Migne Reading Room

PG 53 · cols. 357–358 · Read from the page

In Genesin Homilia XXXVIII (ΟΜΙΛΙΑ ΛΗʹ; Gen. 16:1–16)

In Genesin Homilia XXXVIII (ΟΜΙΛΙΑ ΛΗʹ; Gen. 16:1–16)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 53:357Read from the page
πάθους οἰκείου κινούμενος τῆς πρὸς αὐτὴν ἠνεσχόμην συνουσίας, ἵνα καὶ προσπαθῶς ἐντεῦθεν κινούμενος ἄλογον αὐτῇ προστασίαν δῶ. Οἶδα τὴν ὀφειλομένην σοι τιμήν· οὐκ ἀγνοῶ τῶν οἰκετῶν τὴν ἀγνωμοσύνην. Οὐδείς μοι ταύτης λόγος, οὐδεμία φροντίς· ἕν ἐστί μοι μόνον τὸ σπουδαζόμενον, τὸ σὲ ἄλυπον, ἀτάραχον, ἐν τιμῇ πάσῃ καθεστάναι παντὸς ἀπηλλαγμένην λυπηροῦ.
my own passion was I moved to endure union with her, so that being passionately moved therefrom I should grant her unreasonable protection. I know the honour owed to you; I am not ignorant of the ingratitude of servants. I have no account of her, no concern; one thing alone is earnestly sought by me, that you should stand free from grief, untroubled, in all honour, rid of every painful thing.
εʹ. Τοῦτο ἀληθὲς συνοικέσιον, τοῦτο ἀνὴρ, ὅταν μὴ ἀκριβολογῆται πρὸς τὰ τῆς γυναικὸς ῥήματα, ἀλλὰ τῇ ἀσθενείᾳ τῆς φύσεως πολλὴν νέμων τὴν συγγνώμην μίαν ποιεῖται σπουδὴν, ὥστε τὴν λύπην ἐκποδὼν ποιῆσαι, καὶ τὰ τῆς εἰρήνης καὶ τῆς ὁμονοίας συσφίγγειν. Ἀκουέτωσαν ἄνδρες, καὶ μιμείσθωσαν τοῦ δικαίου τὴν ἐπιείκειαν, καὶ τοσαύτην αἰδὼ καὶ τιμὴν ταῖς γυναιξὶν ἀπονεμέτωσαν, καὶ ὡς ἀσθενεστέρῳ σκεύει φειδέσθωσαν, ἵνα ὁ τῆς ὁμονοίας σύνδεσμος ἐπιτείνηται. Τοῦτο γὰρ ὁ ἀληθὴς πλοῦτος, αὕτη ἡ μεγίστη περιουσία, ὅταν ἀνὴρ μετὰ γυναικὸς μὴ διχονοῇ, ἀλλὰ καθάπερ σῶμα ἓν οὕτως ὦσι συνημμένοι· Ἔσονται γὰρ, φησὶν, οἱ δύο εἰς σάρκα μίαν. Οἱ τοιοῦτοι κἂν ἐν πενίᾳ ὦσι, κἂν ἐν εὐτελείᾳ, πάντων ἂν εἶεν μακαριστότεροι, ἀληθῆ ἡδονὴν καρπούμενοι, καὶ ἐν διηνεκεῖ γαλήνῃ καθεστῶτες· ὡς οἵ γε ταύτης μὴ ἀπολαύοντες, ἀλλὰ ζηλοτύπως διακείμενοι, καὶ τὸ τῆς εἰρήνης καλὸν διαφθείροντες, κἂν πολλῷ περιῤῥέωνται πλούτῳ, κἂν πολυτελεῖς ἔχωσι τὰς τραπέζας, κἂν ἐν περιφανείᾳ τύχωσιν ὄντες, πάντων ἐλεεινότερον ζῶσι βίον, κύματα καὶ ταραχὰς καθ' ἑκάστην ἡμέραν ἑαυτοῖς ἐπινοοῦντες, καὶ ἀλλήλους ὑποπτεύοντες, καὶ οὐδεμίαν ἡδονὴν ἔχειν δυνάμενοι, τοῦ ἔνδοθεν πολέμου πάντα συγχέοντος, καὶ πολλὴν ἐν αὐτοῖς τὴν ἀηδίαν ἐργαζομένου. Ἀλλ' ἐνταῦθα οὐδὲν τοιοῦτον· ἀλλὰ διὰ τῆς οἰκείας ἐπιεικείας ὁ πατριάρχης τόν τε θυμὸν κατεμάλαξε τῆς δεσποίνης, καὶ δοὺς αὐτῇ τὴν ἐξουσίαν ἅπασαν τὴν κατὰ τῆς παιδίσκης, εἰρήνης πολλῆς ἐνέπλησεν ἑαυτοῦ τὴν οἰκίαν. Καὶ ἐκάκωσεν αὐτὴν, φησὶ, Σάρα, καὶ ἀπέδρα ἀπὸ προσώπου αὐτῆς. Ἐπειδὴ γὰρ ἴσως ἐκόλασεν αὐτῆς τὴν προπέτειαν, εἰς φυγὴν ἐτράπη ἡ παιδίσκη. Τοιοῦτον γὰρ τῶν οἰκετῶν τὸ ἔθος· ἐπειδὰν μὴ ἐξῇ αὐτοῖς τῷ οἰκείῳ τρόπῳ κεχρῆσθαι, ἀλλ' ἐγκόπτηται αὐτῶν τὰ τῆς ἐπιχειρήσεως, εὐθέως ἀφηνιῶσι τῶν δεσποτῶν, καὶ πρὸς φυγὴν ὁρμῶσιν. Ἀλλὰ ὅρα πάλιν ἐνταῦθα πόσης ἀπολαύει τῆς ἄνωθεν ῥοπῆς καὶ ἡ παιδίσκη, διὰ τὴν εἰς τὸν δίκαιον τιμήν. Ἐπειδὴ γὰρ περιέφερε