τικά. Ἐκεῖνα μὲν γὰρ ἕωλα γινόμενα οὐ τὴν αὐτὴν παρέχει ἡδονὴν τοῖς ἑστιωμένοις· εἰ δὲ καὶ μίαν καὶ δευτέραν ἡμέραν καταλειφθείη, ἄχρηστα λοιπὸν πάντη γίνεται· ταῦτα δὲ τὰ λείψανα οὐ μίαν καὶ δευτέραν ἡμέραν, ἀλλὰ κἂν διη⟨νε⟩κεῖ τῷ αἰῶνι καταλείπηται, τὴν ἴσην ὠφέλειαν παρέχεται, καὶ τὴν ἡδονὴν οὐκ ἀπόλλυσι· θεῖα γάρ ἐστι καὶ πνευματικὰ, καὶ οὐδεμίαν ὑπὸ τοῦ χρόνου βλάβην ὑφίσταται, ἀλλὰ καθ' ἑκάστην ἡμέραν νεαρὰν δείκνυσι τὴν χάριν, καὶ πολλῆς ἐμπίπλησι τῆς εὐφροσύνης τοὺς ἀπολαύειν τούτων βουλομένους. Ἐπεὶ οὖν τοιαύτη τούτων τῶν λειψάνων ἡ δύναμις, φέρε, μετὰ προθυμίας καὶ ὑμεῖς τῆς ἀπὸ τούτων ἀπολαύσεως ἐμφορήθητε, καὶ ἡμεῖς θαῤῥοῦντες αὐτῶν τῇ δυνάμει παραθῶμεν αὐτὰ τῇ ὑμετέρᾳ ἀγάπῃ. Ἀλλ' ἵνα δόξῃ σαφέστερος ὑμῖν γίνεσθαι ὁ λόγος, ἀναγκαῖον τοῦ τέλους τῶν χθὲς εἰρημένων ὑπομνησθῆναι, ἵν' οὕτω τῆς ἀκολουθίας ἐπιλαβόμενοι, τῆς διδασκαλίας ἁψώμεθα. Τὴν περὶ τῆς περιτομῆς ἐντολὴν εἰς μέσον παραγαγόντες, καὶ ὅτι εἶπεν ὁ Θεὸς τῷ πατριάρχῃ, Περιτμηθήσεται ὑμῶν πᾶν ἀρσενικὸν, καὶ ἔσται ἐν σημείῳ διαθήκης ἀνὰ μέσον ἐμοῦ καὶ ὑμῶν· καὶ παιδίον ὀκτὼ ἡμερῶν περιτμηθήσεται· καὶ ὃς οὐ περιτμηθήσεται, ἐξολοθρευθήσεται ἡ ψυχὴ ἐκείνη, ὅτι τὴν διαθήκην μου διεσκέδασεν· ἐνταῦθα εἰς τὸν τῆς περιτομῆς λόγον τὴν διδασκαλίαν κατελύσαμεν· καὶ ἵνα μὴ τῷ πλήθει τῶν λεγομένων καταχώσωμεν ὑμῶν τὴν διάνοιαν, περαιτέρω προελθεῖν οὐκ ἠνεσχόμεθα. Οὐδὲ γὰρ τοῦτο μόνον ἐστὶν ἡμῖν τὸ σπουδαζόμενον, τὸ πολλὰ εἰπεῖν καὶ ἀναχωρῆσαι, ἀλλὰ συμμετρεῖν βουλόμεθα τῇ δυνάμει τῇ ὑμετέρᾳ τοῦ λόγου τὴν διδασκαλίαν, ἵνα καρπωσάμενοί τι ἐκ τῆς τῶν λεγομένων ὠφελείας, οὕτως οἴκαδε πάντες ἀναχωρήσητε. Φέρε οὖν τὰ λειπόμενα προσθῶμεν τοῖς εἰρημένοις, καὶ ἴδωμεν μετὰ τὴν τῆς περιτομῆς ἐντολὴν, τί προσθεὶς ὁ φιλάνθρωπος Θεὸς διαλέγεται τῷ πατριάρχῃ. Καὶ εἶπε, φησὶν, ὁ Θεὸς τῷ Ἀβραάμ· Σάρα ἡ γυνή σου οὐ κληθήσεται τὸ ὄνομα αὐτῆς Σάρα, ἀλλὰ Σάῤῥα ἔσται τὸ ὄνομα αὐτῆς. Ὥσπερ σοὶ, φησὶ, τὸ στοιχεῖον προσθεὶς ἐμήνυσα, ὅτι πατὴρ ἔσῃ πολλῶν ἐθνῶν, οὕτω καὶ τῇ Σάρᾳ ὁμοίως προστίθημι τὸ στοιχεῖον, ἵνα μάθῃς ὅτι νῦν ὁ καιρὸς ἥκει τοῦ εἰς ἔργον ἐλθεῖν τὰ πάλαι παρ' ἐμοῦ ἐπαγγελθέντα. Ἔσται γὰρ, φησὶ, τὸ ὄνομα αὐτῆς Σάῤῥα. Εὐλογήσω δὲ αὐτὴν, καὶ δώσω σοι ἐξ αὐτῆς τέκνον, καὶ εὐλογήσω αὐτὸν, καὶ ἔσται εἰς ἔθνος, καὶ βασιλεῖς ἐθνῶν ἐξ αὐτοῦ ἐξελεύσονται. Διὰ τοῦτο προλαβὼν τοῦ στοιχείου τὴν προσθήκην ἐποιησάμην, ἵνα μάθῃς ὅτι πάντως ἔσται τὰ παρ' ἐμοῦ λεγόμενα. Μηδὲ πρὸς τὴν ἀσθένειαν τῆς φύσεως ἀφορῶν καταπέσῃς· ἀλλὰ πρὸς τὸ μέγεθος τῆς δυνάμεως τῆς ἐμῆς ἀποβλέπων, θάρσησον τοῖς παρ' ἐμοῦ λεγομένοις. Ευλογήσω γὰρ αὐτὴν, καὶ δώσω σοι ἐξ αὐτῆς τέκνον, καὶ εὐλογήσω αὐτὸν, καὶ ἔσται εἰς ἔθνη, καὶ βασιλεῖς ἐθνῶν ἐξ αὐτοῦ ἐξελεύσονται. Ὑπὲρ φύσιν ἀνθρωπίνην τὰ ἐπαγγελθέντα, καὶ ὅμοιον ἦν ὡς ἂν εἰ ὑπέσχετο ἀπὸ λίθων ἀνθρώπους ποιῆσαι. Οὐδὲν γὰρ λίθων ἦσαν διενηνοχότες, ὅσον πρὸς τὸ τεκεῖν, καὶ ὁ πατριάρχης ὑπὸ τοῦ γήρως λοιπὸν ἀνενέργητος ὢν, καὶ πρὸς παιδοποιίαν ἄχρηστος, καὶ ἡ Σάῤῥα μετὰ τῆς στειρώσεως ἔχουσα καὶ τὴν ἀπὸ τῆς ἡλικίας καὶ τοῦ γήρως προσθήκην. Ἀλλ' ὁ δίκαιος ταῦτα ἀκούων καὶ νομίζων τὴν πάλαι γεγενημένην παρὰ τοῦ Θεοῦ ἐπαγγελίαν ἐκβεβηκέναι εἰς τὸν Ἰσμαήλ· ἐπειδὴ γὰρ εἶπε, Σοὶ καὶ τῷ σπέρματί σου δώσω τὴν γῆν ταύτην, οὐ διέκρινε δὲ ὅτι περὶ
