Migne Reading Room

PG 53 · cols. 381–385 · Read from the page

In Genesin Homilia XLI (ΟΜΙΛΙΑ ΜΑʹ; Gen. 18:1–16)

In Genesin Homilia XLI (ΟΜΙΛΙΑ ΜΑʹ; Gen. 18:1–16)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 53:381Read from the page
νὴν, μὴ ὑπερίδητέ μου τὸ γῆρας, μὴ ἀνανεύσητε πρὸς τὴν ἐμὴν παράκλησιν. Οἶδα ὅσην ὑπεμείνατε ταλαιπωρίαν, στοχάζομαι τοῦ καύσωνος τὴν φλόγα, διὰ τοῦτο ἀνεθῆναι μικρὸν ὑμᾶς βούλομαι. Ποῖος πατὴρ φιλόστοργος πρὸς παῖδα τοσαύτην ἂν ἐπεδείξατο φιλοφροσύνην, ὅσην οὗτος πρὸς τοὺς ἀγνῶτας καὶ ξένους, καὶ οὐδαμόθεν αὐτῷ τέως γνωρίμους; Ἀλλ' ἐπειδὴ μετὰ σπουδῆς προσῆλθε καὶ πολλοῦ τοῦ τόνου, ἐπέτυχε τῆς ἄγρας, καὶ τὴν θήραν εἴσω τῶν δικτύων λαβεῖν ἠδυνήθη. Καὶ εἶπαν, φησὶν, Οὕτω ποιήσομεν, καθὰ εἴρηκας. Ἀνεζωπύρησεν ὁ πρεσβύτης. Ἐν χερσὶ, φησὶν, ἔχω τὸν θησαυρὸν, τοῦ πλούτου ἐπελαβόμην, ἐπελαθόμην λοιπὸν τοῦ γήρως. Καὶ ὅρα αὐτὸν πάνυ γαννύμενον τῷ πράγματι, καὶ μονονουχὶ σκιρτῶντα, καὶ καθάπερ τὰ μυρία ἀγαθὰ ἐν ταῖς χερσὶν ἐπιφερόμενον, οὕτως ἡδόμενον. Καὶ ἔσπευσεν Ἀβραὰμ, φησὶν, ἐπὶ τὴν σκηνήν. Ὥσπερ, ἡνίκα ἐπὶ τὴν θήραν αὐτῶν ἐπείγετο, ἐμήνυσεν αὐτοῦ τὸν τόνον καὶ τὴν προθυμίαν ἡ θεία Γραφὴ, εἰποῦσα, Προσέδραμεν εἰς συνάντησιν αὐτοῖς, οὕτω καὶ νῦν ἐπειδὴ εἶδε τοὺς ἄνδρας, καὶ κατώρθωσεν ὅπερ ἐπεθύμει, οὐδὲ οὕτως ἵστησι τὴν προθυμίαν, ἀλλὰ θερμότερον πάλιν ἐπιδείκνυσι τὸν ἔρωτα, οὐδὲ ἐπειδὴ ἐν ἀσφαλείᾳ γέγονε, λοιπὸν ῥᾳθυμότερος κατέστη. Ὅπερ πολλάκις ἡμεῖς ὑπομένομεν, καὶ παρὰ μὲν τὴν ἀρχὴν ἐνίοτε πολλὴν ἐπιδεικνύμεθα τὴν σπουδὴν· ἐπειδὰν δὲ τοῦ πράγματος ἐντὸς γενώμεθα, οὐ τὸν ἴσον πόνον εἰσφέρομεν. Ἀλλ' οὐχ ὁ δίκαιος οὕτως, ἀλλὰ τί; Πάλιν σπεύδει καὶ ἐπείγεται καὶ τρέχει ὁ γεγηρακὼς ἐπὶ τὴν σκηνὴν πρὸς Σάῤῥαν, Καὶ εἶπεν αὐτῇ· Σπεῦσον, καὶ φύρασον τρία μέτρα σεμιδάλεως. Σκόπει πῶς καὶ τὴν Σάῤῥαν κοινωνὸν λαμβάνει τῆς θήρας, καὶ πῶς αὐτὴν ἐξεπαίδευσε ζηλοῦν αὐτοῦ τὴν ἀρετήν. Καὶ γὰρ κἀκείνην παρορμᾷ μὴ ῥᾳθύμως τῇ χρείᾳ προσελθεῖν, ἀλλὰ, Σπεῦσον, φησί. Τῆς μεγάλης ἐπετύχομεν πραγματείας, μὴ ἀπολέσωμεν τὸν θησαυρὸν, ἀλλὰ Σπεῦσον, καὶ φύρασον τρία μέτρα σεμιδάλεως. Ἐπειδὴ γὰρ ᾔδει τοῦ κατορθώματος τὸ μέγεθος, ἐβούλετο κοινωνὸν τῶν μισθῶν λαμβάνειν καὶ τῶν ἀντιδόσεων καὶ τὴν τοῦ βίου γενομένην αὐτῷ κοινωνόν. Διὰ τί γὰρ, εἰπέ μοι, οὐδενὶ τῶν παιδισκῶν τοῦτο ἐπέταξεν, ἀλλὰ τῇ γυναικὶ τῇ προβεβηκυίᾳ; ἐννενήκοντα γὰρ ἐτῶν ἐτύγχανεν οὖσα. Καὶ οὐκ ἀνανεύει ἡ Σάῤῥα πρὸς τὸ ἐπίταγμα, ἀλλὰ τὴν ἴσην καὶ αὐτὴ προθυμίαν εἰσφέρει. Ἀκουέτωσαν ἄνδρες, ἀκουέτωσαν γυναῖκες· ἄνδρες μὲν οὖν, ἵνα οὕτω τὰς ἑαυτῶν συνοίκους ἐκπαιδεύωσιν, ἐπειδὰν πνευματικόν τι κέρδος παρεμπέσῃ, μὴ διὰ τῶν οἰκετῶν τοῦτο πληροῦν, ἀλλὰ δι' ἑαυτῶν ἅπαντα διαπράττεσθαι· γυναῖκες δὲ, ἵνα σπεύδωσι κοινωνεῖν τοῖς ἀνδράσι τῶν τοιούτων κατορθωμάτων, καὶ μὴ ἐπαισχύνωνται τὴν φιλοξενίαν, καὶ τὴν εἰς τούτους θεραπείαν, ἀλλὰ μιμείσθωσαν τὴν Σάῤῥαν τὴν πρεσβῦτιν, τὴν ἐν ἡλικίᾳ τοιαύτῃ πονεῖν καταδεχομένην, καὶ τὰ τῶν παιδισκῶν ἔργα ἐπιτελεῖν.
