Migne Reading Room

PG 53 · cols. 351–356 · Read from the page

In Genesin Homilia XXXVIII (ΟΜΙΛΙΑ ΛΗʹ; Gen. 16:1–16)

In Genesin Homilia XXXVIII (ΟΜΙΛΙΑ ΛΗʹ; Gen. 16:1–16)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 53:351Read from the page
προτιμοτέραν. Ἀναγκαῖον δὲ καὶ αὐτῶν ἀκοῦσαι τῶν ῥημάτων, ἵνα σαφεστέρα ὑμῖν γένηται ἡ διδασκαλία. Σάρα δὲ, φησὶν, ἡ γυνὴ Ἄβραμ, οὐκ ἔτικτεν αὐτῷ· ἦν δὲ αὐτῇ παιδίσκη Αἰγυπτία, ᾗ ὄνομα Ἄγαρ.
more preferable. Yet it is necessary also to hear the words themselves, so that the teaching may become clearer to you. Now Sara, it says, the wife of Abram, bore him no children; and she had an Egyptian maidservant, whose name was Hagar.
Σκόπει μοι ἐντεῦθεν, ἀγαπητὲ, τοῦ Θεοῦ τὴν ἄφατον μακροθυμίαν, καὶ τοῦ δικαίου τὴν ὑπερβάλλουσαν πίστιν καὶ τὴν εὐγνωμοσύνην, ἣν περὶ τὰς ἐπαγγελίας ἐπεδείκνυτο τὰς εἰς αὐτὸν γεγενημένας. Τοσαυτάκις γὰρ ὑποσχομένου τοῦ Θεοῦ, ὅτι τῷ σπέρματι αὐτοῦ δώσει τὴν γῆν, καὶ ὅτι εἰς τοσοῦτον πλῆθος ἐκταθήσεται, ὡς τῷ τῶν ἄστρων πλήθει παρισωθῆναι, ὁρῶν οὐδὲν τῶν ἐπαγγελθέντων εἰς ἔργον ἐκβαῖνον, ἀλλ' ἔτι μέχρι λόγων τὰ τῶν ὑποσχέσεων τυγχάνοντα, οὐκ ἐταράττετο τὸν λογισμὸν, οὐκ ἐσαλεύετο τὴν γνώμην, ἀλλ' ἔμενεν ἀκλινὴς, πιστεύων τῇ δυνάμει τοῦ ἐπαγγειλαμένου. Διὰ γὰρ τοῦτο καὶ νῦν ἐπεσημήνατο ἡ θεία Γραφὴ λέγουσα· Σάρα δὲ, ἡ γυνὴ Ἄβραμ, οὐκ ἔτικτεν αὐτῷ· μονονουχὶ τοῦτο ἡμῖν ἐμφαίνουσα, ὅτι μετὰ ταῦτα ἅπαντα, μετὰ τὰς συνθήκας τὰς πρὸς αὐτὸν γεγενημένας, μετὰ τὸ ὑποσχέσθαι ἀναρίθμητον ἐξ αὐτοῦ γενήσεσθαι πλῆθος, οὐκ ἤσχαλλεν, οὐκ ἐνεδοίαζεν, ὁρῶν οὐδὲν τῶν εἰρημένων εἰς ἔργον ἐκβαῖνον, ἀλλὰ πάντα τὰ ἐναντία. Διὰ τοῦτό φησι μετ' ἐκεῖνα ἅπαντα· Σάρα δὲ, ἡ γυνὴ αὐτοῦ, οὐκ ἔτικτεν αὐτῷ· ἵνα μάθῃς ὅτι οὐδὲν αὐτῷ πλέον γέγονε μετὰ τὰς τοσαύτας ὑποσχέσεις, καίτοι καὶ ἡ στείρωσις τῆς Σάρας, καὶ τῆς μήτρας ἡ νέκρωσις πολλὴν τὴν ἀπορίαν ἐμποιῆσαι ἦν ἱκανὴ τῷ δικαίῳ. Ἀλλ' ὁ πατριάρχης οὐ πρὸς τὰ ἀπὸ τῆς φύσεως κωλύματα ἑώρα λοιπὸν, ἀλλ' εἰδὼς τὸ εὐμήχανον τοῦ Δεσπότου, καὶ ὅτι δημιουργὸς ὢν τῆς φύσεως, καὶ ἐξ ἀπόρων πόρους εὑρεῖν δύναται, καθάπερ εὐγνώμων οἰκέτης, οὐ περιειργάζετο τὸν τρόπον τῶν γινομένων, ἀλλὰ παραχωρεῖ τῇ ἀκαταλήπτῳ αὐτοῦ προνοίᾳ, καὶ ἐπίστευσε τοῖς εἰρημένοις. Διὰ τοῦτό φησι, Σάρα δὲ, μετὰ τὰς τοσαύτας ὑποσχέσεις, οὐκ ἔτικτεν αὐτῷ. Ἦν δὲ αὐτῇ παιδίσκη Αἰγυπτία, ᾗ ὄνομα Ἄγαρ. Οὐχ ἁπλῶς ἡμῖν οὐδὲ ἐνταῦθα τῆς παιδίσκης τὴν μνήμην ἐποιήσατο ἡ θεία Γραφὴ, ἀλλ' ἵνα μάθωμεν πόθεν αὐτὴν ἔσχε. Διὰ γὰρ τοῦτο προσέθηκεν, ὅτι Αἰγυπτία, ἵνα ἐπὶ τὴν ἱστορίαν ἀναδράμωμεν ἐκείνην· καὶ ὅτι ἐκ τῶν παρὰ τοῦ Φαραὼ παρασχεθέντων αὕτη ἦν, ἡνίκα τοσαύτης ἀπήλαυσεν ἐκδικίας παρὰ τοῦ τῶν ὅλων Θεοῦ, καὶ ταύτην λαβοῦσα ἐπανῆλθεν, ἐπίτηδες ἡμῖν αὐτῆς καὶ τὸ ὄνομα καὶ τὸ ἔθνος ἐγνώρισεν ἡ θεία Γραφή. Ἀλλ' ὅρα λοιπὸν ἐνταῦθα τῆς Σάρας τὴν φιλόσοφον γνώμην, καὶ τῆς σωφροσύνης τὴν ὑπερβολὴν, καὶ τοῦ πατριάρχου τὴν ἄφατον πειθὼ καὶ τὴν ὑπακοήν. Εἶπε δὲ Σάρα, φησὶ, πρὸς Ἄβραμ ἐν γῇ Χαναάν· Ἰδοὺ συνέκλεισέ με Κύριος τοῦ μὴ τεκεῖν· εἴσελθε οὖν πρὸς τὴν παιδίσκην μου, ἵνα τεκνοποιήσῃς ἐξ αὐτῆς. Σκόπει τὴν εὐγνωμοσύνην γυναικός. Οὐδὲν τοιοῦτον εἶπεν, οἷον μετὰ ταῦτα ἡ Ῥαχήλ φησι πρὸς τὸν Ἰακώβ· Δός μοι τέκνα· εἰ δὲ μὴ, ἀποθνήσκω ἐγώ. Ἀλλὰ τί φησιν; Ἰδοὺ συνέκλεισέ με Κύριος τοῦ μὴ τεκεῖν. Ἐπειδὴ, φησὶν, ἄγονόν με κατέστησεν ὁ τῆς φύσεως δημιουργὸς, καὶ ἀπεστέρησε τῆς τῶν παίδων γονῆς, ἵνα μὴ οὖν διὰ τὴν ἐμὴν στείρωσιν αὐτὸς εἰς βαθὺ γῆρας ἐλάσας λοιπὸν ἄπαις διαμείνῃς, Εἴσελθε πρὸς τὴν παιδίσκην μου, ἵνα τεκνοποιήσῃς ἐξ αὐτῆς. Πολλὴ καὶ ἄφατος ἡ φιλοσοφία τῆς γυναικός. Τίς γὰρ ἂν ἕλοιτο πώποτε γυνὴ τοῦτο ποιῆσαι, ἢ συμβουλεῦσαι τῷ ἀνδρὶ τοῦτο, ἢ τῇ παιδίσκῃ τῆς εὐνῆς παραχωρῆσαι;
Consider for me from this point, beloved, the ineffable long-suffering of God, and the surpassing faith of the righteous man and the gratitude which he displayed regarding the promises that had been made to him. For although God had so many times promised that He would give the land to his seed, and that it would be extended to so great a multitude as to be equalled to the multitude of the stars, yet seeing none of the things promised coming out into effect, and the matters of the pledges still remaining at the stage of words, he was not troubled in his reasoning, nor shaken in his mind, but remained unswerving, believing in the power of Him Who had promised. For on this account divine Scripture has pointed this out now also, saying: Now Sara, the wife of Abram, bore him no children; all but declaring this to us, that after all these things, after the covenants that had been made with him, after it had been promised that an innumerable multitude would spring from him, he was not vexed, he did not doubt, though seeing none of the things spoken coming out into effect, but everything to the contrary. For this reason it says after all those things: Now Sara, his wife, bore him