Migne Reading Room

PG 53 · cols. 375–380 · Read from the page

In Genesin Homilia XLI (ΟΜΙΛΙΑ ΜΑʹ; Gen. 18:1–16)

In Genesin Homilia XLI (ΟΜΙΛΙΑ ΜΑʹ; Gen. 18:1–16)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 53:375Read from the page
κτῆς καὶ φοβερᾶς τραπέζης, ἐπὶ τὰς ἱπποδρομίας διημερεύουσι, καὶ οὐδὲν αὐτοῖς πλέον ἀπὸ τῆς ἡμετέρας γεγένηται σπουδῆς, ἀλλὰ καθάπερ συνηθείᾳ τινὶ δουλεύοντες, ἐπειδὰν νεύσῃ μόνον ὁ διάβολος, αὐτόματοι σπεύδουσιν ἐπὶ τὰ παράνομα ἐκεῖνα θέατρα, καὶ ἑαυτοὺς ἑκόντες τοῖς δικτύοις ὑποβάλλουσι τοῦ πονηροῦ δαίμονος, καὶ οὔτε ἡμετέρα νουθεσία, οὔτε ἡ πεῖρα αὐτὴ, καὶ τὸ ἀνόνητον τῆς ἐκεῖ διατριβῆς, διδασκαλίας αὐτοῖς ὑπόθεσις γέγονε· ποίᾳ λοιπὸν προθυμίᾳ τὰ τῆς διδασκαλίας ποιήσαιμι πρὸς ἄνδρας οὐδὲν κερδαίνειν βουλομένους ἐκ τῶν παρ' ἡμῶν λεγομένων; Καὶ μὴ θαυμάσῃς. Ἐπεὶ καὶ γηπόνος, ἐπειδὰν ἴδῃ μετὰ πόνους πολλοὺς καὶ ταλαιπωρίας ἄγονον γινομένην τὴν γῆν, καὶ οὐκ ἀξίαν τῶν πόνων τὴν ἀμοιβὴν παρεχομένην, ὀκνηρότερος γίνεται περὶ τὴν τῶν σπερμάτων καταβολὴν, καὶ οὐκ ἔτι μετὰ τῆς αὐτῆς προθυμίας τῆς γεωργίας καθάπτεται. Καὶ ἰατρὸς δὲ ἐπειδὰν ἴδῃ τὸν ἄῤῥωστον μὴ πειθόμενον αὐτοῦ τοῖς ἐπιτάγμασιν, ἀλλὰ τὴν νόσον αὔξειν καθ' ἑκάστην ἐπιτηδεύοντα, πολλάκις ἀφίησιν ἐναπομεῖναι τῇ νόσῳ, ἵνα αὐτὴ ἡ πεῖρα διδάσκαλος αὐτῷ γένηται τῶν συμφερόντων. Καὶ οἱ τὰ μαθήματα δὲ τοὺς παῖδας ἐκπαιδεύοντες, ἐπειδὰν ἴδωσι τὰ πρότερα ἀποπτύοντας, καὶ τὴν μνήμην τῶν ἤδη δοθέντων ἀποβάλλοντας, πολλάκις ἀποστρέφονται τὴν ῥᾳθυμίαν διορθούμενοι, καὶ πρὸς σπουδὴν πλείονα ἐπανάγοντες.
awesome and fearful table, spend the whole day at the horse-races, and no advantage has accrued to them from our zeal, but as though enslaved to some habit, the moment the devil merely nods, of their own accord they hasten to those lawless theatres and willingly cast themselves under the nets of the evil demon, and neither our admonition, nor experience itself and the fruitlessness of tarrying there, has become a ground of instruction for them—with what readiness, then, could I perform the task of teaching towards men who wish to gain nothing from the things spoken by us? And do not marvel. Since a husbandman too, whenever after many toils and hardships he sees the earth proving barren and not affording a return worthy of his toils, grows more sluggish about the sowing of seeds, and no longer sets his hand to tillage with the same readiness. And a physician too, whenever he sees the sick man not obeying his injunctions, but making it his practice to increase his disease every day, often leaves him to remain in the disease, so that experience itself may become to him a teacher of what is profitable. And those also who train boys in their lessons, whenever they see them casting aside their earlier lessons and losing the memory of what has already been given, often turn away, correcting their sloth and bringing them back to greater zeal.
Ἀλλ' ὁ μὲν γηπόνος εἰκότως ὀκνηρότερος γίνεται πολλάκις, ἐπειδὴ οἶδεν ὅτι τὰ τῆς ζημίας αὐτῷ ἐπιτείνεται, ὅταν τὸν μὲν πόνον καὶ τὴν δαπάνην ὑπομένῃ, τῶν δὲ καρπῶν ἀποστερῆται. Καὶ ὁ ἰατρὸς δὲ οὐκ ἀπεικότως καταλείπει πολλάκις τὸν ἄῤῥωστον· σῶμα γάρ ἐστι τὸ θεραπευόμενον, καὶ διὰ τοῦτο ἀφίησιν, ἵνα ἡ τῆς ὀδύνης ἐπίτασις παρασκευάσῃ εἰς αἴσθησιν τῆς νόσου ἐλθεῖν καὶ οὕτω τὴν ἰατρείαν καταδέξασθαι. Καὶ ὁ τῶν παίδων διδάσκαλος διὰ τὸ ἀτελὲς τῆς ἡλικίας συμφερόντως πολλάκις τὰς πληγὰς ἐπανατείνεται τοῖς παισίν. Ἀλλ' ἡμεῖς σήμερον τούτους ἅπαντας ὑπερβαλλόμενοι, παρασκευαζόμεθα πατρικὴν φιλοστοργίαν περὶ τοὺς ἐπταικότας ἐπιδείξασθαι, καὶ διδάξαι αὐτοὺς ὅτι, εἰ ἐπιμένοιεν ἐν τῇ αὐτῇ ῥᾳθυμίᾳ, τοῦτο αὐτὸ μείζονος αὐτοῖς κατακρίσεως ὑπόθεσις ἔσται. Ὁ μὲν γὰρ γηπόνος οὐ μετὰ τῆς αὐτῆς προθυμίας καταβάλλει τὰ σπέρματα, τὴν δαπάνην ἐννοῶν εἰκῆ καὶ μάτην ἤδη γεγενημένην· ἡμεῖς δὲ ταύτης ἀπηλλάγμεθα τῆς ἀγωνίας. Κἂν γὰρ καταβαλόντες τὸν σπόρον τοῦτον τὸν πνευματικὸν, διὰ τὴν ῥᾳθυμίαν τῶν ἀκουόντων τὸν καρπὸν μὴ δεχώμεθα, ἡμῖν ἀπηρτισμένος ὁ μισθὸς ἔσται· τὸ γὰρ ἐμπιστευθὲν ἀργύριον κατεβάλομεν, καὶ τὸ ἐπιταχθὲν παρὰ τοῦ Δεσπότου εἰς ἔργον ἠγάγομεν· λοιπὸν τοῖς ἀκηκοόσιν ὁ λόγος πρὸς ἐκεῖνόν ἐστι τὸν μέλλοντα μετὰ τόκων ἀπαιτεῖν τὰ καταβληθέντα. Ἀλλ' οὐ τοῦτο σκοποῦμεν, ὅτι ἡμεῖς ἐκτός ἐσμεν τῆς ζημίας, καὶ τὸ ἑαυτῶν πεπληρώκαμεν, ἀλλὰ βουλόμεθα καὶ ὑμᾶς πολλὴν τῶν καταβληθέντων τὴν πραγματείαν ποιήσασθαι, ἵνα μὴ τῇ τιμωρίᾳ ἐκείνῃ ὑπεύθυνοι γένησθε, ἣν ὑπέμεινεν ἐκεῖνος ὁ τὸ τάλαντον καταχώσας, καὶ τὸ δεσποτικὸν ἀργύριον οὐ μόνον οὐ πολυπλασιάσας, ἀλλὰ καὶ κατορύξας. Τοιοῦτοί εἰσιν οἱ τὸν λόγον τῆς διδασκαλίας δεχόμενοι (τάλαντον γὰρ καὶ ἀργύριον τοῦτο καλεῖ), καὶ οὐ σπουδάζοντες καρποφορῆσαι, καὶ πολλὴν τὴν πραγματείαν ποιήσασθαι. Ἀλλ' ἴσως εἴποι τις ἂν, τὴν παραβολὴν ταύτην τὴν τῶν ταλάντων περὶ τῶν διδασκάλων εἰρῆσθαι. Κἀγὼ τοῦτό φημι. Ἀλλ' ἐὰν ἐπέλθωμεν αὐτὴν ἀκριβῶς, εἴσεσθε ὅτι οἱ μὲν διδά-