tent, do not disdain my old age, do not refuse my entreaty. I know what great hardship you have endured, I conjecture the flame of the burning heat; on this account I wish you to be refreshed a little. What tender father would have displayed so great kindliness towards a child as this man did towards strangers and foreigners, hitherto nowise acquainted with him? Yet since he approached with zeal and great vigour, he obtained the catch and was able to take the quarry within his nets. And they said, it says, So will we do, just as you have spoken. The aged man was rekindled to life. In my hands, he says, I hold the treasure; I have laid hold of the wealth; henceforth I have forgotten my old age. And see him exceedingly gladdened at the matter, and all but leaping for joy, and rejoicing just as though carrying countless good things in his hands. And Abraham hastened, it says, to the tent. Just as, when he was pressing on to hunt for them, divine Scripture indicated his vigour and readiness by saying, He ran forward to meet them, so now also, when he saw the men and accomplished what he desired, not even thus does he halt his readiness, but again displays a warmer love, nor, because he has come into security, did he henceforth grow more slothful—the very thing we ourselves often suffer, when at the beginning we sometimes display great zeal, yet once we get inside the matter we do not contribute equal toil. Yet not so the righteous man; what then? Again he who has grown old hastens and presses on and runs to the tent to Sarrah, And said to her: Hasten, and knead three measures of fine flour. Consider how he takes Sarrah also as a partner in the hunt, and how he trained her to emulate his virtue. For he spurs her on too not to approach the need slothfully, but, Hasten, he says. We have lighted upon great merchandise; let us not lose the treasure, but Hasten, and knead three measures of fine flour. For since he knew the greatness of the good deed, he wished to take her who had become the partner of his life as partner also in the rewards and recompense. For why, tell me, did he enjoin this upon none of the maidservants, but upon his wife who was advanced in years?—for she happened to be ninety years old. And Sarrah does not refuse the injunction, but she too contributes equal readiness. Let husbands hear, let wives hear: husbands, that they may thus train their wives, whenever some spiritual gain falls in their way, not to fulfil this through household servants, but to accomplish all things in person; and wives, that they may hasten to share with their husbands in such good deeds, and not be ashamed of hospitality and care for guests, but imitate the aged Sarrah, who at such an age consented to toil and perform the tasks of maidservants.
Ἀλλ' οἶδα ὅτι οὐδεὶς ἀνέξεται τῶν παρ' ἡμῶν λεγομένων. Νῦν γὰρ ἡμῖν ἀπ' ἐναντίας ἐκείνῃ πάντες βαδίζειν ἐπείγονται, καὶ πολλὴ ἡ βλακεία ταῖς γυναιξὶ, καὶ ἡ σπουδὴ πρὸς τὸν κόσμον τῶν ἱματίων, περὶ τὰ χρυσία καὶ τὰ περιδέῤῥαια καὶ τὸν ἔξωθεν καλλωπισμὸν, καὶ τῆς ψυχῆς οὐδεμία πρόνοια. Καὶ οὐδὲ Παῦλος αὐτῶν καθικνεῖται βοῶν καὶ λέγων· Μὴ ἐν πλέγμασιν, ἢ χρυσῷ, ἢ μαργαρίταις, ἢ ἱματισμῷ πολυτελεῖ. Ὅρα τὴν οὐρανομήκη ταύτην ψυχὴν, πῶς οὐκ ἐνόμισεν αισχρὸν αὐτῷ εἶναι
Yet I know that no one will endure the things spoken by us. For now among us all press on to walk in exact opposition to her, and great is the softness among women, and their zeal is for the adornment of garments, for gold ornaments and necklaces and outward embellishment, while for the soul there is no forethought at all. And not even Paul reaches their hearts when he cries out and says: Not in braided hair, or gold, or pearls, or costly raiment. See this heaven-high soul, how he did not think it shameful for himself
Notes, col. 381

On the reading

Printed αισχρὸν, for αἰσχρὸν.