μεθ' ἑαυτῆς τοῦ δικαίου τὸ σπέρμα, διὰ τοῦτο καὶ τῆς ὀπτασίας ἀξιοῦται τῆς παρὰ τοῦ ἀγγέλου. Εὗρε γὰρ αὐτὴν, φησὶν, ἄγγελος Κυρίου ἐπὶ τῆς πηγῆς τοῦ ὕδατος ἐν τῇ ἐρήμῳ, ἐν τῇ ὁδῷ Σούρ. Σκόπει φιλανθρωπίαν Δεσπότου, πῶς οὐδένα περιορᾷ, ἀλλὰ κἂν οἰκέτης ᾖ, κἂν παιδίσκη, αὐτὸς ἐν πᾶσι τὴν οἰκείαν ἐπιδείκνυται πρόνοιαν, οὐ πρὸς τὴν τῶν ἀξιωμάτων ὁρῶν διαφορὰν, ἀλλὰ πρὸς τὴν τῆς ψυχῆς διάθεσιν. Ἐνταῦθα δὲ οὐ διὰ τὴν τῆς παιδίσκης ἀξίαν ὁ ἄγγελος ἐφίσταται, ἀλλὰ διὰ τὴν πρὸς τὸν δίκαιον τιμήν. Καθάπερ γὰρ ἔφθην εἰπὼν, ἐχρῆν αὐτὴν πολλῆς ἀξιωθῆναι προνοίας, διὰ τὸ ἀξίαν γενέσθαι ὑποδέξασθαι τὸ τοῦ δικαίου σπέρμα. Καὶ εὑρὼν αὐτὴν, φησὶν, ὁ ἄγγελος εἶπεν αὐτῇ· Ἄγαρ παιδίσκη Σάρας, πόθεν ἔρχῃ, καὶ ποῦ πορεύῃ; Ὅρα πῶς καὶ τὰ παρὰ τοῦ ἀγγέλου εἰς ὑπόμνησιν αὐτὴν ἦγε τῆς οἰκείας ἀξίας. Ἵνα γὰρ προσεκτικωτέραν αὐτὴν ποιήσῃ, εὐθέως τὴν προσηγορίαν αὐτῆς εἰς μέσον ἤγαγε, καί φησιν, Ἄγαρ. Εἰώθαμεν γάρ πως ἐκείνοις προσέχειν μᾶλλον τοῖς ἐξ ὀνόματος ἡμᾶς καλοῦσιν. Εἶτά φησι, Παιδίσκη Σάρας· ὑπομιμνήσκει αὐτὴν τῆς δεσποίνης, ἵνα εἰδέναι ἔχῃ, ὅτι κἂν μυριάκις τῆς δεσποτικῆς εὐνῆς ἐκοινώνησεν, ἀλλ'
5. This is true married life, this is a husband, when he does not pedantically scrutinize his wife's words, but granting ample pardon to the weakness of her nature makes one thing his earnest care, so as to put grief out of the way, and bind fast the things of peace and concord. Let husbands hear, and imitate the gentleness of the righteous man, and assign so great a respect and honour to their wives, and spare them as a weaker vessel, so that the bond of concord may be strengthened. For this is true wealth, this the greatest abundance, when a husband is not at variance with his wife, but just as one body, so they are joined together; For the two, it says, shall become one flesh. Such persons, even if they be in poverty, even if in lowliness, would be more blessed than all, reaping true pleasure and standing in continual calm; whereas those who do not enjoy this, but are jealously disposed and destroy the good of peace, even if they overflow with great wealth, even if they have sumptuous tables, even if they happen to live in splendour, live a more pitiable life than all, devising waves and tumults for themselves every day, and suspecting one another, and being able to have no pleasure, since the war within confounds everything and works great unpleasantness in them. Yet here there was nothing of the sort; rather, through his own gentleness the patriarch both softened the mistress's wrath, and having given her all authority against the maidservant, filled his own house with great peace. And Sara afflicted her, it says, and she fled from her face. For since she perhaps punished her insolence, the maidservant turned to flight. For such is the custom of servants: whenever they are not permitted to indulge their own manner, but their undertakings