no children; so that you may learn that nothing further had accrued to him after so many promises, even though both the barrenness of Sara and the deadness of her womb were sufficient to produce great perplexity in the righteous man. Yet the patriarch no longer looked to the hindrances arising from nature, but knowing the resourcefulness of the Master, and that being the Creator of nature He is able even out of impasses to find ways through, like a grateful servant he did not pry busily into the manner of the things taking place, but yields to His incomprehensible providence, and believed the things spoken. For this reason it says: Now Sara, after so many promises, bore him no children. And she had an Egyptian maidservant, whose name was Hagar. Not without purpose did divine Scripture make mention of the maidservant to us here either, but so that we might learn whence she obtained her. For on this account it added that she was an Egyptian, so that we might run back to that earlier history; and because she was one of those supplied by Pharaoh, when Sara enjoyed so great a vengeance from the God of all, and having received this maidservant returned, divine Scripture purposely made known to us both her name and her nation. Yet behold further here the philosophic mind of Sara, and the excess of her moderation, and the patriarch's ineffable compliance and obedience. And Sara said, it says, to Abram in the land of Canaan: Behold, the Lord hath shut me up from bearing; go in therefore to my maidservant, that thou mayest beget children from her. Consider the rectitude of a woman. She said nothing of the sort that afterwards Rachel says to Jacob: Give me children; or if not, I shall die. Rather, what does she say? Behold, the Lord hath shut me up from bearing. Since, she says, the Creator of nature hath rendered me barren, and hath deprived me of the begetting of children, so that you yourself therefore through my barrenness, having advanced to deep old age, may not henceforth remain childless: Go in to my maidservant, that thou mayest beget children from her. Great and ineffable is the philosophy of the woman. For what woman would ever choose to do this, or to advise this to her husband, or to yield her marriage bed to her maidservant?
PG 53:352Read from the page
βʹ. Εἶδες πῶς παντὸς πάθους ἐκτὸς ἦσαν; Καὶ εἷς ἦν αὐτοῖς μόνον σκοπὸς, τοῦ μὴ ἄπαιδας τελευτῆσαι· ἀλλ' ἐσκόπουν ὅπως καὶ τὴν ἐντεῦθεν παραμυθίαν κτήσωνται, καὶ τῆς εἰρήνης τὸν σύνδεσμον ἀῤῥαγῆ διατηρήσωσιν. Ἐννόει γάρ μοι τοῦ πατριάρχου ἐνταῦθα τὴν πολλὴν σωφροσύνην καὶ τὴν ὑπερβάλλουσαν ἐπιείκειαν. Οὔτε γὰρ, καθάπερ τινὲς τῶν ἀνοήτων, ἐδυσχέρανε πρὸς τὴν γαμετὴν διὰ τὴν ἀπαιδίαν, οὔτε τὸν περὶ αὐτὴν πόθον ἠλάττωσεν. Ἴστε γὰρ, ἴστε πῶς τοῖς πλείοσι τῶν ἀνθρώπων τοῦτο μάλιστα αἴτιον γίνεται τῆς κατὰ τῶν γυναικῶν ὑπεροψίας· ὥσπερ αὖ πάλιν καὶ φίλτρου πλείονος ὑπόθεσιν τὸ ἐναντίον ποιοῦνται, σφόδρα κούφως καὶ ἀνοήτως ταῖς γυναιξὶ λογιζόμενοι καὶ τὴν ἀπαιδίαν καὶ τὴν εὐπαιδίαν, οὐκ εἰδότες ὅτι τοῦ τῆς φύσεώς ἐστι δημιουργοῦ τὸ πᾶν, καὶ οὔτε ἡ συνουσία, οὔτε ἕτερόν τί ἐστι τὸ δυνάμενον συντελέσαι πρὸς τὴν τῶν παίδων διαδοχὴν, μὴ τῆς ἄνωθεν χειρὸς συνεφαπτομένης, καὶ τὴν φύσιν διεγειρούσης πρὸς τὸν τόκον. Ἅπερ ἀκριβῶς ὁ δίκαιος οὗτος ἐπιστάμενος, οὔτε τῇ γυναικὶ ἐλογίζετο τὴν ἀπαιδίαν, καὶ τὴν προσήκουσαν αὐτῇ τιμὴν διὰ πάντων ἀπένειμε. Διά τοι τοῦτο καὶ αὐτὴ φιλοτιμουμένη, καὶ βουλομένη δεῖξαι ὅσην ποιεῖται περὶ τὸν δίκαιον φιλοστοργίαν, οὐ τὸ ἑαυτῆς σκοποῦσα, ἀλλ' ὅπως ἂν ἐκείνῳ παραμυθίαν τινὰ τῆς ἀπαιδίας ἐπινοήσειε, μονονουχὶ ταῖς οἰκείαις χερσὶ λαβοῦσα τὴν παιδίσκην τὴν Αἰγυπτίαν ἐπὶ τὴν ἰδίαν εὐνὴν ἀνήγαγεν· ἀλλὰ καὶ διὰ τῶν ῥημάτων δεικνύουσα τὸν σκοπὸν, δι' ὃν τοῦτο ποιῆσαι κατεδέξατο, φησίν· Ἐπειδὴ ἐγὼ ἄχρηστος ὤφθην καὶ ἀνεπιτήδειος πρὸς γονήν· Συνέκλεισε γάρ με ὁ Κύριος τοῦ μὴ τεκεῖν. Ὅρα ψυχῆς εὐγνωμοσύνην, πῶς οὐδὲν δυσχερὲς φθέγγεται, οὐδὲ ἀποδύρεται διὰ τὴν στείρωσιν, ἀλλὰ μόνον τοῦτο ἡμῖν ἐμφῆναι βούλεται, ὅτι τῷ δημιουργῷ τῆς φύσεως τοῦτο λογιζομένη πράως καὶ γενναίως ἔφερε, προτιμῶσα τὸ τῷ Θεῷ δοκοῦν τῆς οἰκείας ἐπιθυμίας, καὶ ἐσκόπει ὅπως τὸν ἄνδρα παραμυθήσηται. Ἐπειδὴ οὖν, φησὶν, Ἐμὲ συνέκλεισεν ὁ Κύριος τοῦ μὴ τεκεῖν. Πόση καὶ αὐτοῦ τοῦ ῥήματος ἡ ἔμφασις! πῶς δείκνυσι τοῦ Θεοῦ τὴν πρόνοιαν καὶ τὴν ἄφατον δύναμιν! Καθάπερ γὰρ ἡμεῖς, φησὶν, ἐπὶ τῆς οἰκίας κλείομεν καὶ ἀνοίγομεν, οὕτω καὶ ὁ Δεσπότης ἐπὶ τῆς φύσεως ἐργάζεται, καὶ τῷ οἰκείῳ προστάγματι καὶ τὰς κλεῖς ἐπάγει, καὶ πάλιν ἡνίκα ἂν βουληθῇ ἀνοίγει, καὶ κελεύει τὴν φύσιν τὸ ἑαυτῆς ἐργάζεσθαι. Ἐπεὶ οὖν Συνέκλεισέ με, φησὶν, ὁ Κύριος τοῦ μὴ τεκεῖν, εἴσελθε πρὸς τὴν παιδίσκην μου, ἵνα τεκνοποιήσῃς ἐξ αὐτῆς. Οἶδα ὅτι ἐγώ εἰμι ἡ αἰτία τῆς ἀπαιδίας· διὰ τοῦτο οὐ βούλομαί σε ἀποστερῆσαι τῆς ἐντεῦθεν παραμυθίας. Ἴσως δὲ καὶ ὑπώπτευεν ἡ Σάρα μὴ παρ' αὐτὴν μόνην εἶναι