Yet the husbandman reasonably grows more sluggish oftentimes, since he knows that his loss mounts up when he endures the toil and the expense while being deprived of the fruits. And the physician too not unreasonably leaves the sick man oftentimes; for it is a body that is being healed, and on this account he leaves him, so that the intensification of pain may cause him to come to a sense of his disease and thus accept medical treatment. And the teacher of boys, on account of the immaturity of their age, advantageously threatens the boys oftentimes with blows. Yet we today, surpassing all these, prepare to display fatherly tenderness towards those who have stumbled, and to teach them that, if they persist in the same sloth, this very thing will be a ground of greater condemnation for them. For the husbandman does not cast his seeds with the same readiness when he ponders the expense already incurred randomly and in vain; whereas we have been freed from this anxiety. For even if, after casting this spiritual seed, we do not receive the fruit because of the sloth of the hearers, our reward will be complete; for we paid down the silver entrusted to us, and carried into effect what was commanded by the Master; henceforth the account for those who have heard lies with Him Who is about to demand back with interest what was deposited. Yet we do not look to this, that we ourselves are outside of loss and have fulfilled our own part, but we wish you also to engage in diligent trading with what has been deposited, lest you become liable to that punishment which that man endured who buried the talent, and not only did not multiply his master's silver, but even dug a pit and hid it. Such are those who receive the word of teaching (for He calls this a talent and silver), and are not zealous to bear fruit and engage in diligent trading. Yet perhaps someone might say that this parable of the talents was spoken concerning teachers. I too say this. Yet if we go over it exactly, you will know that the
PG 53:376Read from the page
σκαλοι τῆς καταβολῆς μόνον ὑπεύθυνοι τυγχάνουσιν. ὑμεῖς δὲ οὐ μόνον τῆς φυλακῆς τῶν καταβληθέντων, ἀλλὰ καὶ τῆς πραγματείας. Καὶ ἵνα μάθῃς, ἀναγκαῖον αὐτὴν εἰς μέσον ἀγαγεῖν. Οἰκοδεσπότης τις, φησὶν, ἀποδημῶν ἐκάλεσε τοὺς ἰδίους δούλους, καὶ ἔδωκεν ᾧ μὲν πέντε τάλαντα, ᾧ δὲ δύο, ᾧ δὲ ἕν. Μετὰ δὲ χρόνον παραγενομένου αὐτοῦ ἦλθον οἱ δοῦλοι· καὶ ὁ τὰ πέντε τάλαντα λαβὼν προσῆλθε λέγων· Κύριε, πέντε τάλαντά μοι ἔδωκας, ἴδε ἄλλα πέντε τάλαντα ἐκέρδησα ἐπ' αὐτοῖς. Πολλὴ τοῦ οἰκέτου ἡ εὐγνωμοσύνη, δαψιλὴς ἡ τοῦ δεσπότου φιλανθρωπία. Τί γάρ φησιν; Εὖ, δοῦλε ἀγαθὲ καὶ πιστέ· ἐπὶ ὀλίγα ἦς πιστὸς, ἐπὶ πολλῶν σε καταστήσω· εἴσελθε εἰς τὴν χαρὰν τοῦ κυρίου σου. Ἐπειδὴ, φησὶ, πολλὴν ἔδειξας ἐν τοῖς ἤδη πιστευθεῖσι τὴν εὐγνωμοσύνην, ἄξιος εἶ καὶ πλείονα ἐγχειρισθῆναι. Προσῆλθε δὲ καὶ ὁ τὰ δύο τάλαντα εἰληφὼς, λέγων· Οὐχὶ δύο τάλαντά μοι παρέδωκας; Ἴδε ἄλλα δύο τάλαντα ἐκέρδησα ἐπ' αὐτοῖς. Πολλὴ καὶ τούτου ἡ περὶ τὰ δεσποτικὰ χρήματα εὔνοια, διὸ καὶ τῶν αὐτῶν ἀξιοῦται τῷ προτέρῳ. Καὶ τίνος ἕνεκεν δύο προσενεγκὼν τάλαντα τῆς αὐτῆς ἐκείνῳ τῷ τὰ πέντε προσαγαγόντι ἀξιοῦται τιμῆς; Εἰκότως· τὸν μὲν γὰρ πλεονασμὸν καὶ τὴν ἐλάττωσιν οὐχ ἡ τούτου σπουδὴ, οὐδὲ ἡ ἐκείνου ῥᾳθυμία πεποίηκεν, ἀλλ' ἡ τῶν ἐμπιστευθέντων ποσότης. Τὰ μέντοι τῆς σπουδῆς ἴσα καὶ παρὰ τούτου, καὶ παρ' ἐκείνου εἰσενήνεκται· διὰ τοῦτο καὶ τῆς ἀμοιβῆς τῆς αὐτῆς ἀπήλαυσαν.
teachers prove accountable for the deposit alone, whereas you are accountable not only for the safekeeping of what has been deposited, but also for the trading. And so that you may learn this, it is necessary to bring it forward. A certain householder, He says, going abroad called his own servants, and gave to one five talents, to another two, to another one. And after a time, when he came, the servants came; and he who had received the five talents came forward saying: Lord, you gave me five talents; see, I have gained five other talents besides them. Great was the servant's gratitude, lavish the master's loving-kindness. For what does he say? Well done, good and faithful servant; you were faithful over a few things, I will set you over many things; enter into the joy of your lord. Since, he says, you showed great gratitude in what was already entrusted to you, you are worthy to have still more put into your hands. And he also who had received the two talents came forward, saying: Did you not deliver to me two talents? See, I have gained two other talents besides them. Great too was this man's goodwill towards his master's money, wherefore he is deemed worthy of the very same things as the former. And for what reason, having brought two talents, is he deemed worthy of the same honour as him who brought forward the five? Reasonably so; for neither did this man's zeal nor that man's sloth cause the more and the less, but the amount of what had been entrusted. Yet equal zeal was contributed both by this man and by that; on this account they also enjoyed the very same reward.
