ ἀποκριναμένου. Οὐκ ἐχρῆν οὖν τὸν ἀποκρινάμενον, πρὸς τὸ καθ' ἡμᾶς μέγιστον κακὸν ἔχοντα τὸν λόγον, πρὸς τὸ κατὰ τοὺς
5. And if anyone will even grant, which is absurd, that the things here are the greatest evil, and that it is better for the things here not to be than to be: if on the one hand he says that the Creator made the things here evil through weakness, he is foolish, affirming that the power of God does not comprehend all things. And if on the other hand, while able to make the things here good, He permitted others to make them evil, this too is an accusation against God. For he who is able indeed to stop a thing, yet overlooks it, more truly does it himself. If according to the things said in what precedes it happens to those who are ignorant of God to be ignorant of God out of their own unbelieving nature, which is an agreed greatest evil, how does the answerer now grant this according to the absurd concession? But if he grants according to the absurd concession not this, but another greatest evil, yet that greatest evil is not according to us, but according to the Manichaeans. For according to us all the things here are good, as having the greatest of goods for Creator; and there is no greatest evil according to essence in them, nor according to the working of that which is according to essence, but according to the voluntary choice of men, which prefers falsehood to truth, according to the aforesaid double impiety. Which correcting, the Creator of the world and God appointed the day wherein He makes the abolition of all the evils in the world arising out of unbelief and disobedience towards God, according to the faith of the orthodox who have come to know God here and the testimony of the answerer. The answerer therefore, having his argument directed towards the greatest evil according to us, ought not towards that according to the
Editors' notes and page, col. 1412

Footnotes

(53*) ‹anchor: τὴν μαρτυρίαν τοῦ ἀποκριναμένου› · call in col 1412 (Greek; the numbered notes are called only in the Greek) (53*) Καὶ τὴν μαρτυρίαν τοῦ ἀποκριναμένου. Legendum κατὰ τὴν μαρτυρίαν τοῦ ἀποκριναμένου, ac sic vertendum: Secundum fidem orthodoxorum, qui hic Deum, ut ipse testatur Responsor, cognoverunt.

(53*) Καὶ τὴν μαρτυρίαν τοῦ ἀποκριναμένου. Read κατὰ τὴν μαρτυρίαν τοῦ ἀποκριναμένου, and translate thus: "According to the faith of the orthodox, who here have known God, as the Respondent himself testifies."

(printed under page 738)

Page

  • running head: ARS I. S. JUSTINI OPERA SPURIA. 1412
  • marginal letters: A μέγιστον κακὸν; B ἀνθρώποις ἐνταῦθα; C νος ποιῆσαι καλὰ; D τὴν ἑκούσιον προαίρεσιν
  • old-edition numerals: (none)
  • other: (none)
PG 6:1413
Μανιχαίους μέγιστον κακὸν ἀποτείνεσθαι· ἀγνοίας γὰρ τοῦτο σημεῖον καὶ ἀπορίας ἐλέγχου, καθὰ εἴρηται. Συγχωρεῖ δὲ ἡμᾶς πράττειν ἃ ἑκουσίως αἱρούμεθα κακὰ, οὐ διὰ τὴν ἀσθένειαν τῆς αὐτοῦ δυνάμεως, ἀλλ' ἵνα τὸ ἡμῶν αὐθαίρετον καὶ τὸ αὐτοῦ μακρόθυμον δειχθῇ· ὧν χωρὶς οὔτε ἡμεῖς ἄνθρωποι, οὔτε αὐτὸς ἀγαθὸς ἐνεδέχετο εἶναι ἐπὶ τῆς παρούσης καταστάσεως.
Manichaeans to direct his aim at the greatest evil; for this is a sign of ignorance and of want of refutation, as has been said. And He permits us to do the evils which we voluntarily choose, not on account of the weakness of His power, but in order that our self-chosen will and His long-suffering may be shown; without which neither could we be men, nor could He be good in the present state.
6. Εἰ δὲ αὐτός ἐστιν ὁ Θεὸς ὁ ποιήσας τὰ τῇδε, δῆλον, ὅτι, τοῦ αὐτοῦ Θεοῦ μένοντος, καὶ ἐς ὕστερον καὶ ἀεὶ ταῦτα ἔσται. Ἃ γὰρ πάλαι ἠδύνατο, καὶ νῦν δύναται· εἰ δὲ νῦν πλέον τι δύναται παρὰ τὸ προτοῦ, ἔγχρονος αὐτοῦ ἔσται ἡ τοιαύτη δύναμις· ὅπερ ἄτοπον· τὸ γὰρ ἔγχρονον φθαρτόν. Ἐφ' ὧν λέγεται τὸ ποιήσας, ἐπὶ τούτων λέγεται καὶ τὸ πεποίηκε, καὶ τὸ ποιήσει· καὶ ὡς ἰσοδυναμούντων ἀλλήλοις ἐστὶν αὐτῶν ἡ μετάληψις ἀκώλυτος· προηγεῖται δὲ τὸ ποιήσας τοῦ ποιήσει φυσικῇ ἀνάγκῃ· ἅτινά ἐστι σημαντικὰ τῶν δύο ἄκρων τοῦ χρόνου. Τὸν δὲ ἔχοντα τὰ δύο ἄκρα τοῦ χρόνου, τουτέστι τὸ παρεληλυθὸς καὶ τὸ μέλλον, ἀνάγκη ἔχειν καὶ τὸ μεταξὺ τῶν ἄκρων τοῦ χρόνου, τουτέστι τὸ ἐνεστώς. Καὶ ἐπειδὴ χρονικὴν ἔχει ἔμφασιν τὸ ποιήσας, ἐξ ἀνάγκης καὶ ὁ Θεὸς ποιήσας τὰ τῇδε κατὰ τὴν φωνὴν τοῦ ἀποκριναμένου, ἐν χρόνῳ αὐτὰ πεποίηκεν. Ἀλλὰ ποιήσας ὁ Θεὸς τὰ τῇδε, τὰ ἄφθαρτα καὶ τὰ φθαρτὰ ἐποίησε· μέρη γὰρ ταῦτα τῶν τῇδε· διὸ δῆλον, ὅτι εὐλόγως μὲν ἔθηκεν ὁ ἀποκρινάμενος ἐπὶ τοῦ Θεοῦ τὸ ποιήσας· ἀλόγως δὲ τῷ ἐγχρόνῳ τὰ φθαρτὰ τῶν ἀφθάρτων διέστειλε, τῶν τῇ τοῦ ποιήσας φωνῇ ἀλλήλων μὴ διαστελλομένων, εἴγε ἐποίησε τὰ φθαρτὰ καὶ τὰ ἄφθαρτα. Εἰ τοίνυν ὁ λέγων περὶ τοῦ Θεοῦ τὸ ποιήσει, τὴν ἀνάκτισιν κατὰ πρόσληψιν λέγει τῆς ἐγχρόνου δυνάμεως, ἔσται ἄρα καὶ ὁ λέγων περὶ αὐτοῦ τὸ ποιήσας κατὰ πρόσληψιν λέγων τῆς ἐγχρόνου δυνάμεως, εἴγε ἡγεῖται πανταχοῦ τὸ ποιήσας τοῦ ποιήσει. Εἰ δὲ ποιήσας οὐ κατὰ πρόσληψιν ἐποίησε τῆς ἐγχρόνου δυνάμεως, οὐδ' ἄρα ποιήσει κατὰ πρόσληψιν τῆς ἐγχρόνου δυνάμεως.
6. And if it is God Himself Who made the things here, it is plain that, while the same God remains, both hereafter and always these things will be. For the things that He was able to do of old, He is able to do now also; and if now He is able to do something more than what was before, such a power of His will be temporal; which is absurd; for what is temporal is corruptible. Of whatever things the term having made is said, of these is said also the term has made, and the term will make; and as being of equal force with one another, their interchange is unhindered; and the term having made precedes the term will make by natural necessity; which are significative of the two extremes of time. And he who has the two extremes of time, that is the past and the future, must of necessity have also that which is between the extremes of time, that is the present. And since the term having made has a temporal indication, of necessity God also, having made the things here according to the utterance of the answerer, has made them in time. But God, having made the things here, made the incorruptible things and the corruptible things; for these are parts of the things here; wherefore it is plain that reasonably indeed did the answerer set down in the case of God the term having made; but unreasonably by the temporal did he distinguish the corruptible things from the incorruptible, which by the utterance of having made are not distinguished from one another, seeing that He made the corruptible things and the incorruptible. If therefore he who says concerning God the term will make, speaks of the renewal by way of an assumption of temporal power, then he also who says concerning Him the term having made will be speaking by way of an assumption of temporal power, seeing that everywhere the term having made precedes the term will make. And if having made He did not make by way of an assumption of temporal power, neither therefore will He make by way of an assumption of temporal power.
7. Εἰ δὲ, δυνάμενος καὶ πάλαι κωλῦσαι τοῦτο τὸ μέγιστον κακὸν, οὐκ ἐκώλυσε, φθονερὸς ἂν εἴη· ὅπερ ἀσεβὲς καὶ φαντάζεσθαι. Δεῖ οὖν τὸν αὐτὸν, ἐπὶ τῶν αὐτῶν μένοντα, τὰ αὐτὰ ποιεῖν. Ὅτι ἕνεκεν ἀγνοίας Θεοῦ πολυτρόπως ἀσεβοῦσιν οἱ ἄνθρωποι, εἰ τὸν ὄντως ὄντα Θεὸν ἀγνοοῦσιν, ἐν τοῖς ἀνωτέρω ἐδείξαμεν. Ἢ γὰρ ἀθετοῦσι τὸν Θεὸν, ἀποστεροῦντες αὐτὸν τῆς ἰδίας δόξης, καὶ τοὺς οὐκ ὄντας θεοὺς τοῖς ἐκείνου ὀνόμασι καὶ πράγμασι ψευδῶς τιμῶσιν· ἢ τὴν δημιουργίαν τε καὶ πρόνοιαν τοῦ κόσμου ὑποτιθέασιν εἶναι μαχομένων ἀλλήλοις δημιουργῶν· ἢ τῷ τοῦ ἀγενήτου ὀνόματι μόνῳ πρέποντι τῷ δημιουργῷ τοῦ κόσμου Θεῷ, ὀνομάζουσι τὰ μέρη τοῦ κόσμου, καὶ χωρὶς τοῦ δημιουργεῖν προσριπτοῦσι τῷ Θεῷ τὸ ὄνομα τοῦ δημιουργοῦ· ἵνα παραλείψω τὰ ἄλλὰ ἐν ἀνθρώποις εἴδη τῶν μεγίστων κακῶν, τὰ ἴσην ἢ καὶ μείζονα ἔχοντα ἀσέβειαν τῆς ἀσεβείας τῶν φθονερὸν τὸν Θεὸν φανταζομένων. Ἀλλ' εἰ ταῦτα
7. And if, while able of old also to prevent this greatest evil, He did not prevent it, He would be envious; which is impious even to imagine. The same One therefore, remaining upon the same things, must do the same things. That for the sake of ignorance of God men are in many ways impious, if they are ignorant of the truly existing God, we showed in what precedes. For either they set God at naught, depriving Him of His own glory, and falsely honour with His names and works those who are not gods; or they suppose the creation and providence of the world to belong to creators fighting with one another; or by the name of the unbegotten, which is fitting only for God the Creator of the world, they name the parts of the world, and without creating they cast upon God the name of Creator; to pass over the other kinds of the greatest evils among men, which have an equal or even greater impiety than the impiety of those who imagine God to be envious. But if these
Editors' notes and page, col. 1413

Page

  • running head: 1413 QUÆSTIONES CHRISTIANÆ
  • marginal letters: A Μανιχαίους μέγιστον; B λέγεται καὶ τὸ πεποίηκε; C δὲ τῷ ἐγχρόνῳ; D αὐτὸν, ἐπὶ τῶν αὐτῶν
  • old-edition numerals: (none)
  • other: (none)
PG 6:1414
Editors' notes and page, col. 1414

Page

  • running head: CHRISTIANÆ AD GRÆCOS. 1414
  • marginal letters: (none)
  • old-edition numerals: (none)
  • other: facing Latin version, not set
PG 6:1415
Editors' notes and page, col. 1415

Footnotes

(54) Μένειν. Legendum esse μένων perspicitur ex postremis responsionis verbis, Δεῖ οὖν τὸν αὐτὸν ἐπὶ τῶν αὐτῶν μένοντα τὰ αὐτὰ ποιεῖν.

(54) Μένειν. That μένων should be read is clear from the last words of the answer: "He must therefore, remaining the same in the same things, do the same things."

(printed under page 740) (55) Ἐφαρμόζει. Clarom. ἐφαρμόσει, et mox ἁρμόσει ἐπιφέρειν.

(55) Ἐφαρμόζει. The Clermont manuscript [has] ἐφαρμόσει, and just after, ἁρμόσει ἐπιφέρειν.

(printed under page 740) (56) Κεχρημένος. Legendum κεχρημένη, ut infra n. 7.

(56) Κεχρημένος. Read κεχρημένη, as below, no. 7.

(printed under page 740)

Page

  • running head: 1415 APPENDIX. — PARS I. S. JUST
  • marginal letters: (none)
  • old-edition numerals: (none)
  • other: facing Latin version, not set
PG 6:1416
μὲν καὶ τὰ τοιαῦτά ἐστιν ἐν ἀνθρώποις μέγιστα κακὰ, τὴν δὲ ὑπὸ Χριστιανῶν κηρυττομένην ἀνάκτισιν, ἐν ᾗ γίνεται πάντων τῶν ἐν ἀνθρώποις κατὰ τὴν ψυχὴν καὶ κατὰ τὸ σῶμα κακῶν ἡ ἀναίρεσις, ὁ ἀποκρινάμενος ἀπιστεῖ· πῶς οὐκ ἔστι κατ' αὐτὸν ὁ Θεὸς φθονερὸς, ὃς, δυνάμενος κωλῦσαι τὰ ἐν ἀνθρώποις μέγιστα κακὰ, οὐ κωλύει, ἀλλ' ἐπὶ τῶν αὐτῶν μένειν ἀεὶ ποιεῖ τοὺς εἰς αὐτόν τε καὶ εἰς ἀλλήλους ἀσεβοῦντας; Τίνος δὲ ἕνεκεν ἀπιστεῖ ὁ ἀποκρινάμενος τοῦ κόσμου τὴν ἀνάκτισιν; Διὰ τὴν ἀδυναμίαν τοῦ ποιοῦντος, ἢ διὰ τὸ ἀπρεπὲς τοῦ ἔργου; Ἀλλ' εἰ μὲν διὰ τὴν ἀδυναμίαν τοῦ ποιοῦντος, ἔσται ὁ Θεὸς οὔτε ποιητής· ὧν γὰρ τῆς μεταποιήσεως ὁ Θεὸς οὐκ ἔχει τὴν δύναμιν, τούτων οὐδὲ τῆς ποιήσεως ἔχει· ἑπόμενα γάρ ἐστι ταῦτα ἀλλήλοις, τιθέμενα ἢ ἀναιρούμενα· εἰ δὲ διὰ τὸ ἀπρεπὲς τοῦ ἔργου, ἔσται ἄρα τὸ κρεῖττον ἔργον μὴ πρέπον αὐτῷ· ὅπερ ἄτοπον, τὸ λέγειν φθαρτοὺς μὲν ἀνθρώπους πρέπειν αὐτῷ ποιεῖν, ἀφθάρτους δὲ μὴ πρέπειν αὐτῷ ποιεῖν.
Indeed, such things are the greatest evils among men, yet the respondent disbelieves the re-creation proclaimed by Christians, in which there comes about the removal of all evils among men in soul and in body; how, according to him, is God not envious, Who, being able to prevent the greatest evils among men, does not prevent them, but causes those who act impiously towards Himself and towards one another always to remain in the same state? And on what account does the respondent disbelieve the re-creation of the world? Because of the weakness of the Maker, or because of the unseemliness of the work? But if because of the weakness of the Maker, God will not even be a Maker; for of those things of whose remaking God does not have the power, neither does He have the power of their making; for these things follow upon one another, whether posited or removed; and if because of the unseemliness of the work, then the better work will not be fitting for Him; which is absurd, to say that it is fitting for Him to make corruptible men, but not fitting for Him to make them incorruptible.
ἘΡΩΤΗΣΙΣ ΧΡΙΣΤΙΑΝΙΚΗ ΠΡΟΣ ΤΟΥΣ ἝΛΛΗΝΑΣ Βʹ.
CHRISTIAN QUESTION TO THE GREEKS II.
Εἰ ἀδύνατον εἶναι Θεὸν τὸν μηδὲν πεποιηκότα, πῶς ἔστι Θεὸς, εἰ ὁ κόσμος ἀγένητος, καθά τισι δοκεῖ;
If it is impossible for Him Who has made nothing to be God, how is He God, if the world is unoriginated, just as it seems to some?
ἈΠΟΚΡΙΣΙΣ ἙΛΛΗΝΙΚΗ ΠΡΟΣ ΤΟΥΣ ΧΡΙΣΤΙΑΝΟΥΣ.
GREEK ANSWER TO THE CHRISTIANS.
Τὸ λέγειν ἀδύνατον εἶναι Θεὸν τὸν μηδὲν πεποιηκότα, ἄτοπόν ἐστι. Πάλιν γὰρ κἀνταῦθα ὁ αὐτὸς ἐφαρμόζει λόγος, ὡς οὐδὲν ἔγχρονόν ἐστι παρὰ τῷ Θεῷ. Εἰ δὲ μηδὲν ἔγχρονόν ἐστι παρὰ τῷ Θεῷ, δῆλον ὡς οὔτε τὸ παρεληλυθὸς τοῦ χρόνου ἁρμόζει ἐπιφέρειν τῷ Θεῷ. Εἰ δὲ τοῦτο μὴ ἁρμόζει, καὶ τὸ πεποιηκέναι τὸν Θεὸν τὸ ὁτιοῦν οὐχ ἁρμόττει λέγειν. Τί οὖν; φαίης ἀνενέργητον τὸν Θεὸν ἡμᾶς λέγοντας ἁμαρτάνειν; Ἀλλ' οὐ τοῦτό φαμεν, ἀλλ' ὅτι οὐ πεποίηκε μὲν ὁ Θεὸς, οὔτε ποιεῖ, οὔτε ποιήσει ἐν χρόνῳ· οὐδὲν γὰρ μᾶλλον πεποίηκεν ἢ ποιεῖ, οὐδ' αὖ ποιεῖ ἢ ποιήσει. Ἀλλὰ τό τε παρελθὸν παρὰ τῷ Θεῷ ἐν τῷ ἐνεστῶτι, καὶ τὸ μέλλον ἐν τῷ ἤδη γεγονέναι· ὡς οὐδὲν μὲν ῥευστὸν ἔχοντος τοῦ Θεοῦ, ἀεὶ δὲ τὰ αὐτὰ ποιοῦντος, διὰ τὴν τελείαν αὐτοῦ καὶ ἀμετάβλητον δύναμίν τε καὶ ἐνέργειαν. Ποιεῖ τοίνυν τὸν κόσμον ἐν αὐτῷ τούτῳ ὅπερ ἐστὶ, τὴν κίνησιν αὐτῷ ἄπαυστον παρέχων, τῷ ἐλλάμπειν αὐτὸν δι' αἰῶνος. Ὥστε πεποίηκε μὲν οὐδὲν, οὔτε ποιήσει. Ποιεῖ δὲ ἀεὶ ὁ αὐτὸς τὸ αὐτὸ, μὴ ἔχων ἀρχὴν τῆς ποιήσεως, ἵνα μὴ καὶ τέλος· ὡς, εἴγε ἀρχὴν ἔχουσι καὶ τελευτὴν αἱ ἐνέργειαι αὐτοῦ, φθαρτὸς ἔσται ὁ Θεὸς τῇ ἐνεργείᾳ· ὅπερ ἄτοπον. Ἔσται γὰρ καὶ ἡ δύναμις αὐτοῦ μεταβλητὴ, ὡς ἄλλοτε ἄλλαις κεχρημένος ἐνεργείαις· καὶ ἡ οὐσία σαλευθήσεται, ἄλλοτε ἄλλας γεννῶσα δυνάμεις, καὶ μὴ μένουσα ἐν ταῖς αὐταῖς. Ὥστε εἰ ταῦτα διὰ πάντων, δῆλον ὡς ὁ Θεὸς ἔσται μεταβλητὸς οὐσίᾳ, δυνάμει, καὶ ἐνεργείᾳ· ὅπερ ἄτοπον. Ὁ αὐτὸς τοίνυν μένων οὐδὲν ἔχει ἔγχρονον· ποιεῖ
To say that it is impossible for Him Who has made nothing to be God is absurd. For again here too the same argument applies, that nothing is temporal with God. And if nothing is temporal with God, it is clear that neither is it fitting to attribute the past of time to God. And if this is not fitting, neither is it fitting to say that God has made anything whatsoever. What then? Would you say that we err in calling God inactive? But we do not say this, but that God neither has made, nor makes, nor will make in time; for He no more has made than He makes, nor again makes than He will make. But both the past with God is in the present, and the future is in having already come to be; inasmuch as God has nothing fluxional, but always makes the same things, through His perfect and immutable power and activity. He therefore makes the world in this very thing that it is, supplying to it unceasing motion, by illuminating it throughout eternity. So that He has made nothing, nor will He make. But the Same always makes the same thing, having no beginning of making, lest He also have an end; since, if indeed His activities have a beginning and an end, God will be corruptible in activity; which is absurd. For His power also will be mutable, as using different activities at different times; and His essence will be shaken, generating different powers at different times, and not remaining in the same ones. So that if these things hold throughout all, it is clear that God will be mutable in essence, power, and activity; which is absurd. Remaining the Same, therefore, He has nothing temporal; He makes
Editors' notes and page, col. 1416

Footnotes

(54) ‹anchor: not in the visible part of the page› · call in col 1416 (Greek; the numbered notes are called only in the Greek)

(printed under page 740)

(55) ‹anchor: ὁ αὐτὸς ἐφαρμόζει› · call in col 1416 (Greek)

(printed under page 740)

(56) ‹anchor: ἄλλαις χεχρημένος› · call in col 1416 (Greek)

(printed under page 740)

Page

  • running head: RS I. S. JUSTINI OPERA SPURIA. 1416
  • marginal letters: A μὲν καὶ τὰ; B ἀναιρούμενα· εἰ δὲ; C Θεῷ. Εἰ δὲ; D Ὥστε πεποίηκε μὲν
  • old-edition numerals: (none)
  • other: (none)
PG 6:1417
τοίνυν τὸν κόσμον τάττων αὐτὸν ἀεί· καὶ ὁ κόσμος τῷ μὲν ἀεὶ φρουρεῖσθαι γίνεται, τῷ δὲ ἀεὶ εἶναι ὁ αὐτὸς ἀγένητος ὑπάρχει.
therefore always ordering the world itself; and the world, by being always guarded, comes to be, while by always being the same it is unbegotten.
Ἔλεγχος τῆς ἀποκρίσεως οὐκ ὀρθῶς γεγενημένης.
Refutation of the answer, which was not rightly made.
1. Τὸ λέγειν ἀδύνατον εἶναι Θεὸν τὸν μηδὲν πεποιηκότα ἄτοπόν ἐστι. Πάλιν γὰρ κἀνταῦθα ὁ αὐτὸς ἐφαρμόζει λόγος, ὡς οὐδὲν ἔγχρονόν ἐστι παρὰ τῷ Θεῷ. Εἰ διὰ τὸ μηδὲν ἔγχρονον εἶναι παρὰ τῷ Θεῷ ἄτοπόν ἐστι τὸ λέγειν περὶ αὐτοῦ τὸ πεποίηκε, τῆς αὐτῆς ἐστιν ἀτοπίας καὶ τὸ ποιεῖν, ἔγχρονον ὡς τὸ πεποίηκε. Πῶς οὖν ἀνάρμοστον μὲν λέγει ὁ ἀποκρινάμενος τῷ Θεῷ τὸ πεποίηκεν, εὐάρμοστον δὲ τὸ ποιεῖ; Καὶ εἰ μὲν τὸ ποιήσας ἴσον δύναται τῷ πεποίηκεν, ὡσαύτως δὲ καὶ τὸ ποιεῖ τῷ ποιήσει· τῶν δὲ ἰσοδυναμούντων ἀκώλυτος ἡ μετάληψις· πῶς ἐν μὲν τῇ πρώτῃ ἀποκρίσει ἔθηκεν ὁ ἀποκρινάμενος ἐπὶ τοῦ Θεοῦ τὸ ποιήσας καὶ τὸ ποιεῖ, νῦν δὲ ἀναιρεῖ ἀπ' αὐτοῦ ἀμφότερα; Καὶ τὸ μὲν ποιήσας οὕτως ἔθηκεν ἐπὶ τοῦ Θεοῦ· Ὁ αὐτός ἐστι, φησὶν, ὁ Θεὸς ὁ ποιήσας τὰ τῇδε· τὸ δὲ ποιεῖν οὕτως ἔθηκε· Δεῖ οὖν, φησὶ, τὸν αὐτὸν ἐπὶ τῶν αὐτῶν μένοντα τὰ αὐτὰ ποιεῖν. Ἀναιρῶν δὲ ἐν τῇ δευτέρᾳ ἀποκρίσει τὰ κείμενα ἐν τῇ πρώτῃ ἀποκρίσει, οὕτως φησίν· Ἄτοπον τὸ λέγειν ἀδύνατον εἶναι Θεὸν τὸν μηδὲν πεποιηκότα. Καὶ πάλιν· Οὔτε πεποίηκεν ὁ Θεὸς, οὔτε ποιεῖ, οὔτε ποιήσει ἐν χρόνῳ. Ἀλλ' ἴσως τὸ αὐτὸς ἑαυτῷ ἀντιλέγειν κατὰ τὴν οἰκείαν λήθην ὑπέμεινε, καθ' ἣν, ὡς εἶπε, συμβαίνει τοῖς ἀνθρώποις τὸ ἀγνοεῖν. Ἐξετάσωμεν δὲ ἡμεῖς τὰ τούτων ἑξῆς.
1. To say that it is impossible for God to be one who has made nothing is absurd. For here too the same argument applies again, that nothing is in time with God. If, because nothing in time is with God, it is absurd to say of Him "He has made," then "to make" is of the same absurdity, being in time just as "He has made" is. How then does the answerer say that "He has made" is unfitting to God, but "He makes" fitting? And if "having made" is equivalent to "He has made," and likewise "He makes" to "He will make," and the interchange of equivalents is unhindered, how is it that in the first answer the answerer set down of God both "having made" and "He makes," but now takes both away from Him? And "having made" he set down of God thus: "The same," he says, "is God, Who made the things here"; and "to make" he set down thus: "It is necessary, then," he says, "that the same, remaining in the same things, should make the same things." But taking away in the second answer what was laid down in the first answer, he speaks thus: "It is absurd to say that it is impossible for God to be one who has made nothing." And again: "God neither has made, nor makes, nor will make in time." But perhaps he underwent contradicting himself by reason of his own forgetfulness, by which, as he said, it befalls men to be ignorant. Let us, for our part, examine what follows these things.
2. Οὐδὲν, φησὶν, ἔγχρονόν ἐστι παρὰ τῷ Θεῷ. Δῆλον, ὡς οὔτε τὸ παρεληλυθὸς τοῦ χρόνου ἁρμόζει ἐπιφέρειν τῷ Θεῷ. Εἰ δὲ τοῦτο μὴ ἁρμόζει, καὶ τὸ πεποιηκέναι τὸν Θεὸν τὸ ὁτιοῦν οὐχ ἁρμόττει λέγειν. Ἐν τούτοις τὸ ἄτοπον ὑποθέμενος ὁ ἀποκρινάμενος, ὡς οὐδὲν ἔγχρονον παρὰ τῷ Θεῷ, τὰ τῷ ἀτόπῳ ἐξ ἀνάγκης ἑπόμενα ὡς εὔλογα ἐπιφέρει· τὸ, εἰ μηδὲν ἔγχρονον παρὰ τῷ Θεῷ, δῆλον, ὡς οὔτε τὸ παρεληλυθὸς τοῦ χρόνου ἁρμόζει ἐπιφέρειν τῷ Θεῷ· εἰ δὲ τοῦτο μὴ ἁρμόζει, καὶ τὸ πεποιηκέναι τὸν Θεὸν τὸ ὁτιοῦν οὐχ ἁρμόζει λέγειν. Ὅτι δὲ ἀτόπως ὑπέθηκε τὸ μηδὲν ἔγχρονον εἶναι παρὰ τῷ Θεῷ (οὗ πρὸς τὴν ἀπόδειξιν τοῖς ἑξῆς ἐπαγομένοις ἐχρήσατο), ἐλέγχει αὐτὸς ἑαυτὸν ὁ ἀποκρινάμενος, ἐν οἷς ἔφασκεν ἐν τῇ πρώτῃ ἀποκρίσει· Εἰ δὲ αὐτὸς, φησὶν, ὁ Θεὸς ὁ ποιήσας τὰ τῇδε, δηλονότι τοῦ αὐτοῦ Θεοῦ μένοντος, καὶ ἐς ὕστερον καὶ ἀεὶ τὰ αὐτὰ ἔσται· ἃ γὰρ πάλαι ἠδύνατο, καὶ νῦν δύναται. Εἰ τοίνυν μηδὲν ἔγχρονόν ἐστι παρὰ τῷ Θεῷ, δῆλον, ὅτι οὔτε τὸ ποιήσας, οὔτε τὸ ποιεῖ, οὔτε τὸ πρότερον καὶ ὕστερον, οὔτε τὸ πάλαι καὶ τὸ νῦν, οὔτε τὸ ἠδύνατο καὶ δύναται. Τὸ γὰρ ποιήσας, καὶ τὸ πρότερον, καὶ τὸ πάλαι, καὶ τὸ ἠδύνατο, τοῦ
2. "Nothing," he says, "is in time with God. It is clear that neither is it fitting to attribute the past of time to God. And if this is not fitting, neither is it fitting to say that God has made anything whatever." In these words the answerer, having laid down the absurdity that nothing is in time with God, brings in as reasonable the things that of necessity follow upon the absurdity: namely, that if nothing is in time with God, it is clear that neither is it fitting to attribute the past of time to God; and if this is not fitting, neither is it fitting to say that God has made anything whatever. But that he absurdly laid down that nothing is in time with God (which he used for the proof of what he brings in next), the answerer refutes himself, in what he said in the first answer: "But if," he says, "the same God is He Who made the things here, it is plain that, the same God remaining, they will also be the same hereafter and always; for what He was able to do of old, He is able to do now as well." If, then, nothing is in time with God, it is clear that neither "having made," nor "He makes," nor "before and after," nor "of old and now," nor "He was able and He is able" [apply to Him]. For "having made," and "before," and "of old," and "He was able" are indicative of the
Editors' notes and page, col. 1417

Footnotes

(57) ‹anchor: παρὰ τῷ Θεῷ ἄτοπόν ἐστι› · call in col 1417 (Greek; the numbered notes are called only in the Greek)

(printed under page 741) (57) Ἄτοπόν ἐστι. In utroque codice ἄτοπον εἶναι. Emendavit R. Stephanus.

(57) Ἄτοπόν ἐστι. In both manuscripts, ἄτοπον εἶναι. R. Stephanus emended it.

(printed under page 741)

(58) ‹anchor: ἴσον δύναται τῷ πεποίηκεν› · call in col 1417 (Greek)

(printed under page 741) (58) Legendum videtur τῷ ποιεῖ. — Ex Addendis et Emendandis.

(58) It seems τῷ ποιεῖ should be read. — From the Addenda and Corrigenda.

(printed under page 741)

(59) ‹anchor: τὸ λέγειν ἀδύνατον εἶναι› · call in col 1417 (Greek)

(printed under page 741) (59) ἀδύνατον εἶναι. Haec verba, quae hic deerant, desumpsi ex ipsa responsione, ubi minime desunt.

(59) ἀδύνατον εἶναι. These words, which were missing here, I have taken from the answer itself, where they are by no means missing.

(printed under page 741)

Page

  • running head: 1417 QUAESTIONES CHRISTIANAE (rest of head beyond the image edge)
  • marginal letters: A ‹τοίνυν τὸν κόσμον τάττων›; B ‹τῷ ποιήσει· τῶν δὲ›; C ‹συμβαίνει τοῖς ἀνθρώποις›; D ‹(οὗ πρὸς τὴν ἀπόδειξιν›
  • old-edition numerals: (none)
PG 6:1418
Editors' notes and page, col. 1418

Page

  • running head: S CHRISTIANAE AD GRAECOS. 1418
  • marginal letters: A nihil habet; B similiter autem; C vero sequentia; D porarium (quo
  • old-edition numerals: (none)
  • other: facing Latin version, not set
PG 6:1419
Editors' notes and page, col. 1419

Footnotes

(60) Τὰ αὐτά. Ita Clarom. Editi ταῦτα.

(60) Τὰ αὐτά. So the Clermont manuscript. The printed editions [have] ταῦτα.

(printed under page 742) (61) Καὶ εἰ μή. Leg. εἰ καὶ μή. Paulo post leg. τῶν ποιήσεων οὐσῶν. Supra leg. ἢ τοῦτο μὴ ὂν παρὰ τῷ Θεῷ ἐστιν ἐν τῷ ὄντι.

(61) Καὶ εἰ μή. Read εἰ καὶ μή. A little after, read τῶν ποιήσεων οὐσῶν. Above, read ἢ τοῦτο μὴ ὂν παρὰ τῷ Θεῷ ἐστιν ἐν τῷ ὄντι.