τὰ τῆς ἀπαιδίας, ἀλλὰ καὶ παρὰ τὸν πατριάρχην· διὰ τοῦτο βουλομένη δι' αὐτῶν τῶν ἔργων πληροφορηθῆναι, παραχωρεῖ τῇ παιδίσκῃ, καὶ εἰς τὴν εὐνὴν αὐτὴν ἄγει, ἵνα μάθῃ δι' αὐτῶν τῶν πραγμάτων, ὡς ἑαυτῇ τὸ πᾶν ὀφείλει λογίζεσθαι. Ὑπήκουσε δὲ, φησὶν, Ἄβραμ τῆς φωνῆς Σάρας. Πολλὴ τοῦ δικαίου ἡ φιλοσοφία. Ὅπερ γὰρ ἔφθην εἰπὼν, τοῦτο καὶ νῦν ἐρῶ· ὅτι οὔτε πρότερον τοῦτο ἐβουλεύσατο, καίτοι ἐν ἐσχάτῳ γήρᾳ λοιπὸν ὢν, καὶ νῦν τὴν προτροπὴν παρὰ τῆς Σάρας δεξάμενος ἑτοίμως ὑπήκουσε, δεικνὺς ὅτι οὐκ ἐπιθυμίας ἕνεκεν ἁπλῶς, οὐδὲ πάθει κατακολουθῶν τῆς συνουσίας ἠνέσχετο, ἀλλ' ὥστε σπέρματος διαδοχὴν καταλιπεῖν. Καὶ λαβοῦσα Σάρα ἡ γυνὴ Ἄβραμ Ἄγαρ τὴν Αἰγυπτίαν τὴν ἑαυτῆς παιδίσκην, μετὰ δέκα ἔτη τοῦ συνοικῆσαι Ἄβραμ τῷ ἀνδρὶ αὐτῆς ἐν τῇ Χαναναίᾳ, ἔδωκεν Ἄβραμ τῷ ἀνδρὶ αὐτῆς αὐτὴν γυναῖκα. Σκόπει
2. Did you see how they were free from every passion? And they had one aim alone, namely not to die childless; rather, they looked to how they might both gain the consolation therefrom and preserve unbroken the bond of peace. For consider for me here the patriarch's great moderation and surpassing gentleness. For neither, like certain senseless men, was he vexed towards his wedded wife on account of childlessness, nor did he lessen his affection for her. For you know, you know how for most men this above all becomes a cause of disdain against their wives; just as on the other hand they make the opposite a ground for greater fondness, very lightly and foolishly imputing to their wives both childlessness and fruitfulness in children, not knowing that the whole matter belongs to the Creator of nature, and neither marital union nor any other thing is able to contribute towards the succession of children unless the hand from above lays hold together with it, and rouses nature towards birth. Which things this righteous man knowing accurately, he neither imputed childlessness to his wife, and rendered to her the fitting honour in all things. Wherefore she also, being eagerly devoted, and wishing to show how great a tender affection she maintains for the righteous man, looking not to her own interest, but to how she might devise for him some consolation for his childlessness, all but took the Egyptian maidservant with her own hands and led her up to her own bed; and also showing through her words the aim on account of which she consented to do this, she says: Since I have appeared useless and unfit for childbearing; For the Lord hath shut me up from bearing. Behold the gratitude of a soul, how she utters nothing harsh, nor laments on account of her barrenness, but wishes only to indicate this to us, that imputing this to the Creator of nature she bore it meekly and nobly, preferring what seemed good to God above her own desire, and looked to how she might console her husband. Since therefore, she says, The Lord hath shut me up from bearing. How great too is the force of the saying itself! How it shows God's providence and ineffable power! For just as we, she says, in the case of a house shut and open, so also the Master works in the case of nature, and by His own command both puts on the keys, and again whenever He wills opens, and bids nature work what is its own. Since therefore The Lord hath shut me up, she says, from bearing, go in to my maidservant, that thou mayest beget children from her. I know that I am the cause of the childlessness; on this account I do not wish to deprive you of the consolation therefrom. And perhaps Sara also suspected that the matter of the childlessness lay not with her alone, but also with the patriarch; on this account, wishing to be fully assured through the deeds themselves, she yields to the maidservant, and leads her into the bed, so that she might learn through the facts themselves that she ought to impute the whole matter to herself. And Abram, it says, hearkened to the voice of Sara. Great is the philosophy of the righteous man. For what I said before, this I shall say now also: that neither had he planned this previously, although he was now in extreme old age, and now having received the exhortation from Sara he readily obeyed, showing that not merely for the sake of desire, nor following passion, did he endure marital union, but so as to leave behind a succession of seed. And Sara the wife of Abram took Hagar the Egyptian her own maidservant, after ten years of Abram's dwelling with her, her husband, in the land of Canaan, and gave her to Abram her husband as wife. Consider
PG 53:353Read from the page