PG 53:382Read from the page
μέχρι τούτου τὸν λόγον ποιήσασθαι, καὶ ἐπὶ ἐμπλεγμάτων παραινέσαι. Εἰκότως· πᾶσα γὰρ αὐτῷ ἡ σπουδὴ περὶ τὴν τῆς ψυχῆς ἐπιμέλειαν ἦν. Ἐπεὶ οὖν οἶδεν ὅτι ταῦτα μάλιστα τῆς ψυχῆς τὸν ὄλεθρον ἐργάζεται, διὰ τοῦτο οὐδὲν παρητήσατο τῶν προσηκόντων εἰς διδασκαλίαν ταῖς ταῦτα νοσούσαις· ἀλλά φησιν, εἰ βούλει κοσμεῖσθαι, τὸν ἀληθῆ κοσμοῦ κόσμον, ὃν πρέπει γυναιξὶν εὐσεβέσι· τοῖς ἀγαθοῖς ἔργοις κοσμοῦ. Οὗτος τῆς ψυχῆς ὁ κόσμος, οὗτος οὐδεμίαν παρὰ τῶν ἔξωθεν κατάγνωσιν δέχεται, τοῦτον οὐδεὶς ἀποσυλῆσαι δυνήσεται, οὗτος ἀνάλωτος μένει διηνεκῶς. Ἀπὸ γὰρ τοῦ κόσμου τούτου τοῦ ἔξωθεν μυρία τίκτεται κακά· καὶ οὔπω λέγω τὴν τῆς ψυχῆς λύμην, τὴν ἐντεῦθεν φυομένην ἀλαζονείαν, τὴν ὑπεροψίαν τὴν κατὰ τῶν πλησίον, τοῦ φρονήματος τὴν ἀπόνοιαν, τῆς ψυχῆς τὴν διαφθορὰν, τῶν ἡδονῶν τῶν ἀτόπων τὸν ἑσμόν· ἀλλ' ὅτι καὶ ἁλωτὸς ὁ κόσμος οὗτος καὶ οἰκετῶν κακουργίαις, καὶ ληστῶν ἐφόδῳ, καὶ συκοφαντῶν ἐπιβουλαῖς, καὶ μυρία ἄν τις εὕροι ἐντεῦθεν φυόμενα κακὰ καὶ ἀηδίας διηνεκεῖς. Ἀλλ' οὐχ ἡ Σάῤῥα τοιαύτη· ἀλλὰ τὸν ἀληθῆ κόσμον ἐκέκτητο· δι' ὃ καὶ ἀξία τοῦ πατριάρχου ἦν, καὶ καθάπερ ἐκεῖνος ἔσπευσε καὶ ἐπὶ τὴν σκηνὴν ἔδραμεν, οὕτω καὶ ἐκείνη μετὰ σπουδῆς τὸ ἐπιταχθὲν ἐπλήρου, καὶ ἐφύρα τρία μέτρα σεμιδάλεως. Ἐπειδὴ γὰρ τρεῖς ἦσαν οἱ παραγεγονότες, τρία μέτρα ἐκέλευσε φυραθῆναι, ὥστε θᾶττον φθάσαι τοὺς ἄρτους. Καὶ τοῦτο διαταξάμενος εἰς τὰς βοῦς πάλιν αὐτὸς ἔδραμεν. Ὢ γέροντος νεότης, ὢ ψυχῆς τόνος· τρέχει ἐπὶ τὰς βοῦς, καὶ οὐκ ἀφίησί τινα τῶν οἰκετῶν ἀπελθεῖν, διὰ πάντων δεικνὺς τοῖς παραγεγονόσιν, ὅσης ἡδονῆς ἐπληρώθη, καὶ ὅπως μέγα τι ἡγεῖται τὴν αὐτῶν παρουσίαν, καὶ ὅτι θησαυρὸν εἶναι τὸ πρᾶγμα νομίζει. Καὶ ἔλαβε, φησὶ, μοσχάριον ἁπαλὸν καὶ καλόν. Αὐτὸς δι' ἑαυτοῦ τὴν ἐκλογὴν ἐποιήσατο, καὶ τὸ κάλλιστον τῶν ὄντων λαβὼν δίδωσι τῷ παιδὶ, κἀκεῖνον κατεπείγων μὴ μελλῆσαι, ἀλλὰ πολλὴν τὴν σπουδὴν ἐπιδείξασθαι.
to carry his discourse down to this point, and to give exhortation concerning braiding of hair. Reasonably so; for all his zeal was for the care of the soul. Since therefore he knows that these things most of all work the ruin of the soul, on this account he declined nothing of what was fitting for the instruction of women sick with these things; rather he says: If you wish to be adorned, adorn yourself with the true adornment which befits godly women; adorn yourself with good works. This is the soul's adornment, this receives no condemnation from outsiders, this no one will be able to plunder, this remains uncapturable continually. For from this outward adornment countless evils are bred: and I do not yet speak of the ruin of the soul, the boastfulness that springs up from thence, the disdain against neighbours, the arrogance of mind, the corruption of the soul, the swarm of base pleasures; rather, this adornment is also vulnerable to capture by the knavery of household servants, and the onset of robbers, and the plots of informers, and one could find countless evils and continual vexations springing up from thence. Yet not such was Sarrah; rather, she possessed the true adornment; wherefore she was also worthy of the patriarch, and just as he hastened and ran to the tent, so she too with zeal fulfilled what had been enjoined, and kneaded three measures of fine flour. For since those who had arrived were three, he ordered three measures to be kneaded, so that the loaves might be ready more quickly. And having arranged this, he himself again ran to the cattle. O youth of an aged man, O vigour of soul: he runs to the cattle, and does not suffer anyone of the household servants to go off, showing through all things to those who had arrived with how great pleasure he was filled, and how great a thing he accounts their presence, and that he supposes the matter to be a treasure. And he took, it says, a tender and good calf. He himself in person made the selection, and taking the finest of those there, gives it to the boy, urging him too not to delay, but to display great zeal.