are curbed, they immediately throw off the reins of their masters, and rush to flight. Yet behold again here how great an inclination from above the maidservant also enjoys, on account of honour for the righteous man. For since she carried about with her the seed of the righteous man, on this account she is also deemed worthy of the vision from the angel. For an angel of the Lord found her, it says, by the spring of water in the wilderness, on the way to Sur. Consider the Master's love for mankind, how He overlooks no one, but even if it be a manservant, even if a maidservant, He Himself in all cases displays His own providence, looking not to the difference of dignities, but to the disposition of the soul. Here, however, not on account of the maidservant's worth does the angel stand by her, but on account of honour for the righteous man. For just as I said before, she had to be deemed worthy of great providence, because she had become worthy to receive the seed of the righteous man. And having found her, it says, the angel said to her: Hagar, maidservant of Sara, whence comest thou, and whither goest thou?. Behold how the words from the angel also led her to remembrance of her own station. For in order to make her more attentive, he immediately brought forward her name, and says, Hagar. For we are somehow accustomed to pay more heed to those who call us by name. Then he says, Maidservant of Sara; he reminds her of her mistress, so that she may know that even if ten thousand times she shared her master's bed, yet
PG 53:358Read from the page
ὅμως καὶ δεσπότιν ὀφείλει ἐπιγράφεσθαι τὴν Σάραν. Ὅρα τοίνυν τὸν ἄγγελον πυνθανόμενον, ἵνα εἰς ἀνάγκην αὐτὴν ἀγάγῃ τῆς ἀποκρίσεως. Πόθεν, φησὶ, νῦν εἰς τὴν ἔρημον ταύτην παραγέγονας, καὶ ποῦ τὴν ὁρμὴν ἔχεις; Διὰ τοῦτο καὶ εἰς αὐτὴν τὴν ἔρημον αὐτῇ γενομένῃ φαίνεται ὁ ἄγγελος, ἵνα μὴ νομίσῃ ἁπλῶς τινα τῶν παριόντων εἶναι τὸν πυθόμενον· ἐρημία γὰρ ἦν, καὶ οὐδεὶς ἕτερος παρῆν· ἵνα οὖν εἰδέναι ἔχῃ, ὅτι οὐχ ἁπλῶς ἐστιν ὁ τυχὼν ὁ πρὸς αὐτὴν διαλεγόμενος, διὰ τοῦτο ἐν τῇ ἐρήμῳ φανεὶς πυνθάνεται αὐτῆς· Καί φησιν ἐκείνη· Ἀπὸ προσώπου Σάρας τῆς κυρίας μου ἐγὼ ἀποδιδράσκω. Ὁρᾷς πῶς οὐκ ἀρνεῖται τὴν δεσποτείαν, ἀλλ' ὁμολογεῖ μετὰ ἀληθείας ἅπαντα; Οὐκ ἔστι, φησὶν, ἄνθρωπος ὁ πυνθανόμενος, ἵνα δυνηθῶ παρακρούσασθαι. Προλαβὼν καὶ τὴν προσηγορίαν εἶπε τὴν ἐμὴν, καὶ τῆς δεσποίνης ἐμνήσθη· προσήκει τοίνυν κἀμὲ μετὰ ἀληθείας ἅπαντα εἰπεῖν. Ἀπὸ προσώπου, φησὶ, Σάρας τῆς κυρίας μου ἐγὼ ἀποδιδράσκω. Ὅρα πῶς ἀνεπαχθῶς τὴν μνήμην ἐποιήσατο. Οὐ γὰρ εἶπεν, ὅτι Δεινά με διέθηκεν· οὐκ εἶπεν, ὅτι Ἐκάκωσέ με, καὶ διὰ τὸ μὴ φέρειν τὴν πολλὴν ἐπάχθειαν εἰς φυγὴν ἐτράπην· οὐδὲν δυσχερὲς ἐφθέγξατο, ἀλλὰ μόνον ἑαυτῆς κατηγόρησεν ὡς ἀποδρασάσης. Εἶδες αὐτῆς τὴν εὐγνωμοσύνην; Ὅρα πάλιν τὰ παρὰ τοῦ ἀγγέλου εἰρημένα πρὸς αὐτήν· Εἶπε δὲ αὐτῇ ὁ ἄγγελος Κυρίου· Ἀποστράφηθι πρὸς τὴν κυρίαν σου, καὶ ταπεινώθητι ὑπὸ τὰς χεῖρας αὐτῆς. Πρὸς μὲν τὸ εἰπεῖν, Ἀπὸ προσώπου τῆς κυρίας μου ἀποδιδράσκω, φησὶν, Ἀποστράφηθι, ἐπάνελθε, μὴ ἀγνωμόνως διάκεισο περὶ τὴν τοσαῦτά σε εὐεργετήσασαν. Εἶτα, ἐπειδὴ ἐξ ἀλαζονείας καὶ φρονήματος ὑψηλοῦ πρὸς ὀργὴν διήγειρε τὴν ἑαυτῆς δέσποιναν, φησί· Καὶ ταπεινώθητι ὑπὸ τὰς χεῖρας αὐτῆς, ὑποτάττου αὐτῇ· τοῦτο γάρ σοι λυσιτελεῖ. Ἐπιγίνωσκε τὴν δουλείαν, μὴ ἀγνόει τὴν δεσποτείαν, μηδὲν ὑψηλὸν φρόνει, μὴ τὰ ὑπὲρ σαυτὴν φαντάζου· Ταπεινώθητι ὑπὸ τὰς χεῖρας αὐτῆς, πολλὴν ἐπίδειξαι τὴν ὑποταγήν. Ἱκανῶς αὐτῆς τὴν ψυχὴν κατεμάλαξε τὰ παρὰ τοῦ ἀγγέλου εἰρημένα, κατέστειλεν αὐτῆς τὸ φρόνημα, ἐχαλίνωσεν αὐτῆς τὸν θυμὸν, πολλὴν εἰργάσατο γαλήνην ἐν τοῖς λογισμοῖς.
nevertheless she ought still to acknowledge Sara as mistress. Behold therefore the angel inquiring, so that he may bring her under the necessity of answering. Whence, he says, have you now arrived in this wilderness, and whither do you direct your course? On this account also the angel appears to her when she has come into the wilderness itself, lest she suppose the one inquiring to be merely one of the passers-by; for it was a desert place, and no one else was present; so that she may know, therefore, that the one conversing with her is not merely any chance person, on this account having appeared in the wilderness he inquires of her: And she says: From the face of Sara my mistress I am running away. Do you see how she does not deny her lordship, but confesses all things with truth? It is not a man, she says, who is inquiring, so that I could deceive him. Beforehand he both spoke my name and mentioned my mistress; it is fitting therefore for me also to tell all things with truth. From the face, she says, of Sara my mistress I am running away. Behold how inoffensively she made mention of her. For she did not say, She treated me terribly; she did not say, She afflicted me, and because I could not bear the great harshness I turned to flight; she uttered nothing harsh, but only accused herself as a runaway. Did you see her rectitude? Behold again the things spoken by the angel to her: And the angel of the Lord said to her: Return to thy mistress, and humble thyself under her hands. To her saying, From the face of my mistress I am running away, he says, Return, go back, do not be ungratefully disposed towards her who has done you so many kindnesses. Then, since out of boastfulness and a lofty spirit she had roused her own mistress to anger, he says: And humble thyself under her hands, be subject to her; for this is profitable for you. Recognize your servitude, do not be ignorant of her lordship, think nothing lofty, do not imagine things above yourself: Humble thyself under her hands, display great submission. The things spoken by the angel sufficiently softened her soul, brought down her pride, bridled her wrath, and wrought great calm in her thoughts.