(printed under page 742)

Page

  • running head: 1419 PPENDIX. — PARS I. S. JUSTI
  • marginal letters: A posthac, 515; B sum dicamus?; C Deum, neque; D nam in
  • old-edition numerals: 515 after posthac,
  • other: facing Latin version, not set; full-width Greek line above 3. cut off at right edge
  • other: facing Latin version, not set
  • running head: 1419 PPENDIX. — PARS I. S. JUSTINI OPERA SPURIA. 1420
  • marginal letters: (see c1420_a.md)
  • old-edition numerals: 515 in the facing Latin after ‹posthac,› (not set)
  • other: page 742's full-width Greek line («τῷ Θεῷ τὸ πεποίηκεν … ἐκείνῳ ἑπόμενον.») is set once in c1420_a.md, in reading order under the Greek column, as the driver directs; this column holds only the facing Latin.
PG 6:1420
παρεληλυθότος χρόνου ἐστὶ δηλωτικά· καὶ τ⟨ὸ⟩ †ποιεῖ, καὶ τὸ ὕστερον, καὶ τὸ νῦν, καὶ τὸ δύναται, του ἐνεστῶτος καὶ τοῦ μέλλοντος χρόνου ἐστὶ σημαντικά. Εἰ δὲ ταῦτα, κείμενα ἐπὶ τοῦ Θεοῦ, σημαντικά τε καὶ θετικὰ γίνονται τοῦ πάντα τὰ ποιήματα τοῦ Θεοῦ ἔγχρονα εἶναι παρ' αὐτῷ, δῆλον, ὅτι ἀτόπως ὑπέθηκε τὸ μηδὲν ἔγχρονον εἶναι παρ' αὐτῷ. Τούτου δὲ ὡς ἀτόπως ὑποτεθέντος ἀναιρουμένου, συναναιρεῖται ἐξ ἀνάγκης καὶ τὸ μὴ ἁρμόττειν τῷ Θεῷ τὸ πεποίηκε. Καὶ τούτου γὰρ ἀναιρεθέντος, ἐξ ἀνάγκης τίθεται τὸ τούτου ἐναντίον, τουτέστι τὸ ἁρμόζειν τῷ Θεῷ τὸ πεποίηκεν. Ἐπὶ παντὸς γὰρ χρὴ ἢ τὴν φάσιν εἶναι ἀληθῆ ἢ τὴν ἀπόφασιν. Κειμένου δὲ τοῦ ἁρμόττειν τῷ Θεῷ τὸ πεποίηκεν, ἀδύνατον λέγειν Θεὸν τὸν μηδὲν πεποιηκότα· τοῦτο γάρ ἐστιν ἐκείνῳ ἑπόμενον.
past time; and "makes", and "afterwards", and "now", and "can" are significant of present and future time. But if these, when applied to God, become significant and assertive of all God's works being in time with Him, it is clear that he wrongly laid down that nothing is in time with Him. And when this is removed as wrongly supposed, there is necessarily removed with it also [the claim] that "has made" does not befit God. For when this too is removed, its contrary is necessarily posited, that is, that "has made" befits God. For in every case either the affirmation or the negation must be true. And once it is laid down that "has made" befits God, it is impossible to say that He Who has made nothing is God; for this follows upon that.
3. Τί οὖν φαίης ἀνενέργητον ἡμᾶς τὸν Θεὸν λέγοντας ἁμαρτάνειν; Ἀλλ' οὐ τοῦτό φαμεν, ἀλλ' ὅτι οὐ πεποίηκε μὲν ὁ Θεὸς οὐδὲν, οὔτε ποιεῖ, οὔτε ποιήσει ἐν χρόνῳ· οὐδὲν γὰρ μᾶλλον πεποίηκεν ἢ ποιεῖ, οὐδ' αὖ ποιεῖ ἢ ποιήσει· ἀλλὰ τό τε παρελθὸν παρὰ τῷ Θεῷ ἐν τῷ ἐνεστῶτι, καὶ τὸ μέλλον ἐν τῷ ἤδη γεγονέναι· ὡς οὐδὲν μὲν ῥευστὸν ἔχοντος τοῦ Θεοῦ, ἀεὶ δὲ τὰ αὐτὰ ποιοῦντος διὰ τὴν τελείαν αὐτοῦ καὶ ἀμετάβλητον δύναμίν τε καὶ ἐνέργειαν. Ἀλλὰ τὸ φεύγειν μὲν τὴν ἁμαρτίαν λέγουσαν τὸν Θεὸν ἀνενέργητον, λέγειν δὲ περὶ αὐτοῦ τὸ οὔτε πεποίηκεν, οὔτε ποιεῖ, οὔτε ποιήσει ἐν χρόνῳ, εἰς τὴν αὐτήν ἐστιν ἁμαρτίαν ἐμπεσεῖν. Εἰ γὰρ ἠβουλήθης ἁμαρτάνειν, καὶ λέγειν τὸν Θεὸν ἀνενέργητον, τί πλέον εἶχες λέγειν ὧν νῦν εἴρηκας, μὴ βουλόμενος ἁμαρτάνειν καὶ λέγειν ἀνενέργητον τὸν Θεόν, τοῦ μήτε πεποιηκέναι τὸν Θεόν, μήτε ποιεῖν, μήτε ποιήσειν; τῶν γὰρ ῥημάτων τῶν χρονικὴν ἔμφασιν δηλούντων καὶ ἐχόντων, ἐκ τῆς ἐνεργείας τοῦ Θεοῦ ἀναιρουμένων, εὑρεθήσεται ὁ Θεὸς ἀνενέργητος· διὸ οὔτε ποιητής.
3. "What then? Would you say that we sin in calling God inactive? But we do not say this; rather, that God has not made anything, nor makes, nor will make, in time; for He has no more made than He makes, nor again makes than He will make; but both the past is with God in the present, and the future in its having already come to be; since God has nothing in flux, but always does the same things through His perfect and unchangeable power and operation." But to flee the sin that calls God inactive, and yet to say of Him that He neither has made, nor makes, nor will make in time, is to fall into the same sin. For had you wished to sin and to call God inactive, what more could you have said than what you have now said, not wishing to sin and to call God inactive: that God has neither made, nor makes, nor will make? For when the verbs that show and carry a temporal sense are removed from the operation of God, God will be found inactive, and therefore no Maker either.
4. Εἰ μηδὲν ἔγχρονόν ἐστι παρὰ τῷ Θεῷ, δῆλον, ὅτι οὔτε τὸ παρεληλυθὸς τοῦ χρόνου ἐστὶ παρ' αὐτῷ, οὔτε τὸ ἐνεστὼς, οὔτε τὸ μέλλον. Πῶς οὖν ὁ ἀποκρινάμενος, ἀναιρῶν ἀπὸ τοῦ Θεοῦ τὰ ἔγχρονα, τίθησιν ἐπὶ τοῦ Θεοῦ τὰ ἔγχρονα, καὶ φησίν· Ἀλλὰ τό τε παρελθὸν παρὰ τῷ Θεῷ ἐν τῷ ἐνεστῶτι, καὶ τὸ μέλλον ἐν τῷ ἤδη γεγονέναι; Τοῦτο δυεῖν τινων ἔχει τὴν ἔμφασιν, ἢ τοῦτο μὴ ὂν παρὰ τῷ Θεῷ ἐστιν ἐν τῷ μὴ ὄντι, ἢ τοῦτο μὴ ὂν παρὰ τῷ Θεῷ ἐστιν ἐν τῷ ὄντι. Ἀλλ' εἰ μὲν τὸ πρῶτον, ἔστιν ἀδύνατον· τὸ γὰρ ἔν τινι εἶναι, ἢ μὴ εἶναι, τοῦ ὄντος ἐστίν· εἰ δὲ τὸ δεύτερον, ἔστι παρὰ τῷ Θεῷ τὸ μὴ ὂν ἐν τῷ ὄντι, τουτέστι τὸ παρεληλυθὸς τοῦ χρόνου ἐν τῷ ἐνεστῶτι τοῦ χρόνου. Τούτου δὲ κειμένου, ἔλεγχος γίνεται τοῦ μὴ ὀρθῶς εἰρῆσθαι τὸ οὐδὲν ἔγχρονον παρὰ τῷ Θεῷ, τὸ παρεληλυθὸς ἐν τῷ ἐνεστῶτι, καὶ τὸ μέλλον ἐν τῷ ἤδη γεγονέναι· ἅτινά ἐστιν ἔγχρονα· καὶ εἰ ἐνήλλαξε τὸν τρόπον τοῦ πῶς ἐστι παρὰ τῷ Θεῷ τὰ τοῦ χρόνου μέρη, ἀλλ' ὅμως δέδωκεν εἶναι παρ' αὐτῷ τοῦ χρόνου τὸ παρεληλυθὸς, καὶ τὸ ἐνεστὼς, καὶ τὸ μέλλον· καὶ εἰ μὴ μᾶλλον τὸ πεποίηκε τοῦ ποιεῖ,
4. If nothing is in time with God, it is clear that neither the past of time is with Him, nor the present, nor the future. How then does the respondent, while removing things in time from God, posit things in time in God, and say: "But both the past is with God in the present, and the future in its having already come to be"? This carries the sense of one of two things: either that this, not being with God, is in what is not, or that this, not being with God, is in what is. But if the first, it is impossible; for to be in something, or not to be, belongs to what is. But if the second, there is with God what is not in what is, that is, the past of time in the present of time. And once this is laid down, there is a refutation of the saying that nothing is in time with God, [since he speaks of] the past in the present and the future in its having already come to be, which are things in time; and even if he has changed the manner in which the parts of time are with God, he has nevertheless granted that the past of time, and the present, and the future are with Him; and if not rather "has made" than "makes",
Editors' notes and page, col. 1420

Footnotes

(60) ‹anchor: τὰ αὐτὰ (60) ποιοῦντος› · call in col 1420 (Greek; the numbered notes are called only in the Greek)

(printed under page 742)

(61) ‹anchor: καὶ εἰ μή› · call in col 1420 (Greek)

(printed under page 742)

Page

  • running head: RS I. S. JUSTINI OPERA SPURIA. 1420
  • marginal letters: A παρεληλυθότος χρόνου; B γοντας ἁμαρτάνειν;; C ἁμαρτάνειν καὶ; D ὄντι. Ἀλλ'
  • old-edition numerals: (none)
  • other: damaged type τ⟨ὸ⟩ ποιεῖ in line 1; full-width line after Κειμένου δὲ τοῦ ἁρμόττειν (εὸν τὸν μηδὲν πεποιηκότα· τοῦτο γάρ ἐστιν ἐκείνῳ ἑπόμενον.) cut off at left edge; set whole from the page (begins τῷ Θεῷ τὸ πεποίηκεν, ἀδύνατον λέγειν Θ- in col 1419's half); misprint του (for τοῦ) in line 2, kept as printed
  • running head: 1419 PPENDIX. — PARS I. S. JUSTINI OPERA SPURIA. 1420
  • marginal letters: A ‹παρεληλυθότος χρόνου ἐστὶ δηλωτικά›; B ‹3. Τί οὖν φαίης ἀνενέργητον›; C ‹ἁμαρτάνειν καὶ λέγειν ἀνενέργητον›; D ‹ὄντι. Ἀλλ' εἰ μὲν τὸ πρῶτον›
  • old-edition numerals: (none in the Greek; 515 in the facing Latin col. 1419)
PG 6:1421
οὐδ' αὖ τὸ ποιεῖ τοῦ ποιήσει. Ἐπεὶ τίς ἦν χρεία τῆς τοῦ μᾶλλον ἀναιρέσεως ἀπὸ τῶν ποιήσεων τῶν κατὰ τὸ πεποίηκε, καὶ ποιεῖ, καὶ ποιήσει, ἀλλήλων διαφερουσῶν, τῶν ποιήσεων οὐκ οὐσῶν τῶν κατὰ τὸ μᾶλλον καὶ ἧττον μὴ διαφερουσῶν ἀλλήλων· οὐδὲ γὰρ ἀναίρεσίς ἐστι τοῦ πεποιηκέναι τὸ μὴ μᾶλλον πεποίηκεν ἢ ποιεῖ, ἀλλὰ θέσις μᾶλλον τοῦ πεποίηκεν. Ἀλλὰ προδήλως πάντα ὅσα ἀνεῖλεν ἀπὸ τοῦ Θεοῦ τὰ ἔγχρονα ἐν τῷ προοιμίῳ τῆς δευτέρας ἀποκρίσεως, ταῦτα αὐτῷ κατέλιπεν ἐνταῦθα, ὡς οὐδὲν ῥευστὸν ἔχοντος τοῦ Θεοῦ, ἀεὶ δὲ τὰ αὐτὰ ποιοῦντος διὰ τὴν τελείαν αὐτοῦ καὶ ἀμετάβλητον δύναμίν τε καὶ ἐνέργειαν. Ὁ ἀναιρῶν τὰ ἔγχρονα οὐ τίθησι τὰ ἔγχρονα. Πῶς οὖν, εἰ κατὰ τὸν ἀποκρινάμενον μηδὲν ἔγχρονον παρὰ τῷ Θεῷ, ποιεῖ τὰ αὐτὰ ὁ Θεός; Τὸ γὰρ ποιεῖ ἀδύνατον νοηθῆναι τοῦ ἐνεστῶτος χρόνου ἐκτός. Πῶς δὲ ἔχει τελείαν δύναμίν τε καὶ ἐνέργειαν ὁ Θεὸς, εἰ δὴ ἀπαύστως ποιεῖ τὰ αὐτά; Εἰ γὰρ διὰ τοῦτο λέγεται ἡ κίνησις ἐνέργεια ἀτελὴς διὰ τὸ ἀεὶ κινεῖσθαι· ἧς εἰ κατὰ μίμησιν καὶ ὁ Θεὸς ἐποίει, ἀτελὴς ἔσται ἡ αὐτοῦ ἐνέργεια καὶ οὐ τελεία· ἡ γὰρ τελεία ἐνέργεια ἐν τῷ ἤδη ἀποτελεσθέντι ἔργῳ θεωρεῖται, καὶ οὐκ ἐν τῷ ἀτελέστῳ. Ἀλλ' εἰ μὲν διὰ τὸ ἀτελὲς τῆς ἐνεργείας καὶ διὰ τὸ ἀτελέστατον τοῦ λόγου λέγει τὸν Θεὸν μηδὲν πεποιηκέναι ὁ ἀποκρινάμενος, οὐκ ἀληθεύσει, λέγων τελείαν εἶναι τὴν ἐνέργειαν τοῦ Θεοῦ, τὴν μηδὲν οὔτε τῷ ὅλῳ οὔτε τῷ μέρει τελέσασαν· εἰ δὲ, τοῦ ἔργου μὴ τελεσθέντος, ἀδύνατον τελείαν εἶναι τὴν ἐνέργειαν τοῦ ποιοῦντος, δῆλον, ὅτι οὐδὲ ὁ Θεὸς ἔχει τελείαν ἐνέργειαν, ἀεὶ ποιῶν τὸ ποιούμενον.
nor again "He makes" than "He will make". Since what need was there of the removal of "more" from the makings that differ from one another according to "He has made", and "He makes", and "He will make", when the makings that do not differ from one another according to more and less do not exist? For "He no more has made than He makes" is not a removal of having made, but rather an affirmation of "He has made". But manifestly all the temporal things that he removed from God in the preamble of the second answer, these he left to Him here, saying "inasmuch as God has nothing fluxional, but always makes the same things through His perfect and immutable power and activity." He who removes temporal things does not posit temporal things. How then, if according to the respondent nothing is temporal with God, does God make the same things? For "He makes" cannot be conceived outside of the present time. And how does God have perfect power and activity, if indeed He unceasingly makes the same things? For if on this account motion is called an imperfect activity, because of always being moved—in imitation of which if God also were making, His activity will be imperfect and not perfect; for perfect activity is beheld in the work already completed, and not in the uncompleted. But if because of the imperfection of the activity and because of the utter imperfection of the argument the respondent says that God has made nothing, he will not speak truly in saying that the activity of God is perfect, which has completed nothing either in the whole or in the part; and if, when the work is not completed, it is impossible for the activity of the maker to be perfect, it is clear that neither does God have a perfect activity, if He is always making that which is being made.
5. Ποιεῖ τοίνυν τὸν κόσμον ἐν αὐτῷ τούτῳ ὅπερ ἐστὶ, τὴν κίνησιν αὐτῷ ἄπαυστον παρέχων, τῷ ἐλλάμπειν αὐτὸν δι' αἰῶνος. Εἰ ἐν τῇ παροχῇ τῆς κινήσεως ποιεῖ τὸν κόσμον ὁ Θεὸς, δῆλον, ὅτι ἔγχρονον ποιεῖ τὸν κόσμον· οὐ γὰρ ἄνευ χρόνου ἡ κίνησις ἡ τῷ κόσμῳ παρὰ τοῦ Θεοῦ πρὸς τὴν αὐτοῦ κίνησιν παρεχομένη. Εἰ τοίνυν τὸ ποιεῖν τοῦ ἐνεστῶτός ἐστι χρόνου, καὶ ἡ κίνησις ἔγχρονός ἐστι, πῶς οὐκ ἔστι ψευδὲς, τὸ, Οὐδὲν ἔγχρονόν ἐστι παρὰ τῷ Θεῷ; Πῶς δὲ δυνατὸν κινεῖσθαι τὸν κόσμον τὸν μήπω γεγονότα, ἀλλ' εἰ ἐν τῷ ποιεῖσθαι ὄντα, τῷ τὸν μὲν Θεὸν ποιεῖν ἀχρόνως, τὸν δὲ κόσμον ἐν τῷ χρόνῳ ποιεῖσθαι; ἀνάγκη γὰρ, ὥσπερ ποιεῖ ὁ ποιῶν, οὕτως ποιεῖσθαι τὸ ποιούμενον ἀχρόνως. Εἰ δὲ τῇ παροχῇ τῆς κινήσεως ποιεῖ τὸν κόσμον ὁ Θεὸς, καὶ οὐχ ἁρμόττει τὸ λέγεσθαι περὶ αὐτοῦ τὸ, Πεποίηκε τὸν κόσμον, οὐδ' ἄρα τῷ κόσμῳ ἁρμόττει τὸ κινηθῆναι. Εἰ ἕτερον μὲν τὸ κινούμενον, ἑτέρα δὲ ἡ κίνησις· οἷον, ἔστω τὸ μὲν κινούμενον ὁ ἥλιος, ἡ δὲ κίνησις αὐτοῦ μετάστασις κατὰ φορὰν ἐκ τόπου εἰς τόπον· καὶ ἡ κίνησις οὐ παρέχει μὲν τῷ ἡλίῳ τὴν οὐσίαν, παρέχει δὲ αὐτῷ τὸ κινεῖσθαι κατὰ φοράν· δῆλον, ὅτι δύο ποιήσεις ἔχει ὁ ἥλιος, μίαν μὲν τῆς οὐσίας, ἑτέραν δὲ τῆς κινήσεως· οἷόν ἐστιν ὁ ἥλιος πίλημα αἰθεροειδὲς τῇ οὐσίᾳ, λαμπρὸς τῷ εἴδει, σφαιροειδὴς τῷ σχήματι· ὧν οὐδὲν διὰ κινήσεως ὁ ἥλιος. Ἀλλ' εἰ μηδὲν τούτων διὰ τῆς κινήσεως ἔχει ὁ ἥλιος, δῆλον, ὅτι οὐδὲ διὰ τῆς ποιήσεως
5. He therefore makes the world in this very thing that it is, supplying to it unceasing motion, by illuminating it throughout eternity. If in the supplying of motion God makes the world, it is clear that He makes the world temporal; for not without time is the motion that is supplied to the world by God towards its motion. If therefore "to make" belongs to the present time, and motion is temporal, how is it not false to say, "Nothing is temporal with God"? And how is it possible for the world which has not yet come to be, but is still in the process of being made, to be moved, by God's making timelessly, while the world is made in time? For it is necessary that, just as the maker makes, so that which is being made should be made timelessly. And if by the supplying of motion God makes the world, and it is not fitting that "He has made the world" be said concerning Him, neither then is it fitting for the world to have been moved. If that which is moved is one thing, and motion is another—for instance, let that which is moved be the sun, and its motion a transition by locomotion from place to place; and motion does not supply essence to the sun, but supplies to it the being moved by locomotion—it is clear that the sun has two makings, one of its essence, and another of its motion; just as the sun is an aether-like compressed mass in essence, bright in appearance, spherical in shape—none of which the sun has through motion. But if the sun has none of these things through motion, it is clear that neither through the making
Editors' notes and page, col. 1421

Footnotes

(62) ‹anchor: ἀλλ' εἰ› · call in col 1421 (Greek; the numbered notes are called only in the Greek)

(printed under page 743) (62) Ἀλλ' εἰ. Clarom. ἀλλὰ ἀεί. Mox legendum τὸ τὸν μὲν Θεόν.

(62) Ἀλλ' εἰ. The Clermont manuscript [has] ἀλλὰ ἀεί. Just after, read τὸ τὸν μὲν Θεόν.

(printed under page 743)

Page

  • running head: 1421 QUAESTIONES CHRISTIANAE
  • marginal letters: A οὐδ' αὖ τὸ; B νατον νοηθῆναι; C 5. Ποιεῖ τοίνυν; D τῆς κινήσεως
  • old-edition numerals: (none)
  • other: ποιή- split at column break
PG 6:1422
Editors' notes and page, col. 1422

Page

  • running head: CHRISTIANAE AD GRAECOS 1422
  • marginal letters: A operationibus inter; B operationem, si; C 5. Itaque; D facit, nec
  • old-edition numerals: 516 after adimit
  • other: facing Latin version, not set
PG 6:1423
Editors' notes and page, col. 1423

Footnotes

(63) Προέχουσα. Legendum putat Sylburgius παράγουσα vel ἔχουσα. Sed frustra quidquam mutaretur, cum verbum προέχειν idem interdum valeat ac proferre. Infra leg. εἰ ὥσπερ αὐτὸς ὁ Θεός.

(63) Προέχουσα. Sylburg thinks παράγουσα or ἔχουσα should be read. But it would be pointless to change anything, since the verb προέχειν sometimes means the same as "to bring forth". Below, read εἰ ὥσπερ αὐτὸς ὁ Θεός.

(printed under page 744)

Page

  • running head: 1423 APPENDIX. — PARS I. S. JUSTIN
  • marginal letters: A qui pars; B 6. Quocirca; C essentiæ solis; D stantia nutabit,
  • old-edition numerals: 517 after creationis
  • other: facing Latin version, not set
PG 6:1424
τῆς παρὰ τοῦ Θεοῦ. Εἰ δὲ τῇ παροχῇ τῆς ἀπαύστου κινήσεως ποιεῖ τὸν ἥλιον ὁ Θεὸς τὸν ὄντα μέρος τοῦ κόσμου, ὥσπερ ποιεῖ ὅλον τὸν κόσμον, καὶ δεῖ πρῶτον εἶναι τὸ κινητὸν καὶ ὕστερον τὴν κίνησιν, ἢ ἄρα ἀποίητός ἐστιν ὁ ἥλιος τῇ οὐσίᾳ, ἢ κατὰ ἄλλην ποίησιν ἐποίησεν αὐτοῦ τὴν οὐσίαν, καὶ κατὰ ἄλλην ποίησιν τὴν κίνησιν· καὶ ποιήσας μὲν πρῶτον αὐτοῦ τὴν οὐσίαν, ὕστερον δὲ παρασχὼν αὐτῷ τὴν κίνησιν. Ἀλλ' εἰ τὸ κινεῖσθαι αὐτὸν ἀεὶ ποιεῖ, τὴν δὲ οὐσίαν αὐτοῦ οὐκ ἀεὶ ποιεῖ, δῆλον, ὅτι μετὰ τὴν ποίησιν τῆς οὐσίας αὐτοῦ παρέχει αὐτῷ τὴν ἄπαυστον κίνησιν, καὶ ἔστι τὸ τέλος τῆς οὐσίας τῆς ποιήσεως αὐτοῦ ἀρχὴ τῆς κινήσεως αὐτοῦ. Εἰ δὲ ταῦτα οὕτως ἔχει, δῆλον, ὅτι οὐδὲν ἄχρονον παρὰ τῷ Θεῷ· ἡ γὰρ ποίησις ποίησιν διαδεχομένη ἄχρονος οὐκ ἔστιν.
that is from God. And if by the supplying of unceasing motion God makes the sun, which is a part of the world, just as He makes the whole world, and that which is movable must be first and the motion later, then either the sun is unmade in essence, or according to one making He made its essence, and according to another making its motion; both having made its essence first, and later having supplied to it motion. But if He always makes it to be moved, yet does not always make its essence, it is clear that after the making of its essence He supplies to it unceasing motion, and the end of the making of its essence is the beginning of its motion. And if these things are so, it is clear that nothing is timeless with God; for a making that succeeds a making is not timeless.
6. Ὥστε πεποίηκε μὲν οὐδὲν, οὔτε ποιήσει· ποιεῖ δὲ ἀεὶ ὁ αὐτὸς τὸ αὐτὸ, μὴ ἔχων ἀρχὴν τῆς ποιήσεως, ἵνα μὴ καὶ τέλος. Δειχθέντος τοῦ ἄλλην εἶναι τοῦ ἡλίου τὴν ποίησιν τῆς οὐσίας καὶ ἄλλην τὴν διὰ κινήσεως, ἣν ἄπαυστον ὠνόμασεν ὁ ἀποκρινάμενος, καὶ ὅτι προηγεῖται ἡ ποίησις τῆς οὐσίας αὐτοῦ τῆς διὰ κινήσεως, πῶς οὐκ ἔστιν ἄτοπον τὸ ἄναρχον λέγειν τοῦ ἡλίου τὴν ποίησιν, τὴν διὰ τῆς κινήσεως, τοῦ ἡλίου, πρὸ τῆς ἀπαύστου διὰ κινήσεως ποιήσεως, τὴν τῆς οὐσίας παυσαμένην ποίησιν ἐσχηκότος; Ἢ τοίνυν οὐκ ἔστι ποιητὴς τῆς τοῦ ἡλίου οὐσίας ὁ Θεὸς, ἢ οὐκ ἔστιν ἄναρχος ἡ διὰ τῆς κινήσεως ποίησις τοῦ ἡλίου. Ἀλλ' εἰ μὲν τὸ πρῶτον, εἰ οὐκ ἔστι ποιητὴς τῆς τοῦ ἡλίου οὐσίας ὁ Θεὸς, οὐδ' ἄρα διὰ τῆς κινήσεώς ἐστιν αὐτοῦ ποιητής· παρ' οὗ γὰρ ἔχει τὴν οὐσίαν, παρὰ τούτου ἀνάγκη ἔχειν καὶ τὴν κίνησιν· εἰ δὲ τὸ δεύτερον, φθαρτὸς ἔσται ὁ Θεὸς τὴν ἐνέργειαν, εἴγε κατὰ τὸν ἀποκρινάμενον, παυσαμένης τῆς ἐνεργείας τοῦ Θεοῦ, φθείρεται ὁ Θεὸς τῇ ἐνεργείᾳ. Εἰ δὲ ποιητὴς τῆς τοῦ ἡλίου οὐσίας ἐστὶν ὁ Θεὸς, καὶ ταύτην ἀεὶ οὐ ποιεῖ, δῆλον, ὅτι πεποίηκε ταύτην πρὸ τοῦ κινεῖσθαι αὐτὸν, καὶ οὐδὲν ποίημα ἄχρονον παρὰ τῷ Θεῷ.
6. So that He has made nothing, nor will He make; but the Same always makes the same thing, having no beginning of making, lest He also have an end. Since it has been shown that the making of the sun's essence is one thing and that through motion is another, which the respondent named unceasing, and that the making of its essence precedes that through motion, how is it not absurd to call the making of the sun through motion beginningless, when the sun, before the unceasing making through motion, has had the ceased making of its essence? Either, therefore, God is not the Maker of the sun's essence, or the making of the sun through motion is not beginningless. But if the first, if God is not the Maker of the sun's essence, neither then is He its Maker through motion; for from whom it has its essence, from him it must of necessity have its motion also; and if the second, God will be corruptible as to activity, if indeed according to the respondent, when the activity of God ceases, God is corrupted in activity. And if God is the Maker of the sun's essence, and does not always make this, it is clear that He has made this before its being moved, and no work is timeless with God.
7. Ὡς εἴγε ἀρχὴν ἔχουσι καὶ τελευτὴν αἱ ἐνέργειαι αὐτοῦ, φθαρτὸς ἔσται ὁ Θεὸς τῇ ἐνεργείᾳ· ὅπερ ἄτοπον. Ἔσται δὲ καὶ ἡ δύναμις αὐτοῦ μεταβλητὴ, ἄλλοτε ἄλλας ἐνεργείας προέχουσα. Εἰ δὲ ἡ δύναμις μεταβλητὴ ἄλλοτε ἄλλαις κεχρημένη ἐνεργείαις, καὶ ἡ οὐσία σαλευθήσεται, ἄλλοτε ἄλλας γεννῶσα δυνάμεις, καὶ μὴ μένουσα ἐν ταῖς αὐταῖς. Ὥστε, εἰ ταῦτα διὰ πάντων, δηλονότι ὁ Θεὸς ἔσται μεταβλητὸς οὐσίᾳ, δυνάμει, ἐνεργείᾳ· ὅπερ ἄτοπον. Ὥσπερ αὐτὸς ὁ Θεὸς οὐκ ἔχει ἀρχὴν καὶ τελευτὴν, οὕτως οὐδὲ ἡ ἐνέργεια αὐτοῦ, οὐδὲ τὰ ἔργα αὐτοῦ (αἱ γὰρ ἐνέργειαι αὐτοῦ ἐν τοῖς ἔργοις αὐτοῦ εἰσιν)· ἔσται ἄρα ὥσπερ μὴ χρήζων αὐτὸς τοῦ ποιοῦντος, οὕτως οὐδὲ τὰ λεγόμενα αὐτοῦ ἔργα· ἔσται ψεῦδος καὶ τὸ λέγειν τὸν Θεὸν ποιητὴν τῶν κατ' αὐτὸν, ἀνάρχων τε ὄντων καὶ ἀτελευτήτων. Εἰ δὲ πανταχοῦ κατὰ διαφορὰν προϋπάρξεώς τε καὶ μεθυπάρξεως
7. Since, if indeed His activities have a beginning and an end, God will be corruptible in activity; which is absurd. And His power also will be mutable, putting forth different activities at different times. And if His power is mutable, using different activities at different times, His essence also will be shaken, generating different powers at different times, and not remaining in the same ones. So that, if these things hold throughout all, plainly God will be mutable in essence, power, activity; which is absurd. Just as God Himself does not have a beginning and an end, so neither does His activity, nor His works (for His activities are in His works); therefore, just as He Himself does not need a maker, so neither will the things called His works; it will also be false to call God the Maker of the things that are according to Him, since they are beginningless and endless. But if everywhere according to the difference of pre-existence and post-existence
Editors' notes and page, col. 1424

Footnotes

(63) ‹anchor: ἐνεργείας προέχουσα› · call in col 1424 (Greek; the numbered notes are called only in the Greek)

(printed under page 744)

Page

  • running head: RS I. S. JUSTINI OPERA SPURIA. 1424
  • marginal letters: A σεως τῆς παρὰ; B 6. Ὥστε πεποίηκε; C τῆς κινήσεώς ἐστιν; D ἐνεργείαις, καὶ ἡ
  • old-edition numerals: (none)
  • other: begins with fragment σεως from ποιήσεως
PG 6:1425
διέστηκεν ὁ Ποιητὴς τοῦ ποιήματος, δῆλον ὅτι ὁ ἀναιρῶν ἀπὸ τοῦ Θεοῦ καὶ τῶν ἔργων αὐτοῦ τὴν διαφορὰν ταύτην, ἀμφότερα ἀποστερεῖ, τὸν Θεὸν καὶ τὰ ποιήματα, τὸν μὲν τῆς τοῦ ποιητοῦ προσηγορίας, τὰ δὲ τῆς τῶν ποιημάτων. Καὶ εἰ ἔστι μὲν ἡ τοῦ Θεοῦ δύναμις ἄπειρος, ὥσπερ οὖν καὶ ἔστι, πεπερασμένα δὲ τὰ ἔργα αὐτοῦ, πῶς οὐκ ἔστιν ὁ Θεὸς καθ' ἃς ἔχει μὲν δυνάμεις, μὴ ἐνεργῶν δὲ κατ' αὐτὰς, οὐ φθαρτὸς τῇ ἐνεργείᾳ, κατὰ τὴν κρίσιν τοῦ ἀποκριναμένου; Εἰ δὲ καθ' ἃς ἔχει δυνάμεις, καὶ μὴ ἐνεργῶν κατ' αὐτὰς, φθαρτὸς οὐκ ἔστιν, οὐδὲ ἄρα, παυσαμένης τῆς ἐνεργείας τοῦ Θεοῦ τῆς τὸν κόσμον παραγούσης, φθείρεται Θεὸς τῇ ἐνεργείᾳ. Ὅσον δὴ καὶ βούλεται, καὶ οὐχ ὅσον δύναται· καὶ οὐ ποιεῖ φθαρτὸν τὸν Θεὸν ἡ τῆς ἐνεργείας συστολή· οὐδὲ ἄρα ὅταν συστέλλῃ τὴν ἐνέργειαν, κατὰ μεταβολὴν συστέλλει τῆς δυνάμεως· ἀλλ' ἔστι μὲν ἡ δύναμις τοῦ Θεοῦ ἀεὶ ἀμετάβλητος, κέχρηται δὲ ταῖς ἐνεργείαις ἐφ' ὅσον βούλεται. Οὐ γὰρ ἐνεργεῖ Θεὸς καθάπερ ἐνεργοῦσιν οἱ ἐν τῷ ἐνεργεῖν τὸ εἶναι ἔχοντες, καὶ παυσαμένης τῆς ἐνεργείας παύονται καὶ αὐτοὶ τοῦ εἶναι, οἷον τὸ πῦρ καὶ ἡ χιών. Εἰ γὰρ οὕτως ἐνεργεῖ Θεὸς, οὐχ ἕνεκεν τῶν γινομένων μᾶλλον ἢ ἕνεκεν τοῦ εἶναι αὐτὸν ἐνεργεῖ· ὡς, εἰ παύσοιτο τοῦ ἐνεργεῖν, παύσεται καὶ τοῦ εἶναι. Εἰ δὲ ἄτοπον τοῦτο, ἄτοπον ἄρα καὶ τὸ λέγειν μεταβλητὴν τὴν τοῦ Θεοῦ δύναμιν τῇ συστολῇ τῆς ἐνεργείας, ἢ σαλευομένην τὴν οὐσίαν αὐτοῦ ταῖς ποικίλαις ἐνεργείαις ἄλλοτε ἄλλας προβαλλομένην. Καὶ καθάπερ ποιεῖ ἡμᾶς ὁ Θεὸς πρῶτον μὲν βρέφη, ἔπειτα δὲ νεανίσκους, εἶτα γέροντας, οὐ κατὰ τὴν μεταβολὴν ποιεῖ τῆς δυνάμεως, οὐδὲ κατὰ τὴν φθορὰν τῆς ἐνεργείας, οὔτε κατὰ τὴν σαλευομένην αὐτοῦ οὐσίαν, ἐναλλάσσων ἡμῶν τὰς ἡλικίας κατὰ διαφόρους καιροὺς τῷ πρώτῳ καὶ ὑστέρῳ ἀλλήλων διαφερούσας, ἀλλὰ κατὰ τὴν προβολὴν καὶ συστολὴν τῆς ἐνεργείας· οὕτως οὐ κατὰ τὴν μεταβολὴν τῆς δυνάμεως ἀρχὴν καὶ τέλος ἡ ἐνέργεια αὐτοῦ ἔχει, ἀλλὰ κατὰ προβολὴν καὶ συστολήν. Εἰ μὲν γὰρ συστελλομένης τῆς ἐνεργείας, οὐκέτι ἠδύνατο ὁ Θεὸς τῇ παυσαμένῃ ἐνεργείᾳ κεχρῆσθαι, δικαίως ἂν ἐλέγετο φθορὰ ἐνεργείας· εἰ δὲ ἀεὶ δύναται τὴν αὐτὴν ἐνέργειαν ὅτε βούλεται προβάλλεσθαι, οὐκ ἄρα φθείρεται ἡ ἐνέργεια τοῦ Θεοῦ συστελλομένη. Τῆς γὰρ δυνάμεως μὴ φθειρομένης, ἀδύνατον φθαρῆναι τὴν ἐνέργειαν. Ἄλλη γάρ ἐστιν ἡ φθορὰ τῆς ἐνεργείας, καὶ ἄλλη ἡ συστολὴ τῆς ἐνεργείας· ὡς, εἰ μὴ συνεστέλλετο ἡ ἐνέργεια ἡ τὸν κόσμον ποιοῦσα, ἄπειροι ἂν κόσμοι ἐγένοντο τῷ πλήθει κατὰ τὴν ἄπαυστον ἐνέργειαν. Νῦν δὲ, ἑνὸς μόνου τοῦ κόσμου γενομένου, τῷ πεπερασμένῳ τοῦ ἔργου δείκνυται πεπερασμένη ἡ ἐνέργεια ἡ τὸν κόσμον ποιήσασα.
the Maker stands apart from the thing made, it is clear that he who removes this difference from God and His works deprives both, God and the things made: the One of the title of maker, the others of that of things made. And if the power of God is infinite, as indeed it is, while His works are finite, how is God not corruptible in operation, by the respondent's judgement, with respect to the powers that He has but according to which He does not operate? But if, with respect to the powers He has and according to which He does not operate, He is not corruptible, then neither, when the operation of God that brought forth the world has ceased, is God corrupted in operation. [He operates] as much as He wills, and not as much as He can; and the contraction of His operation does not make God corruptible; nor then, when He contracts His operation, does He contract it by a change of His power; but the power of God is ever unchangeable, and He uses His operations as far as He wills. For God does not operate as those operate that have their being in operating, and when the operation ceases they themselves cease to be as well, such as fire and snow. For if God operated thus, He would operate not for the sake of the things that come to be rather than for the sake of His own being; so that, if He ceased from operating, He would cease also from being. But if this is absurd, then it is absurd also to say that the power of God is changeable by the contraction of His operation, or that His essence is shaken as it puts forth now some, now other, varied operations. And just as God makes us first infants, then young men, then old men, He does not do it by a change of His power, nor by a corruption of His operation, nor by His essence being shaken, when He alters our ages, which differ from one another at different times as earlier and later, but by the putting forth and the contraction of His operation; so His operation has beginning and end not by a change of His power, but by putting forth and contraction. For if, when His operation was contracted, God were no longer able to use the operation that had ceased, it would rightly be called a corruption of operation; but if He is always able to put forth the same operation when He wills, then the operation of God is not corrupted when it is contracted. For while the power is not corrupted, it is impossible for the operation to be corrupted. For the corruption of operation is one thing, and the contraction of operation another; so that, had the operation that makes the world not been contracted, worlds infinite in number would have come to be through the unceasing operation. But now, since one world alone has come to be, the operation that made the world is shown to be finite by the finiteness of the work.
8. Ὁ αὐτὸς τοίνυν μένων οὐδὲν ἔχει ἔγχρονον. Ποιεῖ τοίνυν τὸν κόσμον τάττων αὐτὸν ἀεὶ, καὶ ὁ κόσμος τῷ μὲν ἀεὶ φρουρεῖσθαι γίνεται, τῷ δὲ ἀεὶ εἶναι ὁ αὐτὸς ἀγένητος ὑπάρχει. Εἰ μηδὲν ἔχει ἔγχρονον ὁ Θεὸς, οὐδ' ἄρα τὸ ποιεῖν ἔχει· ἔγχρονον γὰρ τὸ ποιεῖν. Καὶ εἰ ποιεῖ τὸν κόσμον ὁ Θεὸς, μὴ
8. "Remaining the same, then, He has nothing in time. He makes the world, then, by always ordering it; and the world comes to be in that it is always guarded, but in that it always is, it is the same and unoriginate." If God has nothing in time, then neither has He making; for making is in time. And if God makes the world, not
Editors' notes and page, col. 1425

Footnotes

(64) ‹anchor: φθαρτὸς τῇ ἐνεργείᾳ (64), κατὰ› · call in col 1425 (Greek; the numbered notes are called only in the Greek)

(printed under page 745) (64) Τῇ ἐνεργείᾳ. Hae voces totum hunc locum perturbant, eisque sublatis enitescit. Mox resumens scriptor eadem verba, omittit τῇ ἐνεργείᾳ. Ibidem tollenda negatio ante φθαρτός.