ςʹ. Σκόπει πῶς πάντα μετὰ τάχους, μετὰ προθυμίας ζεούσης, μετὰ ἱλαρότητος, μετὰ χαρᾶς, μετὰ πολλῆς τῆς θυμηδίας γίνεται. Καὶ ἐτάχυνεν ὁ παῖς τοῦτο ποιῆσαι, φησί. Καὶ οὐδὲ οὕτως ἠρέμει ὁ γέρων, ἀλλὰ πάλιν ἐν τάξει ὑπηρέτου ἵσταται. Καὶ λαβὼν βούτυρον καὶ γάλα καὶ τὸ μοσχάριον ὃ ἐποίησε, παρέθηκεν αὐτοῖς. Αὐτὸς δι' ἑαυτοῦ πάντα ποιεῖ καὶ παρατίθησι. Καὶ οὐδὲ ἄξιον ἑαυτὸν ἐνόμισε τοῦ συγκαθεσθῆναι αὐτοῖς, ἀλλ' ἐκείνων ἐσθιόντων παρειστήκει αὐτὸς ὑπὸ τὸ δένδρον. Ὢ φιλοξενίας μέγεθος, ὢ ταπεινοφροσύνης ὑπερβολὴ, ὢ φιλοθέου γνώμης ἐπίτασις! παρειστήκει ὁ ἑκατονταέτης οὗτος ἄνθρωπος ἐσθιόντων αὐτῶν. Ἐμοὶ δοκεῖ, ὑπὸ τοῦ πόθου πολλοῦ καὶ τῆς προθυμίας, καὶ τῆς ἀσθενείας ἀνώτερον αὐτὸν τότε γεγενῆσθαι, καὶ ἰσχύν τινα προσλαβεῖν. Εἴωθε γὰρ πολλάκις ἡ τῆς ψυχῆς προθυμία, ἐπειδὰν ἐῤῥωμένη ᾖ, νικᾷν τοῦ σώματος τὴν ἀσθένειαν. Εἱστήκει τοίνυν ὁ πατριάρχης καθάπερ οἰκέτης, μεγίστην τιμὴν ταύτην ἡγούμενος, τοῦ καταξιωθῆναι ὑπηρετήσασθαι τοῖς παροῦσι, καὶ τὸν ἀπὸ τῆς ὁδοιπορίας κάματον αὐτῶν παραμυθήσασθαι. Εἶδες ὅση τοῦ δικαίου ἡ φιλοξενία; Μὴ γὰρ δὴ τοῦτο σκόπει, ὅτι ἄρτους παρέθηκε καὶ τὸ μοσχάριον, ἀλλ' ἐκεῖνο λογίζου, μεθ' ὅσης τιμῆς, μεθ' ὅσης ταπεινοφροσύνης τὰ τῆς φιλοξενίας ἐπεδείκνυτο· οὐ καθάπερ οἱ πολλοὶ, κἂν ποιήσωσί ποτέ τι τοιοῦτον, μέγα φρονοῦσι κατὰ τῶν ὑποδεχθέντων, καὶ πολλάκις καὶ ὑπερορῶσιν αὐτῶν διὰ τὴν φθάσασαν εἰς αὐτοὺς θεραπείαν. Τοῦτο δὲ ὅμοιόν ἐστι τῷ τινα πλοῦτον συναγαγόντα καὶ περιφέροντα, ἐκ τῶν χειρῶν ἅπαντα ῥῖψαι τὰ συλλεγέντα. Ὁ γὰρ μετὰ ἀπονοίας τι ἐργαζόμενος, καὶ οὕτω ποιῶν ὡς παρέχων μᾶλλον ἢ λαμβάνων, οὐκ οἶδεν ὃ διαπράττεται· διὰ τοῦτο ἀπόλλυσι καὶ τὸν ἐκ τούτου μισθόν.
6. Consider how all things take place with speed, with fervent readiness, with cheerfulness, with joy, with great gladness of heart. And the boy hastened to prepare this, it says. And not even thus did the aged man rest, but again he stands in the rank of an attendant. And taking butter and milk and the calf which he had prepared, he set them before them. He himself in person does everything and sets it before them. And he did not even think himself worthy to sit down with them, but while they ate he stood by under the tree. O greatness of hospitality, O excess of humility, O intensity of a God-loving mind! This hundred-year-old man stood by while they ate. It seems to me that through his great longing and readiness he rose above his infirmity at that hour, and gained fresh strength. For the readiness of the soul, whenever it is vigorous, is often accustomed to overcome the weakness of the body. The patriarch stood there, then, like a household servant, accounting this the greatest honour, to be deemed worthy to minister to those present and relieve their fatigue from the journey. Have you seen how great was the righteous man's hospitality? For do not look merely at this, that he set before them loaves and the calf, but reckon this: with how great honour, with how great humility he displayed his hospitality—not like most men, who, even if they ever do something of the sort, grow high-minded against those whom they have received, and oftentimes even look down upon them on account of the care already shown to them. Yet this is like a man who has gathered together wealth and carried it about flinging out of his hands everything that had been collected. For he who works anything with arrogance, and acts as one providing rather than receiving, does not know what he is doing; on this account he loses the reward from this as well.