are. For once those grow stale, they do not afford the same pleasure to the guests, and if they are left over for a first and a second day, they henceforth become altogether useless; whereas these remnants, if left over not for a first and a second day, but even for perpetual ages, afford equal benefit and do not lose their pleasure: for they are divine and spiritual, and suffer no harm from time, but each day display their grace fresh, and fill with great gladness those who wish to enjoy them. Since, then, such is the power of these remnants, come, take your fill eagerly of the enjoyment that comes from them, and let us, taking courage in their power, set them before your charity. Yet that our discourse may seem clearer to you, it is necessary to recall the end of what was spoken yesterday, so that laying hold thus of the sequence, we may take up the teaching. Having brought forward the commandment concerning circumcision, and how God said to the patriarch, Every male among you shall be circumcised, and it shall be for a sign of a covenant between Me and you; and a child of eight days shall be circumcised; and he who shall not be circumcised, that soul shall be utterly destroyed, because he has scattered My covenant—at that point we brought our teaching to a close upon the subject of circumcision; and lest we overwhelm your mind with the multitude of things spoken, we refrained from proceeding further. For this is not our sole concern, to say many things and depart, but we wish to proportion the teaching of our discourse to your strength, so that having reaped some fruit from the benefit of what is spoken, you may all thus depart homeward. Come, then, let us add what remains to what has been spoken, and see what the God Who loves humanity adds in conversing with the patriarch after the commandment of circumcision. And God said, it says, to Abraham: Sara your wife—her name shall not be called Sara, but Sarra shall be her name. Just as by adding the letter to you, He says, I signified that you shall be father of many nations, so also to Sara in like manner I add the letter, so that you may learn that now the season has come for the things promised of old by Me to come into effect. For her name, He says, shall be Sarra. And I will bless her, and will give you a child from her, and I will bless him, and he shall become a nation, and kings of nations shall come forth from him. For this reason I made the addition of the letter beforehand, so that you may learn that what is spoken by Me shall altogether come to pass. And do not, looking to the weakness of nature, lose heart; but looking to the magnitude of My power, take courage at the things spoken by Me. For I will bless her, and will give you a child from her, and I will bless him, and he shall become nations, and kings of nations shall come forth from him. Beyond human nature were the things promised, and it was just as if He had promised to make men out of stones. For they differed in no way from stones as regards begetting, both the patriarch being now ineffectual through old age and useless for begetting children, and Sarra having on top of her barrenness the addition of advanced age and eld. Yet the righteous man, hearing these things and supposing that the promise made of old by God had been fulfilled in Ishmael—for since He had said, To you and to your seed I will give this land, and had not distinguished that He spoke concerning