(64) Τῇ ἐνεργείᾳ. These words throw this whole passage into confusion, and once they are removed it becomes clear. Shortly after, the writer, taking up the same words again, omits τῇ ἐνεργείᾳ. In the same place, the negative before φθαρτός should be removed.

(printed under page 745)

(65) ‹anchor: οὐχ ὅσον δύναται (65)› · call in col 1425 (Greek)

(printed under page 745) (65) Δύναται. Subintelligendum ἐνεργεῖ.

(65) Δύναται. ἐνεργεῖ is to be understood.

(printed under page 745)

(66) ‹anchor: καθάπερ ποιεῖ› · call in col 1425 (Greek)

(printed under page 745) (66) Ποιεῖ. Leg. ποιῶν.

(66) Ποιεῖ. Read ποιῶν.

(printed under page 745)

Page

  • running head: 1425 QUAESTIONES CHRISTIANAE
  • marginal letters: A διέστηκεν ὁ Ποιητὴς; B στέλλῃ τὴν ἐνέργειαν,; C τον μὲν βρέφη,; D ἐνέργειαν. Ἄλλη γάρ
  • old-edition numerals: (none)
  • other: rising quad mark before ἐνεργῶν in line 10; full-width line after ἄπαυστον ἐνέργειαν. (Νῦν δὲ, ἑνὸς μόνου τοῦ κόσμου γενομένου, τῷ πε-) cut off at right edge; set whole from the page (ends ἡ ἐνέργεια ἡ τὸν κόσμον ποιήσασα.)
  • running head: 1425 QUÆSTIONES CHRISTIANÆ AD GRÆCOS. 1426
  • marginal letters: A ‹διέστηκεν ὁ Ποιητὴς τοῦ ποιήματος›; B ‹στέλλῃ τὴν ἐνέργειαν, κατὰ μεταβολὴν›; C ‹τὸν μὲν βρέφη, ἔπειτα δὲ νεανίσκους›; D ‹ἐνέργειαν. Ἄλλη γάρ ἐστιν›
  • old-edition numerals: (none in the Greek; 518 in the facing Latin col. 1426)
PG 6:1426
Editors' notes and page, col. 1426

Page

  • running head: CHRISTIANAE AD GRAECOS. 1426
  • marginal letters: A Deo et; B tationem contrahit; C nis, nec; D cit, infiniti
  • old-edition numerals: 518 after corruptibilem
  • other: facing Latin version, not set; full-width Greek line above 8. cut off at left edge
  • other: facing Latin version, not set
  • running head: 1425 QUÆSTIONES CHRISTIANÆ AD GRÆCOS. 1426
  • marginal letters: (see c1425_a.md)
  • old-edition numerals: 518 in the facing Latin after ‹corruptibilem› (not set)
  • other: page 745's full-width Greek line is set once in c1425_a.md, in reading order under the Greek column, as the driver directs.
PG 6:1427
Editors' notes and page, col. 1427

Footnotes

(67) Οὐσίαν ἔχει, ἀποίητος. Leg. οὐσίαν ἔχει ἀποίητον.

(67) Οὐσίαν ἔχει, ἀποίητος. Read οὐσίαν ἔχει ἀποίητον.

(printed under page 746) (68) Ἀλλ' ἐπειδή. Superfluit prima conjunctio.

(68) Ἀλλ' ἐπειδή. The first conjunction is superfluous.

(printed under page 746) (69) Πλὴν τῆς ἐκείνου σωτηρίας. Haec verba e loco supra posito huc irrepserunt. Commodus enim illis sensus non videtur adjungi posse, et sententiam sua sponte claram perturbant.

(69) Πλὴν τῆς ἐκείνου σωτηρίας. These words have crept in here from a passage set above. For no suitable sense seems able to be attached to them, and they confuse a meaning that is clear of itself.

(printed under page 746) (70) Εἰ καὶ μὴ ἀεί. Hic figenda fuit interpunctio, quae cum deesset apud R. Stephanum, interpretibus causa fuit erroris, excepto tamen Gelenio, vel eo, qui Gelenii interpretationem prosecutus est

(70) Εἰ καὶ μὴ ἀεί. A stop should have been placed here; since it was missing in R. Stephanus, it caused the translators to err, except, however, Gelenius, or the one who carried on Gelenius's translation.

(printed under page 746)

Page

  • running head: 1427 APPENDIX. — PARS I. S. JUSTI
  • marginal letters: A facit, non; B egens alia; C ac si; D GRAECUM AD
  • old-edition numerals: 519 after ea
  • other: facing Latin version, not set; full-width Greek lines above TERTIA AD GRAECOS cut off at right edge
  • other: facing Latin version, not set
  • running head: 1427 APPENDIX. — PARS I. S. JUSTINI OPERA SPURIA. 1428
  • marginal letters: (see c1428_a.md)
  • old-edition numerals: 519 in the facing Latin after ‹non ea› (not set)
  • other: page 746's full-width Greek lines («ταῖς γωνίαις καθ' ἑαυτὰς … ὁ ἀποκρινάμενος.») are set once in c1428_a.md, in reading order under the Greek column, as the driver directs. The Latin captions TERTIA AD GRAECOS CHRISTIANA QUAESTIO and GRAECUM AD CHRISTIANOS RESPONSUM belong to the facing version and are not set.
PG 6:1428
τὴν οὐσίαν αὐτοῦ παράγων, οὐ ποιεῖ τὸν κόσμον· ὁ γὰρ κόσμος χωρὶς οὐσίας οὐκ ἔστι κόσμος. Εἰ δὲ ὁ κόσμος οὐσίαν ἔχει, ἀποίητος ἐξ ἀνάγκης καὶ ἀφρούρητός ἐστιν. Οὗ γὰρ πρὸς τὸ γενέσθαι κατ' οὐσίαν οὐ δέεται, τούτου οὐδὲ πρὸς τὸ φρουρεῖσθαι ἐπιδέεται. Ἡ γὰρ ἀγένητος φύσις οὐδενὸς τῶν ἔξωθεν ἑαυτῆς ἐστιν ἐπιδεκτική. Καὶ εἰ ἐπὶ παντὸς χρὴ ἢ τὴν φάσιν ἢ τὴν ἀπόφασιν εἶναι ἀληθῆ, πῶς ὁ ἀποκρινάμενος ἀμφότερα ἔθηκεν ἐπὶ τῆς τοῦ κόσμου γενέσεως, καὶ τὴν φάσιν καὶ τὴν ἀπόφασιν, λέγων αὐτὸν εἶναι γενητὸν καὶ ἀγένητον; Ἔτι δὲ εἰ, καθὰ εἶπεν ἐν τῇ τρίτῃ ἀποκρίσει, ἀγέννητος ὢν ὁ Θεὸς ἀγεννήτως ποιεῖ πάντα, οὐ γινόμενα, ἀλλὰ συνυφιστάμενα· ἀλλ' ἐπειδὴ πᾶν συνυφιστάμενον τῇ τοῦ ᾧ συνυφίσταται σωτηρίᾳ σώζεται, μὴ χρῇζον ἑτέρας φρουρᾶς πλὴν τῆς ἐκείνου σωτηρίας· σωζομένου γὰρ ἐκείνου, σέσωσται καὶ αὐτός· διὰ τοῦτο, εἰ χρεία ἐστὶ φρουρᾶς πρὸς σωτηρίαν, ἐκεῖνο χρῄζει φρουρᾶς πλὴν τῆς ἐκείνου σωτηρίας· οὗ ὑφισταμένου συνυφίσταται τὰ συνυφιστάμενα, οὐχὶ τὰ συνυφιστάμενα. Ἀλλ' εἰ ταῦτα οὕτως ἔχει, οὐκ ἄρα ὁ κόσμος χρῄζει φρουρᾶς ὁ συνυφιστάμενος τῷ Θεῷ, ἀλλ' αὐτὸς ὁ Θεὸς ᾧ συνυφίσταται ὁ κόσμος. Εἰ δὲ τοῦτο ἄτοπον, ἄτοπον ἄρα καὶ τὸ τὸν κόσμον λέγειν συνυφιστάμενον τῷ Θεῷ. Χρὴ οὖν λέγειν βουλήσει τοῦ Θεοῦ ὑφίστασθαι τὸν κόσμον, καὶ βουλήσει τοῦ Θεοῦ διαμένει ὁ αὐτὸς, εἰ καὶ μὴ ἀεί. Ὡσαύτως τὰ τῇ ὑποστάσει τινὸς συνυφιστάμενα τῇ ἐκείνου διαμονῇ διαμένει, οὐχὶ ἑαυτῶν· οἷον τῇ συνθέσει τῶν γραμμῶν συνυφίστανται αἱ γωνίαι· καὶ μενούσης τῆς συνθέσεως, μένουσι καὶ αἱ γωνίαι· καὶ ἀναιρουμένης τῆς συνθέσεως, ἀναιροῦνται καὶ αἱ γωνίαι· καὶ εἰ χρεία ἐστὶ τοῦ διαμένειν τὰς γωνίας, ἀνάγκη δοῦναι φρουρὰν τῇ συνθέσει τῶν γραμμῶν, οὐχὶ ταῖς γωνίαις καθ' ἑαυτὰς, ἀλλὰ κατὰ συμβεβηκὸς μὲν ταῖς γωνίαις, καθ' ἑαυτὸ δὲ τῇ συνθέσει τῶν γραμμῶν. Κατὰ ταῦτα χρὴ νοεῖν τὸν κόσμον, εἰ ἀγεννήτως συνυφίσταται τῷ Θεῷ, καθά φησιν ὁ ἀποκρινάμενος.
bringing forth its substance, He does not make the world; for the world without substance is not a world. But if the world has substance [of itself], it is of necessity unmade and unguarded. For that which has no need [of anything] in order to come to be in substance has no need [of anything] in order to be guarded either. For an unoriginate nature is receptive of nothing outside itself. And if in every case either the affirmation or the negation must be true, how did the respondent posit both concerning the coming-to-be of the world, both the affirmation and the negation, saying that it is originated and unoriginate? Further, if, as he said in the third answer, God, being unbegotten, makes all things unbegottenly, not as coming to be but as coexisting: since everything that coexists is preserved by the preservation of that with which it coexists, needing no other guard than the preservation of that thing (for when that is preserved, it too has been preserved), therefore, if there is need of a guard for preservation, it is that thing which needs a guard other than its own preservation, by whose subsisting the coexisting things coexist, not the coexisting things. But if this is so, then it is not the world, coexisting with God, that needs a guard, but God Himself, with Whom the world coexists. But if this is absurd, then it is absurd also to call the world coexistent with God. One must therefore say that the world subsists by the will of God, and by the will of God it endures, even if not for ever. In the same way, things that coexist with the subsistence of something endure by its endurance, not by their own: as the angles coexist with the composition of the lines; and while the composition remains, the angles also remain; and when the composition is removed, the angles also are removed; and if there is need for the angles to endure, a guard must be given to the composition of the lines, not to the angles in themselves, but to the angles incidentally, and to the composition of the lines in itself. In this way one must think of the world, if it coexists unbegottenly with God, as the respondent says.
ἘΡΩΤΗΣΙΣ ΧΡΙΣΤΙΑΝΙΚΗ ΠΡΟΣ ΤΟΥΣ ἝΛΛΗΝΑΣ Γʹ.
CHRISTIAN QUESTION TO THE GREEKS, III.
Εἰ τῷ εἶναι, καὶ οὐ τῷ βούλεσθαι ποιεῖ ὁ Θεὸς, οἷον θερμαίνει τὸ πῦρ τῷ εἶναι, πῶς αὐτὸς μὲν ἔστι τε καὶ ἁπλοῦν καὶ μονοειδὲς, διαφόρων δὲ οὐσιῶν ἐστιν ποιητής;
If God makes by being, and not by willing, as fire heats by being, how is He Himself both simple and uniform, and yet the Maker of diverse substances?
ἈΠΟΚΡΙΣΙΣ ἙΛΛΗΝΙΚΗ ΠΡΟΣ ΤΟΥΣ ΧΡΙΣΤΙΑΝΟΥΣ.
GREEK ANSWER TO THE CHRISTIANS.
Οὐκ οἰητέον, ὥσπερ ἐν ἡμῖν ἄλλο μὲν ἔστι τὸ εἶναι, ἄλλο δὲ τὸ βούλεσθαι, οὕτω καὶ ἐν τῷ Θεῷ· ἀλλὰ τὸ αὐτὸ ἄντικρυς ὑπάρχει τὸ εἶναι καὶ τὸ βούλεσθαι ἐν τῷ Θεῷ. Ὃ γάρ ἐστι, καὶ βούλεται· καὶ ὃ βούλεται, ἐστί· καὶ οὐδεμία διαίρεσις ἐπὶ τοῦ Θεοῦ, διὰ τὸ αὐτοπάρακτον εἶναι τὸν Θεόν. Ὥστε καὶ τὴν διαίρεσιν τοῦ εἶναι πρὸς τὸ βούλεσθαι ἐπὶ τοῦ Θεοῦ ἀποῤῥιπτέον.
One must not suppose that, as in us being is one thing and willing another, so it is also in God; but in God being and willing are outright the same. For what He is, that He also wills; and what He wills, that He is; and there is no division in God, because God is self-produced. So that the division of being from willing in God must also be rejected
Editors' notes and page, col. 1428

Footnotes

(67) ‹anchor: ἀποίητος (67) ἐξ ἀνάγκης› · call in col 1428 (Greek; the numbered notes are called only in the Greek)

(printed under page 746)

(68) ‹anchor: ἀλλ' ἐπειδὴ (68) πᾶν› · call in col 1428 (Greek)

(printed under page 746)

(69) ‹anchor: second τῆς ἐκείνου σωτηρίας (69)· οὗ ὑφισταμένου› · call in col 1428 (Greek)

(printed under page 746)

(70) ‹anchor: εἰ καὶ μὴ ἀεί› · call in col 1428 (Greek)

(printed under page 746)

Page

  • running head: RS I. S. JUSTINI OPERA SPURIA. 1428
  • marginal letters: A τὴν οὐσίαν αὐτοῦ; B τοῦ ᾧ συνυφίσταται; C μονῇ διαμένει, οὐχὶ; D ἈΠΟΚΡΙΣΙΣ ἙΛΛΗΝΙΚΗ
  • old-edition numerals: (none)
  • other: two full-width lines after τῶν γραμμῶν, οὐχὶ cut off at left and right edges; set whole from the page (to ὁ ἀποκρινάμενος.); ἀποῤῥι-|πτέον split at column break, set whole here
  • running head: 1427 APPENDIX. — PARS I. S. JUSTINI OPERA SPURIA. 1428
  • marginal letters: A ‹τὴν οὐσίαν αὐτοῦ παράγων›; B ‹τοῦ ᾧ συνυφίσταται σωτηρίᾳ›; C ‹μονῇ διαμένει, οὐχὶ ἑαυτῶν›; D ‹ποιητής;›
  • old-edition numerals: (none in the Greek; 519 in the facing Latin col. 1427)
PG 6:1429
Ἀλλὰ μὴν οὐδ' οὕτως τὸν Θεὸν τὸ εἶναι ποιεῖν ὑποθετέον ὡς τὸ πῦρ θερμαίνει. Τὸ γὰρ πῦρ, εἰ καὶ οὐσιωδῶς, ἀλλ' ὅμως συμβεβηκυῖαν ἔχει τὴν θερμότητα· παρὰ δὲ τῷ Θεῷ οὐδὲν οὔτε οὐσιωδῶς συμβέβηκεν οὔτε συμβεβηκότως. Ἐπεὶ οὖν συμβέβηκε μὲν αὐτῷ οὐδὲν, τὸ δὲ εἶναι καὶ τὸ βούλεσθαι ταὐτὸν ὑπάρχει τῷ Θεῷ, ἁπλοῦν τέ ἐστι καὶ μονοειδὲς, ποιητικὸν ἀγεννήτως τῶν ὄντων. Ὥσπερ γὰρ ὁρῶμεν, ὅτι τὰ γεννητὰ, οἷον ἄνθρωπος ὁ δεῖνα γεννητὸς γενόμενος, γεννητός τε ὢν γεννητὰ ποιεῖ· καὶ καθόλου τὰ γεννητὰ γεννητῶς γενόμενα, γεννητὰ ποιεῖ, καὶ ἐξ αὐτῶν ποιεῖ· τὸν αὐτὸν τρόπον καὶ ὁ Θεὸς, ἀγέννητος ὢν, ἀγεννήτως ποιεῖ πάντα, οὐ γινόμενα, ἀλλὰ συνυφιστάμενα· καὶ τῇ μὲν τῆς δυνάμεως ἀπειρίᾳ διάφορα ποιεῖ. Μὴ προσέχωμεν δὲ τὸν Θεὸν ἀνθρωπίνως· οὐ γὰρ ὥσπερ ἡμεῖς τὸ πρότερον ἄλλως ἔχοντες, ὕστερον εἰς ἄλλο μεταβάλλοντες λεγόμεθα ποιεῖν, οὕτως καὶ ὁ Θεὸς ποιεῖ· ἀλλὰ δι' ἄῤῥητον ὑπερβάλλουσάν τε δύναμιν ἀχρόνως ποιῶν πάντα, τελειοῖ πάντα· καὶ ἅμα τῷ αὐτὸν εἶναι καὶ τὰ ὄντα ποιεῖ, οὐ χρείαν ἔχων ὥσπερ ἡμεῖς τὸ πρότερον γενέσθαι, καὶ τελειωθῆναι, καὶ οὕτως ποιῆσαι τὸ ὕστερον, διὰ τὸ μηδὲν εἶναι ἐν αὐτῷ πρότερον καὶ ὕστερον. Ὁρῶμεν οὖν καὶ τὴν φύσιν αὐτῷ τῷ εἶναι ποιοῦσαν, καὶ ἀθρόον ἀεὶ τὴν μεταβολὴν ἐργαζομένην· ὥσπερ καὶ ἐπὶ τῆς πήξεως τοῦ γάλακτος ἀθρόως τὴν πῆξιν θεώμεθα παραγινομένην τῷ γάλακτι. Πολλῷ τοίνυν τὸν Θεὸν μᾶλλον οἰητέον ἀθρόως καὶ ἀχρόνως πάντα ποιεῖν, αὐτὸν μὲν ὄντα ἓν, τῇ δὲ ἀπειρίᾳ τῆς δυνάμεως τὰ διάφορα παράγοντα, καὶ αὐτὰ παντελῶς αὐτοπάρακτα τυγχάνοντα.
Moreover, neither must one suppose that God makes as to being in the same way as fire heats. For fire, even if essentially, yet nevertheless has heat as an accident; whereas with God nothing has happened either essentially or accidentally. Since therefore nothing has happened to Him, and to be and to will are the same thing for God, He is both simple and uniform, productive unbegottenly of the things that are. For just as we see that begotten things, for instance such-and-such a man having come to be begotten, and being begotten, makes begotten things; and in general begotten things, having come to be begottenly, make begotten things, and make them out of themselves; in the same manner God also, being unbegotten, unbegottenly makes all things, not coming to be, but co-subsisting; and by the infinity of His power He makes them diverse. Let us not however regard God in a human way; for not just as we, being formerly in one state, and afterwards changing into another, are said to make, does God also thus make; but through an ineffable and surpassing power making all things timelessly, He perfects all things; and simultaneously with His being He also makes the things that are, having no need, just as we do, first to come to be, and to be perfected, and thus afterwards to make, because there is nothing in Him before and after. We see therefore nature also making by the very fact of being, and always working its change all at once; just as also in the curdling of milk we behold the curdling coming upon the milk all at once. Much more therefore must one suppose that God makes all things all at once and timelessly, being Himself one, yet by the infinity of His power bringing forth the diverse things, even though they themselves happen to be altogether self-produced.
ἜΛΕΓΧΟΣ ΤΗΣ ἈΠΟΚΡΙΣΕΩΣ ΟΥΚ ὈΡΘΩΣ ΓΕΓΕΝΗΜΕΝΗΣ.
REFUTATION OF THE ANSWER NOT RIGHTLY MADE.
1. Οὐκ οἰητέον, φησὶν, ὥσπερ ἐν ἡμῖν ἄλλο μὲν ἔστι τὸ εἶναι, ἄλλο δέ ἐστι τὸ βούλεσθαι, οὕτως καὶ ἐν τῷ Θεῷ. Ὃ γάρ ἐστι, καὶ βούλεται· καὶ ὃ βούλεται, ἐστί· καὶ οὐδεμία διαίρεσις ἐπὶ τοῦ Θεοῦ, διὰ τὸ αὐτοπάρακτον εἶναι τὸν Θεόν. Ὥστε τὴν διαίρεσιν τὴν τοῦ εἶναι πρὸς τὸ βούλεσθαι ἐπὶ τοῦ Θεοῦ ἀποῤῥιπτέον. Τοῦ Θεοῦ ἔχοντος οὐσίαν μὲν πρὸς ὕπαρξιν, βούλησιν δὲ πρὸς ποίησιν, ὁ ἀποῤῥίπτων οὐσίας τε καὶ βουλῆς τὴν διαφορὰν καὶ τὴν ὕπαρξιν ἀποῤῥίπτει τοῦ Θεοῦ καὶ τὴν ποίησιν· ὕπαρξιν μὲν τὴν αὐτοῦ, ποίησιν δὲ τῶν οὐκ ὄντων. Ὅτι δὲ ἄλλη ἐστὶν ἡ οὐσία τοῦ Θεοῦ καὶ ἄλλη ἡ βουλὴ, δείκνυται καὶ ἐκ τοῦ λόγου τοῦ ἀποκριναμένου τοῦ εἰπόντος· Ὃ γάρ ἐστι, καὶ βούλεται· καὶ ὃ βούλεται, ἐστίν. Ἀντέστριψε τῇ οὐσίᾳ τὴν βουλὴν, καὶ τῇ βουλῇ τὴν οὐσίαν. Ἀντιστροφὴ δὲ οὐδαμῶς ἐνδέχεται γενέσθαι, τῶν ἀντιστρεφομένων οὐκ ὄντων ἄλλο καὶ ἄλλο ἢ λόγῳ ἢ ἀριθμῷ. Τὸ τῷ ἀριθμῷ ἓν ὂν οὐδὲν κωλύει τῷ λόγῳ ἄλλο καὶ ἄλλο εἶναι· οἷον ἡ εὐθεῖα γραμμὴ τῇ μὲν ὑποστάσει ἀριθμῷ μία ἐστὶ, τῷ δὲ λόγῳ τῆς εὐθείας καὶ τῆς γραμμῆς ἄλλο καὶ
1. One must not suppose, he says, that just as in us to be is one thing, and to will is another, so also in God. For what He is, He also wills; and what He wills, He is; and there is no division in God, because God is self-produced. So that the division of being over against willing in God must be rejected. Since God has essence towards subsistence, and will towards making, he who rejects the difference of essence and counsel rejects both the subsistence of God and the making—His own subsistence, and the making of the things that were not. And that the essence of God is one thing and the counsel another, is shown also from the argument of the respondent when he said: "For what He is, He also wills; and what He wills, He is." He converted the counsel with the essence, and the essence with the counsel. Now conversion can in no way take place unless the things converted are one thing and another either in definition or in number. Nothing prevents that which is one in number from being one thing and another in definition; for instance, the straight line in subsistence is one in number, while in the definition of straight and of line it is one thing and
Editors' notes and page, col. 1429

Footnotes

(71) ‹anchor: not in the visible part of the page› · call in col 1429 (Greek; the numbered notes are called only in the Greek)

(printed under page 747) (71) Τὸ εἶναι. Legendum τῷ εἶναι ut supra, idque observavit Sylburgius.

(71) Τὸ εἶναι. Read τῷ εἶναι, as above; Sylburg also observed this.

(printed under page 747)

(72) ‹anchor: not in the visible part of the page› · call in col 1429 (Greek)

(printed under page 747) (72) Γεννητός. Legit Langus γεννητικός et paulo ante γεννητῶς γενόμενος.

(72) Γεννητός. Lang reads γεννητικός, and a little before, γεννητῶς γενόμενος.

(printed under page 747)

(73) ‹anchor: not in the visible part of the page› · call in col 1429 (Greek)

(printed under page 747) (73) Ἄῤῥητον. Hanc vocem, quam ex hoc loco excidisse manifestum est, restitui ex ipso responsoris textu, qui infra repetitur.

(73) Ἄῤῥητον. This word, which has plainly dropped out of this passage, I have restored from the Respondent's own text, which is repeated below.

(printed under page 747)

(74) ‹anchor: Ἀντέστριψε› · call in col 1429 (Greek)

(printed under page 747) (74) Ἀντέστριψε. Clarom. δηλονότι ἀντέστρεψε.

(74) Ἀντέστριψε. The Clermont manuscript [has] δηλονότι ἀντέστρεψε.

(printed under page 747)

Page

  • running head: 1429 QUAESTIONES CHRISTIANAE A
  • marginal letters: A πτέον. Ἀλλὰ μὴν; B οὐ γὰρ ὥσπερ; C μεως τὰ διάφορα; D ὕπαρξιν μὲν τὴν
  • old-edition numerals: (none)
  • other: begins with fragment πτέον from ἀποῤῥιπτέον
PG 6:1430
Editors' notes and page, col. 1430

Page

  • running head: CHRISTIANAE AD GRAECOS. 1430
  • marginal letters: A est facere; B mutati, facere; C (blank line after producta sint.); D Dei, et
  • old-edition numerals: 520 after quod
  • other: facing Latin version, not set
PG 6:1431
Editors' notes and page, col. 1431

Footnotes

(75) Οὐ διαιρεῖται. Vel tollenda haec negatio, vel secum sententia pugnabit.

(75) Οὐ διαιρεῖται. Either this negative must be removed, or the sentence will contradict itself.

(printed under page 748) (76) Τοῦ ἄντικρυς. Legendum τὸ ἄντικρυς.

(76) Τοῦ ἄντικρυς. Read τὸ ἄντικρυς.

(printed under page 748) (77) Ἔστι. Clarom. καὶ ἔστι.

(77) Ἔστι. The Clermont manuscript [has] καὶ ἔστι.

(printed under page 748)

Page

  • running head: 1431 APPENDIX. — PARS I. S. JUSTIN
  • marginal letters: A lineæ, aliud; B quod est; C alio est; D jicit, quod
  • old-edition numerals: 521 before Differentiam
  • other: facing Latin version, not set
PG 6:1432
ἄλλο. Κατὰ τὸν τρόπον τοῦτον οὐ διαιρεῖται τοῦ Θεοῦ ἡ φύσις τῷ λόγῳ τῆς οὐσίας καὶ τῆς βουλῆς. Εἰ ἄλλο τὸ ὑπάρχειν, καὶ ἄλλο τὸ ἐνυπάρχειν· καὶ ὑπάρχει μὲν τοῦ Θεοῦ ἡ οὐσία, ἐνυπάρχει δὲ τῇ οὐσίᾳ ἡ βουλή· ἄλλη ἄρα ἡ οὐσία τοῦ Θεοῦ, καὶ ἄλλη ἡ βουλή. Εἰ ἡ μὲν βουλὴ τοῦ Θεοῦ ἐκ τῆς οὐσίας, ἡ δὲ οὐσία οὐκ ἐκ τῆς βουλῆς, ἄλλη ἄρα ἡ οὐσία τοῦ Θεοῦ καὶ ἄλλη ἡ βουλή. Ἡ οὐσία τοῦ Θεοῦ τὸ μὴ εἶναι οὐσία οὐ δέχεται· ἡ δὲ βουλὴ τοῦ Θεοῦ δέχεται τὸ μὴ βούλεσθαι· οἷον, ἐβούλετο ὁ Θεὸς ποιῆσαι ἕνα ἥλιον, δεύτερον ἥλιον οὐκ ἐβούλετο ποιῆσαι, ὅτι, ὥσπερ ἐλυσιτέλει τοῖς οὖσι τὸ ἕνα εἶναι τὸν ἥλιον, οὕτως οὐκ ἐλυσιτέλει τοῖς οὖσι τὸ γενέσθαι δεύτερον ἥλιον· καὶ ἐβούλετο μὲν τὸ λυσιτελὲς, τὸ δὲ μὴ λυσιτελὲς οὐκ ἐβούλετο. Ἀλλ' εἰ τοῦτο, ἄλλη ἄρα ἡ οὐσία τοῦ Θεοῦ καὶ ἄλλη ἡ βουλή. Εἰ ὅ ἐστιν ὁ Θεὸς, τοῦτο καὶ βούλεται, δηλονότι βουλητόν ἐστι, καὶ οὐ βουλή. Πῶς οὖν ταὐτόν ἐστι τῇ οὐσίᾳ ἡ βουλὴ, τοῦ βουλητοῦ καὶ τῆς βουλῆς ἄλλου καὶ ἄλλου ὄντος, καθάπερ τὸ αἰσθητὸν καὶ ἡ αἴσθησις; Εἰ ἄναρχος καὶ ἀΐδιός ἐστι Θεὸς, οὔτε αὐτοπάρακτός ἐστιν οὔτε ἑτεροπάρακτος· ὁ γὰρ ἁπλῶς αὐτοπάρακτος οὐδενὶ λόγῳ ἐστὶν ἀΐδιος καὶ ἄναρχος. Ὁ ἀποκρινάμενος δι' ἑτέρας φωνῆς ἀναιρεῖ τῆς οὐσίας τοῦ Θεοῦ καὶ τῆς βουλῆς τὸ ἕτερον, δι' ἑτέρας δὲ φωνῆς τοῦτο τίθησιν· ἀναιρῶν μὲν τῆς οὐσίας τοῦ Θεοῦ καὶ τῆς βουλῆς τὸ ἕτερον, ἔλεγεν· Οὐκ οἰητέον, ὥσπερ ἐν ἡμῖν ἄλλο μὲν ἔστι τὸ εἶναι, ἄλλο δὲ τὸ βούλεσθαι, οὕτω καὶ ἐν τῷ Θεῷ. Τιθέμενος δὲ τὸ ἕτερον, φησίν· Ἀλλὰ τὸ αὐτὸ ἄντικρυς ὑπάρχει. Καὶ πάλιν· Τὸ δὲ εἶναι καὶ τὸ βούλεσθαι ταὐτὸν ὑπάρχει τῷ Θεῷ. Ὥσπερ γὰρ τὸ ἕτερον ἄλλο ἄλλῳ ἐστὶν ἕτερον, οὕτω καὶ τὸ ταὐτὸν ἄλλο ἄλλῳ ἐστὶν ἄντικρυς ταὐτόν· ὡσαύτως δὲ καὶ τὸ ἄντικρυς ἄλλο ἄλλῳ ἐστὶν ἄντικρυς. Ἀλλ' εἰ ταὐτόν ἐστιν ἡ οὐσία τοῦ Θεοῦ καὶ ἡ βουλὴ, ἄντικρυς ἔστω ἄλλο καὶ ἄλλο· εἰ δὲ μήγε, ἀναιρουμένου τοῦ ἄλλου καὶ ἄλλου, ἀναιρεθήσεται ἐξ ἀνάγκης τὸ ταὐτὸν τῆς οὐσίας τοῦ Θεοῦ καὶ τῆς βουλῆς, καὶ τοῦ ἄντικρυς. Ὥσπερ τὸ κινεῖσθαι ἐνέργειά ἐστι κινήσεως, οὕτω καὶ τὸ βούλεσθαι βουλῆς ἐστιν ἐνέργεια· καὶ ἣν ἔχει διαφορὰν ἡ δύναμις πρὸς τὴν ἐνέργειαν, ταύτην ἔχει ἡ βουλὴ πρὸς τὸ βούλεσθαι. Ἀδύνατον δὲ τὸ βούλεσθαι πρὸς μὲν τὴν βουλὴν ἔχειν τὴν διαφορὰν, πρὸς δὲ τὸν βουλόμενον μὴ ἔχειν. Εἰ δὲ οὐδενὶ λόγῳ δυνατὸν ταὐτὸ εἶναι τὸ βούλεσθαι καὶ τὴν βουλὴν, καὶ τὸν βουλόμενον, δῆλον, ὅτι ὁ ἀποῤῥίπτων τοῦ Θεοῦ καὶ τοῦ βούλεσθαι τὸ ἄλλο καὶ ἄλλο, τοῦ ἐνεργοῦντος καὶ τῆς ἐνεργείας ἀποῤῥίπτει τὴν διαφοράν· ὅπερ ἄτοπον. Εἰ ἄλλο τὸ ἐνυπόστατον καὶ ἄλλο τὸ ἀνυπόστατον· καὶ Θεὸς μὲ⟨ν⟩ ἐκεῖνο, τὸ βούλεσθαι δὲ τοῦτο· δηλονότι ὁ τοῦ Θεοῦ καὶ τοῦ βούλεσθαι ἀποῤῥίπτων τὸ ἄλλο καὶ ἄλλο, ἢ τὸ ἐνυπόστατον ἀποῤῥίπτει ἢ τὸ ἀνυπόστατον. Εἰ κατὰ τὸν λόγον τοῦ ἀντικειμένου, ὅπερ ἐστὶ Θεὸς, καὶ βούλεται, καὶ ὃ βούλεταί ἐστι, δηλονότι εἰ μὴ βουληθείη Θεὸς τὸ μὴ φθείρεσθαι τὴν ἐνέργειαν αὐτοῦ,
another. In this manner the nature of God is not divided in the definition of essence and of counsel. If to subsist is one thing, and to inhere is another; and the essence of God subsists, while the counsel inheres in the essence; then the essence of God is one thing, and the counsel is another. If the counsel of God is from the essence, while the essence is not from the counsel, then the essence of God is one thing and the counsel is another. The essence of God does not admit of not being essence; whereas the counsel of God admits of not willing; for instance, God willed to make one sun, a second sun He did not will to make, because, just as it was profitable for the things that are that the sun should be one, so it was not profitable for the things that are that a second sun should come to be; and He willed that which was profitable, while that which was not profitable He did not will. But if this is so, then the essence of God is one thing and the counsel is another. If what God is, this He also wills, plainly He is an object of will, and not counsel. How then is the counsel the same thing as the essence, when the object of will and the counsel are one thing and another, just like the object of sense and sensation? If God is beginningless and eternal, He is neither self-produced nor produced by another; for he who is simply self-produced is by no account eternal and beginningless. The respondent through one expression removes the difference of the essence of God and the counsel, and through another expression posits this; for in removing the difference of the essence of God and the counsel, he said: "One must not suppose that, just as in us to be is one thing, and to will is another, so also in God." Yet in positing the difference, he says: "But it is outright the same thing." And again: "And to be and to will are the same thing for God." For just as the different is one thing different from another, so also the same is one thing outright the same as another; and likewise also the outright is one thing outright in relation to another. But if the essence of God and the counsel are the same thing, let them be outright one thing and another; and if not, when the one thing and another are removed, there will of necessity be removed the sameness of the essence of God and of the counsel, and of the "outright". Just as to be moved is the activity of motion, so also to will is the activity of counsel; and the difference that power has towards activity, this counsel has towards willing. And it is impossible for willing to have the difference towards counsel, yet not to have it towards him who wills. And if by no account is it possible for willing and counsel and him who wills to be the same thing, it is clear that he who rejects the one thing and another of God and of willing rejects the difference of the agent and of the activity; which is absurd. If the enhypostatic is one thing and the anhypostatic is another—and God is the former, while willing is the latter—plainly he who rejects the one thing and another of God and of willing rejects either the enhypostatic or the anhypostatic. If according to the argument of the opponent, what God is, He also wills, and what He wills He is, plainly if God should not will that His activity be not corrupted,
Editors' notes and page, col. 1432

Footnotes

(75) ‹anchor: οὐ διαιρεῖται› · call in col 1432 (Greek; the numbered notes are called only in the Greek)

(printed under page 748) (75) Οὐ διαιρεῖται. Vel tollenda haec negatio, vel secum sententia pugnabit.