PG 53:383Read from the page
Ἀλλ' ὁ δὲ δίκαιος οὗτος εἰδὼς ὅπερ εἰργάζετο, διὰ τῶν γινομένων ἁπάντων ἐδείκνυ τῆς ψυχῆς τὴν προθυμίαν. Καὶ ἐπειδὴ μετὰ δαψιλείας καὶ πολλῆς τῆς ἱλαρότητος ἔσπειρε τὴν φιλοξενίαν, παραχρῆμα δαψιλεῖ τῇ χειρὶ τὰ δράγματα ἐδέχετο. Ἐπειδὴ γὰρ ἅπαντα τὰ παρ' ἑαυτοῦ ἐπλήρωσε, καὶ οὐδὲν ἐγκατέλιπεν, ἀλλὰ τέλος ἔλαβε τὰ τῆς φιλοξενίας, καὶ ἐδείχθη τοῦ δικαίου ἡ ἀρετή· τότε λοιπὸν, ἵνα μάθῃ ὁ δίκαιος οἵων ἐπέτυχε, καὶ ὅσων αὐτῷ τῶν ἀγαθῶν αἰτία γεγένηται ἡ τῆς φιλοξενίας ὑπόθεσις, ἐκκαλύπτει ἑαυτὸν ὁ παραγεγονὼς, καὶ κατὰ μικρὸν ὑποδείκνυσι τῷ δικαίῳ τῆς οἰκείας δυνάμεως τὸ μέγεθος. Ἰδὼν γὰρ αὐτὸν παρεστῶτα παρὰ τὴν δρῦν, καὶ διὰ τῆς στάσεως τὴν πολλὴν τιμὴν καὶ τὴν θεραπείαν ἐπιδεικνύμενον, φησὶ πρὸς αὐτόν· Ποῦ Σάρρα ἡ γυνή σου; Εὐθέως διὰ τῆς ἐρωτήσεως παρήνιξεν αὐτῷ, δεικνὺς ὡς οὐχ ὁ τυχών ἐστιν ὁ παραγεγονὼς, εἴ γε καὶ τῆς γυναικὸς αὐτοῦ τὴν προσηγορίαν ἠπίστατο. Ὁ δέ φησιν· Ἰδοὺ ἐν τῇ σκηνῇ. Καὶ ἐπεὶ ἔμελλε λοιπὸν, ὡς Θεὸς, ὑπισχνεῖσθαι αὐτῷ τὰ ὑπὲρ φύσιν, διὰ τοῦτο καὶ τῷ εἰπεῖν τὴν προσηγορίαν τῆς Σάρρας ἐσήμανεν, ὅτι ὑπὲρ ἄνθρωπόν ἐστιν ὁ εἰς τὴν σκηνὴν αὐτοῦ καταχθείς. Ἐπαναστρέφων γὰρ, φησὶν, ἥξω πρὸς σὲ κατὰ τὸν καιρὸν τοῦτον εἰς ὥρας, καὶ ἕξει υἱὸν Σάρρα ἡ γυνή σου· Ἰδοὺ τῆς φιλοξενίας οἱ καρποὶ, ἰδοὺ τῆς προθυμίας τῆς ἐπιτεταμένης ὁ μισθὸς, ἰδοὺ τῶν καμάτων τῆς Σάρρας αἱ ἀμοιβαί. Ἐκείνη δὲ, φησὶν, ἤκουσε παρὰ τὴν θύραν τῆς σκηνῆς, ἑστῶσα ὄπισθεν. Καὶ τοῦτο ἀκούσασα, ἐγέλασε καθ' ἑαυτὴν, λέγουσα· Οὔπω μέν μοι γέγονεν ἕως τοῦ νῦν· ὁ δὲ κύριός μου πρεσβύτερος. Καὶ ἵνα ἀπολογήσηται ἡ θεία Γραφὴ ὑπὲρ τῆς Σάρρας, προλαβοῦσα ἐπεσημήνατο, ὅτι Ἀβραὰμ δὲ καὶ Σάρρα, προβεβηκότες ἦσαν ἐν ταῖς ἡμέραις αὐτῶν. Καὶ οὐδὲ μέχρι τούτου ἔστη, ἀλλά φησιν· Ἐξέλιπε δὲ Σάρρᾳ γίνεσθαι τὰ γυναικεῖα. Ἐξηραμμένη ἦν, φησὶν, ἡ πηγὴ, τετύφλωτο ὁ ὀφθαλμὸς, αὐτὸ τὸ ἐργαστήριον ἦν πεπηρωμένον. Δι' ὃ ἀφορῶσα πρὸς ταῦτα ἡ Σάρρα, καθ' ἑαυτὴν ἐλογίζετο τήν τε ἑαυτῆς ἡλικίαν, τό τε γῆρας τοῦ πατριάρχου. Ἀλλ' ἐκείνης κατὰ τὴν σκηνὴν ταῦτα λογιζομένης, ὁ τὰ ἀπόρρητα τῆς διανοίας ἐπιστάμενος, δεῖξαι βουλόμενος καὶ τῆς οἰκείας δυνάμεως τὴν ὑπερβολὴν, καὶ ὅτι οὐδὲν αὐτὸν λανθάνει τῶν ἀπορρήτων, φησὶ πρὸς τὸν Ἀβραάμ· Τί ὅτι ἐγέλασε Σάρρα ἐν ἑαυτῇ λέγουσα· Ἄρά γε ἀληθῶς τέξομαι, ἐγὼ δὲ γεγήρακα. Ταῦτα γὰρ ἐκείνη ἐν ἑαυτῇ ἐλογίζετο. Μὴ ἀδυνατεῖ, φησὶ, παρὰ τῷ Θεῷ ῥῆμα; Ἰδοὺ φανερῶς ἑαυτὸν ἐξεκάλυψεν. Οὐκ ἴστε, φησὶν, ὅτι τῆς φύσεως ὢν Δεσπότης πάντα δύναμαι, ἅπερ ἂν βουληθῶ, καὶ τὴν νεκρωθεῖσαν μήτραν ζωογονῆσαι, καὶ ἐπιτηδείαν κατασκευάσαι; Μὴ ἀδυνατεῖ, φησὶν, ἀδύνατόν τι τῷ Θεῷ; Οὐχὶ πάντα ποιῶ, καὶ μετασκευάζω; οὐχὶ ζωῆς καὶ θανάτου ἐξουσίαν ἔχω; Μὴ ἀδυνατεῖ παρὰ τῷ Θεῷ πᾶν ῥῆμα; Οὐ φθάσας ὑπεσχόμην δὴ τοῦτο; Μὴ ἐγχωρεῖ τὸ παρ' ἐμοῦ ῥηθὲν μὴ εἰς ἔργον ἐλθεῖν; Ἄκουε τοίνυν, ὅτι Εἰς τὸν καιρὸν τοῦτον ἀναστρέψω πρὸς σὲ εἰς ὥρας, καὶ ἔσται τῇ Σάρρᾳ υἱός. Ἐπειδὰν, φησὶν, ἀναστρέψω κατὰ τὸν καιρὸν τοῦτον, τότε γνώσεται διὰ τῶν πραγμάτων ἡ Σάρρα, ὅτι οὔτε τὸ γῆρας αὐτῆς κώλυμα γενήσεται, οὔτε ἡ στείρωσις· ἀλλὰ τὸ ῥῆμα τὸ ἐμὸν ἀπαράβατον ἔσται, καὶ ὁ τόκος αὐτὴν διδάξει τῶν παρ' ἐμοῦ ῥηθέντων τὴν δύναμιν. Εἶτα ἐκείνη ἀκούσασα, ὅτι οὔτε τὰ ἐν τῇ διανοίᾳ αὐτῆς