τῆς Γραφῆς τὴν ἀκρίβειαν· ἵνα γὰρ μάθωμεν ὅτι οὐδὲ μετὰ τὰ ῥήματα ταῦτα, ἅπερ ἡ Σάρα πρὸς αὐτὸν ἐποιήσατο, ἐπεπήδησε τῷ πράγματι, διὰ τοῦτό φησι· Καὶ ἔλαβε Σάρα ἡ γυνὴ Ἄβραμ Ἄγαρ τὴν Αἰγυπτίαν τὴν ἑαυτῆς παιδίσκην· μονονουχὶ δεικνύουσα ἡμῖν ἡ θεία Γραφὴ, ὅτι τὴν γαμετὴν παραμυθούμενος, καὶ ὑπακοῦσαι ταύτῃ βουλόμενος τὸ πρᾶγμα κατεδέξατο. Ἵνα γὰρ μάθῃς μετὰ ἀκριβείας τοῦ πατριάρχου τὴν σωφροσύνην καὶ τὴν ὑπερβάλλουσαν ἐγκράτειαν, φησί· Μετὰ δέκα ἔτη τοῦ συνοικῆσαι Ἄβραμ τῷ ἀνδρὶ αὐτῆς ἐν γῇ Χαναάν. Οὐχ ἁπλῶς οὐδὲ τὸν χρόνον ἐπεσημήνατο, ἀλλ' ἵνα εἰδέναι ἔχωμεν, ἐν πόσοις ἔτεσιν ὁ δίκαιος ἐκαρτέρησε, καὶ γενναίως τὴν ἀπαιδίαν ἤνεγκε, καὶ ἀνώτερος παντὸς πάθους τυγχάνων, πολλὴν τὴν σωφροσύνην ἐπεδείξατο· καὶ οὐ τοῦτο μόνον, ἀλλ' ἵνα καὶ ἕτερόν τι ἐκ τούτου μάθωμεν. Διὰ γὰρ τοῦτο προσέθηκε· Μετὰ δέκα ἔτη τοῦ συνοικῆσαι Ἄβραμ τῷ ἀνδρὶ αὐτῆς ἐν γῇ Χαναάν· οὐ γὰρ πάντα τὸν χρόνον τοῦ συνοικεσίου νῦν ἡμῖν ἐγνώρισεν, ἀλλὰ τὸν ἐν τῇ Χαναὰν χρόνον αὐτοῖς ἀναλωθέντα. Τίνος ἕνεκεν καὶ διὰ τί; Ἐπειδὴ γὰρ εὐθέως ἐπιστάντι τῇ Χαναναίᾳ ἐπηγγείλατο ὁ φιλάνθρωπος Δεσπότης λέγων· Τῷ σπέρματί σου τὴν γῆν ταύτην δώσω· καὶ πάλιν μετὰ ταῦτα καὶ ἅπαξ καὶ δεύτερον τὰς ὑποσχέσεις πρὸς αὐτὸν ἐποιήσατο, ἵνα γνῷς, ἀγαπητὲ, ἐν πόσοις ἔτεσι διαναβαλλομένου τοῦ Δεσπότου, καὶ μηδὲν τῶν ἐπαγγελθέντων εἰς ἔργον ἄγοντος, ὁ δίκαιος οὗτος οὐκ ἐταράττετο τὴν γνώμην, ἀλλὰ τῶν οἰκείων λογισμῶν προετίμα τὰ παρὰ τοῦ Θεοῦ ῥηθέντα. Διὰ τοῦτό φησι, Μετὰ δέκα ἔτη τοῦ συνοικῆσαι αὐτοὺς ἐν γῇ Χαναάν. Εἶδες ψυχῆς ἀνδρείαν, εἶδες γυμνάσιον φιλοσοφίας, πῶς περιφανέστερον αὐτὸν ποιῆσαι βουλόμενος ὁ Δεσπότης μέλλει καὶ ἀναβάλλεται; Ἐπειδὴ γὰρ κήδεται τῶν αὐτοῦ θεραπόντων, οὐχ ἁπλῶς εἰς αὐτοὺς τὰς εὐεργεσίας βούλεται κατατίθεσθαι, ἀλλὰ καὶ περιφανεῖς αὐτοὺς δεικνύναι, καὶ τὴν πίστιν αὐτῶν ἅπασι κατάδηλον ποιεῖν γίνεσθαι. Εἰ γὰρ εὐθέως ἐπαγγειλάμενος τῷ σπέρματι αὐτοῦ δώσειν τὴν γῆν, διήνοιξε τῆς Σάρας τὴν μήτραν, καὶ τὴν τῶν παίδων διαδοχὴν αὐτῷ ἐχαρίσατο, οὔτε τὸ θαῦμα οὕτως ἐδείκνυτο μέγα, οὔτε ἡ τοῦ δικαίου πίστις πᾶσι περιφανὴς καθίστατο. Ἡ μὲν γὰρ τοῦ Θεοῦ δύναμις καὶ τότε δήλη ἂν ἦν· νεκρωθὲν γὰρ τὸ ἐργαστήριον τῆς φύσεως, καὶ ἄχρηστον γεγονὸς πρὸς παιδοποιίαν, πάντως αὐτὸς τῷ οἰκείῳ προστάγματι πάλιν ἐζωογόνει· ἀλλ' οὐκ ἂν οὕτω τὸν στέφανον ἀνεδήσατο ὁ πατριάρχης, ὥσπερ νῦν ἐν τοσούτῳ μήκει χρόνου τῆς ἀρετῆς αὐτοῦ βασανιζομένης, καὶ καθ' ἑκάστην ἡμέραν λαμπροτέρας γινομένης.
the exactness of Scripture; for so that we may learn that not even after these words which Sara had addressed to him did he leap at the matter, on this account it says: And Sara the wife of Abram took Hagar the Egyptian her own maidservant; divine Scripture all but showing us that it was to console his wedded wife and because he wished to obey her that he consented to the matter. For so that you may learn with exactness the patriarch's moderation and surpassing self-control, it says: After ten years of Abram's dwelling with her, her husband, in the land of Canaan. Not without purpose did it point out the time either, but so that we might be able to know for how many years the righteous man persevered, and nobly bore his childlessness, and being superior to every passion, displayed great moderation; and not this only, but so that we might also learn something else from this. For on this account it added: After ten years of Abram's dwelling with her, her husband, in the land of Canaan; for it did not now make known to us all the time of their married life, but the time spent by them in Canaan. For what sake and wherefore? Because immediately when he arrived in Canaan the Master Who loves mankind had promised, saying: To thy seed I will give this land; and again after these things both once and a second time He made the promises to him, so that you may know, beloved, for how many years, while the Master delayed and brought none of the things promised into effect, this righteous man was not troubled in his mind, but valued the things spoken by God above his own reasonings. For this reason it says: After ten years of their dwelling together in the land of Canaan. Did you see a soul's courage, did you see a training school of philosophy, how the Master, wishing to make him more illustrious, tarries and puts off? For since He cares for His servants, He wishes not merely to bestow His benefits upon them, but also to show them illustrious, and to cause their faith to become manifest to all. For if immediately after promising to give the land to his seed He had opened Sara's womb, and had granted him the succession of children, neither would the miracle thus have been shown to be great, nor would the faith of the righteous man have been rendered conspicuous to all. For the power of God would indeed have been plain even then—for once the workshop of nature had died and become useless for childbearing, He Himself by His own command was by all means bringing it to life again—yet the patriarch would not thus have bound on the crown, as now when in so great a length of time his virtue was being tested, and every day becoming brighter.