(75) Οὐ διαιρεῖται. Either this negative must be removed, or the sentence will be at war with itself.

(printed under page 748)

(76) ‹anchor: καὶ τοῦ ἄντικρυς› · call in col 1432 (Greek)

(printed under page 748) (76) Τοῦ ἄντικρυς. Legendum τὸ ἄντικρυς.

(76) Τοῦ ἄντικρυς. Read τὸ ἄντικρυς.

(printed under page 748)

(77) ‹anchor: ὃ βούλεταί ἐστι› · call in col 1432 (Greek)

(printed under page 748) (77) Ἔστι. Clarom. καὶ ἔστι.

(77) Ἔστι. The Claromontanus has καὶ ἔστι.

(printed under page 748)

Page

  • running head: S I. S. JUSTINI OPERA SPURIA. 1432
  • marginal letters: A ἄλλο. Κατὰ τὸν; B καὶ ἄλλη ἡ; C Καὶ πάλιν· Τὸ; D βούλεσθαι καὶ τὴν
  • old-edition numerals: (none)
  • other: damaged type μὲ⟨ν⟩ near foot
PG 6:1433
παυσαμ⟨έ⟩νης αὐτῆς οὐ φθείρεται βουληθέντος αὐτοῦ. Οὐκ ἄρα ἐστὶν ὁ Θεὸς ὃ βούλεται. Εἰ ποιεῖν ἐστι τῆς τοῦ Θεοῦ βουλῆς, δῆλον ὅτι ὥσπερ διαφέρει τὸ ποιεῖν ἁπλῶς τοῦ ποῖα, καὶ πόσα, καὶ πότε ποιεῖν, οὕτω διαφέρει τὸ εἶναι τοῦ βούλεσθαι.
when it has ceased, it is not corrupted, He having willed [it]. God, then, is not what He wills. If making belongs to the will of God, it is clear that, as making simply differs from making of what kind, and how many, and when, so being differs from willing.
2. Ἀλλὰ μὲν οὐδ' οὕτως τὸν Θεὸν τῷ εἶναι ποιεῖν ὑποθετέον, ὡς τὸ πῦρ θερμαίνει. Τὸ γὰρ πῦρ, εἰ καὶ οὐσιωδῶς, ἀλλ' ὅμως συμβεβηκυῖαν ἔχει τὴν θερμότητα. Παρὰ δὲ τῷ Θεῷ οὐδὲν οὔτε οὐσιωδῶς συμβέβηκεν, οὔτε συμβεβηκότως. Ἐπεὶ οὖν συμβέβηκε μὲν αὐτῷ οὐδὲν, τὸ δὲ εἶναι καὶ τὸ βούλεσθαι ταὐτὸν ὑπάρχει τῷ Θεῷ, ἁπλοῦν τέ ἐστι καὶ μονοειδὲς, ποιητικὸν ἀγεννήτως τῶν ὄντων. Τὸ μὲν πῶς συμβέβηκε τῷ πυρὶ ἡ θερμότης, ὡς βούλεται λέγειν ὁ ἀποκρινάμενος, λεγέτω. Οὐ γὰρ περὶ τοῦ πῶς αὐτῷ συμβέβηκεν ἡ θερμότης νῦν ἐστι τὸ ζητούμενον, ἀλλὰ περὶ τῆς ἀβουλήτου ἐνεργείας, καθ' ἣν τῷ εἶναι ἐνεργεῖ. Τὸ βούλεσθαι ἡ οὐσία ἐστὶν, ἢ πρόσεστι τῇ οὐσίᾳ. Ἀλλ' εἰ οὐσία ἐστὶν, οὐκ ἔστιν ὁ βουλόμενος· εἰ δὲ πρόσεστι τῇ οὐσίᾳ, ἐξ ἀνάγκης ἄλλο καὶ ἄλλο ἐστίν· οὐκ ἔστι γὰρ τὸ ὂν καὶ τὸ προσὸν ταὐτόν. Εἰ πολλὰ μὲν βούλεται ὁ Θεὸς, πολλὰ δὲ οὐκ ἔστιν, οὐκ ἄρα ταὐτὸν παρὰ τῷ Θεῷ τὸ εἶναι τῷ βούλεσθαι. Ὁ Θεὸς, εἰ ὅσα μὲν βούλεται ποιεῖν, δύναται ποιεῖν, οὐχ ὅσα δὲ δύναται ποιεῖν, βούλεται ποιεῖν· οὐ ταὐτὸν ἄρα παρ' αὐτῷ τὸ εἶναι τῷ βούλεσθαι. Ὁ Θεὸς εἰ ἓν μὲν ἔστι, καὶ ἁπλοῦν καὶ μονοειδές· πολλὰ δὲ βούλεται, καὶ πολλὰ οὐ βούλεται· οἷον, βούλεται μὲν τῇ ποικιλίᾳ πολλὰ εἶναι τὰ ὄντα, ἄπειρα δὲ αὐτὰ εἶναι τῷ πλήθει οὐ βούλεται· οὐκ ἄρα ταὐτὸν παρ' αὐτῷ τὸ εἶναι τῷ βούλεσθαι. Ὁ Θεὸς εἰ ὃ ὑπάρχει οὐ ποιεῖ, ποιεῖ δὲ ὃ βούλεται, βούλεται δὲ ποιεῖν τὸν κόσμον, οὐκ ἄρα ταὐτὸν παρ' αὐτῷ τῷ εἶναι τὸ βούλεσθαι. Εἰ ἀγεννήτως ἀγέννητα οὐ γίνεται, οὐδ' ἄρα ἀγεννήτως ἀγέννητα ποιεῖ ὁ Θεός. Ἀδύνατον γὰρ εἶναι ποιητὸν ἀγέννητον. Ὥσπερ ἡ διδασκαλία ἐνέργειά ἐστι τοῦ διδάσκοντος ἐν τῷ μανθάνοντι, οὕτως ἡ ποίησις ἐνέργειά ἐστι τοῦ ποιοῦντος ἐν τῷ ποιουμένῳ. Ὁ ἄρα ἀναιρῶν τὴν γένεσιν ἀπὸ τοῦ ποιουμένου ἀναιρεῖ καὶ τὴν ἐνέργειαν ἀπὸ τῆς ποιήσεως τοῦ ποιοῦντος. Μάτην ἐνεργεῖ Θεὸς τὴν ποίησιν, οὐκ ὄντος τοῦ γινομένου. Εἰ ἀποιήτως οὐ ποιεῖ ὁ Θεὸς, οὐδὲ ἄρα ἀγεννήτως ποιεῖ. Τὸ ποιεῖ ὁ Θεὸς φάσις ἐστὶ ποιήσεως· τὸ δὲ ἀποιήτως ποιεῖ δυνάμει ἀπόφασίς ἐστι τῆς φάσεως. Μαχόμενα ὀνόματα τὸ ἀγέννητον καὶ τὸ ποιητόν. Εἰ τὸ διὰ ποιήσεως ἀγέννητον, οὐκ ἄρα ἀγέννητον τὸ μὴ διὰ ποιήσεως. Οὐδὲν διαφέρει τὸ λέγειν, Ὁ μὲν ποιήσας ἐποίησε, τὸ δὲ ποιούμενον οὐκ ἐγένετο, τοῦ λέγειν, Ποιεῖ ὁ Θεὸς τὰ ἀγέννητα. Εἰ εὔλογον τὸ λέγειν, ὁ Θεὸς ἀγεννήτως ἀγέννητα ποιεῖ, εὔλογον ἄρα καὶ τὸ λέγειν, Ἀγεννήτως τὰ ἀγέννητα γίνεται. Ἀκολουθεῖ γὰρ τῷ ποιεῖ τὸ γίνεται φυσικῇ ἀνάγκῃ. Εἰ δὲ ἄτοπον τὸ δεύτερον, ἄτοπον ἄρα καὶ τὸ πρῶτον. Εἰ ἔγχρονον τὸ γενέσθαι, ἔγχρονον καὶ τὸ ποιεῖσθαι· ἰσοδύναμα γάρ. Ἀδύνατον γὰρ ἐν τῷ ποιεῖν τὸν ποιοῦντα, μὴ γίνεσθαι τὸ ποιούμενον. Εἰ ἀγεννήτως οὐδὲν γίνεται, οὐδ' ἄρα ἀγεννήτως ποιεῖταί τι. Τὸ γὰρ γενέσθαι καὶ τὸ ποιεῖσθαι λέξει μὲν οὐ ταὐτὸν, ἔργῳ δὲ ταὐτόν. Ὁ Θεὸς εἰ τῷ εἶναι
2. "Yet neither must we suppose that God makes by being in the way that fire heats. For fire, even if essentially, nonetheless has its heat as an accident. But in God nothing is accidental, either essentially or accidentally. Since, then, nothing is accidental to Him, and being and willing are the same in God, He is both simple and uniform, productive of the things that are unbegottenly." How heat is an accident of fire, let the respondent say as he wishes. For the question now is not how heat is an accident of it, but about the unwilled operation by which it operates by being. Willing either is the essence or is present to the essence. But if it is the essence, there is no one who wills; but if it is present to the essence, of necessity they are two different things; for that which is and that which is present to it are not the same. If God wills many things, but is not many things, then being is not the same as willing in God. God, if He can make whatever He wills to make, but does not will to make whatever He can make: then being is not the same as willing with Him. God, if He is one, and simple and uniform, but wills many things and does not will many things (for example, He wills the things that are to be many in their variety, but does not will them to be infinite in number): then being is not the same as willing with Him. God, if He does not make what He is, but makes what He wills, and wills to make the world: then willing is not the same as being with Him. If unbegotten things do not come to be unbegottenly, then neither does God make unbegotten things unbegottenly. For it is impossible for a thing made to be unbegotten. As teaching is the operation of the teacher in the learner, so making is the operation of the maker in the thing made. He, then, who removes coming-to-be from the thing made removes also the operation from the making of the maker. God operates the making in vain if what comes to be does not exist. If God does not make unmadely, then neither does He make unbegottenly. "God makes" is an affirmation of making; but "He makes unmadely" is in effect a negation of the affirmation. "Unbegotten" and "made" are conflicting names. If what is through making is unbegotten, then what is not through making is not unbegotten. There is no difference between saying "He who made has made, but what is made did not come to be" and saying "God makes the unbegotten things". If it is reasonable to say "God makes unbegotten things unbegottenly", then it is reasonable also to say "Unbegotten things come to be unbegottenly". For "comes to be" follows upon "makes" by natural necessity. But if the second is absurd, then the first is absurd too. If coming to be is in time, being made is also in time; for they are equivalent. For it is impossible, when the maker is making, that the thing made should not come to be. If nothing comes to be unbegottenly, then neither is anything made unbegottenly. For to come to be and to be made are not the same in word, but the same in fact. God, if by being
Editors' notes and page, col. 1433

Footnotes

(78) ‹anchor: βουληθέντος (78) αὐτοῦ› · call in col 1433 (Greek; the numbered notes are called only in the Greek)

(printed under page 749) (78) Οὐ φθείρεται βουληθέντος. Transponenda negatio ac legendum φθείρεται οὐ βουληθέντος αὐτοῦ.

(78) Οὐ φθείρεται βουληθέντος. The negative should be moved, and φθείρεται οὐ βουληθέντος αὐτοῦ read.

(printed under page 749)

Page

  • running head: 1433 QUAESTIONES CHRISTIANAE
  • marginal letters: A παυσαμένης αὐτῆς; B μότης νῦν ἐστι; C λεσθαι. Ὁ Θεὸς; D τον, οὐκ ἄρα
  • old-edition numerals: (none)
  • other: damaged type παυσαμ⟨έ⟩νης in line 1; full-width line after Εἰ ποιεῖν ἐστι (τῆς τοῦ Θεοῦ βουλῆς, δῆλον ὅτι ὥσπερ διαφέρει τὸ ποιεῖν ἁ-) cut off at right edge; set whole from the page (to καὶ πότε ποιεῖν,)
  • running head: 1433 QUÆSTIONES CHRISTIANÆ AD GRÆCOS. 1434
  • marginal letters: A ‹παυσαμένης αὐτῆς οὐ φθείρεται›; B ‹μότης νῦν ἐστι τὸ ζητούμενον›; C ‹λεσθαι. Ὁ Θεὸς εἰ ὃ ὑπάρχει›; D ‹τον, οὐκ ἄρα ἀγέννητον›
  • old-edition numerals: (none in the Greek; 522 in the facing Latin col. 1434)
PG 6:1434
Editors' notes and page, col. 1434

Page

  • running head: S CHRISTIANAE AD GRAECOS. 1434
  • marginal letters: A facere, ita; B stantiæ. At; C ingenita ingenite; D an dicas
  • old-edition numerals: 522 before operatio
  • other: facing Latin version, not set; full-width Greek line above 2. cut off at left edge
  • other: facing Latin version, not set
  • running head: 1433 QUÆSTIONES CHRISTIANÆ AD GRÆCOS. 1434
  • marginal letters: (see c1433_a.md)
  • old-edition numerals: 522 in the facing Latin after ‹doctrina› (not set)
  • other: page 749's full-width Greek lines are set once in c1433_a.md, in reading order under the Greek column, as the driver directs.
PG 6:1435
Editors' notes and page, col. 1435

Footnotes

(79) Τῷ... ἀντιδιαστέλλων. Leg. τὸ... ἀντιδιαστέλλον.

(79) Τῷ... ἀντιδιαστέλλων. Read τὸ... ἀντιδιαστέλλον.

(printed under page 750) (80) Ὑπάρχων. Ita emendavit Sylburgius. Sic etiam Clarom. et R. Stephanus ad calcem: at idem in textu scripsit ὑπάρχει.

(80) Ὑπάρχων. So Sylburg emended. So too the Clermont manuscript, and R. Stephanus at the end of the volume; but in the text he wrote ὑπάρχει.

(printed under page 750)

Page

  • running head: 1435 APPENDIX. — PARS I. S. JUSTI
  • marginal letters: A Si Deus; B sit, ingenite; C nite genitus; D vicem effectores.
  • old-edition numerals: 523 after primum
  • other: facing Latin version, not set; full-width Greek lines above 3. cut off at right edge
  • other: facing Latin version, not set
  • running head: 1435 APPENDIX. — PARS I. S. JUSTINI OPERA SPURIA. 1436
  • marginal letters: (see c1436_a.md)
  • old-edition numerals: 523 in the facing Latin after ‹primum› (not set)
  • other: page 750's full-width Greek lines («οὔτε γεννητῶς … οὐδὲ ποιεῖ ὁ ποιῶν.») are set once in c1436_a.md, in reading order under the Greek column, as the driver directs.
PG 6:1436
ποιεῖ, ἀναγκαστικῶς ποιεῖ ἃ ποιεῖ· εἰ δὲ τῷ βούλεσθαι ποιεῖ, αὐθεντικῶς ποιεῖ· αὐθεντικῶς δὲ ποιῶν, ὅσα βούλεται καὶ οἷα βούλεται καὶ ὅτε βούλεται ποιεῖ. Ὁ Θεὸς εἰ τῷ εἶναι ποιεῖ, εἰς οὐδὲν αὐτῷ χρησιμεύει τὸ βούλεσθαι, ᾧ οὐδαμῶς δύναται κεχρῆσθαι. Δύο ἀσύμβατα τίθησιν ἐπὶ τοῦ Θεοῦ ὁ ἀποκρινάμενος· ποιητικὸν αὐτὸν ὀνομάζει τῶν ὄντων, καὶ προσάπτει αὐτῷ τὸ ἀγεννήτως ποιεῖν. Εἰ γὰρ αὐτὸς μὲν ἀγεννήτως ποιεῖ, τὸ δὲ ποιούμενον οὐδαμῶς γίνεται οὔτε γεννητῶς οὔτε ἀγεννήτως, οὔτε ποιητῶς οὔτε ἀποιήτως· ὥσπερ ἄρα οὐ γίνεται τὸ ποιούμενον, οὕτως οὐδὲ ποιεῖ ὁ ποιῶν.
makes, He makes what He makes by compulsion; but if He makes by willing, He makes with sovereign authority; and making with sovereign authority, He makes as many things as He wills, and of what kind He wills, and when He wills. God, if He makes by being, has no use for willing, which He can in no way use. The respondent posits two incompatible things concerning God: he names Him productive of the things that are, and he attaches to Him making unbegottenly. For if He Himself makes unbegottenly, while the thing made in no way comes to be, neither begottenly nor unbegottenly, neither madely nor unmadely: then, just as the thing made does not come to be, so neither does the maker make.
3. Ὥσπερ, φησὶν, ὁρῶμεν, ὅτι τὰ γεννητὰ, οἷον ἄνθρωπος γεννητῶς γενόμενος, γεννητός τε ὢν, γεννητὰ ποιεῖ· καὶ καθόλου τὰ γεννητὰ γεννητῶς γινόμενα, γεννητὰ καὶ τὰ ἐξ αὐτῶν ποιεῖ· τὸν αὐτὸν τρόπον καὶ ὁ Θεὸς, ἀγέννητος ὢν, ἀγεννήτως ποιεῖ πάντα, οὐ γινόμενα, ἀλλὰ συνυφιστάμενα· καὶ τῇ μὲν τῆς δυνάμεως ἀπειρίᾳ τὰ διάφορα ποιεῖ. Τίς οὖν ἐστιν ὁ ποιήσας τὸν ἄνθρωπον τὸν κατὰ τὴν φωνὴν τοῦ ἀποκριναμένου γεννητῶς γενόμενον, καὶ αὐτὸν ὄντα γεννητὸν, γεννητῶς γεννητὰ ποιοῦντα; Ἀλλὰ εἰ μὲν ὁ Θεὸς, πῶς οὐκ ἐψεύσατο ὁ ἀποκρινάμενος, εἰπών· Ὁ Θεὸς, ἀγέννητος ὢν, ἀγεννήτως ἀγέννητα ποιεῖ; εἰ δὲ οὐχ ὁ Θεὸς, πῶς οὐ τῶν ἀλλοτρίων προνοεῖ ὁ Θεὸς, προνοῶν τῶν ἀνθρώπων, ὧν οὐκ ἔστι ποιητής; Εἰ δὲ ἄτοπον τὸ μὴ λέγειν τὸν Θεὸν ποιητὴν τοῦ ἀνθρώπου, ἄτοπον ἄρα καὶ τὸ λέγειν τὸν Θεὸν ἀγεννήτως ἀγέννητα ποιεῖν. Ἰδοὺ γὰρ πεποίηκε τὸν ἄνθρωπον γεννητῶς ὄντα γεννητόν. Εἰ οὗ τὸ μέρος γεννητὸν, τούτου ἐξ ἀνάγκης καὶ τὸ ὅλον γεννητόν· μέρος δὲ τοῦ κόσμου ὁ ἄνθρωπος ὁ κατὰ τὴν φωνὴν τοῦ ἀποκριναμένου γεννητῶς γενόμενος· γεννητὸς ἄρα καὶ ὁ κόσμος. Εἰ ἀγέννητός ἐστιν ὁ Θεὸς, καὶ τὰ ἀγέννητα ποιεῖ, πῶς οὐ κατὰ κοινοῦ φέρει τὸ τοῦ ἀγεννήτου ὄνομα, τῷ μηδενὶ αὐτὸν ἀντιδιαστέλλων; Εἰ ὁ Θεὸς ὅ ἐστιν οὐ ποιεῖ· ἀδύνατον γάρ· ποιεῖ δὲ ἃ οὐκ ἔστι· γεννητὰ ἄρα ποιεῖ ἀγέννητος αὐτὸς ὤν. Οὐ ζητοῦμεν δὲ πρῶτον τὸ πῶς ποιεῖ ὁ Θεὸς, ἀλλὰ τὸ τί ποιεῖ. Εὑρεθὲν γὰρ τὸ τί ποιεῖ, εὕρηται καὶ τὸ πῶς ποιεῖ. Εἰ ἀγέννητος ὑπάρχων ὁ Θεὸς, ἀγεννήτως ἀγέννητα ποιεῖ, καὶ ἀδέσποτος ἄρα ὑπάρχων, ἀδεσπότως ἀδέσποτα ποιεῖ. Εἰ δὲ ἄτοπον τὸ δεύτερον, ἄτοπον ἄρα καὶ τὸ πρῶτον. Τὰ ἀδιαστάτως συνυφιστάμενα ἀλλήλοις, οὐδὲν αὐτῶν οὐδενὸς αὐτῶν δύναται εἶναι ποιητής· εἰ δὲ μή γε, ἀλλήλων ἔσονται ποιηταί. Εἰ δὲ τοῦτο ἄτοπον, ἄτοπον ἄρα καὶ τὸ λέγειν τὸν Θεὸν ποιητὴν τῶν ἀδιαστάτως αὐτῷ συνυφισταμένων. Εἰ ἄπειρα μὲν δύναται ποιεῖν ὁ Θεὸς, ἀλλὰ τῷ βούλεσθαι· ὁ Θεὸς δὲ διάφορα μὲν εἶναι οὐ δύναται· ἓν γάρ ἐστι, καὶ ἁπλοῦν, καὶ μονοειδές· διάφορα δὲ βούλεται· οὐχ ἄρα τῷ εἶναι ποιεῖ, ἀλλὰ τῷ βούλεσθαι. Εἰ ὥσπερ τῇ συνθέσει τῶν γραμμῶν συνυφίστανται αἱ γωνίαι, οὕτω καὶ ὁ κόσμος τῷ Θεῷ· ἀναγκαστικῶς ἄρα καὶ ἀβουλήτως ποιεῖ τὸν κόσμον ὁ Θεὸς, κατὰ συμβεβηκὸς καὶ οὐ καθ' αὐτό· ἀναγκαστικῶς γὰρ καὶ
3. "As," he says, "we see that begotten things (man, for example, having come to be begottenly and being begotten) make begotten things; and in general begotten things, coming to be begottenly, make begotten also the things that come from them: in the same way God too, being unbegotten, makes all things unbegottenly, not as coming to be but as coexisting; and by the infinity of His power He makes the diverse things." Who, then, is it that made man, who in the respondent's words came to be begottenly and, being himself begotten, makes begotten things begottenly? But if God, how has the respondent not lied in saying, "God, being unbegotten, makes unbegotten things unbegottenly"? But if not God, how does God not provide for what belongs to others, in providing for men, of whom He is not the Maker? But if it is absurd not to call God the Maker of man, then it is absurd also to say that God makes unbegotten things unbegottenly. For see, He has made man, who is begotten begottenly. If a thing's part is begotten, its whole too is of necessity begotten; but man, who in the respondent's words came to be begottenly, is a part of the world; the world, then, is begotten too. If God is unbegotten, and makes the unbegotten things, how does He not bear the name "unbegotten" in common, distinguishing Himself from nothing? If God does not make what He is (for that is impossible), but makes what He is not, then He makes begotten things, being Himself unbegotten. We do not ask first how God makes, but what He makes. For when what He makes has been found, how He makes has been found too. If God, being unbegotten, makes unbegotten things unbegottenly, then also, being without a master, He makes masterless things masterlessly. But if the second is absurd, then the first is absurd too. Of things that coexist with one another without interval, none of them can be the maker of any of them; otherwise they will be makers of one another. But if this is absurd, then it is absurd also to call God the Maker of the things that coexist with Him without interval. If God can make infinite things, but by willing; and God cannot be diverse things, for He is one, and simple, and uniform; but He wills diverse things: then He does not make by being, but by willing. If, as the angles coexist with the composition of the lines, so too the world [coexists] with God, then God makes the world by compulsion and without willing, incidentally and not of itself; for by compulsion and
Editors' notes and page, col. 1436

Footnotes

(79) ‹anchor: αὐτὸν ἀντιδιαστέλλων› · call in col 1436 (Greek; the numbered notes are called only in the Greek)

(printed under page 750)

(80) ‹anchor: ἀγέννητος ὑπάρχων› · call in col 1436 (Greek)

(printed under page 750)

Page

  • running head: RS I. S. JUSTINI OPERA SPURIA. 1436
  • marginal letters: A ποιεῖ, ἀναγκαστικῶς; B τὸν αὐτὸν τρόπον; C κης καὶ τὸ; D λοις, οὐδὲν αὐτῶν
  • old-edition numerals: (none)
  • other: full-width line after οὐδαμῶς γίνεται (ῶς οὔτε ἀποιήτως· ὥσπερ ἄρα οὐ γίνεται τὸ ποιούμενον, οὕ-) cut off at left and right edges, set by hand in c1436_a.md
  • running head: 1435 APPENDIX. — PARS I. S. JUSTINI OPERA SPURIA. 1436
  • marginal letters: A ‹ποιεῖ, ἀναγκαστικῶς ποιεῖ›; B ‹τὸν αὐτὸν τρόπον καὶ ὁ Θεὸς›; C ‹χης καὶ τὸ ὅλον γεννητόν›; D ‹λοις, οὐδὲν αὐτῶν οὐδενὸς›
  • old-edition numerals: (none in the Greek; 523 in the facing Latin col. 1435)
PG 6:1437
κατὰ συμβεβηκὸς συνυφίστανται αἱ γωνίαι τῇ θέσει τῶν γραμμῶν. Ὁ ποιῶν τὸ μὴ ὂν ποιεῖ· τὸ γὰρ ὂν οὐ χρήζει ποιητοῦ. Ἀλλ' εἰ τοῦτο, οὐκ ἄρα ποιητής ἐστιν ὁ Θεὸς τῶν συνυφισταμένων αὐτῷ, καθά φησιν ὁ ἀποκρινάμενος. Ὁ Θεὸς οἰκίαν οὐκ ἐποίησεν, ἀλλ' ἐποίησε τὸν ἄνθρωπον, καὶ δέδωκεν αὐτῷ δύναμιν ποιητικὴν τῆς οἰκίας. Οὐδὲν οὖν τούτων ἀγεννήτως παρὰ τῷ Θεῷ, οὔτε ἡ ποίησις τοῦ ἀνθρώπου οὔτε ἡ δόσις τῆς δυνάμεως. Δύο κανόνας ἔθηκεν ὁ ἀποκρινάμενος· ἕνα μὲν ἐπὶ τῆς ποιήσεως τῶν ἀγεννήτων ὄντων καὶ ἀγεννήτως ποιούντων· ἕνα δὲ ἐπὶ τῆς ποιήσεως τῶν γεννητῶν ὄντων καὶ γεννητῶς ποιούντων. Καὶ τὰ μὲν, φησὶν, ἔργα τῶν ἀγεννήτων συνυφίσταται τοῖς ἑαυτῶν ποιηταῖς ἀγεννήτως· τὰ δὲ ἔργα τῶν γεννητῶν, ἔγχρονα. Μηδενὸς τοίνυν τῶν ἀγεννήτων ἐγχρόνως ποιούντων, δηλονότι τὰ γεννητὰ οὔτε γέγονεν ὑπὸ τοῦ ἀγεννήτου οὔτε γενέσθαι δύναται.
accidentally the angles co-subsist with the position of the lines. He who makes, makes that which is not; for that which is does not need a maker. But if this is so, then God is not the Maker of the things that co-subsist with Him, just as the respondent says. God did not make a house, but made man, and gave to him the power productive of the house. None of these things, therefore, is unbegottenly with God, neither the making of man nor the giving of the power. The respondent posited two rules: one concerning the making of the things that are unbegotten and make unbegottenly; and one concerning the making of the things that are begotten and make begottenly. "And the works of the unbegotten," he says, "co-subsist with their own makers unbegottenly; whereas the works of the begotten are temporal." Since none of the unbegotten, therefore, makes temporally, plainly begotten things neither have come to be by the unbegotten nor are able to come to be.
4. Μὴ προσέχωμεν δὲ τὸ ποιεῖν τὸν Θεὸν ἀνθρωπίνως, οὐδ' ὥσπερ ἡμεῖς τὸ πρότερον ἄλλως ἔχοντες, ὕστερον εἰς ἄλλο μεταβάλλοντες λεγόμεθα ποιεῖν, οὕτω καὶ ὁ Θεὸς ποιεῖ· ἀλλὰ δι' ἄῤῥητον ὑπερβάλλουσάν τε δύναμιν ἀχρόνως ποιῶν πάντα τελειοῖ, καὶ ἅμα τῷ αὐτὸν εἶναι καὶ τὰ ὄντα ποιεῖ, οὐ χρείαν ἔχων ὥσπερ ἡμεῖς τοῦ πρότερον γενέσθαι καὶ τελειωθῆναι, καὶ οὕτως ποιῆσαι, διὰ τὸ μηδὲν εἶναι ἐν αὐτῷ πρότερον καὶ ὕστερον. Ἡμεῖς μὲν τὸ πρότερον μεταβάλλομεν εἰς τὸ ὕστερον τῇ εὑρέσει τοῦ βελτίονος· ὁ δὲ Θεὸς οὐχ οὕτως, ἀλλ' ὥσπερ προσήκει, τὸ ἐξ ἀρχῆς ποιεῖ οὐ μεταβάλλων εἰς ὕστερον τὰ πρότερα. Εἰ γὰρ προέθηκε μὲν ἐξ ἀρχῆς τὸ μεταβαλεῖν εἰς ὕστερα τὰ πρότερα, καὶ οὐ μεταβάλλει, ἢ ἀσθένεια ἐνομίζετο τῆς δυνάμεως, ἢ ὅτι εὗρε τοῦ προκειμένου τὸ βέλτιον· ὧν οὐδὲν πρόσεστι τῷ Θεῷ, οὔτε ἡ ἀσθένεια τῆς δυνάμεως οὔτε τὸ ὕστερον εὑρεῖν τοῦ προτέρου τὸ βέλτιον. Εἰ ποιεῖ ὁ Θεὸς πάντα τὰ μὴ γινόμενα, ἀλλὰ συνυφιστάμενα, περιττὸν ἦν τὸ τὰ ἅμα τῷ εἶναι αὐτὸν ὄντα ποιεῖν. Ὥσπερ γὰρ περιττὸν ἦν, οὔσης τῆς συνθέσεως τῶν γραμμῶν, ποιῆσαι τὰς γωνίας, οὕτω περιττὸν ἦν ὄντος τοῦ Θεοῦ σὺν τῷ κόσμῳ ποιῆσαι τὸν κόσμον, εἰ ἄρα συνυφίσταται τῷ Θεῷ, καθά φησιν ὁ ἀποκρινάμενος. Εἰ ἅμα τῷ εἶναι τὸν Θεὸν, ἔστι καὶ ὁ κόσμος· ὁ δὲ κόσμος ἀεὶ ἐν κινήσει· ἡ δὲ κίνησις ἐν χρόνῳ· ἐν χρόνῳ ἄρα ὁ Θεὸς σὺν τῷ κόσμῳ. Εἰ ἀγέννητος ὢν ὁ Θεὸς, καὶ ἀγεννήτως ἀγέννητα ποιεῖ, οὐ τὰ γινόμενα, ἀλλὰ τὰ συνυφιστάμενα αὐτῷ· ἀγέννητος ἄρα καὶ ὁ ἄνθρωπος, μέρος ὢν τοῦ κόσμου. Πῶς οὖν γεννητὸν τοῦτον ὁ ἀποκρινάμενος καλεῖ; Καὶ εἰ ἀγέννητος ὢν ὁ Θεὸς καὶ ἀγεννήτως ἀγέννητα ποιεῖ, δηλονότι καὶ ἁπλοῦς ὢν, ἁπλᾶ πάντα συνυφιστάμενα αὐτῷ ποιεῖ. Ἀλλ' εἰ τοῦτο, οὐκ ἄρα συνυφίσταται τῷ Θεῷ ὁ κόσμος, σύνθετος ὢν καὶ ὅλῳ καὶ μέρει. Εἰ ἕν ἐστιν ὁ Θεὸς, καὶ οὐχ ἓν τὸ συνυφιστάμενον αὐτῷ, οὐδ' ἄρα συνυφίσταται αὐτῷ τὰ γεννητὰ ἀγεννήτῳ ὄντι. Ὁ Θεὸς εἰ νοητῶν
4. Let us not however regard the making of God in a human way, nor just as we, being formerly in one state, and afterwards changing into another, are said to make, does God also thus make; but through an ineffable and surpassing power making all things timelessly, He perfects them, and simultaneously with His being He also makes the things that are, having no need, just as we do, first to come to be and to be perfected, and thus to make, because there is nothing in Him before and after. We indeed change the former into the latter by the discovery of the better; whereas God does not do so, but just as is fitting, makes what is from the beginning without changing the former things into a later state. For if He proposed from the beginning to change the former things into later ones, and does not change them, either it would be considered a weakness of power, or that He found something better than what was proposed—neither of which belongs to God, neither weakness of power nor finding later something better than the former. If God makes all things not coming to be, but co-subsisting, it was superfluous to make the things that are simultaneously with His being. For just as it was superfluous, when the composition of the lines exists, to make the angles, so it was superfluous, when God exists together with the world, to make the world, if indeed it co-subsists with God, just as the respondent says. If simultaneously with God's being, the world also is; and the world is always in motion; and motion is in time; then God is in time together with the world. If God, being unbegotten, also unbegottenly makes unbegotten things, not the things that come to be, but the things that co-subsist with Him, then man also, being a part of the world, is unbegotten. How then does the respondent call him begotten? And if God, being unbegotten, also unbegottenly makes unbegotten things, plainly, being also simple, He makes all things that co-subsist with Him simple. But if this is so, then the world does not co-subsist with God, being composite both in whole and in part. If God is one, and that which co-subsists with Him is not one, neither then do begotten things co-subsist with Him Who is unbegotten. If God of intelligible
Editors' notes and page, col. 1437

Footnotes

(81) ‹anchor: not in the visible part of the page› · call in col 1437 (Greek; the numbered notes are called only in the Greek)

(printed under page 751) (81) Τὸ ποιεῖν. Melius haec desunt in eodem textu supra posito.