βʹ. Ἀλλ' ὁ ἕτερος οὐδὲν τοιοῦτον διεπράξατο· ἀλλὰ τί; Προσῆλθε λέγων· Ἔγνων σε, ὅτι σκληρὸς εἶ ἄνθρωπος, θερίζων ὅπου οὐκ ἔσπειρας, καὶ συνάγων ὅθεν οὐ διεσκόρπισας· καὶ φοβηθεὶς, ἀπελθὼν ἔκρυψα τὸ τάλαντον ἐν τῇ γῇ. Ἰδοὺ ἔχεις τὸ σόν. Ὢ κακία οἰκέτου! ὢ ἀγνωμοσύνης ὑπερβολὴ, οὐ μόνον ὅτι οὐδὲν εἰργάσατο ἐπὶ τῷ δοθέντι αὐτῷ ταλάντῳ, ἀλλ' ὅτι καὶ ἀντὶ ταλάντου κατηγορίαν προσήνεγκε! Τοιοῦτον γὰρ ἡ πονηρία· σκοτοῖ τὸν λογισμὸν, καὶ κατὰ κρημνῶν ποιεῖ φέρεσθαι τὸν ἅπαξ τῆς εὐθείας ἐκτραπέντα ὁδοῦ. Ταῦτα δὲ πάντα περὶ τῶν διδασκάλων εἴρηται, ὥστε μὴ ἀποκρύπτεσθαι τὰ ἐμπιστευθέντα, ἀλλὰ μετὰ πάσης σπουδῆς παρατιθέναι τοῖς μαθητευομένοις. Ἀλλ' ἄκουε λοιπὸν, ἀγαπητὲ, ἐκ τῆς πρὸς ἐκεῖνον ἀγανακτήσεως, ὅπως καὶ οἱ μαθητευόμενοι ὑπεύθυνοι γίνονται, καὶ οὐκ ἐκεῖνα μόνον ἀπαιτοῦνται τὰ καταβληθέντα, ἀλλὰ καὶ μετὰ τοῦ τόκου τὴν μέθοδον ὑπομένουσι. Τί οὖν φησι πρὸς αὐτὸν ὁ δεσπότης; Πονηρὲ δοῦλε. Φοβερὰ ἡ ἀγανάκτησις, ἱκανὴ καταπλῆξαι ἡ ἀπειλή. Εἰ ᾔδεις, φησὶν, ὅτι θερίζω ὅπου οὐκ ἔσπειρα, καὶ συνάγω ὅπου οὐ διεσκόρπισα, ἔδει σε καταβαλεῖν τὸ ἀργύριόν μου ἐπὶ τοὺς τραπεζίτας, καὶ ἐγὼ ἐλθὼν μετὰ τόκου ἀπήτησα ἂν αὐτό· ἀργύριον λέγων τὰ λόγια τὰ τίμια, τραπεζίτας δὲ ὑμᾶς καλῶν τοὺς ὑποδεχομένους. Σὸν μὲν ἦν, φησὶ, καταβαλεῖν μόνον, ἐμὸν δὲ ἦν τὸ παρ' ἐκείνων ἀπαιτῆσαι, μὴ μόνον τὰ καταβληθέντα, ἀλλὰ καὶ τὸν ὑπὲρ τούτων τόκον. Ὁρᾶτε, ἀγαπητοὶ, πῶς πολὺς ὁ φόβος τῶν εἰρημένων. Τί ἂν οὖν εἴποιεν οἱ καὶ τῆς φυλακῆς τῶν καταβληθέντων ἀμελοῦντες, ὅταν καὶ τὸν ὑπὲρ τούτων τόκον μεθοδεύωνται;
2. Yet the other accomplished nothing of the sort; what then? He came forward saying: I knew you, that you are a hard man, reaping where you did not sow, and gathering from where you did not scatter; and being afraid, I went off and hid your talent in the earth. Behold, you have what is yours. O wickedness of a servant! O excess of ingratitude, not only that he wrought nothing upon the talent given to him, but that in place of a talent he even brought forward an accusation! For such a thing is wickedness: it darkens the reasoning faculty, and causes him who has once turned aside from the straight way to rush headlong down cliffs. Now all these things have been spoken concerning teachers, so that they may not hide away what has been entrusted to them, but set it with all zeal before those being instructed. Yet hear henceforth, beloved, from his indignation against that man, how those being instructed also become accountable, and not only are those things that were deposited demanded of them, but they also undergo exaction along with interest. What then does the master say to him? Wicked servant. Fearful is the indignation, sufficient to strike terror is the threat. If you knew, he says, that I reap where I did not sow, and gather where I did not scatter, you ought to have deposited my silver with the money-changers, and on coming I would have demanded it back with interest—meaning by silver the precious oracles, and calling you who receive them money-changers. Yours, he says, was merely to deposit, while mine was to demand back from them not only what was deposited, but also the interest upon it. You see, beloved, how great is the terror of what has been spoken. What then could those say who neglect even the safekeeping of what has been deposited, when they have the interest upon it exacted from them as well?
Καὶ ὅρα φιλανθρωπίαν Δεσπότου. Ἐπὶ μὲν τῶν χρημάτων τῶν αἰσθητῶν ἀπηγόρευσε τὸν τόκον λαμβάνειν. Τίνος ἕνεκεν, καὶ διὰ τί; Ὅτι ἑκάτερος αὐτῶν πολλὴν ἐντεῦθεν ὑπομένει τὴν βλάβην. Τοῦ μὲν γὰρ
And see the Master's loving-kindness. In the case of sensible money He forbade the taking of interest. For what reason, and wherefore? Because each of the two suffers great harm from thence. For the one's
PG 53:377Read from the page
ἡ πενία ἐπιτρίβεται, ὁ δὲ μετὰ τοῦ πλεονασμοῦ τῶν χρημάτων καὶ ἁμαρτημάτων πλῆθος ἑαυτῷ ἐπισωρεύει. Διὰ τοῦτο ἐξ ἀρχῆς καὶ ἐκ προοιμίων Ἰουδαίοις τοῖς παχύτερον διακειμένοις ταύτην τὴν ἐντολὴν ἐνομοθέτησε λέγων· Οὐκ ἐκτοκιεῖς τῷ ἀδελφῷ σου καὶ τῷ πλησίον σου. Ποίας οὖν ἂν εἶεν ἀπολογίας ἄξιοι οἱ καὶ τῶν Ἰουδαίων ὠμότεροι γινόμενοι, καὶ μετὰ τὴν χάριν καὶ τὴν τοσαύτην παρὰ τοῦ Δεσπότου φιλανθρωπίαν τῶν ἐν τῷ νόμῳ ἐλάττους εὑρισκόμενοι, μᾶλλον δὲ καὶ χείρους; Ἐπὶ μέντοι τῶν πνευματικῶν αὐτὸς ἀπαιτεῖν ὑπισχνεῖται τοὺς τόκους. Διὰ τί; Ἐπειδὴ ἀπ' ἐναντίας τοῖς αἰσθητοῖς χρήμασιν οὗτός ἐστιν ὁ τόκος ὁ πνευματικός. Ἐκεῖ μὲν γὰρ ὁ μεθοδευθεὶς εἰς ἐσχάτην πενίαν ἀθρόον καταφέρεται· ἐνταῦθα δὲ ὁ μεθοδευόμενος, ὅταν πολλὴν εὐγνωμοσύνην ἐπιδείξηται, ὅσῳ ἂν πλείονα τόκον εἰσενέγκῃ, τοσούτῳ δαψιλεστέρας ἀπολαύει τῆς ἄνωθεν ἀμοιβῆς. Ἕκαστος τοίνυν ὑμῶν, ἀγαπητοὶ, ἐπειδὰν καταβάλλωμεν ἡμεῖς τὰ ἐμπιστευθέντα, διπλοῦν ὀφείλει τὸν πόνον καὶ τὴν ἀγρυπνίαν ἐπιδείκνυσθαι, τὸν μὲν τῆς φυλακῆς τῶν καταβληθέντων, ὥστε πάγια ταῦτα μένειν· τὸν δὲ τῆς ἐργασίας, ὥστε καὶ ἑτέροις μεταδιδόναι, καὶ πολλοὺς ἐπὶ τὴν τῆς ἀρετῆς ὁδὸν χειραγωγεῖν, ἵνα διπλῇ πάλιν ὑμῖν τὸ κέρδος αὔξηται, ὑπέρ τε τῆς οἰκείας σωτηρίας, ὑπέρ τε τῆς τῶν ἄλλων ὠφελείας. Ἐὰν γὰρ τοῦτο ποιῆτε, καὶ ἡμᾶς μακαρίους ἀπεργάσεσθε (Μακάριος γὰρ, φησὶν, ὁ λέγων εἰς ὦτα ἀκουόντων), καὶ παρασκευάσετε δαψιλεστέραν ὑμῖν παρατιθέναι τὴν πνευματικὴν ταύτην τράπεζαν. Μὴ τοίνυν ἀμελεῖτε τῶν ἀδελφῶν τῶν ὑμετέρων, μηδὲ τὰ καθ' ἑαυτοὺς μόνον σκοπεῖτε, ἀλλ' ἕκαστος σπουδαζέτω τὸν πλησίον ἐξαρπάζειν τῆς τοῦ διαβόλου φάρυγγος, καὶ τῶν παρανόμων ἐκείνων θεαμάτων, καὶ εἰς τὴν ἐκκλησίαν ἐπαναγαγεῖν, δεικνύντες αὐτῷ μετὰ πολλῆς τῆς ἐπιεικείας καὶ τῆς πραότητος, καὶ τῆς λύμης τὴν ὑπερβολὴν καὶ τῶν ἐνταῦθα ἀγαθῶν τὸ μέγεθος· καὶ μὴ μόνον ἅπαξ καὶ δεύτερον τοῦτο ποιεῖτε, ἀλλὰ καὶ διηνεκῶς. Κἂν γὰρ σήμερον μὴ πείθηται τοῖς παρὰ σοῦ λεγομένοις, τῇ ἑξῆς πεισθήσεται· κἂν μὴ τῇ ἑξῆς, πάλιν ὁρῶν σε ἐπικείμενον, ἴσως ἐντραπήσεται, καὶ αἰδεσθείς σου τὴν κηδεμονίαν, ἀποστήσεται τῶν βλαπτόντων. Καὶ μηδέποτε λέγε, ὅτι Καὶ ἅπαξ, καὶ δεύτερον, καὶ τρίτον, καὶ πολλάκις εἶπον, καὶ οὐδὲν ἤνυσα. Μὴ παύσῃ λέγων· ὅσῳ γὰρ ἂν ἐπιμένῃς, τοσούτῳ σου καὶ ὁ μισθὸς αὔξεται. Οὐχ ὁρᾶτε πόσης ἀπολαύομεν μακροθυμίας παρὰ τοῦ τῶν ὅλων Θεοῦ, καὶ πῶς καθ' ἑκάστην ἡμέραν παρακούομεν αὐτοῦ τῶν προσταγμάτων, καὶ οὐκ ἀφίσταται τῆς περὶ ἡμᾶς κηδεμονίας, ἀλλὰ καὶ τὰ παρ' ἑαυτοῦ πάντα χορηγεῖ, τὸν ἥλιον ἀνατέλλων, τοὺς ὑετοὺς διδοὺς, τὰ ἄλλα πάντα; Τὸν αὐτὸν δὴ τρόπον καὶ ἡμεῖς περὶ τοὺς ἀδελφοὺς τοὺς ἡμετέρους πολλὴν ποιώμεθα τὴν σπουδὴν, καὶ ἀντιταττώμεθα τῷ πονηρῷ δαίμονι ἐκείνῳ, ἵνα ἄκυρα αὐτοῦ ποιῶμεν τὰ μηχανήματα. Ἐὰν γὰρ ἕκαστος τῶν ἐνταῦθα συνιόντων ἕνα κερδᾶναι δυνηθῇ, ἐννόησον ὅπως ἡμῖν καὶ ἡ Ἐκκλησία ἐπὶ τῷ πλήθει τῶν οἰκείων τέκνων πολλὴν δέξεται τὴν εὐφροσύνην, καὶ ὁ διάβολος καταισχυνθήσεται ὁρῶν εἰκῆ καὶ μάτην αὐτοῦ τὰ δίκτυα τεταμένα. Ἐὰν γὰρ τοῦτο ποιῆτε, ἀκούσεσθε καὶ ὑμεῖς κατὰ τὴν ἡμέραν ἐκείνην· Εὖ, δοῦλε ἀγαθὲ καὶ πιστὲ, ἐπὶ ὀλίγα ἦς πιστὸς, ἐπὶ πολλῶν σε καταστήσω.
poverty is ground down, while the other along with the increase of money heaps up a multitude of sins for himself. On this account from the beginning and from the very outset He enacted this commandment for the Jews, who were more grossly disposed, saying: You shall not lend at interest to your brother and to your neighbour. Of what defence, then, could those be worthy who prove crueller even than the Jews, and after grace and such great loving-kindness from the Master are found inferior to those under the law, nay rather even worse? Yet in spiritual matters He Himself promises to demand interest. Wherefore? Because this spiritual interest stands in exact opposition to sensible money. For there he from whom it is exacted is plunged all at once into extreme poverty; whereas here he from whom it is exacted, when he displays great gratitude, the more interest he brings in, the more lavish a reward from above does he enjoy. Each one of you, therefore, beloved, whenever we deposit what has been entrusted to us, ought to display a twofold toil and vigilance: the one in the safekeeping of what has been deposited, so that these things remain firm; and the other in working with them, so as both to impart them to others and to take many by the hand along the way of virtue, so that in a twofold way again your gain may increase, both for your own salvation and for the profit of others. For if you do this, you will both render us blessed (For blessed, it says, is he who speaks into the ears of those who hear), and cause us to set before you more lavishly this spiritual table. Do not, therefore, neglect your brethren, nor look only to your own affairs, but let each one be zealous to snatch his neighbour out of the devil's throat and out of those lawless spectacles, and bring him back to the church, showing him with great gentleness and meekness both the excess of the ruin there and the greatness of the good things here; and do this not only once and twice, but even continually. For even if today he is not persuaded by the things spoken by you, on the next day he will be persuaded; and even if not on the next day, again, seeing you pressing upon him, perhaps he will be put to shame, and reverencing your care, will stand aloof from what harms him. And never say, Once, and twice, and thrice, and many times have I spoken, and accomplished nothing. Do not cease speaking; for the more you persist, the more does your reward also increase. Do you not see how great long-suffering we enjoy from the God of all, and how every day we disobey His ordinances, and He does not stand aloof from His care for us, nay even supplies all things from Himself, making the sun to rise, giving the rains, and all the rest? In the very same way let us too exercise great zeal for our brethren, and range ourselves against that evil demon, so that we may render his schemes void. For if each of those who assemble here is able to win one man, ponder how for us both the Church will receive great gladness over the multitude of her own children, and the devil will be put to shame, seeing his nets spread randomly and in vain. For if you do this, you too will hear on that day: Well done, good and faithful servant; you were faithful over a few things, I will set you over many things.