γʹ. Καὶ ἵνα μάθῃς ὅτι οὐ μόνον εὐεργετεῖν βούλεται, καὶ τὰς παρ' ἑαυτοῦ δωρεὰς παρέχειν, ἀλλ' ἔθος αὐτῷ τοῦτο καὶ τοὺς ταύτας δεχομένους περιφανεστέρους ἐθέλειν ποιεῖν, ὅρα αὐτὸν καὶ ἐπὶ τῆς Χαναναίας τοῦτο διαπραξάμενον, καὶ διὰ τοῦτο μέλλοντα καὶ ὑπερτιθέμενον, ἵνα μὴ μόνον τὴν αἴτησιν ἐκείνῃ παράσχῃ, ἀλλὰ καὶ αὐτὴν εἰς πᾶσαν τὴν οἰκουμένην κατάδηλον ἐργάζηται. Ἐπειδὴ γὰρ προσῆλθεν ἱκετεύουσα καὶ λέγουσα· Ἐλέησόν με, Κύριε, ὅτι ἡ θυγάτηρ μου κακῶς δαιμονίζεται· οὔτε ἀποκρίσεως αὐτὴν ἀξιοῖ ὁ εὔσπλαγχνος καὶ φιλάνθρωπος, καὶ ἀεὶ τὰς αἰτήσεις ἡμῶν προφθάνων. Καὶ οἱ μὲν μαθηταὶ οὐκ εἰδότες τὸ μέλλον ἔσεσθαι, καὶ ὅτι κηδόμενος τῆς γυναικὸς, καὶ οὐ βουλόμενος αὐτῆς τὸν θησαυρὸν
3. And so that you may learn that He wishes not only to do good and to bestow gifts from Himself, but that this is His custom, also to will to make more illustrious those who receive them, behold Him having accomplished this in the case of the Canaanite woman also, and on this account tarrying and deferring, so that He may not only grant her petition to her, but also render her manifest to the whole inhabited world. For when she approached supplicating and saying: Have mercy on me, O Lord, for my daughter is badly possessed by a demon, He Who is compassionate and loves mankind, and Who always anticipates our petitions, does not even deem her worthy of an answer. And the disciples, not knowing what was about to be, and that caring for the woman, and not wishing her treasure
PG 53:354Read from the page
κεκρύφθαι, διὰ τοῦτο οὐκ ἀποκρίνεται, ὡς δῆθεν συμπαθέστεροι, προσελθόντες παρεκάλουν αὐτὸν λέγοντες, Ἀπόλυσον αὐτὴν, ὅτι κράζει ὄπισθεν ἡμῶν, μονονουχὶ δεικνύντες, ὅτι οὐκ ἔτι φέρουσιν αὐτῆς τὴν ἐπάχθειαν. Ἀπόλυσον γὰρ αὐτὴν, φασὶν, οὐκ ἐπειδὴ κατώδυνός ἐστιν, οὐδὲ ἐπειδὴ ἡ αἴτησις αὐτῆς εὔλογος, ἀλλ' Ὅτι κράζει ὄπισθεν ἡμῶν. Τί οὖν ὁ Δεσπότης; Βουλόμενος κἀκείνης τὸν θησαυρὸν κατὰ μικρὸν ἐκκαλύψαι, καὶ τούτους διδάξαι, ὅσον λείπονται τῆς αὐτοῦ φιλανθρωπίας, ἀπόκρισιν ποιεῖται ἱκανὴν οὖσαν κἀκείνης πηρῶσαι τὸν λογισμὸν, εἰ μὴ συντεταμένην εἶχε τὴν διάνοιαν, καὶ ζέοντα τὸν πόθον, καὶ τὴν προθυμίαν ἀκμάζουσαν, κἀκείνους ἀποστῆσαι τῆς ὑπὲρ αὐτῆς ἱκετηρίας. Οὐκ ἀπεστάλην γὰρ, φησὶν, εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ. Τοῦτο ἐκείνους μὲν ἀπέστησε τοῦ παρακαλεῖν ὑπὲρ τῆς γυναικὸς, ἐκείνην δὲ ὀκνηροτέραν οὐκ εἰργάσατο, ἀλλὰ καὶ μᾶλλον ἐπικεῖσθαι παρεσκεύασε. Τοιοῦτον γὰρ ἡ ὀδυνωμένη ψυχὴ, καὶ μετὰ θερμῆς τῆς διαθέσεως προσιοῦσα· πρὸς οὐδὲν ἐπιστρέφεται τῶν λεγομένων, ἀλλ' ἓν μόνον σκοπεῖ, ὅπως ἐπιτύχῃ τῶν σπουδαζομένων· ὅπερ καὶ αὕτη πεποίηκεν. Ἀκούσασα γὰρ ταῦτα, πάλιν φησὶν, Προσεκύνησεν αὐτὸν λέγουσα· Ἐλέησόν με, Κύριε. ᾜδει τοῦ Δεσπότου τὴν εὐσπλαγχνίαν, καὶ διὰ τοῦτο πολλῇ κέχρηται τῇ προσεδρίᾳ. Ἀλλ' ὅρα πάλιν τὸν σοφὸν καὶ εὐμήχανον· οὐδὲ οὕτως ἐπινεύει, ἀλλὰ καὶ σφοδροτέραν καὶ τραχυτέραν ποιεῖται ἀπόκρισιν. ᾜδει γὰρ τὴν ἀνδρείαν τῆς γυναικὸς, καὶ ἐβούλετο μὴ λανθάνουσαν αὐτὴν δέξασθαι τὴν εὐεργεσίαν, ἀλλὰ καὶ τοὺς μαθητὰς ἐκ τῆς ἐκβάσεως μαθεῖν τῆς μακροθυμίας αὐτοῦ τὴν αἰτίαν, καὶ τοὺς ἄλλους ἅπαντας παιδευθῆναι, ὅση τῆς προσεδρίας ἡ ἰσχὺς, καὶ τῆς γυναικὸς ἡ ἀρετή. Φησὶ γάρ· Οὐκ ἔστι καλὸν λαβεῖν τὸν ἄρτον τῶν τέκνων, καὶ βαλεῖν τοῖς κυναρίοις. Ἐνταῦθά μοι σκόπει τῆς γυναικὸς τὸν τόνον, πῶς τῷ θερμῷ τῆς προθυμίας πεπυρωμένη, καὶ τῇ πίστει τῇ εἰς τὸν Θεὸν ἐπτερωμένη, καὶ τὰ σπλάγχνα αὐτὰ, ὡς εἰπεῖν, διακοπτομένη, καὶ πολλὴν περὶ τὴν θυγατέρα τὴν συμπάθειαν ἔχουσα, οὐδὲ ἀποστρέφεται τοῦ ῥήματος τὴν ὕβριν, ἀλλὰ κυνάριον ἀκούσασα καταδέχεται, ὁμολογεῖ κυνάριον εἶναι, ἵνα ἀπαλλαγῇ τῆς τῶν κυνῶν ἀλογίας, καὶ εἰς τὴν τῶν υἱῶν τάξιν ἀθρόον ἐναρίθμιος γένηται. Ἄκουσον λοιπὸν τὰ παρὰ τῆς γυναικὸς, ἵνα μάθῃς ὅσον τῆς τοῦ Θεοῦ μακροθυμίας τὸ κέρδος γέγονεν. Οὐ μόνον γὰρ οὐκ ἀπέστησε τὸ γύναιον ἡ τῶν εἰρημένων πρὸς αὐτὴν σφοδρότης, ἀλλὰ καὶ πρὸς πλείονα προθυμίαν διήγειρεν· ἐπειδὴ γὰρ ἤκουσε ταυτὶ τὰ ῥήματα, φησί· Ναὶ, Κύριε· καὶ γὰρ τὰ κυνάρια ἐσθίει ἀπὸ τῶν ψιχίων τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τῶν κυρίων αὐτῶν.