(81) Τὸ ποιεῖν. These words are better absent, [as they are] in the same text set above.

(printed under page 751)

(82) ‹anchor: Ἡμεῖς› · call in col 1437 (Greek)

(printed under page 751) (82) Ἡμεῖς. Tribuenda haec responsori, etsi supra desunt.

(82) Ἡμεῖς. These words are to be assigned to the Respondent, although they are missing above.

(printed under page 751)

Page

  • running head: 1437 QUAESTIONES CHRISTIANAE
  • marginal letters: A κατὰ συμβεβηκὸς; B τῶν ἀγεννήτων; C Θεὸς οὐχ οὕτως,; D ἡ δὲ κίνησις
  • old-edition numerals: (none)
  • other: (none)
PG 6:1438
Editors' notes and page, col. 1438

Page

  • running head: CHRISTIANAE AD GRAECOS. 1438
  • marginal letters: A sistunt. Conditor; B neque ab; C cit, priora; D tempore; in
  • old-edition numerals: 524 after mul
  • other: facing Latin version, not set
PG 6:1439
Editors' notes and page, col. 1439

Footnotes

(83) Καὶ ὁ ἥλιος. Melius ὁ ἥλιος καὶ ὁ κόσμος.

(83) Καὶ ὁ ἥλιος. Better: ὁ ἥλιος καὶ ὁ κόσμος.

(printed under page 752) (84) Ὁ... οὐ συνυφιστάμενος. Leg. ὁ συνυφιστάμενος.

(84) Ὁ... οὐ συνυφιστάμενος. Read ὁ συνυφιστάμενος.

(printed under page 752)

Page

  • running head: 1439 APPENDIX. — PARS I. S. JUSTII
  • marginal letters: A cum eo; B facere omnia; C tem dominatur; D Deo per
  • old-edition numerals: 525 before productus
  • other: facing Latin version, not set; full-width Latin line above 5. cut off at right edge
PG 6:1440
τε καὶ αἰσθητῶν ἐστιν ἐπέκεινα, καὶ οὐ ποιεῖ ἔργα νοητῶν τε καὶ αἰσθητῶν ἐπέκεινα, οὐδ' ἄρα ἀγέννητος ὢν, ἀγέννητα ποιεῖ. Εἰ ἀδύνατον συνυφίστασθαι τῷ ἐπέκεινα ἑαυτοῦ, πῶς συνυπέστη ὁ κόσμος τῷ Θεῷ ἐπέκεινα ὄντι αὐτοῦ; Εἰ ἀδύνατον εἶναι ἀγέννητα τὰ σύνθετα, πῶς ὁ οὐρανὸς καὶ ὁ ἥλιος κόσμος εἰσὶν ἀγέννητοι, σύνθετοι ὄντες, ἄλλοθεν ἔχοντες τὴν ὕλην καὶ ἄλλοθεν τὸ εἶδος;
and sensible things is beyond, and does not make works beyond intelligible and sensible things, neither then, being unbegotten, does He make unbegotten things. If it is impossible to co-subsist with that which is beyond oneself, how did the world co-subsist with God Who is beyond it? If it is impossible for composite things to be unbegotten, how are the heaven and the sun, the world, unbegotten, being composite, having their matter from one source and their form from another?
5. Ὁρῶμεν καὶ τὴν φύσιν αὐτῷ τῷ εἶναι ποιοῦσαν, καὶ ἀθρόαν ἀεὶ τὴν μεταβολὴν, ἐργαζομένην· ὥσπερ ἐπὶ τῆς πήξεως τοῦ γάλακτος ἀθρόως τὴν πῆξιν θεώμεθα παραγινομένην τῷ γάλακτι. Πολλῷ τοίνυν τὸν Θεὸν μᾶλλον οἰητέον ἀθρόως καὶ ἀχρόνως πάντα ποιεῖν, αὐτὸν μὲν ὄντα ἓν, τῇ δὲ ἀπειρίᾳ τῆς δυνάμεως διάφορα προάγοντα, καὶ αὐτὰ παντελῶς αὐτοπάρακτα τυγχάνοντα. Ἡ μὲν φύσις ἀθρόαν τὴν μεταβολὴν ἐργάζεται οὐ πρὸς ποίησιν οὐσίας, ἀλλὰ πρὸς ποίησιν τοῦ πάθους· ἡ γὰρ πῆξις ἐν τῷ γάλακτι πάθος ἐστὶ τοῦ γάλακτος· οὐσίαν δὲ οὐδαμῶς ἀθρόως ποιεῖ ἡ φύσις. Πῶς οὖν οὐκ ἔστιν ὁ ἀποκρινάμενος ἀνοικείῳ ὑποδείγματι, τῇ ἐργασίᾳ τῆς φύσεως, χρησάμενος πρὸς παράστασιν τῆς τοῦ Θεοῦ ἀχρόνως ἐργασίας, δημιουργοῦ πολλῶν καὶ διαφόρων οὐσιῶν ὄντος, ἃς κἂν ἀθρόως ποιῇ ὁ Θεὸς, οὐδ' οὕτως ἀχρόνως; τὸ γὰρ ἀθρόον τοῦ χρόνου ἐστὶ τὸ ἄτομον. Τῶν αὐτοπαράκτων οὐ κυριεύει ἡ τοῦ Θεοῦ βούλησις· κυριεύει δὲ ἡ βούλησις τοῦ Θεοῦ ὧν αὐτὴ παράγει. Ἀλλ' εἰ κυριεύει ἡ βούλησις τοῦ Θεοῦ πάντων, οὐδὲν ἄρα αὐτοπάρακτον. Αὐτοπάρακτον ὀνομάζει ὁ ἀποκρινάμενος καὶ τὸν Θεὸν καὶ τὸν κόσμον. Ἀλλ' εἰ αὐτοπάρακτός ἐστιν ὁ κόσμος, συνυφιστάμενος τῇ αἰτίᾳ τῆς ὑποστάσεως αὐτοῦ, ἀνάγκη ἄρα καὶ τὸν Θεὸν, αὐτοπάρακτον ὄντα, συνυφίστασθαι τῇ αἰτίᾳ τῆς ὑποστάσεως αὐτοῦ. Ἀλλ' εἰ τοῦτο ἄτοπον, ἄτοπον ἄρα καὶ τὸ λέγειν τὸν Θεὸν καὶ τὸν κόσμον αὐτοπαράκτους, καὶ συνυφισταμένους ἀλλήλοις ἀδιαστάτως. Εἰ καθ' αὑτὸ μὲν ἔστιν ὁ Θεὸς αὐτοπάρακτος, κατὰ συμβεβηκὸς δὲ ὁ κόσμος οὐ συνυφιστάμενος αὐτῷ, πῶς οὐκ ἔστι ψευδὲς τὸ, Οὐδὲν συμβαίνει Θεῷ, εἴγε, αὐτοπαράκτως παραγομένου τοῦ Θεοῦ, συνυπέστη αὐτῷ αὐτοπάρακτος ὁ κόσμος; Εἰ τὰ φυσικῇ ἀνάγκῃ τινὶ συμβησόμενα, ἀβουλήτως συμβαίνει αὐτῷ, πῶς, εἰ φυσικῇ ἀνάγκῃ συνυφίσταται ὁ κόσμος τῷ Θεῷ, οὐκ ἀβουλήτως αὐτῷ συνυφίσταται κατὰ συμβεβηκός; Εἰ ταὐτόν ἐστι παρὰ τῷ Θεῷ τὸ εἶναι τῷ βούλεσθαι, δηλονότι ἐν οἷς οὐ βούλεται ὁ Θεὸς, ἐν τούτοις οὐδέ ἐστι. Πῶς οὖν, μὴ ὄντος αὐτοῦ, ὁ κόσμος αὐτῷ συνυφίσταται; Ἀβουλήτως γὰρ αὐτῷ συνυφίσταται ὁ κόσμος. Εἰ ὁ ἀγέννητος ἀγεννήτως ἀγέννητα ποιεῖ, δηλονότι καὶ ὁ ἀσύνθετος ἀσυνθέτως ἀσύνθετα ποιεῖ. Εἰ δὲ μὴ τὸ δεύτερον, οὐδ' ἄρα τὸ πρῶτον. Σύνθετος γὰρ ὁ κόσμος. Εἰ ὁ Θεὸς θεϊκῶς θεοὺς οὐ ποιεῖ, πῶς ὁ ἀγέννητος ἀγεννήτως ἀγέννητα ποιεῖ; Οὐ γὰρ αὐτὸς
5. We see nature also making by the very fact of being, and always working its change all at once; just as in the curdling of milk we behold the curdling coming upon the milk all at once. Much more therefore must one suppose that God makes all things all at once and timelessly, being Himself one, yet by the infinity of His power bringing forth diverse things, even though they themselves happen to be altogether self-produced. Nature indeed works its change all at once not towards the making of essence, but towards the making of an affection; for the curdling in the milk is an affection of the milk; whereas nature in no way makes essence all at once. How then has the respondent not used an inappropriate example, the working of nature, to establish the timeless working of God, Who is the Demiurge of many and diverse essences, which even if God makes all at once, not even so does He make timelessly? For the "all at once" is the indivisible instant of time. Over self-produced things the will of God does not hold lordship; whereas the will of God holds lordship over the things that it itself brings forth. But if the will of God holds lordship over all things, then nothing is self-produced. The respondent names both God and the world self-produced. But if the world is self-produced, co-subsisting with the cause of its subsistence, then of necessity God also, being self-produced, co-subsists with the cause of His subsistence. But if this is absurd, absurd then also is it to call God and the world self-produced, and co-subsisting with one another without interval. If in Himself God is self-produced, while accidentally the world is not co-subsisting with Him, how is it not false to say, "Nothing happens as an accident to God," if indeed, when God was self-producedly brought forth, the self-produced world co-subsisted with Him? If the things that will happen to someone by natural necessity happen to him involuntarily, how, if by natural necessity the world co-subsists with God, does it not involuntarily co-subsist with Him accidentally? If to be is the same thing with God as to will, plainly in those things which God does not will, in these He is not even present. How then, when He is not present, does the world co-subsist with Him? For involuntarily does the world co-subsist with Him. If the unbegotten unbegottenly makes unbegotten things, plainly the incomposite also incompositely makes incomposite things. And if not the second, neither then the first. For the world is composite. If God does not divinely make gods, how does the unbegotten unbegottenly make unbegotten things? For He Himself does not
Editors' notes and page, col. 1440

Footnotes

(83) ‹anchor: not in the visible part of the page› · call in col 1440 (Greek; the numbered notes are called only in the Greek)

(printed under page 752)

(84) ‹anchor: ὁ κόσμος οὐ συνυφιστάμενος› · call in col 1440 (Greek)

(printed under page 752)

Page

  • running head: RS I. S. JUSTINI OPERA SPURIA. 1440
  • marginal letters: A τε καὶ αἰσθητῶν; B γάλακτι. Πολλῷ; C δὲ ἡ βούλησις; D τινὶ συμβησόμενα,
  • old-edition numerals: (none)
  • other: full-width Latin line above 5. (composita, ac aliunde materiam et aliunde formam ha-) cut off at left and right edges, not set
PG 6:1441
ἑαυτῷ συνυφίσταται, ἀλλὰ ἕτερος. Ἄλλο τὸ Θεὸς, ἄλλο τὸ ἀγέννητον· ἐκεῖνο μὲν ὑπάρχει, τοῦτο δὲ χωρίζεται τῶν γεννητῶν. Καὶ ποιῶν ὁ Θεὸς ὑπάρχει· ποιεῖ, οὐ χωρίζεται. Εἰ δὲ καὶ ᾧ χωρίζεται ποιεῖ, ἀλλὰ κατὰ συμβεβηκὸς, καὶ οὐ καθ' αὑτὸ, πῶς οὐδὲν συμβαίνει τῷ Θεῷ κατὰ συμβεβηκὸς ποιοῦντι; Εἰ, ὥσπερ συνυφίσταται τῇ σφαίρᾳ τὸ κοῖλον καὶ τὸ κυρτὸν, οὕτω συνυφίσταται τῷ Θεῷ ὁ κόσμος· ἀλληλαίτιοι ἄρα ὁ μὲν Θεὸς τοῦ κόσμου, ὁ δὲ κόσμος τοῦ Θεοῦ, καθάπερ κἀκεῖνα. Εἰ οὐ ποιεῖ τις βουλήσει ἃ καὶ μὴ βουλόμενος ἐποίει, πῶς οὖν βουλήσει τὸν κόσμον ἐποίησεν ὁ Θεὸς, ὃν καὶ μὴ βουλόμενος ποιεῖν, ἐξ ἀνάγκης ἐποίει; Εἰ ἓν μὲν τῇ οὐσίᾳ ὁ Θεὸς, ἄπειρος δὲ τῇ δυνάμει· τὰ δὲ συνυφιστάμενα αὐτῷ μήτε ἓν κατὰ τὴν οὐσίαν αὐτοῦ, μήτε ἄπειρα κατὰ τὴν δύναμιν αὐτοῦ· οὐδ' ἄρα συνυφίσταται αὐτῷ. Ὁ Θεὸς ἀεὶ τέλειός ἐστιν, ἀεὶ δυνατός ἐστιν· καὶ ἐν αὐτῷ μὲν πρότερον καὶ ὕστερον οὐδέν· ἐν δὲ τοῖς ἔργοις αὐτοῦ ἐστιν ἀμφότερα. Εἰ σύνθετα τὰ ἔργα αὐτοῦ, πᾶν δὲ σύνθετον ἐξ ἁπλῶν σύγκειται, καὶ ἀδύνατον ἅμα εἶναι τὰ ἁπλᾶ τοῖς συνθέτοις· πρῶτα γὰρ τὰ ἁπλᾶ, ὕστερον δὲ τὰ σύνθετα. Ὥσπερ ἀδιάβλητος ὁ Θεὸς ἐπὶ τῇ ἀσθενείᾳ τῆς δυνάμεως, ὅτι μὴ ποιήσας πλείους κόσμους, ἀλλὰ ποιήσας ἕνα κόσμον ἔπαυσε τὴν ποίησιν· οὕτως ἀδιάβλητος ὁ Θεὸς ἐπὶ τῷ ἀτελεῖ τῆς δυνάμεως, ὅτι μὴ ἅμα τῷ εἶναι αὐτὸν τὸν κόσμον ἐποίησεν, ἀλλ' ὅτε ἐβούλετο. Οὐδὲν διαφέρει αὐτοπάρακτον τοῦ αὐτογενοῦς. Ἀλλὰ εἰ αὐτοπάρακτος ὁ Θεὸς καὶ αὐτοπάρακτος ὁ κόσμος, ἔσονται αὐτογένητοι ὅ τε Θεὸς καὶ ὁ κόσμος. Εἰ, ὥσπερ ὁρῶμεν ἀθρόως τὴν πῆξιν τῷ γάλακτι παραγινομένην, οὕτως ἀθρόως παραγίνεται τῷ κόσμῳ τὸ εἶναι, γεννητὸς ἄρα ὁ κόσμος, καὶ μεταβλητὸς ἐκ τοῦ ἀνουσίου εἰς οὐσίαν· τὸ γὰρ παραγίνεται τὸ γενέσθαι δηλοῖ. Εἰ αὐτοπάρακτος ὁ Θεὸς, καὶ αὐτοπάρακτος ὁ κόσμος, ἡ αὐτοπαραξία ἑκατέρου, ἑκατέρου ἔσται ἀρχὴ τῆς ὑπάρξεως. Πῶς οὖν ἄναρχος καὶ ἀΐδιος ὁ Θεὸς καὶ ὁ κόσμος, τὰς αὐτοπαραξίας ἔχοντες αὐτῶν ἀρχὰς τῆς ὑπάρξεως αὐτῶν; Τὸ αὐτοπάρακτον παραγωγῆς ἔχει σημασίαν τοῦ ἀφ' ἑαυτοῦ παραγομένου. Ἀλλὰ ἐπειδὴ πᾶν τὸ παραγόμενον ἢ τῇ παρουσίᾳ παράγεται κατὰ μετάστασιν ἐκ τόπου εἰς τόπον, ἢ τῇ οὐσίᾳ παράγεται κατὰ ποίησιν ἄγουσαν ἐκ τῆς ἀνυπαρξίας εἰς ὕπαρξιν· μηδὲν δὲ τούτων πρόσεστι τῷ Θεῷ, δηλονότι οὐκ ὀρθῶς αὐτὸν ὠνόμασεν ὁ ἀποκρινάμενος αὐτοπάρακτον. Τὸ γὰρ αὐτοπάρακτον τοῦ ἑτεροπαράκτου τῷ ὅλως αὐτοπαράκτῳ οὐδὲν διαφέρει. Εἰ ἀδύνατον εἶναι τὸ ἀγέννητον ἀποίητον, ἀδύνατον εἶναι τὸν κόσμον ἀγέννητον, καὶ τὸν ποιήσαντα αὐτὸν Θεόν. Εἰ δὲ τῷ ποιητῷ διαφέρει ὁ κόσμος τοῦ Θεοῦ, ἐξ ἀνάγκης καὶ τῷ γεννητῷ διαφέρει· ποιητὸς γὰρ ὁ κόσμος, ἀποίητος δὲ ὁ Θεός. Εἰ ὁ φυσικῇ ἀνάγκῃ τῷ ἀγεννήτῳ συνυφιστάμενος ἀποίητός ἐστι, πῶς οὖν οὐκ ἔστι ψευδὲς τό· Ἐποίησε ποιητὸν κόσμον ὁ Θεὸς, ἀποίητον ὄντα καὶ ἀγέννητον κατ' αὐτόν; εἰ
co-subsist with Himself, but another does. "God" is one thing, "the unbegotten" is another; by the former He subsists, while by the latter He is separated from begotten things. And in making, God subsists; He makes, He is not separated. But if He also makes by that whereby He is separated, yet accidentally, and not in itself, how does nothing happen as an accident to God when He makes accidentally? If, just as the concave and the convex co-subsist with the sphere, so the world co-subsists with God, then God is the mutual cause of the world, and the world of God, just like those things also. If one does not make by will the things that even if not willing he would make, how then did God by will make the world, which even if not willing to make, He of necessity would make? If God is one in essence, and infinite in power; while the things that co-subsist with Him are neither one according to His essence, nor infinite according to His power; neither then do they co-subsist with Him. God is always perfect, is always powerful; and in Him there is nothing before and after; whereas in His works there are both. If His works are composite, and every composite is compounded out of simple things, it is also impossible for the simple things to be simultaneously with the composite; for the simple things are first, and the composite later. Just as God is irreproachable as to weakness of power, because having not made several worlds, but having made one world He ceased from making; so God is irreproachable as to imperfection of power, because He did not make the world simultaneously with His being, but when He willed. Self-produced differs in nothing from self-originated. But if God is self-produced and the world is self-produced, both God and the world will be self-originated. If, just as we see curdling coming upon milk all at once, so being comes upon the world all at once, then the world is begotten, and mutable from non-essence into essence; for "comes upon" indicates coming to be. If God is self-produced, and the world is self-produced, the self-production of each will be the beginning of the subsistence of each. How then are God and the world beginningless and eternal, having their self-productions as the beginnings of their subsistence? "Self-produced" has the signification of the bringing forth of that which is brought forth from itself. But since everything that is brought forth either is brought forth in presence by transition from place to place, or is brought forth in essence by a making that leads from non-subsistence into subsistence—and none of these belongs to God—plainly the respondent did not rightly name Him self-produced. For that which is self-produced differs in nothing from that which is produced by another in being produced at all. If it is impossible for the unbegotten to be unmade, it is impossible for the world to be unbegotten, and God Who made it. And if the world differs from God in being made, of necessity it differs also in being begotten; for the world is made, whereas God is unmade. If that which by natural necessity co-subsists with the unbegotten is unmade, how then is it not false to say: "God made a made world, which is unmade and unbegotten according to Him"? If
Editors' notes and page, col. 1441

Footnotes

(*) ‹anchor: τὸ ἀγέννητον ἀποίητον› · call in col 1441 (Greek only) Leg. ποιητόν

Read ποιητόν ("made").

(printed under page 753)

Page

  • running head: 1441 QUAESTIONES CHRISTIANAE
  • marginal letters: A ἑαυτῷ συνυφίσταται,; B δύναμιν αὐτοῦ·; C μεν ἀθρόως; D Θεῷ, δηλονότι
  • old-edition numerals: (none)
  • other: (none)
PG 6:1442
Editors' notes and page, col. 1442

Footnotes

(85) ‹anchor: not visible in the page-foot image› · call in col 1442

Ἐκεῖνο. Melius multo legeremus ἐκείνῳ et mox τούτῳ. Sic enim paulo post ᾧ χωρίζεται.

Ἐκεῖνο ("that"). We would do much better to read ἐκείνῳ ("from that"), and just after, τούτῳ ("from this"). For so, a little later, comes ᾧ χωρίζεται ("from which it is separated").

(printed under page 753)

(86) ‹anchor: not visible in the page-foot image› · call in col 1442

Ποιεῖ. Leg. ποιῶν.

Ποιεῖ ("he makes"). Read ποιῶν ("making").

(printed under page 753)

Page

  • running head: CHRISTIANAE AD GRAECOS. 1442
  • marginal letters: A cundum falsum; B tate fecit,; C supersederit :; D pers et
  • old-edition numerals: 526 after producitur,
  • other: facing Latin version, not set
PG 6:1443
Editors' notes and page, col. 1443

Footnotes

(87) ‹anchor: σκέψοιντο τοὺς λόγους› · call in col 1443

Τοὺς λόγους. Sic emendavit R: Stephanus pro eo quod habent codices mss. τοῖς λόγοις. Sed puto scriptum fuisse, ut infra, προσέχουσι τοῖς λόγοις.

Τοὺς λόγους ("the words"). So R emended; Stephanus, in place of what the manuscripts have, τοῖς λόγοις. But I think the text was written, as below, προσέχουσι τοῖς λόγοις ("they attend to the words").

(printed under page 754)

Page

  • running head: 1443 APPENDIX. — PARS I. S. JUSTIN
  • marginal letters: A ctum est,; B et dicere,; C QUARTA CHRISTIANA; D dicta leviter
  • old-edition numerals: 527 after si
  • other: facing Latin version, not set; full-width Latin lines above QUARTA CHRISTIANA cut off at right edge
PG 6:1444
αὐτοπάρακτός ἐστιν ὁ κόσμος καὶ οὐ ποιητὸς, ἐξ ἀνάγκης καὶ αὐτοποίητός ἐστιν. Τοῦ αὐτοπαράκτου τὸ αὐτογέννητον καὶ αὐτοποίητον οὐδὲν διαφέρει· ἀλλὰ εἰ αὐτοπάρακτος ὅ τε Θεὸς καὶ ὁ κόσμος, αὐτογέννητοι καὶ αὐτοποίητοι ἔσονται. Εἰ δὲ τοῦτο ἄτοπον, ἄτοπον ἄρα καὶ τὸ λέγειν, αὐτοπάρακτον μὲν τὸν ἄναρχόν τε καὶ ἀΐδιον Θεὸν, ἀγέννητον δὲ καὶ αὐτοπάρακτον τὸν ποιητὸν κόσμον. Εἰ αὐτοπάρακτός ἐστιν ὁ κόσμος, οὐκ ἔστι θεοπάρακτος· καὶ εἰ μὴ θεοπάρακτος, οὐδὲ παρήγαγεν αὐτὸν ὁ Θεός. Πῶς οὖν ὁ ἀποκρινάμενος, ὅταν λέγῃ προάγοντα μὲν τὸν Θεὸν, αὐτοπάρακτον δὲ τὸν κόσμον, οὐκ ἔστι ψευδῆ καὶ ἀσύμβατα λέγων; Πολλῷ τοίνυν, φησὶ, τὸν Θεὸν μᾶλλον οἰητέον ἀθρόως καὶ ἀχρόνως πάντα ποιεῖν, αὐτὸν μὲν ὄντα ἓν, τῇ δὲ ἀπειρίᾳ τῆς δυνάμεως τὰ διάφορα προάγοντα, καὶ αὐτὰ παντελῶς αὐτοπάρακτα τυγχάνοντα. Καὶ εἰ ἰσοδυναμεῖ τὸ ποιεῖν τῷ ποιήσειν, πῶς ὁ ἀναιρῶν ἀπὸ τοῦ Θεοῦ τὸ ποιήσειν, ὡς ἔμφασιν μὲν ἔχον τοῦ μέλλοντος χρόνου, νῦν τίθησιν ἐπ' αὐτοῦ τὸ ποιεῖν, τὴν αὐτὴν ἔχον τοῦ χρόνου ἔμφασιν; εἰ δὲ σὺν τῇ ἐμφάσει τοῦ μέλλοντος χρόνου ἔχει τὸ ποιεῖν καὶ τοῦ παρεληλυθότος τὴν ἔμφασιν, πῶς οὐκ ἔστιν ἐν τῇ τοῦ Θεοῦ ἐργασίᾳ τοῦ χρόνου πάντα τὰ μέρη ὑπάρχοντα;
the world is self-produced and not made, of necessity it is also self-made. From the self-produced the self-begotten and self-made differ in nothing; but if both God and the world are self-produced, they will be self-begotten and self-made. And if this is absurd, absurd then also is it to call the beginningless and eternal God self-produced, and the made world unbegotten and self-produced. If the world is self-produced, it is not God-produced; and if not God-produced, neither did God bring it forth. How then is the respondent, when he says that God brings forth, while the world is self-produced, not speaking things that are false and incompatible? "Much more therefore," he says, "must one suppose that God makes all things all at once and timelessly, being Himself one, yet by the infinity of His power bringing forth the diverse things, even though they themselves happen to be altogether self-produced." And if "to make" has equal force to "to be about to make", how does he who removes from God "to be about to make", as having a signification of future time, now posit of Him "to make", which has the same signification of time? And if together with the signification of future time "to make" has also the signification of the past, how are not all the parts of time present in the working of God?
ἘΡΩΤΗΣΙΣ ΧΡΙΣΤΙΑΝΙΚΗ ΠΡΟΣ ΤΟΥΣ ἝΛΛΗΝΑΣ Δʹ.
CHRISTIAN QUESTION TO THE GREEKS IV.
Εἰ ἀδύνατον τῷ πρώην μὲν οὐκ ὄντι, ὕστερον δὲ ὄντι, συναΐδιον εἶναι τῷ ἀεὶ ὄντι, πῶς, εἰ γεννητὸς ὁ κόσμος, συναΐδιός ἐστι παρὰ τῷ Θεῷ;
If it is impossible for that which formerly was not, and afterwards is, to be co-eternal with that which always is, how, if the world is begotten, is it co-eternal with God?
ἈΠΟΚΡΙΣΙΣ ἙΛΛΗΝΙΚΗ ΠΡΟΣ ΤΟΥΣ ΧΡΙΣΤΙΑΝΟΥΣ.
GREEK ANSWER TO THE CHRISTIANS.
Ὅτι μὲν ἀδύνατον τὸ ἔγχρονον (τοῦτο γὰρ σημαίνει τὸ πάλαι μὲν μὴ ὂν, ὕστερον δὲ ὄν·) ἀΐδιον εἶναι καὶ συναΐδιον τῷ ἀεὶ ὄντι, δῆλον· ὅτι δὲ καὶ ἐκ τούτου τοῦ λόγου δείκνυται ὁ κόσμος ἀγέννητος, καὶ τοῦτο παντί που δῆλον. Ἀλλ' εἴ τις ἐθέλοι λέγειν ὥς τινες τῶν παλαιῶν τὸν κόσμον γεννητὸν καλοῦσιν, εἰ μὲν ἐπιπολαίως σκέψοιντο τοὺς λόγους, μέμψοιντο ἂν δικαίως τοὺς τοῦτο λέγοντας· εἰ δὲ τὸ βάθος κατανοήσωσιν ἀκριβῶς τῶν λεχθέντων, εὑρήσουσιν ἀκριβῶς καὶ σαφῶς ἀγέννητον τούτους τὸν κόσμον ἀποφαινομένους. Αὐτοὶ γὰρ λέγοντες τήν τε παραδειγματικὴν καὶ τὴν ποιητικὴν αἰτίαν ἀγέννητον εἶναι, δηλονότι καὶ τὸν κόσμον, δημιούργημα τούτων ὄντα, σαφῶς ἀγέννητον ἀποφαίνουσι. Τοῖς γὰρ παλαιοῖς ἀποδέδεικται τὰ καλούμενα πρός τι ἅμα τῇ φύσει ὑπάρχειν. Ἐπεὶ οὖν ἥ τε εἰκὼν πρὸς τὸ παράδειγμα, καὶ τὸ παράδειγμα πρὸς τὴν εἰκόνα, καὶ τὸ δημιούργημα πρὸς τὸν δημιουργὸν, καὶ ὁ δημιουργὸς πρὸς τὸ δημιούργημα, ἅμα τῇ φύσει ὑπάρξει. Εἰ τοίνυν ἀγέννητος
That it is impossible for the temporal (for this is what "that which of old was not, and afterwards is" signifies) to be eternal and co-eternal with that which always is, is clear; and that from this argument also the world is shown to be unbegotten, this too is surely clear to everyone. But if someone should wish to say that some of the ancients call the world begotten, if indeed people should examine their words superficially, they would justly blame those who say this; whereas if they should accurately perceive the depth of what was said, they will find them accurately and clearly declaring the world unbegotten. For since they themselves say that both the paradigmatic and the productive cause are unbegotten, plainly they clearly declare the world also, which is the handiwork of these, to be unbegotten. For it has been demonstrated by the ancients that the things called relatives subsist simultaneously by nature. Since therefore both the image is in relation to the paradigm, and the paradigm in relation to the image, and the handiwork in relation to the Demiurge, and the Demiurge in relation to the handiwork, they will subsist simultaneously by nature. If therefore unbegotten
Editors' notes and page, col. 1444