γʹ. Ἀλλ' ὅτι μὲν τοῦτο ποιήσετε, σφόδρα πέπεισμαι· ὁρῶ γὰρ ὑμῶν καὶ τὰ πρόσωπα, καὶ στοχάζομαι ὅπως μεθ'
3. Yet that you will indeed do this, I am strongly persuaded; for I see your countenances also, and I conjecture how with
PG 53:378Read from the page
ἡδονῆς ἐδέξασθε τὴν παρ' ἡμῶν νουθεσίαν, καὶ διὰ τοῦτο ἐλπίζω καὶ τὰ παρ' ὑμῶν εἰσενεχθήσεσθαι. Διὸ τὴν μὲν περὶ τούτου παραίνεσιν ἐνταῦθα στήσωμεν· παραθήσομεν δὲ ὑμῖν τὴν πτωχὴν ἡμῶν καὶ εὐτελῆ τράπεζαν, ἵνα τῆς συνήθους ἀπολαύσαντες διδασκαλίας οὕτως οἴκαδε ἐπανέλθητε. Ἀναγκαῖον γὰρ καὶ σήμερον τὸν πατριάρχην Ἀβραὰμ εἰς μέσον ἀγαγεῖν, ἵνα μάθητε οἵας ἐδέξατο τῆς φιλοξενίας παρὰ τοῦ Θεοῦ τὰς ἀμοιβάς. Ὤφθη δὲ αὐτῷ, φησὶν, ὁ Θεὸς πρὸς τῇ δρυῒ τῇ Μαμβρῆ, καθημένου αὐτοῦ ἐπὶ τῆς θύρας τῆς σκηνῆς αὐτοῦ μεσημβρίας. Ἕκαστον τῶν ῥημάτων μετὰ ἀκριβείας ἐξετάσωμεν, καὶ ἀναπτύξωμεν τὸν θησαυρὸν, καὶ ἅπαντα τὸν ἐναποκείμενον πλοῦτον καταμάθωμεν. Ὤρθη δὲ αὐτῷ, φησὶν, ὁ Θεός. Τίνος ἕνεκεν οὕτως ἤρξατο, Ὤφθη δὲ αὐτῷ ὁ Θεός; Ὅρα Δεσπότου φιλανθρωπίαν, καὶ σκόπει μοι οἰκέτου εὐγνωμοσύνην. Ἐπειδὴ γὰρ ἐν τοῖς προλαβοῦσιν ὀφθεὶς αὐτῷ, μετὰ τῶν ἄλλων ἁπάντων καὶ τὴν περὶ τῆς περιτομῆς αὐτῷ ἐντολὴν διετάξατο, ὁ δὲ θαυμαστὸς οὗτος ἀεὶ τὰ παρὰ τοῦ Θεοῦ κελευόμενα εἰς ἔργον σπεύδων ἄγειν, εὐθέως οὐδὲ τὸ τυχὸν ἀναβαλλόμενος αὐτός τε περιετέμνετο, τὸ παρὰ τοῦ Θεοῦ προσταχθὲν πληρῶν, καὶ τὸν Ἰσμαὴλ περιέτεμε, καὶ τοὺς οἰκογενεῖς ἅπαντας, καὶ ἔδειξεν αὐτοῦ τὴν πολλὴν ὑπακοὴν, πάλιν αὐτῷ ἐπιφαίνεται. Τοιοῦτος γὰρ ὁ Δεσπότης ὁ ἡμέτερος· ἐπειδὰν τοῖς ἤδη φθάσασιν εὐγνώμονας γενομένους ἴδῃ, ἐπιδαψιλεύεται καὶ οὐδέποτε ἵσταται τῆς εὐεργεσίας, ἀμειβόμενος τὴν τῶν ὑπακουόντων εὐγνωμοσύνην. Διὰ τοῦτο οὖν, ἐπειδὴ ὑπήκουσε, φησὶ, πάλιν ὤφθη αὐτῷ. Ταύτης τοίνυν ἕνεκα τῆς αἰτίας οὕτως ἤρξατο ὁ μακάριος Μωϋσῆς λέγων· Ὤφθη δὲ αὐτῷ ὁ Θεὸς πρὸς τῇ δρυῒ τῇ Μαμβρῆ, καθημένου αὐτοῦ ἐπὶ τῆς θύρας τῆς σκηνῆς αὐτοῦ μεσημβρίας. Σκόπει μοι ἐνταῦθα τοῦ δικαίου τὴν ἀρετήν. Καθημένου, φησὶν, ἐπὶ τῆς σκηνῆς. Οὕτως ἔργον ἐποιεῖτο τὴν φιλοξενίαν, ὡς μηδὲ ἀνασχέσθαι ἑτέρῳ τινὶ τῶν προσηκόντων ἐπιτρέψαι τὴν τούτων θήραν· ἀλλὰ τριακοσίους δέκα καὶ ὀκτὼ οἰκογενεῖς ἔχων, ἄνθρωπος πρεσβύτης, καὶ εἰς βαθὺ γῆρας ἐλάσας (ἑκατονταέτης γὰρ ἐτύγχανε), παρὰ τὴν θύραν ἐκαθέζετο. Καὶ οὗτος μὲν τοῦτο ἔργον ἐποιεῖτο, καὶ οὐδὲ τὸ γῆρας αὐτῷ κώλυμα ἐγένετο, οὐδὲ τῆς οἰκείας ἀναπαύσεως ἦν, οὐδὲ ἔσω ἐπὶ τῆς κλίνης ἦν ἀνακείμενος, ἀλλὰ παρὰ τὴν θύραν ἐκαθέζετο· ἕτεροι δὲ πολλάκις οὐ μόνον ταύτην οὐ ποιοῦνται τὴν σπουδὴν, ἀλλὰ καὶ τὸ ἐναντίον, καὶ ἐκκλίνειν ἐπιχειροῦσι τῶν ἐπιδημούντων τὰς συντυχίας, ὡς ἂν μὴ καὶ ἄκοντες ἀναγκασθεῖεν ὑποδέξασθαι. Ἀλλ' οὐχ ὁ δίκαιος οὕτως, ἀλλὰ παρὰ τὴν θύραν τῆς σκηνῆς ἐκαθέζετο μεσημβρίας. Τοῦτο γὰρ ἡ πολλὴ τῆς φιλοξενίας ἐπίτασις, καὶ τῆς ἀρετῆς τοῦ δικαίου ἡ ὑπερβολὴ, ὅτι καὶ ἐν μεσημβρίᾳ τοῦτο διεπράττετο. Εἰκότως· ἐπειδὴ γὰρ ᾔδει τοὺς ὁδοιπορεῖν ἀναγκαζομένους κατ' ἐκεῖνον τὸν καιρὸν μάλιστα δεομένους πολλῆς τῆς θεραπείας, διὰ τοῦτο ὡς ἐπιτήδειον καιρὸν τοῦτον ἐξελέγετο, καὶ καθήμενος ἐθήρα τοὺς παριόντας, οἰκείαν ἀνάπαυσιν κρίνων τὴν τῶν ὁδιτῶν θεραπείαν, καὶ τοὺς ὑπὸ τοῦ καύσωνος φλεγομένους ὑπὸ τὴν σκέπην εἰσάγειν ἐσπούδαζεν, οὐ περιεργαζόμενος τοὺς παριόντας, οὐδὲ ἐξετάζων εἰ γνώριμοι, ἢ ἄγνωστοι εἶεν. Οὐ φιλοξενίας γὰρ τὸ τὰ τοιαῦτα περιεργάζεσθαι, ἀλλὰ τὸ πᾶσι τοῖς παριοῦσι τῆς οἰκείας μεταδιδόναι φιλοφροσύνης. Καὶ ἐπειδὴ ἥπλωσε τῆς φιλοξενίας τὴν σαγήνην, κατηξιώθη καὶ τὸν τῶν ὅλων Δεσπότην ὑποδέξασθαι μετὰ τῶν ἀγγέλων αὐτοῦ. Διὰ τοῦτο καὶ Παῦλος ἔλεγε· Τῆς φιλοξενίας μὴ ἐπιλανθάνεσθε· διὰ ταύτης γὰρ ἔλαθόν τινες ξενίσαντες ἀγγέλους· τὸν πατριάρχην πάντως αἰνιττόμενος. Διὰ τοῦτο καὶ ὁ Χριστὸς ἔλεγεν· Ὃς ἂν δέξηται ἕνα τούτων τῶν ἐλαχίστων
pleasure you have received our admonition, and on this account I hope that what lies with you will also be contributed. Wherefore let us bring our exhortation concerning this to a halt here, and we shall set before you our poor and humble table, so that having enjoyed our customary teaching you may thus return homeward. For it is necessary today also to bring forward the patriarch Abraham, so that you may learn what rewards for hospitality he received from God. And God appeared to him, it says, at the oak of Mambre, as he sat at the door of his tent at noonday. Let us examine each of the words with exactness, and unfold the treasure, and learn well all the wealth stored up therein. And God appeared to him, it says. For what reason did he begin thus, And God appeared to him? See the Master's loving-kindness, and consider, I pray, the servant's gratitude. For since, having appeared to him in what went before, along with all the other things He had also enjoined upon him the commandment concerning circumcision, and this marvellous man, ever hastening to carry into effect the things commanded by God, straightway without delaying even in the slightest both had himself circumcised, fulfilling what was commanded by God, and circumcised Ismael and all his household servants, and showed his great obedience, He manifests Himself to him again. For such is our Master: whenever He sees men proving grateful for benefits already conferred, He lavishes still more and never halts in His benefaction, requiting the gratitude of those who obey. On this account, therefore, because he obeyed, he says, He appeared to him again. For this cause, then, the blessed Moses began