to lie hidden, for this reason does not answer—as though more sympathetic forsooth, came up and implored Him, saying: Send her away, for she cries out behind us, all but showing that they no longer bear her annoyance. For Send her away, they say, not because she is in deep pain, nor because her petition is reasonable, but Because she cries out behind us. What then does the Master do? Wishing both to uncover her treasure little by little, and to teach these men how far short they fall of His love for mankind, He makes an answer sufficient both to maim her reasoning—unless she had her mind stretched taut, and her yearning fervent, and her eagerness at its height—and to make those men desist from their supplication on her behalf. For I was not sent, He says, except to the lost sheep of the house of Israel. This made those men desist from pleading on behalf of the woman, yet did not render her more sluggish, but prepared her even the more to press on. For such is the soul in pain and approaching with fervent disposition: it turns back at nothing of the things said, but looks to one thing alone, how it may obtain the things earnestly sought; which very thing she also did. For having heard these things, again it says, She worshipped Him, saying: Have mercy on me, O Lord. She knew the Master's compassion, and on this account she employed great persistence. Yet behold again Him Who is wise and resourceful: not even thus does He nod assent, but makes an even more vehement and harsher answer. For He knew the courage of the woman, and wished her not to receive the benefit unnoticed, and also wished the disciples to learn from the outcome the cause of His long-suffering, and all the others to be instructed how great is the strength of persistence and the virtue of the woman. For He says: It is not good to take the bread of the children and throw it to the little dogs. Here for me consider the woman's vigour, how being set on fire by the warmth of her eagerness, and given wings by her faith in God, and cut right through her very bowels, so to speak, and having great sympathy for her daughter, she does not even turn away from the insult of the saying, but having heard herself called a little dog she accepts it, she confesses that she is a little dog, so that she may be freed from the irrationality of dogs, and all at once become numbered in the rank of sons. Hear now the words from the woman, so that you may learn how great the gain of God's long-suffering became. For not only did the vehemence of the things spoken to her not drive the poor woman away, but it roused her to even greater eagerness; for when she heard these words, she says: Yes, Lord; for even the little dogs eat of the crumbs that fall from the table of their masters.
Εἶδες τίνος ἕνεκεν μέχρι τοῦ παρόντος τὴν μακροθυμίαν ἐπεδείξατο; Ἵνα διὰ τῶν ῥημάτων τῆς γυναικὸς μάθωμεν αὐτῆς τῆς πίστεως τὴν ὑπερβολήν. Ὅρα γὰρ πῶς εὐθέως αὐτὴν ἀνεκήρυξεν ὁ Δεσπότης καὶ ἐστεφάνωσε, λέγων· Ὦ γύναι, μεγάλη σου ἡ πίστις. Μετὰ θαυμασμοῦ καὶ ἐγκωμίων ἀπέπεμψε τὴν οὐδὲ ἀποκρίσεως παρ' αὐτοῦ ἐν προοιμίοις ἀξιωθεῖσαν. Μεγάλη σου, φησὶν, ἡ πίστις. Καὶ γὰρ ἦν ὄντως μεγάλη, διὰ τὸ καὶ ἅπαξ καὶ δεύτερον καὶ πολλάκις ὁρῶσαν ἀνανεύοντα πρὸς τὴν αἴτησιν, μὴ ναρκῆσαι, μηδὲ ἀποπηδῆσαι, ἀλλὰ τῷ τόνῳ τῆς προσεδρίας ἐκκαλέσασθαι καὶ παρασκευάσαι εἰς περας ἀγαγεῖν τὰ αἰτηθέντα. Γενηθήτω γάρ σοι, φησὶν, ὡς θέλεις. Εἶδες, ὁ πρότερον μηδὲ ἀποκρίσεως αὐτὴν ἀξιῶν, πῶς νῦν φιλοτιμεῖται ταῖς δωρεαῖς; Οὐδὲ γὰρ
Did you see for what sake He displayed long-suffering up to the present point? So that through the woman's words we might learn the excess of her faith. For behold how immediately the Master proclaimed her and crowned her, saying: O woman, great is thy faith. With wonder and encomiums He sent away her who at the outset had not even been deemed worthy of an answer by Him. Great, He says, is thy faith. And indeed it was truly great, because though once and a second time and many times she saw Him refusing her petition, she did not grow numb, nor shrink back, but by the intensity of her persistence called Him forth and prevailed on Him to bring to an end the things asked for. For let it be done for thee, He says, as thou wilt. Did you see how He Who previously did not even deem her worthy of an answer now lavishes gifts upon her? For not
Notes, col. 354

On the reading

Printed περας, for πέρας.

PG 53:355Read from the page
ἁπλῶς αὐτῇ παρέσχε τὴν αἴτησιν, ἀλλὰ ἀνεκήρυξε καὶ ἐστεφάνωσε· καὶ τῷ εἰπεῖν, Ὦ γύναι, ἔδειξεν ὅπως αὐτῆς τὴν πίστιν ἐξεπλάγη· καὶ τῷ εἰπεῖν, Μεγάλη σου ἡ πίστις, κατάδηλον ἡμῖν ἐποίησε τῆς γυναικὸς τὸν πλοῦτον. Εἶτά φησι, Γενηθήτω σοι ὡς θέλεις. Ὅσον βούλει, ὅσον θέλεις, τοσοῦτον παρέχω. Ἡ γὰρ τοσαύτη προσεδρία ἀξίαν σε ἀποφαίνει τῆς αἰτήσεως. Εἴδετε τῆς γυναικὸς τὴν εὐτονίαν, εἴδετε τῆς τοῦ Θεοῦ μακροθυμίας τὴν αἰτίαν, καὶ ὅτι περιφανεστέραν αὐτὴν ἐργάσασθαι βουλόμενος, διὰ τοῦτο ἀνεβάλλετο; Ἐπανέλθωμεν δὲ, εἰ δοκεῖ, ἐπὶ τὴν προκειμένην ἱστορίαν, ἵνα μάθωμεν ὅτι δι' οὐδὲν ἕτερον ἐν τοσούτοις ἔτεσι τὰς ἐπαγγελίας τὰς κατὰ τὸν πατριάρχην γεγενημένας εἰς ἔργον οὐκ ἤγαγεν, ἀλλ' ἵνα μετὰ πολλῆς τῆς περιφανείας ταύτας αὐτῷ παράσχῃ, καὶ πᾶσι τοῦ δικαίου τὴν πίστιν κατάδηλον ἐργάσηται. Διὰ τοῦτό φησι, Μετὰ δέκα ἔτη τοῦ συνοικῆσαι αὐτοὺς ἐν γῇ Χαναὰν, ἵνα μάθῃς ὅσος παρῆλθε χρόνος ἐξ οὗ τὰ τῆς ἐπαγγελίας ἐδέξατο. Εὐθὺς γὰρ ἐπιστὰς τῇ Χαναναίᾳ, ἤκουσεν, ὅτι Τῷ σπέρματί σου δώσω τὴν γῆν ταύτην, καὶ ἐν τοσούτῳ μήκει χρόνου καὶ αὐτὸς ἄπαις διέμεινε, καὶ τῆς Σάρας ἡ στείρωσις ἐπετείνετο. Καὶ ἔδωκε τὴν Ἄγαρ, φησὶν, Ἄβραμ τῷ ἀνδρὶ αὐτῆς εἰς γυναῖκα.
merely did He grant her the petition, but proclaimed and crowned her; and by saying, O woman, He showed how amazed He was at her faith; and by saying, Great is thy faith, He made manifest to us the woman's wealth. Then He says, Let it be done for thee as thou wilt. As much as you wish, as much as you will, so much do I grant. For such great persistence declares you worthy of your petition. Did you see the woman's steadiness, did you see the cause of God's long-suffering, and that because He wished to render her more illustrious, on this account He delayed? Let us return now, if it seems good, to the history set before us, so that we may learn that for no other reason did He not bring into effect during so many years the promises that had been made regarding the patriarch, than so that with great splendour He might grant these to him, and render the faith of the righteous man manifest to all. For this reason it says, After ten years of their dwelling together in the land of Canaan, so that you may learn how great a time had passed since he received the words of the promise. For immediately when he arrived in Canaan, he heard: To thy seed I will give this land, and in so great a length of time both he himself remained childless, and Sara's barrenness grew more intense. And she gave Hagar, it says, to Abram her husband as wife.