Page

  • running head: S I. S. JUSTINI OPERA SPURIA. 1444
  • marginal letters: A αὐτοπάρακτός ἐστιν; B προάγοντα, καὶ; C ἘΡΩΤΗΣΙΣ ΧΡΙΣΤΙΑΝΙΚΗ; D σωσιν ἀκριβῶς
  • old-edition numerals: (none)
  • other: six full-width Latin lines above ἘΡΩΤΗΣΙΣ ΧΡΙΣΤΙΑΝΙΚΗ cut off at left edge, not set; ἀγέν- split at column break
PG 6:1445
ὁ δημιουργὸς, καὶ τὸ παράδειγμα ἀγέννητον, καὶ ὁ κόσμος τοῦ μὲν παραδείγματος εἰκὼν ὢν, τοῦ δὲ δημιουργοῦ δημιούργημα. Ὅτι δὲ τὰ πρός τι ἅμα τῇ φύσει ὑπάρχει, σαφῶς πᾶσιν ἀποδέδεικται καὶ ὡμολόγηται, καὶ αὐτόθεν ῥᾴδιον γινώσκειν· τὸ γὰρ δεξιὸν καὶ ἀριστερὸν τῶν πρός τι. Ὥσπερ οὖν οὐκ ἐνδέχεται δεξιὸν εἶναι μὴ ὄντος τοῦ ἀριστεροῦ, μηδὲ τὸ ἀριστερὸν ἐκτὸς τοῦ δεξιοῦ· οὕτως οὐκ ἐνδέχεται τὸν δημιουργὸν εἶναι ἄνευ τοῦ δημιουργήματος, ἢ τὸ δημιούργημα ἄνευ τοῦ δημιουργοῦ. Εἰ οὖν ἀγέννητος ὁ δημιουργὸς, ἀγέννητον καὶ τὸ δημιούργημα. Εἰ δέ τις θέλοι λέγειν, ὅτι πρότερον μὲν ἦν ὁ δημιουργὸς, ὕστερον δὲ γέγονε τὸ δημιούργημα, καὶ ἄλλῳ περιπεσεῖται ἀπόπῳ. Εὑρεθήσεται γὰρ δυνάμει εἶναι λέγων τὸν δημιουργὸν, καὶ οὐκ ἐνεργείᾳ· ὅπερ οὐδὲν ἄλλο ἐστὶν ἢ τὸν Θεὸν ἀτελῆ λέγειν, καὶ πρὸς τούτοις οὐδὲν ἧττον συνυφίστασθαι τῷ δημιουργῷ τὸ δημιούργημα, δυνάμει ὂν καὶ τοῦτο ὥσπερ ὁ δημιουργὸς, ἁπανταχοῦ τῶν πρός τι ὑφισταμένων ἐπίσης. Εἰ μὲν οὖν ὁ δημιουργὸς δυνάμει, καὶ τὸ δημιούργημα δυνάμει· εἰ δὲ ὁ δημιουργὸς ἐνεργείᾳ, καὶ τέλειος, καὶ τὸ δημιούργημα ὁμοίως. Σαφῶς τοίνυν παντὶ δῆλον ὑπάρχει, τὸ συνυφίστασθαι τῷ δημιουργῷ, καθὰ δημιουργὸς, τὸ δημιούργημα.
is the Demiurge, and the paradigm unbegotten, the world also is so, being the image of the paradigm, and the handiwork of the Demiurge. Now that relatives subsist simultaneously by nature has been clearly demonstrated and agreed by all, and is easy to know from the thing itself; for right and left belong to relatives. Just as, therefore, it is not possible for there to be a right when the left does not exist, nor the left outside of the right; so it is not possible for the Demiurge to be without the handiwork, or the handiwork without the Demiurge. If therefore the Demiurge is unbegotten, unbegotten also is the handiwork. And if someone should wish to say that formerly the Demiurge was, and afterwards the handiwork came to be, he will fall into another absurdity as well. For he will be found saying that the Demiurge is in potency, and not in act; which is nothing else than to call God imperfect, and in addition to this, that the handiwork nonetheless co-subsists with the Demiurge, this too being in potency just like the Demiurge, since relatives everywhere subsist equally. If therefore the Demiurge is in potency, the handiwork also is in potency; and if the Demiurge is in act, and perfect, the handiwork also is likewise. Clearly therefore it is evident to everyone that the handiwork co-subsists with the Demiurge, insofar as He is Demiurge.
Ἔλεγχος τῆς ἀποκρίσεως οὐκ ὀρθῶς γεγενημένης.
Refutation of the answer not rightly made.
1. Ὡς δείξας ὁ ἀποκρινάμενος ἐν ταῖς ἄλλαις αὐτοῦ ἀποκρίσεσι τὸν κόσμον ἀγέννητον, οὕτω καὶ ἐν τῇ παρούσῃ ἀποκρίσει ἐπαγγέλλεται δεῖξαι τὸν κόσμον ἀγέννητον· καίτοι ἐν ταῖς ἄλλαις αὐτοῦ ἀποκρίσεσιν οὔτε ἐκ τῶν φανερῶν τε καὶ γνωρίμων τοῦ κόσμου ἐδογμάτισε τὴν ἀγεννησίαν, οὔτε διὰ τῆς ἀποδείξεως ταύτην ἔθηκεν, ἀλλὰ μόνον κατὰ τὴν οἰκείαν αὐθεντίαν τὸ δοκοῦν αὐτῷ ἀπεφήνατο. Ἐλθὼν δὲ εἰς τὴν παροῦσαν ταύτην ἀπόκρισιν, ἐν ᾗ πειρᾶται δεῖξαι τὸν κόσμον ἀγέννητον, πρῶτον μέμνηται τῶν παλαιῶν, γεννητὸν εἰρηκότων τὸν κόσμον· οὓς δικαίας μέμψεως ἔλεξεν ἀξίους, γεννητὸν τὸν κόσμον εἰρηκότας, εἰ μὴ ταῖς ἑτέραις αὐτῶν φωναῖς τὰς οἰκείας αὐτῶν φωνὰς ἀνέτρεψαν λεγούσας τὸν κόσμον γεννητόν. Τοῦτο δὲ οὐ δικαίας ἐστὶ μέμψεως ἀπαλλακτικὸν, ἀλλὰ ποιητικὸν μᾶλλον τῆς μεγάλης καὶ δικαίας μέμψεως, τὸ θεῖναι ἐπὶ τῆς τοῦ κόσμου γενέσεως τὴν φάσιν καὶ τὴν ἀπόφασιν, καὶ τὸ τοῖς οἰκείοις λόγοις μάχεσθαι αὐτὸν ἑαυτῷ. Καὶ ταῦτα μὲν εἰρήσθω εἰς ἔλεγχον τοῦ μὴ δικαίως κεχρῆσθαι τὸν ἀποκρινάμενον ταῖς ἀλλήλαις μαχομέναις φωναῖς πρὸς ἀπόδειξιν συστατικὴν τοῦ τὸν κόσμον εἶναι ἀγέννητον. Ἡμεῖς δὲ ἐξετάσωμεν τὰς τῶν παλαιῶν ἐκείνων φωνὰς, ἐν αἷς δεδειγμένως τὸν κόσμον ἀγέννητον ἀποφαίνουσι, καθά φησιν ὁ ἀποκρινάμενος.
1. As having shown in his other answers that the world is unbegotten, so also in the present answer the respondent promises to show that the world is unbegotten; and yet in his other answers he neither laid down its unbegottenness as a dogma from the manifest and known things of the world, nor posited this through demonstration, but only according to his own authority declared what seemed good to him. Coming however to this present answer, in which he attempts to show that the world is unbegotten, he first makes mention of the ancients who have called the world begotten; whom he said to be worthy of just blame for having called the world begotten, unless by their other expressions they overturned their own expressions that call the world begotten. Yet this does not free them from just blame, but rather produces great and just blame: to posit concerning the generation of the world both the affirmation and the negation, and for a man to fight against himself in his own words. And let these things be said for a refutation of the respondent's not having justly used expressions that fight against one another for a constructive demonstration that the world is unbegotten. Let us however examine the expressions of those ancients, in which they demonstratively declare the world unbegotten, just as the respondent says.
2. Ὅτι δὲ, φησὶ, καὶ ἐκ τούτου τοῦ λόγου δείκνυται ὁ κόσμος ἀγέννητος, καὶ τοῦτο παντί που δῆλον. Ἀλλὰ καὶ εἴ τις ἐθέλοι λέγειν, ὥς τινες τῶν παλαιῶν τὸν κόσμον γεννητὸν καλοῦσιν, εἰ μὲν ἐπιπολαίως προσέχουσι τοῖς λόγοις, μέμψοιντο ἂν δικαίως
2. And that from this argument also, he says, the world is shown to be unbegotten, this too is surely clear to everyone. But even if someone should wish to say that some of the ancients call the world begotten, if indeed people attend to their words superficially, they would justly blame
Editors' notes and page, col. 1445

Page

  • running head: 1445 QUAESTIONES CHRISTIANAE
  • marginal letters: A νητος ὁ δημιουργὸς,; B δέν ἄλλο ἐστὶν; C κρίσεσιν οὔτε ἐκ; D ἔλεγχον τοῦ μὴ
  • old-edition numerals: (none)
  • other: begins with fragment νητος from ἀγέννητος
PG 6:1446
Editors' notes and page, col. 1446

Footnotes

(88) ‹anchor: μάχεσθαι αὐτὸν› · call in col 1446

Ἑαυτῷ. Sic R. Stephanus emendavit. Legitur ἑαυτοῖς in utroque ms. Paulo ante leg. οὐκ ἀδίκου.

Ἑαυτῷ ("with himself"). So R. Stephanus emended it. Both manuscripts read ἑαυτοῖς ("with themselves"). A little before, read οὐκ ἀδίκου ("not unjust").

(printed under page 755)

Page

  • running head: S CHRISTIANAE AD GRAECOS. 1446
  • marginal letters: A si vero; B nihilominus cum; C responsionibus neque; D usum esse
  • old-edition numerals: 528 before 2. Sed
  • other: facing Latin version, not set
PG 6:1447
Editors' notes and page, col. 1447

Footnotes

(89) ‹anchor: not visible in the page-foot image› · call in col 1447

Βαθέως. Codices mss. et R. Stephanus habent εὐθέως, quod a Sylburgio emendatum.

Βαθέως ("deeply"). The manuscripts and R. Stephanus have εὐθέως ("at once"), which Sylburg emended.

(printed under page 756)

(90) ‹anchor: not visible in the page-foot image› · call in col 1447

Χρησαμένου. Legendum videtur ἢ βαθέως νοησαμένου, et paulo ante κατὰ τὴν παραδειγματικήν. Mox leg. τὸν ἀγέννητον . . . . εἰς τὸν γεννητόν.

Χρησαμένου ("having used"). It seems we should read ἢ βαθέως νοησαμένου ("or having understood deeply"), and a little before, κατὰ τὴν παραδειγματικήν ("according to the exemplary [cause]"). Just after, read τὸν ἀγέννητον . . . . εἰς τὸν γεννητόν ("the unbegotten . . . . into the begotten").

(printed under page 756)

Page

  • running head: 1447 APPENDIX. — PARS I. S. JUSTIN
  • marginal letters: A runt, reperietur; B sunt statuta,; C est, non; D tum est.
  • old-edition numerals: 529 after voce,
  • other: facing Latin version, not set
PG 6:1448
τοὺς τοῦτο λέγοντας· εἰ δὲ τὸ βάθος κατανοήσουσιν ἀκριβῶς τῶν λεχθέντων, εὑρήσουσιν ἀκριβῶς καὶ σαφῶς ἀγέννητον τούτους τὸν κόσμον ἀποφαινομένους. Αὐτοὶ γὰρ λέγοντες τήν τε παραδειγματικὴν καὶ ποιητικὴν αἰτίαν ἀγέννητον εἶναι, δηλονότι καὶ τὸν κόσμον δημιούργημα τούτων ὄντα, σαφῶς ἀγέννητον ἀποφαίνουσιν. Εἰ κεῖται τοῖς παλαιοῖς τὸ γεννητὸν εἶναι τὸν κόσμον, καὶ ἐπιπολαίως μὲν νοούμενον τὸ κείμενον μένει ἀμετάβλητον, βαθέως δὲ νοούμενον, εἰς τὸ ἀντικείμενον μεταπίπτει, διὰ τί μὴ τὴν παραδειγματικήν τε καὶ ποιητικὴν αἰτίαν τὴν κειμένην τοῖς παλαιοῖς, ταῖς ὁμοίαις προσοχαῖς, τοῦ ἐπιπολαίως τῷ βαθέως χρησαμένου, εἰς ἀντικείμενον μεταβαλλομέναις χρησάμενος ὁ ἀποκρινάμενος, τὸν γεννητὸν κόσμον τὸν κείμενον τοῖς παλαιοῖς εἰς τὸν ἀγέννητον μετέβαλεν, ἵνα τοὺς τοῦτο εἰρηκότας δικαίας μέμψεως ἀπαλλάξῃ; Εἰ δὲ τοῦτο ποιεῖν ἄτοπον, χρὴ ταῖς τῶν πραγμάτων φύσεσι νοῆσαι τῶν παλαιῶν τοὺς λόγους, καὶ μὴ ταῖς διαφόροις προσοχαῖς μεταβαλλουσαις τὰ κείμενα εἰς τὰ ἀντικείμενα. Εἰ ἄλλο τὸ παράδειγμα καὶ ἄλλο τὸ κατὰ τὸ παράδειγμα· ἁπλοῦν γὰρ τὸ παράδειγμα, σύνθετον δὲ τὸ κατὰ τὸ παράδειγμα· τὸ δὲ οὕτως ἄλλο καὶ ἄλλο ἐξ ἀνάγκης ἄλλοτε καὶ ἄλλοτε· τὸ δὲ ἄλλοτε καὶ ἄλλοτε, πρότερον καὶ ὕστερον, οὐ δύναται ἅμα εἶναι τῇ φύσει· οὐκ ἄρα ἅμα τῇ φύσει τὸ παράδειγμα καὶ τὸ κατὰ τὸ παράδειγμα. Ὁ ἀποκρινάμενός ποτε μὲν κοινὸν δημιούργημα λέγει τὸν κόσμον τῆς τε παραδειγματικῆς αἰτίας καὶ τῆς ποιητικῆς, καί φησι· Δῆλον ὅτι καὶ τὸν κόσμον δημιούργημα τούτων ὄντα· ποτὲ δὲ τῆς μὲν ποιητικῆς δημιούργημα, τῆς δὲ παραδειγματικῆς εἰκόνα. Καὶ δῆλον ἐκ τούτου, ὅτι οὔτε τῷ δημιουργῷ πρός τί ἐστι, καθὸ εἰκὼν ὁ κόσμος, οὔτε τῷ παραδείγματι, καθὸ δημιούργημα. Ἀλλ' εἰ τοῦτο, οὐκ ἄρα ἀληθὲς τὸ τούτων εἶναι δημιούργημα τὸν κόσμον. Εἰ τῷ παραδείγματι δημιουργεῖ δημιουργὸς τὸν κόσμον, βουλόμενος αὐτὸν δημιουργεῖ· ἀλλ' εἰ τῷ εἶναι αὐτὸν δημιουργεῖ, περιττὸν τὸ παράδειγμα, τοῦ εἶναι τὸν Θεὸν ἀρκοῦντος πρὸς ποίησιν τοῦ ποιουμένου, καὶ παράγει τὸ βούλημα. Οὐ γὰρ γίνεται βουλητὰ ἃ καὶ μὴ βουλομένου τοῦ ποιοῦντος ἐγίνετο. Τοιοῦτον γὰρ τὸ ἔργον τῶν τῷ εἶναι ποιούντων. Ὁ Θεὸς μὲν αὐτός ἐστιν ἀγέννητος, τὸ δὲ παράδειγμα ἐγέννησεν ἐκ τῆς ἑαυτοῦ διανοίας, τὸν δὲ κόσμον ἐδημιούργησεν ἐκ τῆς ὕλης κατὰ τὸ παράδειγμα. Ἀλλ' εἰ κατὰ τὸν ἀποκρινάμενον, ἐπειδὴ δημιούργημα τοῦ ἀγεννήτου δημιουργοῦ ἐστιν ὁ κόσμος, διὰ τοῦτο καὶ αὐτὸς ἀγέννητός ἐστιν, ἔσται ἄρα καὶ τὸ παράδειγμα ἀγέννητον, ἐπεὶ γέννημα τοῦ ἀγεννήτου ἐστίν. Εἰ δὲ ἄτοπον τὸ λέγειν ἀγέννητον τὸ γέννημα, ἄτοπον ἄρα καὶ τὸ λέγειν ἀγέννητον τὸ γεννητόν. Εἰ διὰ τὸ εἶναι τὸν δημιουργὸν ἀγέννητον, ἀνάγκη καὶ τὸ δημιούργημα εἶναι ἀγέννητον, δῆλον, ὅτι τούτῳ τῷ τρόπῳ ἀνάγκη εἶναι καὶ ἀδημιούργητον τὸ δημιούργημα· ἀδημιούργητος γὰρ ὁ δημιουργός. Εἰ δὲ τοῦτο ἄτοπον, ἄτοπον ἄρα καὶ τὸ
those who say this; whereas if they will accurately perceive the depth of what was said, they will find them accurately and clearly declaring the world unbegotten. For since they themselves say that both the paradigmatic and the productive cause are unbegotten, plainly they clearly declare the world also, which is the handiwork of these, to be unbegotten. If it is laid down by the ancients that the world is begotten, and when understood superficially what is laid down remains immutable, whereas when understood deeply it falls over into the opposite, why did the respondent not, using for the paradigmatic and productive cause laid down by the ancients the similar attentions that change into the opposite when one uses the superficial for the deep, change the begotten world laid down by the ancients into the unbegotten, in order to free those who have said this from just blame? And if it is absurd to do this, one must understand the words of the ancients by the natures of things, and not by different attentions that change the things laid down into their opposites. If the paradigm is one thing and that which is according to the paradigm is another—for the paradigm is simple, whereas that which is according to the paradigm is composite—and that which is thus one thing and another is of necessity at one time and at another time; and that which is at one time and at another time, before and after, cannot be simultaneously by nature; then the paradigm and that which is according to the paradigm are not simultaneously by nature. The respondent at one time calls the world a common handiwork both of the paradigmatic cause and of the productive, and says: "plainly the world also, which is the handiwork of these"; and at another time the handiwork of the productive cause, and the image of the paradigmatic. And it is clear from this that neither is the world in relation to the Demiurge insofar as it is an image, nor to the paradigm insofar as it is a handiwork. But if this is so, then it is not true that the world is the handiwork of these. If by the paradigm the Demiurge fashions the world, He fashions it willing it; but if by being He fashions it, the paradigm is superfluous, since God's being suffices towards the making of that which is made, and sets aside the will. For things do not become objects of will which even if the maker were not willing would come to be. For such is the work of those that make by being. God Himself indeed is unbegotten, and He begot the paradigm out of His own thought, and fashioned the world out of matter according to the paradigm. But if according to the respondent, since the world is the handiwork of the unbegotten Demiurge, on this account it too is unbegotten, then the paradigm also will be unbegotten, since it is the offspring of the unbegotten. And if it is absurd to call the offspring unbegotten, absurd then also is it to call the begotten unbegotten. If because the Demiurge is unbegotten, it is necessary for the handiwork also to be unbegotten, it is clear that in this manner it is necessary for the handiwork also to be unfashioned; for the Demiurge is unfashioned. And if this is absurd, absurd then also is
Editors' notes and page, col. 1448

Page

  • running head: RS I. S. JUSTINI OPERA SPURIA. 1448
  • marginal letters: A τοὺς τοῦτο λέγοντας·; B κόσμον τὸν κείμενον; C τικῆς, καί φησι·; D διανοίας, τὸν δὲ
  • old-edition numerals: (none)
  • other: (none)
PG 6:1449
λέγειν τὸν κόσμον ἀγέννητον. Τὸ δημιουργητὸν δημιουργοῦ ἤγουν (91) τοῦ γεννητοῦ λέξει μόνῃ διαφέρει, πράγματι δὲ οὐ διαφέρει· διὸ καθόλου ἀντιστρέφει ἀλλήλοις διὰ τὸ εἶναι αὐτὰ ἐπίσης. Εἴ τι γὰρ γεννητὸν, τοῦτο ἐξ ἀνάγκης καὶ δημιουργητόν· καὶ εἴ τι δημιουργητὸν, τοῦτο ἐξ ἀνάγκης καὶ γεννητόν. Ἀλλ' ἐπειδὴ ἀδύνατόν ἐστι τὸν κόσμον εἶναι ἀγέννητον καὶ γεννητόν· ἐπὶ παντὸς γὰρ ἢ τὴν φάσιν ἀληθῆ ἢ τὴν ἀπόφασιν· πῶς (92) ἄρα τὸν κόσμον δυνατὸν εἶναι δημιουργητὸν καὶ ἀγέννητον; Τὸ δὶς εἶναι τὸ αὐτὸ ἐν ἄλλῳ, ἐξ ἀνάγκης ἄλλοτε καὶ ἄλλοτε· οἷον τὸ παράδειγμά ἐστιν ἐν τῷ Θεῷ καὶ ἐν τῇ ὕλῃ· καὶ ἐν τῷ Θεῷ μὲν ἀποίητον, ποιητὸν δὲ ἐν τῇ ὕλῃ· καὶ ἐν τῷ Θεῷ μὲν οὐ κόσμος, ἀλλὰ τοῦ κόσμου παράδειγμα, ἐν τῇ ὕλῃ δὲ κόσμος. Ἀλλ' εἰ μὲν ἄλλοτε καὶ ἄλλοτε, καὶ ἄλλως καὶ ἄλλως, ἐξ ἀνάγκης καὶ πρότερον καὶ ὕστερον· εἰ δὲ πρότερον καὶ ὕστερον, δηλονότι οὐ συναΐδιον.
to say that the world is unbegotten. "Fashioned" differs from "fashioner", that is, from "begotten", in word alone, but does not differ in fact; therefore they are wholly convertible with one another, because they are on a par. For if anything is begotten, it is of necessity also fashioned; and if anything is fashioned, it is of necessity also begotten. But since it is impossible for the world to be both unbegotten and begotten (for in every case either the affirmation or the negation is true), how then is it possible for the world to be fashioned and unbegotten? For the same thing to be twice in another is of necessity [to be so] at one time and at another: as the exemplar is in God and in matter; and in God it is unmade, but in matter made; and in God it is not a world but the exemplar of the world, while in matter it is a world. But if at one time and at another, and in one way and in another, then of necessity both earlier and later; and if earlier and later, then plainly not coeternal.
3. Τοῖς παλαιοῖς ἀποδέδεικται τὰ καλούμενα πρός τι ἅμα τῇ φύσει ὑπάρχειν. Ἐπεὶ οὖν ἥ τε εἰκὼν πρὸς τὸ παράδειγμα, καὶ τὸ παράδειγμα πρὸς τὴν εἰκόνα, καὶ τὸ δημιούργημα πρὸς τὸν δημιουργὸν, καὶ ὁ δημιουργὸς πρὸς τὴν εἰκόνα (93) δημιούργημα, ἅμα τῇ φύσει τα τοιαῦτα ὑπάρξει. Εἰ τοίνυν ἀγέννητος ὁ δημιουργὸς καὶ τὸ παράδειγμα, ἀγέννητος καὶ ὁ κόσμος, τοῦ μὲν παραδείγματος εἰκὼν ὤν, τοῦ δὲ δημιουργοῦ δημιούργημα. Οἷς παλαιοῖς ἀποδέδεικται τὰ πρός τι ἅμα τῇ φύσει, αὐτοῖς ἀποδέδοται τῆς εἰκόνος ὁ λόγος. Εἰκὼν, φησὶν, ἐστὶν, ἧς ἡ γένεσις διὰ μιμήσεως. Ἀλλά εἰ κατὰ τὸν ἀποκρινάμενον ἀγέννητός ἐστιν ὁ κόσμος, δηλονότι ἀπώλεσεν ὁ κόσμος τῆς εἰκόνος τὸ ὄνομα· καὶ τὸ ὄνομα καὶ τὸ πρᾶγμα. Ἐν ἀγεννησίᾳ γὰρ ἀδύνατον τῷ κόσμῳ σώζειν τῆς εἰκόνος τὸν λόγον. Ὁ λέγων τὸ δημιούργημα ἀγέννητον, ἐπειδὴ ὁ δημιουργὸς αὐτοῦ ἀγέννητός ἐστιν, ὀφείλει καὶ ἀδημιούργητον λέγειν τὸ δημιούργημα, ἐπειδὴ ὁ δημιουργὸς αὐτοῦ ἀδημιούργητός ἐστιν. Ἀντακολουθοῦσι γὰρ ἀλλήλοις ἐξ ἀνάγκης, τῷ μὲν ἀγεννήτῳ τὸ ἀδημιούργητον, καὶ τῷ ἀδημιουργήτῳ τὸ ἀγέννητον. Εἰ δὲ τοῦτο ἄτοπον, ἄτοπον ἄρα καὶ τὸ λέγειν δημιούργημα ἀγέννητον. Εἰ ἅμα τῇ φύσει τὰ πρός τι, καὶ διὰ τοῦτο ἀνάγκη συναγέννητον εἶναι τῷ δημιουργῷ τὸ δημιούργημα, καθὰ τῷ ἀποκριναμένῳ δοκεῖ, ἀνάγκη ἄρα τὸν αὐτὸν τρόπον συναγέννητον λέγειν τὸ ἀγέννητον (94) τῷ ἀγεννήτῳ· πρός τι γὰρ καὶ ταῦτά ἐστι, πρὸς γὰρ τὸ γεννητὸν τὸ ἀγέννητον, καὶ πρὸς τὸ ἀγέννητον τὸ γεννητόν. Εἰ δὲ, τοῦ γεννητοῦ μὲν οὐκ ὄντος, δυνάμει ἐστὶ τὸ ἀγέννητον ἀγέννητον, ὄντος δὲ τοῦ γεννητοῦ, ἐνεργείᾳ ἐστὶν ἀγέννητον τὸ ἀγέννητον· ἀνάγκη ἄρα καὶ ἐπὶ τοῦ δημιουργοῦ, καὶ τοῦ δημιουργήματος, καὶ τοῦ παραδείγματος, καὶ τῆς εἰκόνος τοῦτο ὡσαύτως νοεῖν· καὶ οὐδὲν ἄτοπον συμβαίνει. Ἣν γὰρ ἔχει φύσιν τὸ πρός τι κατὰ τὸν δημιουργὸν καὶ τὸ δημιούργημα, τὴν αὐτὴν ἔχει καὶ κατὰ τὸ γεννητὸν καὶ ἀγέννητον. Καὶ τὸ πρῶτον καὶ ὕστερον τῶν πρός τί ἐστιν. Πρὸς γὰρ τὸ πρῶτον τὸ ὕστερον, καὶ πρὸς τὸ ὕστερον τὸ πρῶτον, καὶ ἅμα εἰσὶ τῇ φύσει δυνάμει, ἢ τῇ φύσει ἐνεργείᾳ. Ἀλλ' εἰ
3. "It has been demonstrated by the ancients that the things called relative exist together by nature. Since, then, the image is relative to the exemplar, and the exemplar to the image, and the thing fashioned to the fashioner, and the fashioner to the image, the thing fashioned, such things will exist together by nature. If, then, the fashioner and the exemplar are unbegotten, the world too is unbegotten, being the image of the exemplar and the thing fashioned by the fashioner." By the same ancients by whom it has been demonstrated that relatives are together by nature, the definition of the image has been given: "An image," he says, "is that whose coming-to-be is through imitation." But if, according to the respondent, the world is unbegotten, plainly the world has lost the name of image; both the name and the thing. For in unbegottenness it is impossible for the world to keep the definition of an image. He who says the thing fashioned is unbegotten, since its fashioner is unbegotten, ought also to call the thing fashioned unfashioned, since its fashioner is unfashioned. For they follow upon one another of necessity: unfashioned upon unbegotten, and unbegotten upon unfashioned. But if this is absurd, then it is absurd also to call a thing fashioned unbegotten. If relatives are together by nature, and for this reason the thing fashioned must be co-unbegotten with the fashioner, as the respondent holds, then in the same way one must call the unbegotten co-unbegotten with the unbegotten; for these too are relative: the unbegotten is relative to the begotten, and the begotten to the unbegotten. But if, while the begotten does not exist, the unbegotten is unbegotten potentially, and when the begotten exists, the unbegotten is unbegotten actually, then the same must be understood likewise of the fashioner, and the thing fashioned, and the exemplar, and the image; and nothing absurd follows. For the nature that the relative has in the fashioner and the thing fashioned, it has also in the begotten and unbegotten. And first and later too are among relatives. For the later is relative to the first, and the first to the later, and they are together by nature potentially, or by nature actually. But if
Editors' notes and page, col. 1449

Footnotes

(91) Τοῦ δημιουργοῦ ἤγουν. Hæc prorsus repugnant. Quare vel expungenda sunt, vel legendum τοῦ δημιουργήματος, vel ut placet Sylburgio, τοῦ ποιητοῦ.

(91) Τοῦ δημιουργοῦ ἤγουν. These words are wholly inconsistent. So they should either be struck out, or τοῦ δημιουργήματος should be read, or, as Sylburg prefers, τοῦ ποιητοῦ.

(printed under page 757) (92) Πῶς. Hæc vox a Sylburgio addita. Idem post ἀπόφασιν deesse putat εἶναι δεῖ.

(92) Πῶς. This word was added by Sylburg. He also thinks εἶναι δεῖ is missing after ἀπόφασιν.

(printed under page 757) (93) Τὴν εἰκόνα. Hæc supra non leguntur, nec aliunde orta sunt, quam ex incuria librariorum.

(93) Τὴν εἰκόνα. These words are not read above, and arose from nothing but the carelessness of copyists.

(printed under page 757) (94) Τὸ ἀγέννητον. Leg. τὸ γεννητόν, ut Langus et Sylburgius legerunt.

(94) Τὸ ἀγέννητον. Read τὸ γεννητόν, as Lange and Sylburg read.

(printed under page 757)

Page

  • running head: 1449 QUAESTIONES CHRISTIANAE
  • marginal letters: A λέγειν τὸν κόσμον; B εἴκων πρὸς τὸ; C λόγον. Ὁ λέγων; D ὄντος δὲ τοῦ
  • old-edition numerals: (none)
  • other: five full-width lines after φάσιν (ἀληθῆ ἢ τὴν ἀπόφασιν ... δηλονότι οὐ συναΐδιον.) cut off at right edge, set by hand in c1449_a.md
  • misprints kept as printed: τα (for τὰ) before τοιαῦτα; Ἀλλά (for Ἀλλ') before εἰ κατὰ
  • running head: 1449 QUÆSTIONES CHRISTIANÆ AD GRÆCOS. 1450
  • marginal letters: A ‹λέγειν τὸν κόσμον ἀγέννητον›; B ‹εἰκὼν πρὸς τὸ παράδειγμα›; C ‹ὁ δημιουργὸς αὐτοῦ ἀγέννητός ἐστιν›; D ‹ὄντος δὲ τοῦ γεννητοῦ›
  • old-edition numerals: (none)
PG 6:1450
Editors' notes and page, col. 1450

Footnotes

(91) ‹anchor: not visible in the page-foot image› · call in col 1450

Τοῦ δημιουργοῦ ἤγουν. Haec prorsus repugnant. Quare vel expungenda sunt, vel legendum τοῦ δημιουργήματος, vel ut placet Sylburgio, τοῦ ποιητοῦ.

Τοῦ δημιουργοῦ ἤγουν ("of the maker, that is"). These words are flatly contradictory. So either they must be struck out, or we should read τοῦ δημιουργήματος ("of the thing made"), or, as Sylburg prefers, τοῦ ποιητοῦ ("of the made [thing]").

(printed under page 757)

(92) ‹anchor: not visible in the page-foot image› · call in col 1450

Πῶς. Haec vox a Sylburgio addita. Idem post ἀπόφασιν deesse putat εἶναι δεῖ.

Πῶς ("how"). This word was added by Sylburg. He also thinks εἶναι δεῖ ("it must be") is missing after ἀπόφασιν ("negation").

(printed under page 757)

(93) ‹anchor: not visible in the page-foot image› · call in col 1450

Τὴν εἰκόνα. Haec supra non leguntur, nec aliunde orta sunt, quam ex incuria librariorum.

Τὴν εἰκόνα ("the image"). These words are not read above, and they arose from nothing but the carelessness of copyists.

(printed under page 757)

(94) ‹anchor: συναγέννητον λέγειν τὸ ἀγέννητον› · call in col 1450

Τὸ ἀγέννητον. Leg. τὸ γεννητόν, ut Langus et Sylburgius legerunt.

Τὸ ἀγέννητον ("the unbegotten"). Read τὸ γεννητόν ("the begotten"), as Lang and Sylburg read.

(printed under page 757)

Page

  • running head: QUAESTIONES CHRISTIANAE AD GRAECOS. 1450
  • marginal letters: (none)
  • old-edition numerals: (none)
  • other: facing Latin version, not set; five full-width Greek lines after num. cut off at left edge, not set
  • other: facing Latin version, not set
  • running head: 1449 QUÆSTIONES CHRISTIANÆ AD GRÆCOS. 1450
  • marginal letters: (see c1449_a.md)
  • old-edition numerals: (none)
  • other: page 757's five full-width Greek lines are set once in c1449_a.md, in reading order under the Greek column, as the driver directs.
PG 6:1451
Editors' notes and page, col. 1451

Footnotes

(95) ‹anchor: πρὸς τὸ ὑποδεικνύμενον› · call in col 1451

Πρὸς τὸ ὑποδεικνύμενον. Haec superfluunt et e margine in contextum videntur irrepsisse, nisi addamus ut infra λυτικὴν ἀπορίας τοῦ ζητουμένου πρὸς τὸ ὑποδεικνύμενον.

Πρὸς τὸ ὑποδεικνύμενον ("to the thing being shown"). These words are superfluous and seem to have crept from the margin into the text, unless we add, as below, λυτικὴν ἀπορίας τοῦ ζητουμένου πρὸς τὸ ὑποδεικνύμενον ("[a proportion] able to resolve the difficulty of the question in relation to the thing being shown").

(printed under page 758)

(96) ‹anchor: κατασκευάζειν τὴν ἀναλογίαν› · call in col 1451

Ἀναλογίαν. Ita scripsit Sylburgius pro eo quod R. Stephanus et codices mss. habent ἀπολογίαν.

Ἀναλογίαν ("proportion"). So Sylburg wrote, in place of ἀπολογίαν ("defence"), which R. Stephanus and the manuscripts have.