thus, saying: And God appeared to him at the oak of Mambre, as he sat at the door of his tent at noonday. Consider here, I pray, the righteous man's virtue. As he sat, it says, at the tent. So earnestly did he make hospitality his business as not even to bear to entrust the hunting for guests to anyone else of his household; rather, though he had three hundred and eighteen household servants, an aged man who had advanced to deep old age (for he was a hundred years old), he sat beside the door. And he made this his business, and neither did old age prove a hindrance to him, nor was he intent on his own rest, nor was he reclining within upon his couch, but he sat beside the door; whereas others oftentimes not only do not exercise this zeal, nay even do the opposite, and endeavour to shun encounters with sojourners, lest even unwillingly they be compelled to receive them. Yet not so the righteous man; rather, he sat beside the door of the tent at noonday. For this was the great intensity of his hospitality, and the surpassing greatness of the righteous man's virtue, that even at noonday he practised this. Reasonably so; for since he knew that those compelled to journey at that hour stood most in need of great care, on this account he chose this as a fitting season, and sitting there he hunted for passers-by, judging the care of wayfarers to be his own rest, and was zealous to bring under shelter those scorched by the burning heat, not prying into the passers-by, nor inquiring whether they were acquaintances or strangers. For it is not the part of hospitality to pry into such things, but to impart one's own kindliness to all passers-by. And since he spread wide the net of hospitality, he was deemed worthy to receive even the Master of all along with His angels. On this account Paul also said: Do not forget hospitality; for through this some have unawares entertained angels—altogether alluding to the patriarch. On this account Christ also said: Whoever receives one of these least
Notes, col. 378

On the reading

Printed Ὤρθη, for Ὤφθη.

PG 53:379Read from the page
ἐπὶ τῷ ὀνόματί μου, ἐμὲ δέχεται. Ἀκούωμεν, ἀγαπητοὶ, καὶ ξενίζειν μέλλοντες μηδέποτε περιεργαζώμεθα, τίς, καὶ πόθεν. Εἰ γὰρ τοῦτο περιειργάσατο ὁ πατριάρχης, ἴσως ἂν διήμαρτεν. Ἀλλ' ἔγνω, φησὶ, τῶν παραγενομένων τὴν ἀξίαν. Πόθεν δῆλον; Πῶς δὲ ἂν τοῦτο ποιῶν ἐθαυμάσθη; Οὐ γὰρ οὕτω θαυμαστὸν ἦν τὸ τῆς φιλοξενίας αὐτοῦ περιεργασαμένου, ὡς νῦν, ὅτε ἀγνοῶν τίνες οἱ παραγενόμενοι, μετὰ τοσαύτης προθυμίας καὶ τιμῆς πρόσεισι, καθάπερ οἰκέτης δεσπόταις, μονονουχὶ δεσμὰ διὰ τῶν λόγων αὐτοῖς περιβάλλων, καὶ ἱκεσίαν πρὸς αὐτοὺς ποιούμενος, ὥστε μὴ ἀνανεῦσαι, μηδὲ ζημίᾳ τῇ μεγίστῃ περιβαλεῖν. ᾜδει γὰρ ὥσπερ ἔπραττε· διὰ τοῦτο καὶ μετὰ πολλῆς θερμότητος τὴν ἐντεῦθεν ἐκαρποῦτο περιουσίαν. Ἀλλ' ἀκούσωμεν αὐτοῦ τοῦ συγγραφέως τῶν ῥημάτων, ἵν' εἰδῇς ἐν βαθυτάτῳ γήρᾳ νεάζουσαν προθυμίαν, καὶ τὸν γέροντα νεάζοντα, καὶ μονονουχὶ περιχαρῆ γινόμενον, καὶ νομίζοντα θησαυρὸν εὑρηκέναι τῶν παραγενομένων τὴν παρουσίαν. Ἀναβλέψας δὲ, φησὶ, τοῖς ὀφθαλμοῖς εἶδε, καὶ ἰδοὺ τρεῖς ἄνδρες εἱστήκεισαν ἐπάνω αὐτοῦ, καὶ ἰδὼν προσέδραμεν εἰς συνάντησιν αὐτοῖς ἀπὸ τῆς θύρας τῆς σκηνῆς αὐτοῦ. Τρέχει καὶ ἴπταται ὁ γέρων· εἶδε γὰρ τὴν θήραν, καὶ οὐδένα τῆς ἀσθενείας λόγον ποιησάμενος, ἐπὶ τὴν ἄγραν ἔδραμε, καὶ οὐκ ἐκάλεσεν οἰκέτας, οὐκ ἐπέταξε παιδὶ, οὐδὲν ῥᾴθυμον ἐπεδείξατο, ἀλλὰ δι' ἑαυτοῦ ἔδραμε, μονονουχὶ λέγων· μέγας θησαυρὸς, μεγάλη πραγματεία· δι' ἑαυτοῦ ταύτην ὀφείλω ἐμπορεύσασθαι, μὴ παραδράμῃ με τὸ τοσοῦτο κέρδος. Καὶ ταῦτα ἐποίει ὁ δίκαιος, ἀνθρώπους ἀγνῶτας ὁδίτας νομίζων ὑποδέχεσθαι.
ones in My name receives Me. Let us hear, beloved, and when we are about to show hospitality let us never pry into who a man is and whence he comes. For had the patriarch pried into this, perhaps he would have missed the mark. Yet he knew, someone says, the dignity of those who had arrived. Whence is that clear? And how would he have been marvelled at for doing this? For his hospitality would not have been so marvellous had he pried into them, as it is now, when, not knowing who those who have arrived are, he approaches with such great readiness and honour, like a household servant towards masters, all but casting bonds about them through his words, and making supplication to them not to refuse, nor plunge him into the greatest loss. For he knew how he was acting; on this account with great fervour also he reaped the abundance that came from thence. Yet let us hear the words of the author himself, so that you may see readiness growing young in deepest old age, and the aged man growing young, and becoming all but overjoyed, and supposing that he has found a treasure in the arrival of those who have come. And lifting up his eyes, it says, he looked, and behold, three men stood over him; and seeing them, he ran forward to meet them from the door of his tent. The aged man runs and flies; for he saw the quarry, and taking no account of his infirmity, ran to the catch, and did not call household servants, did not give orders to a boy, displayed nothing slothful, but ran in person, all but saying: Great is the treasure, great the merchandise; in person I ought to traffic in this, lest so great a gain pass me by. And the righteous man did these things supposing that he was receiving unknown wayfaring men.