δʹ. Ὅρα πόση τὸ παλαιὸν ἐπολιτεύετο παρ' αὐτοῖς ἡ φιλοσοφία· πῶς καὶ οἱ ἄνδρες ἦσαν ἐγκρατεῖς, καὶ τῆς σωφροσύνης πολὺν ποιούμενοι λόγον, καὶ αἱ γυναῖκες ζηλοτυπίας ἐκτὸς ἐτύγχανον. Ἐπίτηδες γὰρ ἡ Γραφὴ συνεχῶς λέγει, Καὶ λαβοῦσα Σάρα Ἄγαρ τὴν παιδίσκην· καὶ πάλιν, Ἔδωκεν αὐτὴν εἰς γυναῖκα· ἵνα μάθῃς ὅπως ἀπαθῶς τὸ πρᾶγμα μετεχείριζε, καὶ πόση παρ' αὐτοῖς ἦν ἡ φιλοσοφία. Καὶ εἰσῆλθε, φησὶ, πρὸς Ἄγαρ, καὶ συνέλαβεν. Ὅρα πῶς μανθάνει ἡ Σάρα, ὅτι οὐ παρὰ τὸν δίκαιον ἐν ἀπαιδίᾳ ἐτύγχανεν, ἀλλὰ παρὰ τὴν στείρωσιν τὴν ἑαυτῆς· εὐθέως γὰρ ἡ συνουσία τὴν σύλληψιν εἰργάσατο. Ἀλλ' ὅρα πάλιν τῆς παιδίσκης τὴν ἀγνωμοσύνην, καὶ τῆς γυναικείας φύσεως τὴν ἀσθένειαν, ἵνα μάθῃς καὶ ἐντεῦθεν τοῦ πατριάρχου τὴν πολλὴν ἐπιείκειαν. Καὶ εἶδε, φησὶν, ὅτι ἐν γαστρὶ ἔχει, καὶ ἠτιμάσθη ἡ κυρία ἐναντίον αὐτῆς. Τοιοῦτον γὰρ τῶν οἰκετῶν τὸ ἦθος· ἂν μικρᾶς εὐπραγίας ἐπιλάβωνται, οὐκ ἀνέχονται μένειν εἴσω τῶν οἰκείων ὅρων, ἀλλ' εὐθέως ἐπιλανθάνονται τῆς οἰκείας τάξεως, καὶ πρὸς ἀγνωμοσύνην ἐπείγονται· ὅπερ καὶ αὕτη ἡ παιδίσκη πέπονθεν. Ἐπειδὴ γὰρ εἶδε τῆς γαστρὸς τὸν ὄγκον, οὐκ ἐννοοῦσα οὐ τῆς δεσποίνης τὴν ἄφατον φιλοσοφίαν, οὐ τῆς οἰκείας ἀξίας τὴν εὐτέλειαν, ἀλλ' ἐπαρθεῖσα καὶ μέγα φρονήσασα ὑπερορᾷ τῆς δεσποίνης τῆς τοσαύτην περὶ αὐτὴν ἐπιδειξαμένης τὴν κηδεμονίαν, ὡς καὶ ἐπὶ τὴν εὐνὴν αὐτὴν ἀγαγεῖν τοῦ ἀνδρός. Τί οὖν ἡ Σάρα; Εἶπε, φησὶ, πρὸς Ἄβραμ· Ἀδικοῦμαι ἐκ σοῦ. Ἰδοὺ δέδωκα τὴν παιδίσκην μου εἰς τὸν κόλπον σου· ἰδοῦσα δὲ ὅτι ἐν γαστρὶ ἔχει, ἠτιμάσθην ἐναντίον αὐτῆς. Κρίναι ὁ Θεὸς ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ. Ἐνταῦθά μοι σκόπει τοῦ δικαίου τὴν ἄφατον μακροθυμίαν, καὶ τὴν αἰδὼ ἣν περὶ τὴν Σάραν ἐπιδείκνυται, συγγνώμην αὐτὴν αἰτῶν τῆς ἀλόγου ταύτης αἰτίας. Ἡ γὰρ ταῖς χερσὶ παραδοῦσα τὴν παιδίσκην τῷ ἀνδρὶ, ἡ εἰποῦσα, Εἴσελθε πρὸς τὴν παιδίσκην μου· ἡ οἴκοθεν καὶ ἀφ' ἑαυτῆς πρὸς τὴν συνουσίαν αὐτὸν προτρεψαμένη, αὕτη νῦν μεταβαλλομένη φησὶν, Ἀδικοῦμαι ἐκ σοῦ. Μὴ γὰρ αὐτὸς ἐπέδραμεν, ὦ γύναι, τῇ τῆς παιδίσκης συνουσίᾳ; μὴ γὰρ ἐξ ἀσελγείας ὁρμηθεὶς τῷ πράγματι ἐπεπήδησε; Σοὶ πειθόμε-
4. Behold how great a philosophy was practised among them of old: how both the men were self-controlled, making great account of moderation, and the women were free from jealousy. For purposely Scripture continually says, And Sara took Hagar the maidservant; and again, She gave her as wife; so that you may learn how dispassionately she handled the matter, and how great the philosophy was among them. And he went in, it says, to Hagar, and she conceived. Behold how Sara learns that not on account of the righteous man was she in childlessness, but on account of her own barrenness; for immediately the marital union wrought conception. Yet behold again the maidservant's ingratitude, and the weakness of womanly nature, so that from this too you may learn the patriarch's great gentleness. And she saw, it says, that she was with child, and her mistress was dishonoured before her. For such is the character of servants: if they lay hold of slight prosperity, they cannot bear to remain within their own bounds, but immediately forget their own station, and rush into ingratitude—which very thing this maidservant also suffered. For when she saw the swelling of her womb, taking into mind neither her mistress's ineffable philosophy, nor the lowliness of her own rank, but lifted up and thinking proudly, she looks down upon her mistress who had displayed so great a care for her as even to lead her to her husband's bed. What then does Sara do? She said, it says, to Abram: I am wronged by thee. Behold, I have given my maidservant into thy bosom; and seeing that she is with child, I have been dishonoured before her. May God judge between me and thee. Here for me consider the ineffable long-suffering of the righteous man, and the respect which he displays towards Sara, asking pardon of her for this unreasonable charge. For she who with her hands had delivered the maidservant to her husband, she who had said, Go in to my maidservant, she who of her own accord and from herself had urged him to the union, this woman now changing her mind says, I am wronged by thee. Did he himself rush, O woman, to union with the maidservant? Did he leap at the matter impelled by licentiousness? Yielding to you