(printed under page 758)

Page

  • running head: 1451 APPENDIX. — PARS I. S. JUSTI
  • marginal letters: (none)
  • old-edition numerals: (none)
  • other: facing Latin version, not set; three full-width Greek lines after exemplari. cut off at right edge, not set
  • other: facing Latin version, not set
  • running head: 1451 APPENDIX. — PARS I. S. JUSTINI OPERA SPURIA. 1452
  • marginal letters: (see c1452_a.md)
  • old-edition numerals: 530 in the facing Latin after ‹posterius,› (not set)
  • other: page 758's three full-width Greek lines («Πρῶτος μὲν γὰρ ὁ Θεὸς … τῷ παραδείγματι.») are set once in c1452_a.md, in reading order under the Greek column, as the driver directs.
PG 6:1452
κατὰ τὸν ἀποκρινάμενον τὸ δημιούργημα συναγέννητόν ἐστι τῷ ἀγεννήτῳ δημιουργῷ, ἐπειδὴ πρός τι ἐστὶ καὶ ἅμα τῇ φύσει, ἔσται ἄρα τούτῳ τῷ τρόπῳ καὶ τὸ γεννητὸν συναγέννητον τῷ ἀγεννήτῳ Θεῷ. Πρῶτος μὲν γὰρ ὁ Θεὸς, ὕστερον δὲ τὸ γεννητόν· καί ἐστιν, ὡς πρός τι, ἅμα τῇ φύσει τὸ πρότερον καὶ ὕστερον. Εἰ δὲ χωρὶς τοῦ ποτὲ μὲν δυνάμει, ποτὲ δὲ ἐνεργείᾳ, ἀδύνατόν ἐστι τὸ πρῶτον καὶ ὕστερον εἶναι ἅμα τῇ φύσει· οὐδ' ἄρα τὸ δημιούργημα συναΐδιόν ἐστι τῷ δημιουργῷ, οὔτε ἡ εἰκὼν τῷ παραδείγματι.
according to the respondent the thing fashioned is co-unbegotten with the unbegotten fashioner, since it is relative and together by nature, then in this way the begotten too will be co-unbegotten with the unbegotten God. For God is first, and the begotten later; and the earlier and the later are, as relatives, together by nature. But if, apart from [their being so] at one time potentially and at another actually, it is impossible for the first and the later to be together by nature, then neither is the thing fashioned coeternal with the fashioner, nor the image with the exemplar.
4. Ὅτι δὲ τὰ πρός τι ἅμα τῇ φύσει ὑπάρχει, σαφῶς πᾶσιν ἀποδέδεικται, καὶ ὡμολόγηται, καὶ αὐτόθεν ῥᾴδιον γινώσκειν. Τὸ γὰρ δεξιὸν καὶ τὸ ἀριστερὸν τῶν πρός τι. Ὥσπερ οὖν οὐκ ἐνδέχεται τὸ δεξιὸν εἶναι μὴ ὄντος τοῦ ἀριστεροῦ, μηδὲ τὸ ἀριστερὸν ἐκτὸς τοῦ δεξιοῦ, οὕτως οὐκ ἐνδέχεται τὸν δημιουργὸν εἶναι ἄνευ τοῦ δημιουργήματος, ἢ τὸ δημιούργημα ἄνευ τοῦ δημιουργοῦ. Εἰ οὖν ἀγέννητος ὁ δημιουργὸς, ἀγέννητον καὶ τὸ δημιούργημα. Εἰ μὲν γὰρ, ὥσπερ κατὰ τὴν αὐτὴν οὐσίαν ὑπῆρχε τὸ δεξιὸν καὶ τὸ ἀριστερὸν ἐν τῷ ὅλῳ μέρει πρὸς ἄλληλα, οὕτως ὑπῆρχε καὶ ὁ δημιουργὸς καὶ τὸ δημιούργημα κατὰ τὴν αὐτὴν οὐσίαν ἐν τῷ ὅλῳ μέρει πρὸς ἄλληλα, εἶχεν ἂν χώραν τὸ ὑπόδειγμα, ᾧ χρησάμενος ὁ ἀποκρινάμενος ἐπειρᾶτο δεῖξαι συναγέννητον τῷ δημιουργῷ τὸ δημιούργημα· εἰ δὲ τὸ μὲν δεξιὸν καὶ τὸ ἀριστερὸν κατὰ τὴν αὐτὴν οὐσίαν ἐστὶν ἐν τῷ ὅλῳ μέρει πρὸς ἄλληλα, ὁ δὲ δημιουργὸς καὶ τὸ δημιούργημα οὐκ ἔστι τοιοῦτον· δῆλον, ὅτι ἀνοικείῳ ὑποδείγματι ἐχρήσατο ὁ ἀποκρινάμενος, πρὸς τὴν φύσιν τοῦ πράγματος μηδεμίαν ἀναλογίαν ἔχοντι πρὸς τὸ ὑποδεικνύμενον (95). Τῶν πρός τι τὰ μὲν ἀλλήλων λέγονται ὅπερ λέγονται· οἷον ὁ πατὴρ τοῦ υἱοῦ λέγεται πατὴρ, καὶ ὁ υἱὸς τοῦ πατρὸς λέγεται υἱός· τὰ δὲ οὐ λέγονται ἀλλήλων ὅπερ λέγονται, ὡς τὸ εὐθὺ καὶ τὸ περιφερές· ὧν ἐστι κοινὸν τὸ ποτὲ μὲν δυνάμει λέγεσθαι θάτερον ὅπερ λέγονται, ποτὲ δὲ ἐνεργείᾳ· τὰ δὲ ἀμφότερα ἀεὶ ἢ δυνάμει ἐστὶν ἢ ἐνεργείᾳ, ὡς τὸ κοῖλον καὶ τὸ κυρτόν· τὰ δὲ ἀεὶ ἐνεργείᾳ, ὡς τὸ ἄνω καὶ κάτω. Τούτων οὐσῶν τῶν πρός τι τῶν διαιρέσεων, ὅταν βουλώμεθά τινος ζητουμένου λῦσαι τὸ ἄπορον διὰ τοῦ πρός τι, χρὴ πρῶτον καταμαθεῖν, ποίας διαιρέσεως τῶν πρός τί ἐστι τὸ ζητούμενον· εἶθ' οὕτως κατὰ τὴν φύσιν τῆς διαιρέσεως κατασκευάζειν τὴν ἀναλογίαν (96), ἣν ἔχει τὸ ὑπόδειγμα πρὸς τὸ ὑποδεικνύμενον· εἰ δὲ μή γε, εὑρεθήσεται τὸ ὑπόδειγμα ἀνοίκειον καὶ τὸ ἄπορον ἄλυτον. Εἰ ὁ δημιουργὸς καὶ τὸ δημιούργημα τῶν πρός τί ἐστι τῶν ἀλλήλων λεγομένων ὅπερ λέγονται· (δημιουργοῦ γὰρ τὸ δημιούργημα καὶ τοῦ δημιουργήματος ὁ δημιουργός·) ὁ δὲ ἀποκρινάμενος, βουλόμενος ὑποδείγματι δεῖξαι συναγέννητον τῷ ἀγεννήτῳ τὸ γεννητὸν, ἔλαβεν εἰς τὴν τούτου δεῖξιν τὸ πρός τι τῶν ἀλλήλων μὴ λεγομένων· (τὸ γὰρ δεξιὸν οὐ λέγεται τοῦ ἀριστεροῦ, οὔτε τὸ ἀριστερὸν τοῦ δεξιοῦ·) δῆλός ἐστιν, ὅτι ἀνοικείῳ ὑποδείγματι ἐχρήσατο κατὰ τὴν φύσιν τοῦ δεικνυμένου, ἀναλογίαν οὐκ ἔχοντι λυτικὴν ἀπορίας τοῦ ζητουμένου πρὸς τὸ ὑποδεικνύμενον.
4. "That relatives exist together by nature has been clearly demonstrated to all, and agreed, and is easy to recognize straight away. For right and left are among relatives. As, then, the right cannot be when the left is not, nor the left apart from the right, so the fashioner cannot be without the thing fashioned, or the thing fashioned without the fashioner. If, then, the fashioner is unbegotten, the thing fashioned too is unbegotten." For if, as right and left existed in the same substance in the whole part relative to one another, so the fashioner and the thing fashioned also existed in the same substance in the whole part relative to one another, the example by which the respondent tried to show the thing fashioned to be co-unbegotten with the fashioner would have had its place; but if right and left are in the same substance in the whole part relative to one another, while the fashioner and the thing fashioned are not such, it is clear that the respondent has used an unsuitable example, one which, in the nature of the matter, has no analogy to what is being exemplified. Of relatives, some are said to be what they are said to be of one another: as the father is called father of the son, and the son is called son of the father; others are not said to be what they are said to be of one another, as the straight and the round; and what is common to these is that one of them is sometimes said to be what they are said to be potentially, and sometimes actually; others are both always either potentially or actually, as the concave and the convex; and others always actually, as above and below. These being the divisions of relatives, whenever we wish to resolve the difficulty of something in question by means of the relative, we must first learn to which division of relatives the thing in question belongs, and then accordingly construct, according to the nature of the division, the analogy that the example has to what it exemplifies; otherwise the example will be found unsuitable and the difficulty unresolved. If the fashioner and the thing fashioned are among the relatives that are said to be what they are said to be of one another (for the thing fashioned is the fashioner's, and the fashioner is the thing fashioned's), while the respondent, wishing to show by an example that the begotten is co-unbegotten with the unbegotten, took for the proof of this the relative of things that are not said of one another (for right is not said to be left's, nor left right's), it is clear that he used an example unsuitable to the nature of what was being shown, one having no analogy to what is exemplified that could resolve the difficulty in question.
Editors' notes and page, col. 1452

Footnotes

(95) ‹anchor: πρὸς τὸ ὑποδεικνύμενον. Τῶν πρός τι› · call in col 1452

Πρὸς τὸ ὑποδεικνύμενον. Hæc superfluunt et e margine in contextum videntur irrepsisse, nisi addamus ut infra λυτικὴν ἀπορίας τοῦ ζητουμένου πρὸς τὸ ὑποδεικνύμενον.

Πρὸς τὸ ὑποδεικνύμενον ("to that which is being shown"). These words are superfluous and seem to have crept into the text from the margin, unless we add, as below, λυτικὴν ἀπορίας τοῦ ζητουμένου πρὸς τὸ ὑποδεικνύμενον ("solving the difficulty of the thing sought in relation to that which is being shown").

(printed under page 758, at the foot of the left column)

(96) ‹anchor: τὴν ἀναλογίαν, ἣν ἔχει› · call in col 1452

Ἀναλογίαν. Ita scripsit Sylburgius pro eo quod R. Stephanus et codices mss. habent ἀπολογίαν.

Ἀναλογίαν ("analogy"). So Sylburg wrote, in place of ἀπολογίαν ("defence"), which R. Stephanus and the manuscripts have.

(printed under page 758)

Page

  • running head: RS I. S. JUSTINI OPERA SPURIA. 1452
  • marginal letters: A κατὰ τὸν ἀποκρινάμενον; B ἢ τὸ δημιούργημα; C λογίαν ἔχοντι; D δειγμα ἀνοίκειον
  • old-edition numerals: (none)
  • other: three full-width Greek lines after Θεῷ. cut off at left edge, set by hand in c1452_a.md
  • running head: 1451 APPENDIX. — PARS I. S. JUSTINI OPERA SPURIA. 1452
  • marginal letters: A ‹κατὰ τὸν ἀποκρινάμενον τὸ δημιούργημα›; B ‹ἢ τὸ δημιούργημα ἄνευ τοῦ δημιουργοῦ›; C ‹τὰ μὲν ἀλλήλων λέγονται›; D ‹δειγμα ἀνοίκειον καὶ τὸ ἄπορον›
  • old-edition numerals: (none in the Greek; 530 in the facing Latin col. 1451)
PG 6:1453
5. Εἰ δέ τις θέλει λέγειν, ὅτι πρότερον μὲν ἦν ὁ δημιουργὸς, ὕστερον δὲ γέγονε τὸ δημιούργημα, καὶ ἄλλῳ περιπεσεῖται ἀτόπῳ. Εὑρεθήσεται γὰρ δυνάμει εἶναι λέγων τὸν δημιουργὸν καὶ οὐκ ἐνεργείᾳ (ὅπερ οὐδὲν ἄλλο ἐστὶν ἢ τὸν Θεὸν ἀτελῆ λέγειν)· καὶ πρὸς τούτοις οὐδὲν ἧττον συνυφίσταται τῷ δημιουργῷ τὸ δημιούργημα, δυνάμει ὂν καὶ αὐτὸ ὥσπερ ὁ δημιουργὸς, ἁπανταχοῦ τῶν πρός τι ὑφισταμένων ἐπίσης. Εἰ μὲν οὖν ὁ δημιουργὸς δυνάμει, καὶ τὸ δημιούργημα δυνάμει· εἰ δὲ ὁ δημιουργὸς ἐνεργείᾳ καὶ τέλειος, καὶ τὸ δημιούργημα ὁμοίως. Σαφῶς τοίνυν παντὶ δῆλον ὑπάρχει τὸ συνυφίστασθαι τῷ δημιουργῷ, καθὸ δημιουργὸς, τὸ δημιούργημα. Εἰ, ὥσπερ πρὸς τὸ δημιούργημα τὴν κατὰ τὸ πρός τι σχέσιν ἔχει ὁ Θεὸς ὡς δημιουργὸς, οὕτως ἔχει τὴν αὐτὴν κατὰ τὸ πρός τι σχέσιν ⟨καὶ πρὸς⟩ τὸ γεννητὸν ὡς ἀγέννητος, καὶ πρὸς τὰ ὕστερα ὡς πρῶτος, καὶ οὐδὲν ἀτελὲς ἔχει οὔτε ἐν τῇ ἀγεννησίᾳ αὐτοῦ οὔτε ἐν τῇ πρωτείᾳ αὐτοῦ (οὐδενὶ γὰρ λόγῳ δυνατὸν εἰπεῖν τὸν Θεὸν ἀγέννητον ἀτελῆ ἢ πρῶτον ἀτελῆ, διὰ τὸ εἶναι αὐτόν ποτε δυνάμει ἀμφότερα, ἀγέννητόν τε καὶ πρῶτον)· οὕτως οὐκ ἐνδέχεται ἀτελῆ εἶναι τὸν Θεὸν, πρότερον ὄντα δυνάμει δημιουργόν. Εἰ δὲ διὰ τὸ εἶναι αὐτὸν πρῶτον μὲν δυ⟨νά⟩μει δημιουργὸν, ὕστερον δὲ ἐνεργείᾳ, διαβάλλεται εἰς ἀτέλειαν, ἀνάγκη ἄρα καὶ διὰ τὸ εἶναι αὐτὸν πρῶτον μὲν δυνάμει ἀγέννητόν τε καὶ πρῶτον, ὕστερον δὲ ἐνεργείᾳ, διαβληθῆναι αὐτὸν εἰς ἀτέλειαν. Εἰ δὲ ἄτοπον τὸ διαβάλλειν τὸν Θεὸν ἐπὶ τῇ ἀτελείᾳ τῆς ἀγεννησίας τε καὶ πρωτείας, ἄτοπον ἄρα καὶ τὸ διαβάλλειν αὐτὸν ἐπὶ τῇ ἀτελείᾳ τῆς δημιουργικῆς αὐτοῦ δυνάμεως, διὰ τὸ μὴ ἅμα τῷ εἶναι αὐτὸν πεποιηκέναι τὸν κόσμον, ἀλλὰ ὕστερον, ὅτε ἐβούλετο. Οὐκ ἐνδέχεται γὰρ τὸν κατά τινα τοῦ πρός τι σχέσιν ἀτελῆ ὄντα μὴ κατὰ τὰς λοιπὰς πάσας τοῦ πρός τι σχέσεις ὁμοίως εἶναι ἀτελῆ.
5. "But if anyone wishes to say that the fashioner was first and the thing fashioned came to be later, he will fall into another absurdity as well. For he will be found saying that the fashioner is so potentially and not actually (which is nothing other than calling God imperfect); and besides this, the thing fashioned coexists no less with the fashioner, being itself potential just as the fashioner is, since relatives everywhere subsist on a par. If, then, the fashioner is so potentially, the thing fashioned too is so potentially; but if the fashioner is so actually and is perfect, the thing fashioned is so likewise. It is therefore clearly plain to everyone that the thing fashioned coexists with the fashioner, insofar as he is fashioner." If, just as God has the relation of a relative towards the thing fashioned as fashioner, so He has the same relation of a relative towards the begotten as unbegotten, and towards later things as first, and has nothing imperfect either in His unbegottenness or in His primacy (for by no reasoning can one call God imperfectly unbegotten or imperfectly first on the ground that He was at some time both of these potentially, unbegotten and first): so it is not possible that God is imperfect for having earlier been a fashioner potentially. But if, because He was first a fashioner potentially and later actually, He is accused of imperfection, then of necessity, because He was first unbegotten and first potentially, and later actually, He must also be accused of imperfection. But if it is absurd to accuse God of imperfection in His unbegottenness and primacy, then it is absurd also to accuse Him of imperfection in His creative power, because He did not make the world together with His being, but later, when He willed. For it is not possible that one who is imperfect in some one relation of the relative should not be imperfect alike in all the other relations of the relative.
ἘΡΩΤΗΣΙΣ ΧΡΙΣΤΙΑΝΙΚΗ ΠΡΟΣ ΤΟΥΣ ἝΛΛΗΝΑΣ Εʹ.
CHRISTIAN QUESTION TO THE GREEKS, V.
Εἰ ἀγέννητος ὁ οὐρανὸς καὶ ἀγέννητος ὁ Θεὸς, καὶ οἰκεῖ ἐν τῷ οὐρανῷ ὁ Θεὸς, πῶς κατοικῶν ἐν τοῖς οὐχ αἰτοῦ ὁ Θεὸς οὐχ ὑβρίζεται; ὃν γὰρ οὐκ ἐποίησεν οὐρανὸν, οὗτος οὐκ ἔστιν αὐτοῦ.
If heaven is unbegotten and God is unbegotten, and God dwells in heaven, how is God, dwelling in what is not His, not insulted? For the heaven which He did not make is not His.
ἈΠΟΚΡΙΣΙΣ ἙΛΛΗΝΙΚΗ ΠΡΟΣ ΤΟΥΣ ΧΡΙΣΤΙΑΝΟΥΣ.
GREEK ANSWER TO THE CHRISTIANS.
Ὅτι μὲν ἀγέννητος ὁ Θεὸς καὶ ἀγέννητος ὁ οὐρανὸς, δῆλον ἔκ τε τῶν ἐπιπολαίως τανῦν εἰρημένων, καὶ ἐκ τῶν παρὰ πολλῶν γενναίως ἀποδεδειγμένων· ὅτι δὲ τὸν Θεὸν φάναι κατοικεῖν ἐν τῷ οὐρανῷ οὐκ ἔστιν εὔλογον, σκοπήσωμεν τῇδε. Πρῶτον μὲν γὰρ τὸ οἰκούμενον τοῦ οἰκοῦντος πρὸς σωτηρίαν γέγονεν. Ὥστε εἰ ὁ μὲν κόσμος οἰκητήριον, ὁ δὲ Θεὸς οἰκῶν, δῆλον ὅτι ὁ μὲν κόσμος σώζει τὸν Θεὸν, ὁ δὲ Θεὸς σώζεται ὑπὸ τοῦ κόσμου· ὅπερ ἐστὶ πάντων ἀτοπώτατον. Ἄλλως τε τὸ κρεῖττον τοῦ καταδεεστέρου ἐστὶ περιεκτικόν· τὸ δὲ καταδεέστερον ὑπὸ τοῦ κρείττονος περιέχεται. Ἀλλὰ μὴν τὸ οἰκοῦν ὑπὸ τῆς οἰκήσεως περιέχεται· καὶ τὸν Θεὸν ἄρα περιέξει τὸ οἰκητήριον· καὶ ἔσται ἐκ τούτου τοῦ λόγου ὁ μὲν Θεὸς ἐν τῇ χείρονι
That God is unbegotten and heaven unbegotten is clear both from what has just now been said in passing and from what has been nobly demonstrated by many; but that it is not reasonable to say that God dwells in heaven, let us consider in this way. First, the thing dwelt in has come to be for the preservation of the one who dwells in it. So that, if the world is the dwelling-place and God the dweller, it is clear that the world preserves God, and God is preserved by the world; which is the most absurd thing of all. Besides, the better is what contains the inferior, and the inferior is contained by the better. But that which dwells is contained by the dwelling; then the dwelling-place will contain God too; and by this reasoning God will be in the worse
Editors' notes and page, col. 1453

Footnotes

(97) ‹anchor: συνυφίσταται› · call in col 1453 (Greek only)

Συνυφίσταται. Supra συνυφίστασθαι, quod refertur ad λέγειν.

Συνυφίσταται ("coexists"). Above, συνυφίστασθαι ("to coexist"), which is referred to λέγειν ("to say").

(printed under page 759)

(98) ‹anchor: ὥσπερ ὁ δημιουργὸς› · call in col 1453 (Greek only)

Ὥσπερ. Sic emendavit R. Stephanus. Habent mss. ὅπερ.

Ὥσπερ ("just as"). So R. Stephanus emended. The manuscripts have ὅπερ ("which").

(printed under page 759)

Page

  • running head: 1453 QUAESTIONES CHRISTIANAE
  • marginal letters: A 5. Εἰ δέ τις; B Θεὸς ὡς δημιουργὸς; C καὶ τὸ διαβάλλειν; D καὶ ἐκ τῶν παρὰ
  • old-edition numerals: (none)
  • other: δημιουργικῆς split after δημιουργ- before three full-width lines (γικῆς αὐτοῦ δυνάμεως ... ὁμοίως εἶναι ἀτελῆ.) printed across cols 1453-1454, set by hand from the page; χείρονι split at column break, set whole here
  • misprints kept as printed: αἰτοῦ (for αὐτοῦ), Question V
  • running head: 1453 QUÆSTIONES CHRISTIANÆ AD GRÆCOS. 1454
  • marginal letters: A ‹5. Εἰ δέ τις θέλει λέγειν›; B ‹Θεὸς ὡς δημιουργὸς, οὕτως›; C ‹καὶ τὸ διαβάλλειν αὐτὸν ἐπὶ τῇ ἀτελείᾳ›; D ‹καὶ ἐκ τῶν παρὰ πολλῶν›
  • old-edition numerals: (none in the Greek; 531 in the facing Latin col. 1454)
PG 6:1454
Editors' notes and page, col. 1454

Footnotes

(97) ‹anchor: not visible in the page-foot image› · call in col 1454

Συνυφίσταται. Supra συνυφίστασθαι, quod refertur ad λέγειν.

Συνυφίσταται ("co-subsists"). Above, συνυφίστασθαι ("to co-subsist"), which depends on λέγειν ("to say").

(printed under page 759)

(98) ‹anchor: not visible in the page-foot image› · call in col 1454 · printed "98)", without the opening parenthesis

Ὥσπερ. Sic emendavit R. Stephanus. Habent mss. ὅπερ.

Ὥσπερ ("just as"). So R. Stephanus emended it. The manuscripts have ὅπερ ("which very thing").

(printed under page 759)

Page

  • running head: S CHRISTIANAE AD GRAECOS. 1454
  • marginal letters: (none)
  • old-edition numerals: (none)
  • other: facing Latin version, not set; two full-width Greek lines after imperfectus sit. cut off at left edge, not set
  • other: facing Latin version, not set
  • running head: 1453 QUÆSTIONES CHRISTIANÆ AD GRÆCOS. 1454
  • marginal letters: (see c1453_a.md)
  • old-edition numerals: 531 in the facing Latin after ‹opificium› (not set)
  • other: page 759's full-width Greek lines are set once in c1453_a.md, in reading order under the Greek column, as the driver directs. The Latin captions AD GRAECOS QUAESTIO CHRISTIANA QUINTA and AD CHRISTIANOS RESPONSIO GRAECA belong to the facing version and are not set.
PG 6:1455
Editors' notes and page, col. 1455

Page

  • running head: 1455 APPENDIX. — PARS I. S. JUST
  • marginal letters: (none)
  • old-edition numerals: (none)
  • other: facing Latin version, not set
PG 6:1456
τάξει, τὸ δὲ δημιούργημα ἐν τῇ κρείττονι. Ἄλλως τε καὶ τὸ περιεχόμενον ἐν τόπῳ ἐστί. Πᾶν δὲ ἐν τόπῳ ὂν σῶμά ἐστι· καὶ ὁ Θεὸς ἄρα, εἰ ἐν τόπῳ ἐστὶ, σῶμα ἔσται. Πῶς οὖν συνέξει σῶμα ὂν ἔλαττον, καθὸ περιέχεται, τὸ μεῖζον σῶμα; Ἄτοπον λέγειν. Ὅτι δὲ τὸ οἰκοῦν ἐν τόπῳ περιεχόμενόν ἐστι τῇ οἰκίᾳ, παντί που δῆλον καὶ τῷ αὐτόθεν τυφλώττοντι. Τί οὖν; φαίης ἂν, πῶς Ὅμηρος λέγει τοῦ δημιουργοῦ οἴκημα τὸν οὐρανόν; Ἢ ὅτι πανταχοῦ μὲν τὴν ἔλλαμψιν τοῦ Θεοῦ θεασάμενος περὶ τὸν κόσμον, οἴκησιν τὸν κόσμον ἐκάλεσε τοῦ Θεοῦ, ὡς ὑποδοχὴν ὄντα τῆς ποιήσεως καὶ δημιουργίας πάσης τοῦ Θεοῦ· ἐξαιρέτως δὲ τὸν οὐρανὸν καλοῦσι, διότι τοῦ παντὸς κόσμου τὸ ἀκρότατον τὸν οὐρανὸν πᾶσιν εἶναι ὡμολόγηται.
rank, and the work of creation in the superior. Besides, that also which is comprehended is in a place. And everything that is in a place is a body; and God therefore, if He is in a place, will be a body. How then will a body that is lesser, insofar as it is comprehended, hold together the greater body? It is absurd to say. And that what dwells in a place is comprehended by the house is manifest, I suppose, to everyone, even to one who is altogether blind. What then, you might say, how does Homer call heaven the dwelling-place of the Creator? Either because having beheld everywhere the shining forth of God around the world, he called the world the habitation of God, as being the receptacle of all the making and creation of God; and especially do they call heaven so, because heaven has been agreed by all to be the highest summit of the whole world.
Ἔλεγχος τῆς ἀποκρίσεως οὐκ ὀρθῶς γεγενημένης.
Refutation of the answer not rightly made.
1. Τὸ λέγειν δημιουργὸν μὲν τὸν Θεὸν, ἀδημιούργητον δὲ τὸν κόσμον· τὸ γὰρ ἀδημιούργητον ἴσον δύναται τῷ ἀγεννήτῳ, καὶ τῶν ἰσοδυναμούντων ἀκώλυτος ἡ μετάληψις· καὶ τὸ λέγειν, ὁ ἀδημιούργητος Θεὸς ἀδημιούργητα ποιεῖ, ὃ ἴσον ἐστὶ τῷ τὸν ἀγέννητον Θεὸν ἀγεννήτως ἀγέννητα ποιεῖν· καὶ τὸ λέγειν ἀΐδιον μὲν τὸν Θεὸν, συναΐδιον δὲ τὸν κόσμον, καὶ ἐκ τῆς ἀνυπαρξίας εἰς ὕπαρξιν τὸν Θεὸν καὶ τὸν κόσμον αὐτοπαράκτως παραγόμενον· τὸ γὰρ αὐτοπάρακτον, ἐπὶ τοῦ Θεοῦ καὶ τοῦ κόσμου λεγόμενον, ταύτην ἔχει τὴν δήλωσιν· καὶ τὸ λέγειν αὐτοπάρακτον καὶ ἑτεροφρούρητον τὸν κόσμον· τὸ γὰρ θεοφρούρητον δηλοῖ τὸ ἑτεροφρούρητον· ἕτερος γὰρ ὁ κόσμος, καὶ ἕτερος ὁ Θεὸς ὁ τὸν κόσμον φρουρῶν, ὃν, αὐτοπάρακτον ὄντα, ἀναγκαίως ἐχρῆν καὶ αὐτοφρούρητον εἶναι· καὶ τὸ λέγειν τὸν Θεὸν καὶ τὸν κόσμον ἀγεννήτους καὶ αὐτογεννήτους· τὸ γὰρ αὐτοπάρακτον, ἐπὶ τοῦ Θεοῦ καὶ τοῦ κόσμου λεγόμενον, δηλοῖ τὸ αὐτογέννητον· καὶ τὸ λέγειν, ποιήσας τὰ τῇδε ὁ Θεὸς, καὶ πάλιν τὸ, οὐκ ἐποίησεν, ἔγχρονον γὰρ ὡς τὸ ἐποίησεν, οὕτως καὶ τὸ ποιήσας· καὶ τὸ λέγειν ἀϊδίως συνυφίστασθαι ἀδιαστάτως τῷ Θεῷ τὸν κόσμον, τὸν ἐκ τῆς ὕλης καὶ τοῦ εἴδους γεννητῶς διὰ συνθέσεως τὴν ὕπαρξιν παρὰ τοῦ δημιουργοῦ λαβόντα· καὶ τὸ λέγειν, ἄφθαρτον καὶ φθαρτὸν εἶναι τὸν κόσμον· ἄφθαρτον μὲν τῷ εἶναι, φθαρτὸν δὲ τῷ φρουρεῖσθαι· καὶ τὸ λέγειν, γίνεται ὁ κόσμος· τὸ δὲ γεννητὸν ἔγχρονον· καὶ τὸ ἔγχρονον φθαρτόν· καὶ τὸ λέγειν, πάσης ποιήσεώς τε καὶ δημιουργίας Θεοῦ ὑποδοχὴν εἶναι τὸν κόσμον· καὶ τὸ, φθαρτῶν μὴ εἶναι δημιουργὸν τὸν Θεόν. Ὁ γὰρ Θεὸς κατὰ τὸν ἀποκρινάμενον οὐδὲν ἔγχρονον ποιεῖ· τὰ δὲ γεννητὰ καὶ ἔγχρονα πάντα κατ' αὐτόν ἐστιν ἀεὶ φθαρτά· ταῦτα καὶ τὰ τοιαῦτα οὐκ ἔστιν ἀνδρῶν τῶν κατὰ τὴν εἴδησιν τῆς τῶν πραγμάτων φύσεως διὰ γενναίας ἀποδείξεως τὰ περὶ τοῦ Θεοῦ καὶ τοῦ κόσμου ἀποδεικνύντων, ἀλλὰ ῥιψοκινδύνων ἀνθρώπων, τῶν κατὰ τὴν ἀναισχυντίαν τὸ δοκοῦν αὐτοῖς περὶ τοῦ Θεοῦ καὶ τοῦ κόσμου ἀποφαινομένων.
1. To call God indeed Creator, and the world unfashioned—for the unfashioned is equivalent to the unbegotten, and of equivalents the substitution is unhindered; and to say, the unfashioned God makes unfashioned things, which is equal to saying that the unbegotten God unbegottenly makes unbegotten things; and to call God indeed eternal, and the world co-eternal, and God and the world brought forth self-producedly from non-existence into existence—for the self-produced, said of God and of the world, has this signification; and to call the world self-produced and guarded by another—for the God-guarded signifies that which is guarded by another; for the world is one, and God Who guards the world is another, which world, being self-produced, necessarily ought also to have been self-guarded; and to call God and the world unbegotten and self-begotten—for the self-produced, said of God and of the world, signifies the self-begotten; and to say, God having made the things here, and again, He did not make, for temporal as is the word He made, so also is the word having made; and to say that the world eternally co-subsists without interval with God, though it received existence from the Creator begottenly through composition out of matter and form; and to say that the world is incorruptible and corruptible: incorruptible indeed in its being, but corruptible in its being guarded; and to say, the world comes to be; and the begotten is temporal; and the temporal is corruptible; and to say that the world is the receptacle of all making and creation of God; and that God is not the Creator of corruptible things. For God according to the responder makes nothing temporal; and all things begotten and temporal according to him are always corruptible: these and such things are not the words of men who according to the knowledge of the nature of things through noble demonstration demonstrate the things concerning God and the world, but of reckless men, who according to shamelessness pronounce what seems good to them concerning God and the world.
2. Τὸ δὲ κακίζειν μὲν τῆς τοῦ Θεοῦ ἐν τῷ οὐρανῷ
2. And to find fault indeed with the expression of God's in heaven
Editors' notes and page, col. 1456

Footnotes

Both notes are asterisk notes on the Greek only (no call in the Latin); they are printed on a single line. (*) ‹anchor: not visible in the page-foot image› · call in col 1456 (Greek only) Dele ἢ ante ὅτι.

Delete ἢ ("or") before ὅτι ("that").

(*) ‹anchor: τὸν κόσμον αὐτοπαράκτως παραγόμενον› · call in col 1456 (Greek only) Leg. παραγομένους.

Read παραγομένους ("brought forth", plural).

(printed under page 760)

Page

  • running head: ARS I. S. JUSTINI OPERA SPURIA. 1456
  • marginal letters: A ρονι τάξει; B Ἔλεγχος τῆς ἀποκρίσεως; C ὁ Θεὸς ὁ τὸν; D ἔγχρονον φθαρτόν
  • old-edition numerals: (none)
  • other: begins with ρονι split from χείρονι
PG 6:1457
οἰκήσεως τὴν λέξιν, ὡς μὴ πρέπουσαν Θεῷ, ἀνθρώπων ἐστὶ τῶν ἐχόντων τῶν ἀτόπως λεγομένων τὴν αἴσθησιν. Ἡ γὰρ κακέμφατος λέξις κακέμφατον ἔχει καὶ τὴν ἔννοιαν. Ἡμεῖς δὲ οὐκ ἐθήκαμεν ἐν τῇ ἐρωτήσει τὸν τρόπον τῆς τοῦ Θεοῦ ἐν τῷ οὐρανῷ οἰκήσεως, ὃν ὁ ἀποκρινάμενος διέβαλεν· ἀλλὰ τὸ, Εἰ ἀγέννητός ἐστιν ὁ οὐρανὸς, οὐκ ἔστι τοῦ Θεοῦ· καὶ οἱ λέγοντες κατοικεῖν τὸν Θεὸν ἐν αὐτῷ, ἐφ' ὕβρει λέγουσι τοῦ Θεοῦ κατοικοῦντος ἐν τῷ οὐρανῷ οὐχ αὐτοῦ. Οἶκον δὲ καὶ θρόνον λέγομεν τοῦ Θεοῦ τὸν οὐρανὸν, οὐχ ὡς τοῦ Θεοῦ τούτου πρὸς οἴκησιν ἢ πρὸς καθέδραν χρῄζοντος, ἀπεριγράπτου καὶ ἀνενδεοῦς παντελῶς ὑπάρχοντος· ἀλλ' ἵνα μὴ πρὸς τὸ μέγεθος τῆς αὐτοῦ ὑποστάσεως, καὶ τὸ ἄφθαρτον τῆς οὐσίας αὐτοῦ ἀφορῶντες, Θεὸν τοῦτον, ἢ ἰσότιμον Θεῷ ὑπολάβωμεν, διὰ τοῦτο ὀνομάζομεν αὐτὸν οἶκον καὶ θρόνον τοῦ Θεοῦ· ταύταις ταῖς ὀνομασίαις πάσης τῆς πρὸς τὸν Θεὸν κατ' οὐσίαν καὶ κατὰ τὰς τῆς οὐσίας προσηγορίας κοινωνίας αὐτὸν χωρίζοντες. Ὥσπερ γὰρ ὁ οἶκος καὶ ὁ θρόνος ὕστερός ἐστι τοῦ πεποιηκότος αὐτὸν, οὕτως καὶ ὁ οὐρανὸς ὕστερός ἐστι τοῦ Θεοῦ, ὡς γεννητὸς τοῦ ἀγεννήτου. Καὶ εἰ ἄφθαρτον λέγομεν τὸν οὐρανὸν τὸ νῦν, οὐ συνωνύμως αὐτὸν τῷ Θεῷ ὀνομάζομεν ἄφθαρτον· ὁ μὲν γὰρ Θεὸς ἀκτίστως ἐκ τῆς αὐτοῦ οὐσίας καὶ ἀϊδίως τὸ ἄφθαρτον ἔχει· ὁ δὲ οὐρανὸς κτιστῶς ἐκ τῆς τοῦ Θεοῦ βουλήσεως ἔχει τὸ ἄφθαρτον πρὸς τὴν χρείαν τῶν τῇδε· καὶ πληρωθείσης τῆς χρείας, εἰς ἕτερον τρόπον ἀφθαρσίας μεταφέρεται. Ὁ γὰρ δεδωκὼς αὐτῷ Θεὸς σώματος μέγεθος, ὅσον ἠβουλήθη καὶ οὐχ ὅσον ἠδυνήθη (ἠδύνατο γὰρ ποιῆσαι αὐτὸν τῷ μεγέθει πολὺ μείζονα ἢ ὅπερ ἐστί), νῦν αὐτὸς αὐτὸν ἔταξε τῷ οἰκείῳ ὅρῳ ἐν ἀφθαρσίᾳ διαμένειν, ἕως τοῦ καιροῦ τῆς τῶν ὄντων εἰς τὸ κρεῖττον μεταποιήσεως κατὰ τὴν πίστιν τῶν ὀρθοδόξων, τῶν ἐκ διδασκαλίας τοῦ γνωσθέντος αὐτοῖς Θεοῦ Θεὸν ἐγνωκότων, καὶ κατὰ τὴν μαρτυρίαν τοῦ ἀποκριναμένου.
the word "dwelling", as unbecoming to God, belongs to men who have a perception of things absurdly said. For an ill-sounding word has an ill-sounding sense as well. But we did not set down in the question the manner of God's dwelling in heaven, which the respondent attacked, but this: "If heaven is unbegotten, it is not God's; and those who say that God dwells in it say so to the insult of God, Who dwells in a heaven not His own." We call heaven the house and throne of God, not as though God needed it for a dwelling or for a seat, since He is uncircumscribed and wholly without need; but lest, looking to the greatness of its subsistence and to the incorruptibility of its substance, we should take it to be God, or of equal honour with God, for this reason we name it the house and throne of God, by these names separating it from all communion with God in substance and in the titles of substance. For as the house and the throne are later than he who made them, so heaven too is later than God, as the begotten than the unbegotten. And if we call heaven incorruptible for the present, we do not name it incorruptible in the same sense as God; for God has incorruptibility uncreatedly, from His own substance, and eternally, but heaven has incorruptibility createdly, from the will of God, for the need of things here; and when the need has been fulfilled, it is transferred into another mode of incorruption. For God, Who gave it as great a magnitude of body as He willed and not as great as He could (for He could have made it far greater in magnitude than it is), has now Himself ordained it to endure in incorruption within its own bound until the time of the transformation of the things that are into the better, according to the faith of the orthodox, who have come to know God from the teaching of God made known to them, and according to the testimony of the respondent.
ΠΡΟΣ ΤΟΥΣ ἝΛΛΗΝΑΣ.
TO THE GREEKS.
αʹ. Ἡ φύσις ἡ ποιοῦσα τὰ φυσικὰ, ἐὰν μὴ προηγουμένως γίνηται ὑπὸ τοῦ μὴ κατὰ φύσιν ποιοῦντος, οὔτε ὑπάρχει οὔτε ποιεῖ.
I. The nature that makes natural things, unless it is first brought into being by Him Who does not make according to nature, neither exists nor makes.
βʹ. Ὅτι οὐχ ἁπλῶς πᾶν πρᾶγμα γεννητόν τε καὶ φθαρτὸν ἐν τῇ γενέσει ἔχει τὸν τετραμερῆ χρόνον, ἀρχὴν καὶ ἐπίδοσιν, ἀκμὴν καὶ παρακμὴν, ἀλλὰ τὸ φύσει ἢ τέχνῃ γινόμενον.
II. That not every begotten and corruptible thing without qualification has in its coming-to-be the fourfold time, beginning and growth, prime and decline, but [only] what comes to be by nature or by art.
γʹ. Εἰ τοῖς ἡμετέροις ὀνόμασι καλεῖται ὁ Θεὸς πᾶν εἴ τι καλεῖται, οὐκ ἔστιν ἀνάγκη ἕπεσθαι τῷ Θεῷ διὰ τὸ ὄνομα, ὅσα ἕπεται τῷ ἡμετέρῳ ὀνόματι. Καλεῖται δὲ ὁ Θεὸς καὶ ἀλήθεια καὶ ἀγαθός· καὶ τῇ μὲν ἀληθείᾳ ἀντίκειται τὸ ψεῦδος, τῷ δὲ ἀγαθῷ τὸ κακόν· τῷ δὲ Θεῷ οὐδὲν ἀντίκειται. Τοῦτο μὴ νοήσας ὁ Πλάτων ὑπεναντίον τι ἐδογμάτισε τῷ Θεῷ, κακὸν ἀναγκαῖόν τε καὶ ἀΐδιον.
III. If God is called by our names, whatever He is called, it is not necessary that all that follows upon our name should follow upon God because of the name. Now God is called both truth and good; and to truth falsehood is opposed, and to the good evil; but to God nothing is opposed. Not understanding this, Plato laid down as a doctrine something contrary to God, an evil both necessary and eternal.
Editors' notes and page, col. 1457

Footnotes

(*) ‹anchor: τῶν ἐχόντων› · call in col 1457 (Greek only) Leg. οὐκ ἐχόντων.