Yet this righteous man, knowing what he was working, through all the things that were being done displayed the eagerness of his soul. And since with lavishness and great cheerfulness he sowed hospitality, straightway with a lavish hand he received the sheaves. For once he had fulfilled all that lay on his own part and left nothing undone, and the works of hospitality had reached completion, and the virtue of the righteous man had been shown, then henceforth, so that the righteous man might learn of what great things he had obtained a share, and of how many good things the practice of hospitality had become the cause for him, He Who had arrived unveils Himself, and little by little gives the righteous man a glimpse of the greatness of His own power. For seeing him standing beside the oak, and through his standing posture displaying great honour and attentiveness, He says to him: Where is Sarah your wife?. Straightway through the question He gave him a covert hint, showing that He Who had arrived was no ordinary person, seeing that He knew even his wife's name. And he says: Behold, in the tent. And since He was now about, as God, to promise him things above nature, on this account by speaking Sarah's name also He signified that He Who had lodged in his tent was above man. For returning, He says, I will come to you at this season in due time next year, and Sarah your wife shall have a son. Behold the fruits of hospitality, behold the reward of intense eagerness, behold the requitals of Sarah's toils! Now she, it says, heard at the door of the tent, standing behind him. And having heard this, she laughed within herself, saying: Not yet has it happened to me until now, and my lord is elderly. And so that divine Scripture might make defence on Sarah's behalf, it noted beforehand: Now Abraham and Sarah were advanced in their days. And it did not stop even at this point, but says: And the manner of women had ceased to happen to Sarah. The fountain, it means, had dried up, the eye of fertility had been blinded, the very workshop of birth had been maimed. Wherefore Sarah, looking to these things, reckoned within herself both her own time of life and the old age of the patriarch. Yet while she was reckoning these things in the tent, He Who knows the secrets of the mind, wishing to show both the surpassingness of His own power and that none of our secrets escapes Him, says to Abraham: Why is it that Sarah laughed within herself, saying: Shall I indeed truly bear a child, though I have grown old?. For these things she was reckoning within herself. Is any word, He says, impossible with God?. Behold, openly He unveiled Himself! Do you not know, He says, that being Master of nature I am able to do all things whatsoever I wish, and to quicken the deadened womb and render it fit? Is anything impossible, He says, too hard for God? Do I not make and transform all things? Have I not authority over life and death? Is every word impossible with God? Did I not already promise this beforehand? Is it admissible that what was spoken by Me should fail to pass into fact? Hear, therefore: At this season I will return to you in due time next year, and Sarah shall have a son. When I return, He says, at this season, then Sarah shall know through the facts themselves that neither her old age nor her barrenness will be a hindrance; rather, My word shall be inviolable, and childbirth will teach her the power of the things spoken by Me. Next, when she heard that not even the things stirred in her mind
PG 53:384Read from the page
κινηθέντα ἔλαθε τὸν παρόντα, Ἠρνήσατο, λέγουσα· Οὐκ ἐγέλασα. Ὁ γὰρ φόβος κατέσεισεν αὐτῆς τὴν διάνοιαν. Διὰ τοῦτο τῇ ἀσθενείᾳ αὐτῆς ἡ Γραφὴ τὸ πᾶν λογιζομένη φησὶν, Ἐφοβήθη γάρ. Ἀλλ' ὁ πατριάρχης φησὶ πρὸς αὐτὴν, Οὐχὶ, ἀλλὰ ἐγέλασας. Μὴ νομίσῃς, φησὶν, εἰ καὶ ἐν διανοίᾳ ταῦτα ἐβουλεύσω, καὶ κατὰ τὸ λεληθὸς γέλωτα ἐποιήσω, ὅτι τοῦ παραγενομένου τὴν δύναμιν λαθεῖν εἶχες. Μὴ τοίνυν ἀρνοῦ τὸ γεγονὸς, μηδὲ προσθήκην ἐργάζου τῷ ἁμαρτήματι. Μεγάλα γὰρ ἡμᾶς σήμερον διαδέξεται ἀγαθὰ, τῆς φιλοξενίας ἡμῖν τούτων πάντων αἰτίας γινομένης.