δʹ. Μάθωμεν, καὶ ζηλώσωμεν τοῦ δικαίου τὴν ἀρετήν. Ἐὰν γὰρ οὕτω ποιῶμεν, εἰκὸς καὶ ἡμᾶς ποτε ἐπιτυχεῖν τοιαύτης θήρας· μᾶλλον δὲ καὶ ἀεὶ ἐπιτυγχάνομεν, εἰ βουλοίμεθα. Διὰ γὰρ τοῦτο ὁ φιλάνθρωπος Δεσπότης, ἵνα μὴ ὀκνῶμεν πρὸς τὴν τοιαύτην φιλοφροσύνην, μηδὲ περιεργαζώμεθα τοὺς παριόντας, φησίν· Ὃς ἂν δέξηται ἕνα τῶν ἐλαχίστων τούτων ἐν τῷ ἐμῷ ὀνόματι, ἐμὲ δέχεται. Μὴ τοίνυν πρὸς τὴν εὐτέλειαν τοῦ παριόντος ὅρα, μηδὲ ἐξευτελίσῃς αὐτὸν ἐκ τῶν ὁρωμένων, ἀλλ' ἐννόησον ὅτι τὸν Δεσπότην ὑποδέχῃ τὸν σὸν διὰ τούτου. Ὅταν γὰρ διὰ τὸ αὐτοῦ ὄνομα τὴν εἰς ἐκεῖνον θεραπείαν ἐπιδείξῃ· ὡςανεὶ ἐκεῖνον ὑποδεξάμενος, οὕτω λήψῃ τὸν μισθόν. Κἂν ῥᾴθυμος τοίνυν ᾖ καὶ ἠμελημένος ὁ τῆς παρὰ σοῦ φιλοφροσύνης ἀπολαύων, μηδείς σοι λόγος τούτου ἔστω· ἀπηρτισμένος γάρ σοι ὁ μισθὸς δοθήσεται διὰ τὴν εἰς τὸν Δεσπότην τιμὴν τοῦτο ποιοῦντι, καὶ ζηλοῦντι τοῦ πατριάρχου τούτου τὴν ἀρετήν. Καὶ ἰδὼν, φησὶ, προσέδραμεν εἰς συνάντησιν αὐτοῖς ἀπὸ τῆς θύρας τῆς σκηνῆς. Καλῶς καὶ τὸ Προσέδραμε πρόσκειται, ἵνα μάθῃς ὅτι ὡς ἀγνῶτες παρῄεσαν, καὶ οὐκ ἂν αὐτόματοι ἦλθον ἐπὶ τὴν σκηνήν. Διὰ τοῦτο, ἵνα μὴ διαφύγῃ αὐτὸν τὸ πνευματικὸν τοῦτο κέρδος, ὁ γεγηρακὼς, ὁ πεπολιωμένος, ὁ ἑκατονταέτης προστρέχει, καὶ διὰ τοῦ δρόμου τὴν προθυμίαν ἐπιδείκνυται. Καὶ θεασάμενος προσεκύνησεν ἐπὶ τὴν γῆν, καὶ εἶπε· Κύριε, εἰ ἄρα εὗρον χάριν ἐναντίον σου, μὴ παρέλθῃς τὸν παῖδά σου. Ληφθήτω δὴ ὕδωρ, καὶ νιψάτωσαν τοὺς πόδας ὑμῶν, καὶ καταψύξατε ὑπὸ τὸ δένδρον, καὶ λήψομαι ἄρτον, καὶ φάγεσθε, καὶ μετὰ τοῦτο παρελεύσεσθε, οὗ εἵνεκεν ἐξεκλίνατε πρὸς τὸν παῖδα ὑμῶν. Πολλὴ τῶν τοῦ δικαίου ῥημά-
4. Let us learn, and let us emulate the righteous man's virtue. For if we act thus, it is likely that we too shall someday light upon such a catch; nay rather, we always light upon it, if we would. For on this account the Master Who loves mankind, lest we shrink from such kindliness or pry into passers-by, says: Whoever receives one of these least ones in My name receives Me. Do not, therefore, look at the lowliness of the passer-by, nor hold him cheap from outward appearances, but ponder that through him you receive your Master. For whenever for His name's sake you display care towards that man, just as though you had received Him, so will you receive your reward. Even if, therefore, he who enjoys kindliness from you be slothful and careless, let this be of no account to you; for your reward will be given to you complete when you do this out of honour for the Master and emulate this patriarch's virtue. And seeing them, it says, he ran forward to meet them from the door of the tent. Fittingly too is He ran forward added, so that you may learn that they were passing by like strangers, and would not of their own accord have come to the tent. On this account, lest this spiritual gain escape him, he who had grown old, who had grown grey, who was a hundred years old runs forward, and through his running displays his readiness. And beholding them, he bowed down to the earth, and said: Lord, if indeed I have found grace before you, do not pass by your servant. Let water now be taken, and let them wash your feet, and cool yourselves under the tree, and I will take bread, and you shall eat, and after this you shall pass on, inasmuch as you turned aside to your servant. Great is the
PG 53:380Read from the page
των ἡ ὑπερβολή. Οὐ γὰρ, ὅτι ὑπεδέξατο, θαῦμα τοσοῦτον τῆς προθυμίας, ἀλλ' ὅτι μετὰ τοσαύτης σπουδῆς, καὶ οὔτε πρὸς τὴν ἑαυτοῦ ἡλικίαν ἀπιδὼν, οὔτε πρὸς τοὺς παριόντας (ἴσως γὰρ νέοι τινὲς αὐτῷ κατεφαίνοντο), οὐδὲ νομίσας ἀρκεῖν τὴν διὰ τῶν λόγων μόνον προτροπὴν, Προσεκύνησε, φησὶν, ἐπὶ τὴν γῆν, μονονουχὶ καθικετεύων, καὶ σφοδρὰν τὴν παράκλησιν προσάγων, ἵνα μὴ νομισθῇ ἁπλῶς ἀφοσιώσει προτρέπεσθαι. Διὰ δὴ τοῦτο καὶ ἡ θεία Γραφὴ δεικνύουσα τοῦ δικαίου τὴν πολλὴν καὶ ἄφατον ἀρετὴν, φησί· Προσεκύνησεν ἐπὶ τὴν γῆν, καὶ διὰ τοῦ σχήματος, καὶ διὰ τῶν ῥημάτων πολλὴν τὴν θερμότητα ἐπιδεικνύμενος, πολλὴν τὴν ταπεινοφροσύνην, μεγίστην τὴν φιλοξενίαν, ἄφατον τὴν κηδεμονίαν. Καὶ προσκυνήσας, φησὶν, εἶπε· Κύριε, εἰ ἄρα εὗρον χάριν ἐναντίον σου, μὴ παρέλθῃς τὸν παῖδά σου. Τί ἄν τις κατ' ἀξίαν εἴποι τοῦ δικαίου τούτου; ἢ πῶς ἄν τις αὐτὸν μυρίοις στόμασιν ἐγκωμιάσειε; Τὸ μὲν γὰρ εἰπεῖν, Κύριε, τῶν ἐγχωρούντων ἐστί· τὸ δὲ λέγειν, Εἰ ἄρα εὗρον χάριν ἐναντίον σου, τοῦτό ἐστι τὸ παράδοξον. Χάριν, φησὶ, δίδως, οὐ λαμβάνεις. Τοιοῦτον γὰρ ἀληθῶς ἡ φιλοξενία· μᾶλλον λαμβάνει, ἢ δίδωσιν ὁ μετὰ προθυμίας αὐτὴν ἐπιδεικνύμενος. Ἀλλὰ μηδεὶς τῶν ταῦτα ἀκουόντων ὑποτεμνέσθω τοῦ δικαίου τὴν ἀρετὴν, καὶ νομιζέτω, ὅτι εἰδὼς τίνες οἱ παραγεγονότες, ταῦτα ἐφθέγγετο. Οὐδὲ γὰρ ἂν, καθὼς καὶ πολλάκις εἴρηται, μέγα τι τοῦτο ἦν, εἰ εἰδὼς ταῦτα ἔλεγεν· ἀλλὰ τὸ θαυμαστὸν καὶ παράδοξον τοῦτό ἐστιν, ὅτι ὡς ἀνθρώποις προσφερόμενος, τοιαῦτα ἐφθέγγετο ῥήματα. Μὴ θαυμάσῃς δὲ εἰ τριῶν ὄντων τῶν ὑποδεχομένων ὡς πρὸς ἕνα προτειγόμενος ὁ δίκαιος λέγει, Κύριε. Ἴσως γὰρ ἐπιδοξότερός τις τῶν ἐλθόντων ἐφάνη, πρὸς ὃν ποιεῖται καὶ τὴν παράκλησιν. Εἶτα προϊὼν κοινοποιεῖ τὸν λόγον, καί φησι· Ληφθήτω δὴ ὕδωρ, καὶ νιψάτωσαν τοὺς πόδας ὑμῶν· καὶ πάλιν, Καταψύξατε ὑπὸ τὸ δένδρον, καὶ φάγεσθε