Read οὐκ ἐχόντων ("not having").

(printed under page 761)

(99) ‹anchor: Θεὸν ἐγνωκότων, καὶ› · call in col 1457, full-width line (Greek only)

Vel delendum καί, vel vertendum: Deum, ut et Responsor testatur, cognoverunt. — Ex Addendis et Emendandis.

Either καί is to be deleted, or it is to be translated: "have come to know God, as the respondent too testifies." — From the Addenda et Emendanda.

(printed under page 761)

(1) ‹anchor: ΠΡΟΣ ΤΟΥΣ ἝΛΛΗΝΑΣ› · call in col 1457 (Greek only)

Πρὸς τοὺς Ἕλληνας. Hae quaestiones sive observationes, quae praecipue Aristotelem feriunt, appositae fuerunt a R. Stephano duobus locis, primum quidem post Confutationem Aristotelicorum dogmatum, deinde post Quaestiones et Responsiones ad orthodoxos. Sed, quod mireris tanto viro excidisse, multo accuratiora haec sunt in priore loco quam in postremo, ubi etiam nonnullis lacunis deformata sunt.

To the Greeks. These questions or observations, which strike chiefly at Aristotle, were placed by R. Stephanus in two places, first after the Refutation of the Doctrines of Aristotle, then after the Questions and Answers to the Orthodox. But, as you may wonder should have slipped from so great a man, they are much more accurate in the former place than in the latter, where they are also disfigured by a number of gaps.

(printed under page 761)

Page

  • running head: 1457 QUAESTIONES CHRISTIANAE A
  • marginal letters: A οἰκήσεως τὴν λέξιν; B λάβωμεν, διὰ τοῦτο; C νήθη (ἠδύνατο γὰρ; D γʹ. Εἰ τοῖς ἡμετέροις
  • old-edition numerals: (none)
  • other: two full-width lines after κατὰ (τὴν πίστιν τῶν ὀρθοδόξων ... τοῦ ἀποκριναμένου.) printed across cols 1457-1458, set by hand from the page
  • running head: 1457 QUÆSTIONES CHRISTIANÆ AD GRÆCOS. 1458
  • marginal letters: A ‹οἰκήσεως τὴν λέξιν›; B ‹λάβωμεν, διὰ τοῦτο ὀνομάζομεν›; C ‹νήθη (ἠδύνατο γὰρ ποιῆσαι›; D ‹γʹ. Εἰ τοῖς ἡμετέροις ὀνόμασι›
  • old-edition numerals: (none in the Greek; 533 in the facing Latin col. 1458)
PG 6:1458
Editors' notes and page, col. 1458

Footnotes

(99) ‹anchor: Θεὸν ἐγνωκότων, καὶ› · call in col 1458

Vel delendum καί, vel vertendum : Deum, ut et Responsor testatur, cognoverunt.—Ex Addendis et Emendandis.

Either καί ("and") should be deleted, or it should be translated: "they have known God, as the Respondent also testifies." (From the Addenda and Emendanda.)

(printed under page 761)

(1) ‹anchor: ΠΡΟΣ ΤΟΥΣ ἙΛΛΗΝΑΣ› · call in col 1458

Πρὸς τοὺς Ἕλληνας. Hae quaestiones sive observationes, quae praecipue Aristotelem feriunt, appositae fuerunt a R. Stephano duobus locis, primum quidem post Confutationem Aristotelicorum dogmatum, deinde post Quaestiones et Responsiones ad orthodoxos. Sed, quod mireris tanto viro excidisse, multo accuratiora haec sunt in priore loco quam in postremo, ubi etiam nonnullis lacunis deformata sunt.

Πρὸς τοὺς Ἕλληνας ("To the Greeks"). These questions or observations, which strike chiefly at Aristotle, were placed by R. Stephanus in two places: first after the Refutation of Aristotelian Doctrines, then after the Questions and Answers to the Orthodox. But — and you may wonder that such a man let this slip — they are far more accurate in the first place than in the last, where they are also marred by a number of gaps.

(printed under page 761)

Page

  • running head: CHRISTIANAE AD GRAECOS. 1458
  • marginal letters: (none)
  • old-edition numerals: (none)
  • other: facing Latin version, not set; one full-width Greek line after responsoris. cut off at left edge, not set
  • other: facing Latin version, not set
  • running head: 1457 QUÆSTIONES CHRISTIANÆ AD GRÆCOS. 1458
  • marginal letters: (see c1457_a.md)
  • old-edition numerals: 533 in the facing Latin after ‹secundum› (not set)
  • other: page 761's full-width Greek lines are set once in c1457_a.md, in reading order under the Greek column, as the driver directs. The Latin caption ADVERSUS GRAECOS belongs to the facing version and is not set.
PG 6:1459
Editors' notes and page, col. 1459

Footnotes

(2) ‹anchor: not visible in the page-foot image› · call in col 1459

Μὴ τόδε σῶμα. R. Stephanus posteriore loco et aliae editiones habent ἀλλ' ἢ τόδε σῶμα.

Μὴ τόδε σῶμα ("not this body"). R. Stephanus in the later place, and other editions, have ἀλλ' ἢ τόδε σῶμα ("other than this body").

(printed under page 762)

(3) ‹anchor: not visible in the page-foot image› · call in col 1459

Τὰ γεγονότα ἐξ αὐτῆς. Haec deerant apud Stephanum posteriore loco, et a Sylburgio ascita sunt ex posteriore.

Τὰ γεγονότα ἐξ αὐτῆς ("the things that came to be from it"). These words were missing in Stephanus in the later place, and were taken in by Sylburg from the later [sic].

(printed under page 762)

(4) ‹anchor: not visible in the page-foot image› · call in col 1459

Εἰ ἀληθὲς τοῦτο, ἔσται. Corrupte apud Stephanum secundo loco et in aliis editionibus, εἰ ἀληθὲς τοῦτό ἐστι σῶμα.

Εἰ ἀληθὲς τοῦτο, ἔσται ("if this is true, it will be"). Corruptly, in Stephanus in the second place and in other editions: εἰ ἀληθὲς τοῦτό ἐστι σῶμα ("if this is truly a body").

(printed under page 762)

(5) ‹anchor: not visible in the page-foot image› · call in col 1459

Ἢ τῶν τεσσάρων στοιχείων ἐστίν, ἢ ἐκ. Haec desumpsit Sylburgius ex priore apud Stephanum loco.

Ἢ τῶν τεσσάρων στοιχείων ἐστίν, ἢ ἐκ ("is either [one] of the four elements, or from"). Sylburg took these words from the earlier place in Stephanus.

(printed under page 762)

(6) ‹anchor: οὐδ' ἄρα› · call in col 1459

Οὐδ' ἄρα. Stephanus posteriore loco et Sylburgius οὐκέτι. Mox Stephanus priore loco τῶν ἐν αὐτῇ referendo ad κίνησιν.

Οὐδ' ἄρα ("nor then"). Stephanus in the later place, and Sylburg, have οὐκέτι ("no longer"). Just after, Stephanus in the earlier place has τῶν ἐν αὐτῇ ("of those in it", feminine), referring it to κίνησιν ("motion").

(printed under page 762)

(7) ‹anchor: πρὸ τῶν θερμαινομένων› · call in col 1459

Πρὸ τῶν θερμαινομένων. R. Stephanus posteriore loco et Sylburgius εἰ πρὸ τῶν θερμαινομένων ὑπ' αὐτῶν θερμαίνεται, δῆλον ὅτι κατὰ πάθος θερμαίνεται.

Πρὸ τῶν θερμαινομένων ("before the things heated"). R. Stephanus in the later place, and Sylburg: εἰ πρὸ τῶν θερμαινομένων ὑπ' αὐτῶν θερμαίνεται, δῆλον ὅτι κατὰ πάθος θερμαίνεται ("if it is heated before the things heated by them, it is plain that it is heated by being acted on").

(printed under page 762)

(8) ‹anchor: καὶ κατ' ἀλλοίωσιν› · call in col 1459

Καὶ κατ' ἀλλοίωσιν. Conjunctionem ex posteriore loco Stephani desumpsit Sylburgius et mox ante κατὰ μεταβολήν. Paulo post bis legitur, μεταβλήσεται priore loco.

Καὶ κατ' ἀλλοίωσιν ("also by alteration"). Sylburg took the conjunction from Stephanus's later place, and likewise just after, before κατὰ μεταβολήν ("by change"). A little later μεταβλήσεται is read twice in the earlier place.

(printed under page 762)

(9) ‹anchor: τῷ πλείονι› · call in col 1459

Τῷ πλείονι. Corrupte apud Stephanum posteriore loco et apud Sylburgium εἰ τῷ πλείονι. Mox πλειόνως desumptum ex posteriore loco.

Τῷ πλείονι ("by the greater"). Corruptly, in Stephanus in the later place and in Sylburg: εἰ τῷ πλείονι ("if by the greater"). Just after, πλειόνως ("more") is taken from the later place.

(printed under page 762)

Page

  • running head: 1459 APPENDIX. — PARS I. S. JUSTI
  • marginal letters: (none)
  • old-edition numerals: (none)
  • other: facing Latin version, not set
PG 6:1460
δʹ. Οὐκ ἔστι τι ὂν μὴ τόδε τι ὄν· οἷον οὐκ ἔστι σῶμα μὴ τόδε σῶμα ὄν. Ἀλλ' εἰ ἡ ὕλη τὸ εἶναι τόδε οὐκ ἔχει, οὐδ' ἄρα τὸ εἶναι ἔχει· ἀχώριστον γὰρ τοῦ εἶναι τὸ τόδε εἶναι.
4. There is no being that is not a certain this; as there is no body that is not a certain this body. But if matter does not have the being a certain this, neither therefore does it have being; for being a certain this is inseparable from being.
εʹ. Ἡ φύσις καὶ ἡ τέχνη ἐκ τῶν οὐσιῶν ποιοῦσιν ἅπερ ποιοῦσιν· οἷον ἐκ σπέρματος ποιεῖ ἡ φύσις τὸν ἄνθρωπον, καὶ ἐξ ἀνθρώπου τὸ σπέρμα· οὐσίαι δέ εἰσι τό τε σπέρμα καὶ ὁ ἄνθρωπος. Ὡσαύτως καὶ αἱ τέχναι ποιοῦσιν ἐκ τοῦ χαλκοῦ ἀνδριάντα, καὶ ἐκ πλίνθων οἰκίαν· οὐσίαι δέ εἰσιν ὅ τε χαλκὸς καὶ αἱ πλίνθοι. Τοίνυν τῆς ὕλης οὐσίας οὐκ οὔσης, τίς ἐστιν ὁ ποιήσας ἐξ αὐτῆς τὰ γεγονότα ἐξ αὐτῆς, τῆς φύσεώς τε καὶ τῆς τέχνης ἀδυνατούσης ποιεῖν τι ἐκ μὴ οὐσίας;
5. Nature and art make out of substances whatever they make; as out of seed nature makes the man, and out of man the seed; and both the seed and the man are substances. In like manner the arts also make a statue out of bronze, and a house out of bricks; and both the bronze and the bricks are substances. Since therefore matter is not a substance, who is he that made out of it the things that have come to be out of it, since both nature and art are unable to make anything out of non-substance?
ϛʹ. Εἰ, καθώς φησιν Ἀριστοτέλης, ἔστι σῶμα μήτε βαρὺ, μήτε κοῦφον, μήτε ἓν τῶν τεσσάρων στοιχείων, μήτε ἐκ τῶν τεσσάρων στοιχείων, δῆλον ὅτι, εἰ ἀληθὲς τοῦτο, ἔσται σῶμα μήτε θερμὸν μήτε ψυχρὸν, μήτε κατὰ φύσιν, μήτε κατὰ πάθος· τὸ γὰρ κατὰ φύσιν ἢ κατὰ πάθος θερμὸν ἢ ψυχρὸν, ἢ τῶν τεσσάρων στοιχείων ἐστὶν, ἢ ἐκ τῶν τεσσάρων ἐστὶ στοιχείων. Εἰ δὲ σῶμα οὐκ ἔστι μήτε κατὰ φύσιν θερμὸν ἢ ψυχρὸν μήτε κατὰ πάθος, οὐδ' ἄρα ἐστὶ σῶμα μήτε βαρὺ, μήτε κοῦφον, μήτε ἓν τῶν τεσσάρων στοιχείων, μήτε ἐκ τεσσάρων στοιχείων. Πῶς οὖν λέγει θερμὸν εἶναι τὸν αἰθέρα διὰ τὴν κίνησιν τοῦ οὐρανίου σώματος καὶ τῶν ἐν αὐτῷ κινουμένων σωμάτων; Τὰ γὰρ ταῖς κινήσεσι θερμαίνοντα σώματα πρὸ τῶν θερμαινομένων ὑπ' αὐτῶν θερμαίνεται. Ἀλλ' εἰ θερμαίνεται, δῆλον, ὅτι κατὰ πάθος θερμαίνεται· εἰ δὲ κατὰ πάθος, δῆλον, ὅτι καὶ κατ' ἀλλοίωσιν· εἰ δὲ κατ' ἀλλοίωσιν, δῆλον, ὅτι καὶ κατὰ μεταβολήν· εἰ δὲ κατὰ μεταβολὴν, δῆλον, ὅτι ἐκ τοῦ ἐναντίου εἰς τὸ ἐναντίον μεταβάλλεται. Ἐναντίον δὲ τῷ θερμῷ τὸ ψυχρόν· ἐκ τοῦ ψυχροῦ ἄρα εἰς τὸ θερμὸν μεταβάλλεται. Ἀλλ ἐπειδὴ οὐκ ἔστι σῶμα ἐκ τοῦ ψυχροῦ εἰς τὸ θερμὸν κατὰ πάθος μεταβαλλόμενον, μὴ ὂν μήτε ἓν τῶν τεσσάρων στοιχείων, μήτε ἐκ τῶν τεσσάρων στοιχείων, διὰ τοῦτο οὐκ ἔστι τὸ οὐράνιον σῶμα ἕτερον στοιχεῖον παρὰ τὰ τέσσαρα στοιχεῖα. Θερμαίνεται γὰρ κατὰ πάθος ἐκ τοῦ ψυχροῦ εἰς τὸ θερμὸν μεταβαλλόμενον.
6. If, just as Aristotle says, there is a body neither heavy nor light, neither one of the four elements nor out of the four elements, it is manifest that, if this is true, there will be a body neither hot nor cold, neither according to nature nor according to affection; for that which is hot or cold according to nature or according to affection is either one of the four elements, or is out of the four elements. But if there is no body neither hot or cold according to nature nor according to affection, neither therefore is there a body neither heavy nor light, neither one of the four elements nor out of four elements. How then does he say that the ether is hot on account of the motion of the heavenly body and of the bodies moved in it? For the bodies that heat by motions are heated prior to those heated by them. But if it is heated, it is manifest that it is heated according to affection; and if according to affection, it is manifest that it is also according to alteration; and if according to alteration, it is manifest that it is also according to change; and if according to change, it is manifest that it is changed from the contrary into the contrary. Now the contrary to the hot is the cold; from the cold therefore into the hot is it changed. But since there is no body changed from the cold into the hot according to affection while not being either one of the four elements or out of the four elements, on account of this the heavenly body is not another element beside the four elements. For it is heated according to affection, being changed from the cold into the hot.
ζʹ. Εἰ τὰ ἐκ τῆς κινήσεως θερμαινόμενα σώματα τῷ πλείονι τῆς κινήσεως πλειόνως θερμαίνεται, πῶς, εἰ κατὰ τὸν Ἀριστοτέλην σῶμά ἐστιν ὁ ἥλιος, οὐ κατὰ φύσιν θερμὸν, ἀλλὰ κατὰ κίνησιν, τῷ πλείονι τῆς κινήσεως πλειόνως οὔτε θερμαίνεται οὔτε θερμαίνει, ἀλλ' ἀεὶ τῷ ἀνίσῳ τῆς κινήσεως τὸ ἴσον ἔχει τῆς θερμότητος;
7. If the bodies heated from motion are heated more by the greater degree of motion, how, if according to Aristotle the sun is a body not hot according to nature, but according to motion, is it neither heated more nor heats more by the greater degree of motion, but always with the inequality of its motion has an equal degree of heat?
Editors' notes and page, col. 1460

Page

  • running head: ARS I. S. JUSTINI OPERA SPURIA. 1460
  • marginal letters: A δʹ. Οὐκ ἔστι τι; B ϛʹ. Εἰ, καθώς φησιν; C νεται, δῆλον, ὅτι; D θερμὸν, ἀλλὰ κατὰ
  • old-edition numerals: (none)
  • other: (none)
PG 6:1461
ηʹ. Εἰ κατὰ τὸν Ἀριστοτέλην ὅρος τῆς οὐσίας ἐστὶ τὸ τῶν ἐναντίων ἀνὰ μέρος δεκτικὸν, πῶς λέγει πάλιν ὁ αὐτὸς Ἀριστοτέλης τὴν ὕλην μὴ οὐσίαν, οὖσαν τῶν ἐναντίων ἀνὰ μέρος δεκτικὴν, τῆς στερήσεως γὰρ καὶ ἕξεως;
8. If according to Aristotle the definition of substance is that which is receptive of contraries in turn, how does the same Aristotle say again that matter is not a substance, though it is receptive of contraries in turn, namely of privation and habit?
Εἰ ὁ στερούμενος τοῦ εἶναι τόδε οὕτως καὶ τοῦ εἶναι ἐστέρηται, πῶς λέγει ὁ Ἀριστοτέλης ἀδύνατον ἐκ τοῦ πάντη μὴ ὄντος γενέσθαι τι, τῆς ὕλης κατ' αὐτὸν ἀμφοτέρων στερουμένης, καὶ τοῦ εἶναι, καὶ τοῦ τόδε εἶναι;
If that which is deprived of being a certain this is thus also deprived of being, how does Aristotle say that it is impossible for anything to come to be out of that which altogether is not, when matter according to him is deprived of both, both of being and of being a certain this?
θʹ. Εἰ ἐκ τοῦ πάντη μὴ ὄντος οὐ γίνεταί τι, δῆλον, ὅτι ἐκ τοῦ ὄντος γίνεταί τι. Ἀλλ' ἐπεὶ ἡ ὕλη τοῦτο, πῶς ἀληθεύει Ἀριστοτέλης λέγων τὴν ὕλην οὐκ ὄν;
9. If out of that which altogether is not nothing comes to be, it is manifest that out of that which is something comes to be. But since matter is this, how does Aristotle speak truly in calling matter non-being?
ιʹ. Εἰ μὴ ἀλλοιοῦται ἡ ὕλη, οὐ δυνατὸν γενέσθαι τι ἐξ αὐτῆς. Ἀλλ' εἰ πᾶν τὸ ἀλλοιούμενον ἐκ τοῦδε εἰς τόδε ἀλλοιοῦται, οὐκ ἔστι δὲ ἡ ὕλη τόδε, οὐκ ἄρα ἀλλοιοῦται· διὸ οὐδὲ γίνεταί τι ἐξ αὐτῆς.
10. If matter is not altered, it is not possible for anything to come to be out of it. But if everything that is altered is altered from a certain this into a certain this, and matter is not a certain this, therefore it is not altered; wherefore neither does anything come to be out of it.
ιαʹ. Εἰ μὴ ἐκ τοῦ τυχόντος εἰς τὸ τυχὸν οὐ γίνεται μεταβολὴ, ἀλλ' εἰς τὸ ἐναντίον ἐν τῷ αὐτῷ γένει, οἷον ἐν τῇ ποιότητι οὐ γίνεται μεταβολὴ ἐκ τοῦ λευκοῦ εἰς τὸ μέγα, ἀλλ' εἰς τὸ μέλαν· κατὰ τί οὖν μεταβάλλεται ἡ ὕλη ἐν τῇ γενέσει τῶν ἐξ αὐτῆς γινομένων οὐσιῶν, οὐδὲν ἔχουσα δυνάμενον μεταβάλλεσθαι;
11. If not from anything whatever into anything whatever does change take place, but into the contrary in the same genus, as in quality change does not take place from white into great, but into black; in respect of what then is matter changed in the generation of the substances coming to be out of it, since it has nothing capable of being changed?
ιβʹ. Εἰ ὥσπερ ἐν τοῖς ζωϊκοῖς τὸ ζῶον καὶ ἐν τοῖς χρωϊκοῖς τὸ χρῶμα, οὕτω καὶ ἐν τοῖς ὑλικοῖς ἡ ὕλη, πῶς ἀναιρουμένων τῶν ζωϊκῶν, συναναιρεῖται καὶ τὸ ζῶον· καὶ ἀναιρουμένων τῶν χρωϊκῶν, ἀναιρεῖται καὶ τὸ χρῶμα· καὶ ἀναιρουμένων τῶν ὑλικῶν, οὐκ ἀναιρεῖται καὶ ἡ ὕλη; Εἰ δὲ συναναιρεῖται τοῖς ὑλικοῖς ἡ ὕλη, πῶς προϋπάρχει τῶν ὑλικῶν ἡ ὕλη;
12. If just as in animate things the animal is, and in coloured things colour, so also in material things matter is, how when animate things are done away with is the animal also done away with together; and when coloured things are done away with, colour also is done away with; and when material things are done away with, is matter also not done away with? But if matter is done away with together with material things, how does matter pre-exist material things?
ιγʹ. Εἰ τὸ ἀπέχειν καὶ τὸ μετέχειν τῶν ὄντων ἐστὶ, δῆλον, ὅτι τὸ πάντη μὴ ὂν οὔτε ἀπέχει τινὸς, οὔτε μετέχει. Πῶς οὖν μετέχει ἡ ὕλη τῆς στερήσεως, καὶ τῶν ὄντων οὐκ ἔστιν;
13. If to be distant from and to partake belong to beings, it is manifest that what altogether is not neither is distant from anything, nor partakes. How then does matter partake of privation, and is not among beings?
ιδʹ. Εἰ ἀδύνατον τὸ αὐτὸ ἐν τῷ αὐτῷ ἀμφοτέρας κινεῖσθαι τὰς κινήσεις, τήν τε κατὰ φύσιν καὶ τὴν παρὰ φύσιν, πῶς ὁ ἥλιος κατὰ φύσιν μὲν κινεῖται ἀπὸ τῆς ἀνατολῆς εἰς δύσιν, παρὰ φύσιν δὲ ἀπὸ τῆς δύσεως εἰς ἀνατολὴν, διὰ τὴν σφαῖραν; Οὐ γὰρ δυνατὸν τὸ αὐτὸ ἐν τῷ αὐτῷ τὰς ἐναντίας κατὰ φύσιν κινεῖσθαι κινήσεις.
14. If it is impossible for the same thing in the same respect to be moved with both motions, both that according to nature and that contrary to nature, how is the sun moved according to nature indeed from the east to the west, and contrary to nature from the west to the east, on account of the sphere? For it is not possible for the same thing in the same respect to be moved with contrary motions according to nature.
ιεʹ. Τοῦ ἡλίου μὴ ὄντος, περιττὸς ἦν ὁ ὀφθαλμός· καὶ τοῦ ὀφθαλμοῦ μὴ ὄντος, περιττὸς ἦν ὁ ἥλιος· ἀλλ' ἐπειδὴ δι' ἑκάτερον ἀναγκαῖος ἑκάτερος, γενητὸς ἄρα ἑκάτερος. Τὸ γὰρ ἀγένητον δι' οὐδέν ἐστιν ἀγένητον, ἀλλὰ δι' αὑτὸ μόνον, μᾶλλον δὲ οὐ δι' αὑτό· ἀναίτιον γὰρ τὸ ἀναίτιον.
15. Were the sun not existing, the eye would have been superfluous; and were the eye not existing, the sun would have been superfluous; but since each is necessary on account of each, each therefore is begotten. For the unbegotten is unbegotten on account of nothing, but on account of itself alone, or rather not even on account of itself; for the uncaused is without cause.
Editors' notes and page, col. 1461

Page

  • running head: 1461 QUAESTIONES CHRISTIANAE
  • marginal letters: A ηʹ. Εἰ κατὰ τὸν; B σθαι τι ἐξ αὐτῆς; C καὶ τὸ χρῶμα; D ιεʹ. Τοῦ ἡλίου
  • old-edition numerals: (none)
  • other: (none)
PG 6:1462
Editors' notes and page, col. 1462

Footnotes

(10) ‹anchor: not visible in the page-foot image› · call in col 1462

Εἰ ὁ στερούμενος. R. Stephanus posteriore loco et Sylburgius εἰ δὲ ὁ στερούμενος.

Εἰ ὁ στερούμενος ("if the one deprived"). R. Stephanus in the later place, and Sylburg: εἰ δὲ ὁ στερούμενος ("but if the one deprived").

(printed under page 763)

(11) ‹anchor: not visible in the page-foot image› · call in col 1462

Πάντη. Deest in priore loco apud Stephanum.

Πάντη ("wholly"). It is missing in the earlier place in Stephanus.

(printed under page 763)

(12) ‹anchor: not visible in the page-foot image› · call in col 1462

Ἀλλ' εἰ ἡ ὕλη. Stephanus posteriore loco et Sylburgius ἀλλ' ἐπεὶ ὕλη.

Ἀλλ' εἰ ἡ ὕλη ("but if matter"). Stephanus in the later place, and Sylburg: ἀλλ' ἐπεὶ ὕλη ("but since matter").

(printed under page 763)

(13) ‹anchor: not visible in the page-foot image› · call in col 1462

Οὐ δυνατόν. R. Stephanus posteriore loco et Sylburgius ἀδύνατον et mox οὐ γίνεταί τι.

Οὐ δυνατόν ("not possible"). R. Stephanus in the later place, and Sylburg, have ἀδύνατον ("impossible"), and just after, οὐ γίνεταί τι ("nothing comes to be").

(printed under page 763)

(14) ‹anchor: not visible in the page-foot image› · call in col 1462

Ἐκ τοῦ. Iidem habent εἰ ἐκ τοῦ, et mox perverse ἐκ τοῦ λευκοῦ εἰς ἄλλο τι, ἀλλ' εἰς τὸ μέλαν. Paulo post priore loco legitur μεταβλήσεται et μηδὲν ἔχουσα.

Ἐκ τοῦ ("from the"). The same have εἰ ἐκ τοῦ ("if from the"), and just after, wrongly, ἐκ τοῦ λευκοῦ εἰς ἄλλο τι, ἀλλ' εἰς τὸ μέλαν ("from the white into something else, but into the black"). A little later, the earlier place reads μεταβλήσεται ("will be changed") and μηδὲν ἔχουσα ("having nothing").

(printed under page 763)

(15) ‹anchor: ἡ ὕλη› · call in col 1462

Εἰ δὲ . . . τῶν ὑλικῶν ἡ ὕλη. Haec desunt priore loco.

Εἰ δὲ . . . τῶν ὑλικῶν ἡ ὕλη ("But if . . . matter [before] the material things"). These words are missing in the earlier place.

(printed under page 763)

(16) ‹anchor: καὶ τῶν ὄντων› · call in col 1462

Καὶ τῶν ὄντων. Posteriore loco et in aliis editionibus ἐπεὶ τῶν ὄντων.

Καὶ τῶν ὄντων ("and of the things that are"). In the later place and in other editions, ἐπεὶ τῶν ὄντων ("since of the things that are").

(printed under page 763)

(17) ‹anchor: ἀναίτιον γὰρ τὸ ἀναίτιον› · call in col 1462

Ἀλλὰ . . . τὸ ἀναίτιον. Haec deerant priore loco.

Ἀλλὰ . . . τὸ ἀναίτιον ("But . . . the uncaused"). These words were missing in the earlier place.

(printed under page 763)

Page

  • running head: S CHRISTIANAE AD GRAECOS. 1462
  • marginal letters: A 8. Si secundum; B ea fiat aliquid; C animans, et sublatis; D 15. Si sol
  • old-edition numerals: 535 before 12. Si, quemadmodum
  • other: facing Latin version, not set
PG 6:1463
Editors' notes and page, col. 1463

Footnotes

(18) ‹anchor: τῶν ἀνθρωπίνων› · call in col 1463

Ἀνθρωπίνων. Deest καὶ γάρ, aut aliquid simile. Paulo ante leg. καὶ εἰ μὲν ἄφθαρτον . . . καὶ ποίῳ λόγῳ.

Ἀνθρωπίνων ("of human [beings]"). Καὶ γάρ ("for indeed"), or something like it, is missing. A little before, read καὶ εἰ μὲν ἄφθαρτον . . . καὶ ποίῳ λόγῳ ("and if it is incorruptible . . . and on what principle").

(printed under page 764)

Page

  • running head: 1463 APPENDIX. — PARS I. S. JUSTI
  • marginal letters: A 16. Si fieri; B 1. Unde constat (next unit); C 9. Et quid (next unit); D 13. Et si demus (next unit)
  • old-edition numerals: 536 before 10. Et si suapte (next unit)
  • other: facing Latin version, not set; six full-width Greek and Latin title lines after anno sunt? cut off at right edge, not set
PG 6:1464
ιϛʹ. Εἰ ἀδύνατον χρόνου ὄντος τὸ γενόμενον γενέσθαι μὲν κατ' αἰτίαν, οὐ κατὰ χρόνον δὲ, πῶς λέγουσιν οἱ Ἕλληνες τὸν κόσμον γεγενῆσθαι κατ' αἰτίαν, καὶ οὐ κατὰ χρόνον;
16. If it is impossible, when time exists, for what comes into being to come into being by cause but not by time, how do the Greeks say that the world has come into being by cause, and not by time?
ιζʹ. Εἰ ἀδύνατον τὸν κόσμον εἶναι χωρὶς ἐνιαυτοῦ, πῶς ἀΐδιος καὶ ἀγένητος ὁ κόσμος, τοῦ ἐνιαυτοῦ οὐκ ὄντος ἀϊδίου, ἀλλ' ἐκ τῆς περιόδου πλειόνων ἡμερῶν τὸ εἶναι ἔχοντος;
17. If it is impossible for the world to exist without the year, how is the world everlasting and unbegotten, when the year is not everlasting, but has its being from the circuit of many days?
ιηʹ. Εἰ γενητὸς ὁ ἐνιαυτὸς, πῶς ἀγένητα καὶ ἀΐδια τὰ ἐν τῷ ἐνιαυτῷ;
18. If the year has come into being, how are the things in the year unbegotten and everlasting?
Editors' notes and page, col. 1464

Page

  • running head: [PA]RS I. S. JUSTINI OPERA SPURIA. 1464
  • marginal letters: A ‹ιϛʹ. Εἰ ἀδύνατον χρόνου›; B ‹αʹ. Πόθεν δῆλον εἰ ἔστι τι ἀσώματον› (next unit); C ‹θʹ. Καὶ τί ποιεῖ› (next unit); D ‹ιγʹ. Καὶ εἰ δοίημεν› (next unit)
  • old-edition numerals: (none)
  • other: unit ends after ιηʹ; below it the full-width title band across cols 1463-1464 (ΕΡΩΤΗΣΕΙΣ ΕΛΛΗΝΙΚΑΙ ΠΡΟΣ ΤΟΥΣ ΧΡΙΣΤΙΑΝΟΥΣ ... / QUAESTIONES GRAECAE AD CHRISTIANOS ...) and propositions αʹ–ιγʹ belong to the next unit (Quaestiones Graecae ad Christianos), not set here. Numeral signs printed as apostrophes, set as ʹ.