escaped Him Who was present, She denied it, saying: I did not laugh. For fear shook her mind. On this account Scripture, imputing the whole matter to her weakness, says, For she was afraid. Yet the patriarch says to her, Nay, but you did laugh. Do not suppose, he says, even if you pondered these things in your mind and laughed in secret, that you were able to escape the power of Him Who has arrived. Do not, therefore, deny what came to pass, nor add an increase to your fault; for great good things will succeed for us today, hospitality becoming for us the cause of all these things.
ζʹ. Τοῦτον ἅπαντες μιμησώμεθα, καὶ πολλὴν περὶ τὴν φιλοξενίαν τὴν σπουδὴν ποιώμεθα, οὐχ ἵνα τῶν ἐπικήρων τούτων καὶ φθειρομένων λάβωμεν τὴν ἀντίδοσιν μόνον, ἀλλ' ἵνα καὶ τῶν ἀθανάτων ἀγαθῶν τὴν ἀπόλαυσιν ἑαυτοῖς ἀποθώμεθα. Ἐὰν γὰρ τοῦτο ποιῶμεν, ὑποδεξόμεθα καὶ ἡμεῖς ἐνταῦθα τὸν Χριστὸν, καὶ ὑποδέξεται ἡμᾶς καὶ αὐτὸς ἐν ταῖς μοναῖς ἐκείναις ταῖς ἡτοιμασμέναις τοῖς ἀγαπῶσιν αὐτὸν, καὶ ἀκουσόμεθα παρ' αὐτοῦ· Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου. Τίνος ἕνεκεν καὶ διὰ τί; Ἐπείνασα γὰρ, καὶ ἐδώκατέ μοι φαγεῖν· ἐδίψησα, καὶ ἐποτίσατέ με· ξένος ἤμην, καὶ συνηγάγετέ με· ἐν φυλακῇ, καὶ ἐπεσκέψασθέ με. Τί τούτων ἀνεπαχθέστερον; Μὴ γὰρ ἐπέταξεν ἡμῖν περιεργάζεσθαι καὶ πολυπραγμονεῖν τοὺς παρ' ἡμῶν μέλλοντας θεραπεύεσθαι; Σὺ τὸ σαυτοῦ, φησὶν, ἐπίδειξαι, κἂν εὐτε⟨λ⟩ὴς ᾖ, κἂν ἀπερριμμένος κατὰ τὸ φαινόμενον· τὰ γὰρ εἰς τούτους γινόμενα ἐγὼ οἰκειοῦμαι. Διὰ τοῦτο προσέθηκεν· Ἐφ' ὅσον ἐποιήσατε ἑνὶ τῶν ἀδελφῶν μου τῶν ἐλαχίστων, ἐμοὶ ἐποιήσατε. Μὴ τοίνυν τοῦ ἀπὸ τῆς φιλοξενίας τοσούτου κέρδους ἐπιγενομένου καταφρονήσωμεν, ἀλλὰ καθ' ἑκάστην ἡμέραν ἐμπορεύεσθαι τὴν καλὴν ταύτην ἐμπορίαν σπουδάζωμεν, εἰδότες ὅτι ὁ Δεσπότης ὁ ἡμέτερος προθυμίας δαψίλειαν, οὐ βρωμάτων ὄγκον ἀπαιτεῖ, οὐ τράπεζαν πολυτελῆ, ἀλλὰ γνώμην ἱλαρὰν, οὐ θεραπείαν ἁπλῶς τὴν διὰ τῶν ῥημάτων μόνον, ἀλλὰ καὶ τὴν ἀπὸ καρδίας καὶ εἰλικρινοῦς διανοίας ἀγάπην. Διὰ τοῦτο καί τις σοφὸς ἔλεγε· Κρεῖσσον λόγος, ἢ δόσις. Πολλάκις γὰρ λόγου θεραπεία πλέον τῆς δόσεως ἀνεκτήσατο τὸν δεόμενον. Ταῦτα οὖν εἰδότες μηδέποτε δυσχεραίνωμεν πρὸς τοὺς προσιόντας· ἀλλ' ἂν μὲν δυνηθῶμεν παραμυθεῖσθαι αὐτῶν τὴν πενίαν, τοῦτο ποιῶμεν μετὰ χαρᾶς καὶ πολλῆς τῆς εὐφροσύνης, οὐχ ὡς παρέχοντες, ἀλλ' ὡς τὰ μέγιστα κερδαίνοντες· εἰ δὲ μὴ δυνάμεθα, μὴ τραχυνώμεθα πρὸς αὐτούς· ἀλλὰ κἂν τὴν διὰ τοῦ λόγου θεραπείαν παρέχωμεν, καὶ μετὰ ἐπιεικείας αὐτοῖς ἀποκρινώμεθα. Τίνος γὰρ ἕνεκεν τραχέως αὐτῷ προσφέρῃ; Μὴ γὰρ ἀναγκάζει; μὴ γὰρ βιάζεται; Ἀξιοῖ, ἱκετεύει, παρακαλεῖ· ὁ δὲ ταῦτα ποιῶν, οὐχ ὕβρεως ἄξιος. Τί λέγω, ἀξιοῖ καὶ παρακαλεῖ; Μυρία ἐπεύχεται, καὶ πάντα ταῦτα ποιεῖ ὑπὲρ ἑνὸς ὀβολοῦ, καὶ οὐδὲ τοῦτον προϊέμεθα. Καὶ ποίας ἂν τύχοιμεν συγγνώμης; ποίαν δὲ σχοίημεν ἀπολογίαν, αὐτοὶ μὲν οὕτω καθ' ἑκάστην ἡμέραν δαψιλῆ τράπεζαν παρατιθέμενοι, καὶ πολλάκις τὴν χρείαν ὑπερβαίνοντες, ἐκείνοις δὲ μηδὲ τοῦ τυχόντος μεταδιδόντες, καὶ ταῦτα μυρία ἀγα⟨θ⟩ὰ διὰ τούτου κομιζόμενοι; Ἀλλ' ὦ τῆς πολλῆς ῥᾳθυμίας! Οἷα γὰρ ἀπ' αὐτῆς ζημιούμεθα; καὶ ὅσον κέρδος ἐκ τῶν ἡμετέρων χειρῶν προϊέμεθα; Καὶ τὴν ὑπόθεσιν τῆς σωτηρίας ἡμῶν τὴν παρὰ τοῦ Θεοῦ ἡμῖν παρασχεθεῖσαν ἀπο-
7. Let us all imitate him, and bestow great zeal upon hospitality, not so that we may receive the requital of these transitory and perishing things alone, but so that we may also store up for ourselves the enjoyment of immortal good things. For if we do this, we too shall welcome Christ here, and He Himself too will welcome us in those abodes prepared for those who love Him, and we shall hear from Him: Come, O blessed of My Father, inherit the kingdom prepared for you from the foundation of the world. On what account and wherefore? For I was hungry, and you gave Me to eat; I was thirsty, and you gave Me to