ἄρτον, καὶ μετὰ τοῦτο παρελεύσεσθε, οὗ εἵνεκεν ἐξεκλίνατε πρὸς τὸν παῖδα ὑμῶν. Ὁρᾷς πῶς οὐκ εἰδὼς τίνες εἰσὶ, καθάπερ ἀνθρώποις διαλεγόμενος παριοῦσιν, οὕτω κοινὴν πρὸς αὐτοὺς ποιεῖται τὴν προτροπὴν, καὶ ἅπαξ καὶ δεύτερον παῖδα ἑαυτὸν καλῶν; Καὶ ὅρα πῶς προλέγει τῆς τραπέζης αὐτοῦ τὴν εὐτέλειαν, μᾶλλον δὲ τὴν πολυτέλειαν. Ληφθήτω δὴ ὕδωρ, φησὶ, καὶ νιψάτωσαν τοὺς πόδας ὑμῶν, καὶ καταψύξατε ὑπὸ τὸ δένδρον. Ἐπειδὴ γὰρ, φησὶ, κεκμήκατε, καὶ πολὺν τὸν καύσωνα ὑπεμείνατε, διὰ τοῦτο ἀξιῶ μὴ παρελθεῖν τὸν παῖδα ὑμῶν. Μὴ γὰρ μέγα τί ἐστι τὸ παρ' ἐμοῦ γινόμενον; Ὕδωρ ἔχω παρασχεῖν μόνον, ὑπὲρ τοῦ νιψαμένους ὑπὸ τὸ δένδρον τὸν πολὺν ὑμᾶς κάματον ἀποθέσθαι. Εἶτα καὶ τῆς τραπέζης λέγει τὴν ἰδέαν. Μὴ νομίσητε πολυτελές τι παραθήσειν ὑμῖν, ἢ καρυκευμάτων ποικιλίαν, ἢ ὄψων διαφοράν· ἄρτον φάγεσθε, καὶ οὕτω Παρελεύσεσθε, οὗ εἵνεκεν ἐξεκλίνατε πρὸς τὸν παῖδα ὑμῶν.
surpassing greatness of the righteous man's words. For it was not merely that he received them that made the wonder of his readiness so great, but that he did so with such great zeal, and neither looking to his own age nor to the passers-by (for perhaps they appeared to him to be young men), nor supposing exhortation through words alone to suffice, He bowed down, it says, to the earth, all but earnestly entreating them and bringing to bear vehement supplication, lest he be thought to invite them merely as a matter of form. For this very reason divine Scripture also, showing the righteous man's great and ineffable virtue, says: He bowed down to the earth, both through his posture and through his words displaying great fervour, great humility, the greatest hospitality, ineffable care. And having bowed down, it says, he said: Lord, if indeed I have found grace before you, do not pass by your servant. What could one say worthily of this righteous man? or how could one praise him even with ten thousand mouths? For to say, Lord, lies within ordinary usage; but to say, If indeed I have found grace before you, this is what is marvellous. You grant a favour, he says, you do not receive one. For such in truth is hospitality: he who displays it with readiness receives rather than gives. Yet let no one who hears these things curtail the righteous man's virtue and suppose that he uttered these words knowing who those were who had arrived. For neither, as has also often been said, would this have been any great thing had he spoken thus knowing who they were; rather, what is wondrous and marvellous is this, that dealing with them as human beings, he uttered such words. And do not marvel if, when those received were three, the righteous man addressing himself as to one says, Lord. For perhaps one of those who came appeared more distinguished, to whom he also makes his entreaty. Then, proceeding, he makes his speech common to all, and says: Let water now be taken, and let them wash your feet; and again, Cool yourselves under the tree, and you shall eat bread, and after this you shall pass on, inasmuch as you turned aside to your servant. Do you see how, not knowing who they are, conversing as with passing men, he thus makes his invitation common to them, both once and a second time calling himself their servant? And see how he tells beforehand the plainness—nay rather the lavishness—of his table. Let water now be taken, he says, and let them wash your feet, and cool yourselves under the tree. For since, he says, you have grown weary and have endured great burning heat, on this account I beg you not to pass by your servant. For is what comes from me any great thing? I have water alone to provide, so that having washed under the tree you may lay aside your great fatigue. Then he states the style of his table as well. Do not suppose that I am about to set before you anything lavish, or a variety of seasoned dishes, or diversity of dainties: you shall eat bread, and thus You shall pass on, inasmuch as you turned aside to your servant.
εʹ. Εἶδες πῶς διαφόροις κέχρηται τρόποις, βουλόμενος δυσωπῆσαι τοὺς παριόντας, καὶ διὰ τοῦ σχήματος, καὶ διὰ τῶν ῥημάτων, καὶ διὰ πάντων ἐπισπάσασθαι αὐτοὺς θέλων; Πρῶτον μὲν γὰρ, φησὶ, προσεκύνησεν, εἶτα κυρίους καλεῖ, καὶ ἑαυτὸν παῖδα· εἶτα λέγει τὸ μέλλον ὑπ' αὐτοῦ γενέσθαι εἰς αὐτοὺς, ἐξευτελίζων καὶ δεικνὺς οὐδὲν μέγα ὄν. Ὕδωρ γὰρ, φησὶ, τὸ πᾶσιν ἀνειμένον ἔχω παρασχεῖν εἰς τοὺς πόδας ὑμῶν, καὶ ἄρτον, καὶ τὴν ἀπὸ τῆς δρυὸς σκέπην. Μὴ δὴ ἐξευτελίσητέ μου τὴν σκη-
5. Have you seen how he makes use of diverse ways, wishing to prevail by entreaty upon the passers-by, and both through his posture, and through his words, and through all means desiring to draw them to himself? For first, it says, he bowed down; next he calls them lords, and himself a servant; next he states what is about to be done by him for them, speaking modestly of it and showing that it is nothing great. For water, he says, which is free to all, I have to provide for your feet, and bread, and the shelter from the oak. Do not, then, hold cheap my
Notes, col. 380

On the reading

Printed προτειγόμενος, for προτεινόμενος.