ϛʹ. Εἶτα ἵνα μὴ νομίσῃ ἁπλῶς καὶ εἰκῆ τοσαύτης ἠξιῶσθαι προνοίας, ἀλλὰ μάθῃ ὅτι διὰ τὸ τοῦ δικαίου σπέρμα τοσαύτης ἀπολαύει τῆς κηδεμονίας, ὅρα πῶς αὐτὴν παραμυθεῖται, καὶ ἀνίστησιν αὐτῆς τὴν ψυχὴν, καὶ ἀρκοῦσαν αὐτῇ χαρίζεται τὴν παράκλησιν διὰ τῶν ἐπαγομένων. Καὶ εἶπεν αὐτῇ ὁ ἄγγελος Κυρίου· Πληθύνων πληθυνῶ τὸ σπέρμα σου, καὶ οὐκ ἀριθμηθήσεται ἀπὸ τοῦ πλήθους. Καὶ τοῦτό σοι, φησὶ, προλέγω ὅτι τοσοῦτον ἔσται τὸ σπέρμα σου, ὡς μηδὲ ἀριθμῷ ὑποβάλλεσθαι. Μὴ τοίνυν ἀθύμει, μηδὲ κατάπιπτε, μηδὲ ταράττου τοῖς λογισμοῖς, ἀλλὰ πᾶσαν ἐπίδειξαι τὴν ὑποταγήν. Ἰδοὺ γὰρ ἐν γαστρὶ ἔχεις, καὶ τέξῃ υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰσμαήλ. Διὰ γὰρ τοῦτό σοι, φησὶ, καὶ τὸν τόκον προλέγω, καὶ τὸ ὄνομα ἤδη ἐπιτίθημι τῷ παιδὶ τῷ τικτομένῳ, ἵνα πλείονα τὴν πληροφορίαν δεξαμένη, οὕτω ποιήσῃς τὴν ἐπάνοδον, καὶ τὰ ἤδη ἐπταισμένα διορθώσῃς· Ὅτι ἐπήκουσε, φησὶ, Κύριος τῇ ταπεινώσει σου.
6. Then, lest she suppose that merely and at random she had been deemed worthy of such great providence, rather than learn that on account of the seed of the righteous man she enjoys such great care, behold how he consoles her, and raises up her soul, and grants her sufficient encouragement through the words that follow. And the angel of the Lord said to her: Multiplying I will multiply thy seed, and it shall not be numbered for multitude. And this I foretell to you, he says, that so great shall your seed be as not even to be subject to number. Do not therefore lose heart, nor sink down, nor be troubled in your thoughts, but display all submission. For behold, thou art with child, and shalt bear a son, and shalt call his name Ishmael. For on this account, he says, I both foretell the birth to you and already bestow the name upon the child being born, so that having received greater full assurance, you may thus make your return, and set right the offences already committed: Because the Lord, he says, hath hearkened to thy humiliation.
Ἐντεῦθεν μανθάνωμεν ὅσον τῶν θλίψεων τὸ κέρδος, ὅση τῆς συμφορᾶς ἡ ὠφέλεια. Ἐπειδὴ γὰρ ἀνεχώρησε, καὶ τὰ τῆς ὀδύνης ηὐξήθη, καὶ πολλὴν ὑπέστη τῶν θλίψεων τὴν περίστασιν, ἐν μονώσει, ἐν ἐρημίᾳ, ἐν στενοχωρίᾳ διάγουσα, μετὰ τὴν τοσαύτην εὐημερίαν, καὶ τὸ εἰς τὸ αὐτῇ τῇ δεσποίνῃ πρέπον ἀξίωμα ἀνενεχθῆναι, διὰ τοῦτο ταχείας ἀπήλαυσε τῆς ἀντιλήψεως. Ταῦτα γάρ σοι ἔσται, φησὶν, ἅπερ ὑπεσχόμην, καὶ τέξῃ υἱὸν, καὶ
From this let us learn how great is the gain of afflictions, how great the benefit of calamity. For since she withdrew, and the pangs of her pain increased, and she underwent a great crisis of afflictions, passing her days in solitude, in a wilderness, in distress, after such great prosperity and having been raised up to the dignity befitting the mistress herself, on this account she enjoyed swift succour. For these things shall be yours, he says, which I have promised, and you shall bear a son, and