drink; I was a stranger, and you took Me in; in prison, and you visited Me. What could be less burdensome than these things? Did He order us to pry into and meddlesomely scrutinize those who are about to be cared for by us? Display what lies on your own part, He says, even if he be lowly, even if he be an outcast to outward appearance; for the things done towards these men I make My own. On this account He added: Inasmuch as you did it to one of the least of these My brethren, you did it to Me. Let us not, therefore, despise so great a profit arising from hospitality, but let us strive every day to traffic in this noble merchandise, knowing that our Master demands lavishness of eagerness, not bulk of viands—not a costly table, but a cheerful mind; not merely attentiveness through words alone, but also love from the heart and a sincere mind. On this account a certain wise man also said: Better is a word than a gift. For often the kindly care of a word has won back and refreshed the needy man more than a gift. Knowing these things, then, let us never be vexed at those who approach us; rather, if we are able to relieve their poverty, let us do this with joy and great gladness, not as furnishing, but as gaining the greatest things; and if we are not able, let us not deal harshly with them, but let us furnish at least the kindly care of speech, and answer them with gentleness. For on what account do you bear yourself harshly towards him? Does he compel you? does he use force? He asks, he supplicates, he entreats; and he who does these things is not worthy of insult. Why do I say, he asks and entreats? He prays ten thousand blessings upon you, and does all these things for the sake of a single obol, and not even this do we part with! And what pardon could we obtain, or what defence could we have, when we ourselves thus set before us every day a lavish table and often overstep need, while imparting to those men not even the most trifling share, and that though receiving ten thousand good things through this? Oh, what great indolence! Of what great things do we suffer loss from it, and how great a profit do we cast away out of our hands! And the ground of our salvation furnished to us by God we cast
PG 53:385Read from the page
πεμπόμεθα, οὔτε ἐννοοῦμεν, οὔτε μὴν λογιζόμεθα οὔτε τῶν διδομένων τὸ εὐτελὲς, οὔτε τὴν ὑπὲρ τῶν τοιούτων ἀμοιβῶν ὑπερβολὴν, ἀλλὰ πάντα τοῖς κιβωτίοις ἐναποκλείομεν, καὶ τὸ μὲν χρυσίον ὑπὸ τοῦ ἰοῦ δαπανᾶσθαι συγχωροῦμεν· μᾶλλον δὲ ταῖς τῶν κλεπτῶν χερσὶ προτίθεμεν· τὰ δὲ ἱμάτια τὰ ποικίλα ὑπὸ τοῦ σητὸς ἀναλίσκεσθαι ἀφίεμεν, καὶ οὐκ ἀνεχόμεθα τὰ ἁπλῶς κείμενα δεόντως οικονομεῖσθαι, ἵνα πάλιν ἡμῖν διαφυλάττηται, καὶ διὰ τούτων τῶν ἀποῤῥήτων ἀγαθῶν ἀξιωθῆναι δυνηθῶμεν· ὡν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, εις τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
away from us, nor do we consider or reckon up either the meanness of the things given or the surpassing measure of the recompenses for such gifts; rather, we lock everything away in our chests, and suffer our gold to be consumed by rust—or rather, set it out for the hands of thieves—and leave our manifold garments to be devoured by moths, and do not endure that things lying idly by should be duly dispensed, so that they may again be kept safe for us, and that through them we may be able to be deemed worthy of those ineffable good things; which may it befall us all to obtain, by the grace and loving-kindness of our Lord Jesus Christ, with Whom to the Father, together with the Holy Spirit, be glory, dominion, honour, now and ever, unto the ages of ages. Amen.
Notes, col. 385

On the reading

Printed οικονομεῖσθαι, for οἰκονομεῖσθαι.

Printed ὡν, for ὧν.

Printed εις, for εἰς.