PG 53:356Read from the page
νος καὶ τῷ σῷ ἐπιτάγματι τοῦτο πεποίηκε. Τί οὖν ἠδίκησαι παρὰ τοῦ ἀνδρός; Ἰδοὺ δέδωκα τὴν παιδίσκην μου εἰς τὸν κόλπον σου. Εἰ τοίνυν ὁμολογεῖς ὅτι αὐτὴ δέδωκας, καὶ οὐκ ἀφ' ἑαυτοῦ ταύτην ἔλαβε, τίνος ἕνεκεν ἀδικίαν ἐγκαλεῖς; Ναὶ, φησίν· εἰ γὰρ καὶ ἐγὼ δέδωκα, ἀλλ' ὁρῶν αὐτῆς τὴν προπέτειαν ὤφειλες ἐπισχεῖν αὐτῆς τὴν ἀκόλαστον γνώμην. Ἰδοῦσα γὰρ ὅτι ἐν γαστρὶ ἔχει, ἠτιμάσθην ἐναντίον αὐτῆς. Κρίναι ὁ Θεὸς ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ. Γυναικὸς ἀληθῶς ταῦτα τὰ ῥήματα καὶ τῆς ἀσθενείας ταύτης τῆς φύσεως· μονονουχὶ γὰρ ταῦτά φησι πρὸς αὐτόν· Ἐγὼ μὲν τὴν ἀπαιδίαν βουλομένη παραμυθήσασθαι τὴν σὴν, τοσαύτην ἐπεδειξάμην τὴν κηδεμονίαν, ὡς καὶ τὴν ἐμὴν παιδίσκην καὶ ταῖς ἐμαυτῆς σοι χερσὶ παραδοῦναι, καὶ πρὸς τὴν συνουσίαν προτρέψασθαι· ὁρῶν δὲ αὐτὸς ἐντεῦθεν αὐτὴν γενομένην προπετεστέραν διὰ τὸν τῆς γαστρὸς ὄγκον, καὶ φρονήματος ἐμπεπλησμένην, δέον ἀναστεῖλαι καὶ ἐκδικῆσαί σε τὰς ὕβρεις τὰς εἰς ἐμὲ γινομένας, οὐκ ἐποίησας· ἀλλ' ὡσανεὶ πάντων τῶν προτέρων ἐπιλαθόμενος, περιορᾶσθαι ἐμὲ καταδέχῃ, τὴν ἐν τοσούτοις ἔτεσι συνοικήσασαν, ὑπὸ τῆς Αἰγυπτίας τῆς παιδίσκης τῆς ἐμῆς ἀτιμαζομένην. Κρίναι ὁ Θεὸς ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ. Ὀδυνωμένης ψυχῆς τὸ ῥῆμα. Καὶ εἰ μὴ φιλόσοφός τις ἦν ὁ πατριάρχης, καὶ πολλὴν τὴν αἰδὼ περὶ τὴν Σάραν ἐπεδείκνυτο, καὶ ἐδυσχέρανεν ἂν πρὸς τὰ ῥήματα, καὶ ἤλγησεν ἐπὶ τῇ βαρύτητι τῶν λεχθέντων. Ἀλλ' ὁ θαυμάσιος οὗτος πρὸς τὸ τῆς φύσεως ἀσθενὲς ἀφορῶν, πᾶσαν ἔδωκεν αὐτῇ συγγνώμην. Κρίναι ὁ Θεὸς ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ. Ἐννόησον, φησὶ, πόσον πρᾶγμα κατεδεξάμην διὰ τὴν σὴν παραμυθίαν, βουλομένη σε κἂν γοῦν ἐν γήρᾳ πατέρα κληθῆναι, καὶ τὴν παιδίσκην τὴν ἐμὴν εἰς τὴν ἀξίαν τὴν ἐμαυτῆς ἀνήγαγον· σὺ δὲ ὁρῶν ἀγνωμόνως αὐτὴν ἐντεῦθεν διατεθεῖσαν, οὐκ ἤμυνας, οὐκ ἠμείψω με τῆς γνώμης, ἣν περὶ σὲ ἐπεδειξάμην. Κρίναι ὁ Θεὸς ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ. Ἐκεῖνος, φησὶν, ὁ τὰ ἀπόῤῥητα ἑκάστου ἐπιστάμενος τῆς διανοίας, αὐτὸς ἔσται κριτὴς μεταξὺ ἡμῶν, καὶ πῶς ἐγὼ μὲν παντὸς πάθους ἀνωτέρα γενομένη προετίμησα ἐμαυτῆς τὴν παραμυθίαν τὴν σὴν, καὶ εἰς τὴν εὐνὴν τὴν ἐμὴν τὴν παιδίσκην ἀνήγαγον· αὐτὸς δὲ οὐδὲν τῶν παρ' ἐμοῦ γενομένων ἐν διανοίᾳ λαβὼν, συγχωρεῖς ἐκείνην κατεξανίστασθαι τῆς ἐμῆς ἐπιεικείας, οὐκ ἀναστέλλεις τὴν τόλμαν, οὐδὲ σωφρονίζεις τὴν ἀγνώμονα. Τί οὖν ὁ ἀδάμας, ὁ γενναῖος ἀθλητὴς τοῦ Θεοῦ, ὁ πανταχόθεν ἑαυτῷ πλέκων τοὺς στεφάνους; Δεικνὺς καὶ διὰ τοῦτο τὴν οἰκείαν ἀρετὴν, ὅρα τί φησι πρὸς αὐτήν· Ἰδοὺ ἡ παιδίσκη σου ἐν ταῖς χερσί σου· χρῶ αὐτῇ, ὡς ἄν σοι ἀρεστὸν ᾖ. Μεγάλη τοῦ δικαίου ἡ φιλοσοφία, πολλὴ τῆς μακροθυμίας ἡ ὑπερβολή. Οὐ μόνον γὰρ οὐκ ἐδυσχέρανε πρὸς τὰ παρὰ τῆς Σάρας εἰρημένα, ἀλλὰ καὶ μετὰ πολλῆς τῆς ἐπιεικείας ποιεῖται τὴν ἀπόκρισιν, καί φησιν· Ὑποπτεύεις με αἴτιον γεγενῆσθαι τῶν εἰς σὲ ὕβρεων, καὶ νομίζεις με ἥδεσθαι τοῖς παρὰ τῆς παιδίσκης γινομένοις, ἐπειδὴ ἅπαξ ἐκοινώνησέ μοι τῆς εὐνῆς· μάνθανε ὅτι καὶ πρότερον, εἰ μή σοι ὑπακοῦσαι βουλόμενος τοῦτο κατεδεξάμην, οὐκ ἄν ποτε ἠνεσχόμην τὴν παιδίσκην εἰς τὴν εὐνὴν ἀγαγεῖν τὴν σήν· καὶ νῦν ἵνα διὰ τῶν πραγμάτων πληροφορηθῇς, ἰδοὺ ὑπὸ τὰς χεῖράς σού ἐστι· Χρῶ αὐτῇ, ὡς ἄν σοι ἀρεστὸν ᾖ. Μὴ γὰρ ὑπετέμετό σού τις τὴν ἐξουσίαν; μὴ γὰρ ἀφῃρέθης αὐτῆς τὴν δεσποτείαν; Εἰ γὰρ καὶ τὴν πρὸς αὐτὴν συνουσίαν κατεδεξάμην, ἀλλ' ἔχεις αὐτῆς τὴν ἐξουσίαν, καὶ ὑπὸ τὰς χεῖράς σού ἐστι· κόλαζε, σωφρόνιζε, ἐπιτίμα· ὃ βούλει καὶ ὡς ἀρέσκει σοι, οὕτω διαπράττου τὰ εἰς αὐτήν· μόνον μὴ δυσχέραινε, μόνον μὴ ἐμοὶ ἐπίγραφε τὰ παρ' αὐτῆς προπετῶς γεγενημένα. Οὐδὲ γὰρ ἀπὸ
and at your command he has done this. In what then have you been wronged by your husband? Behold, I have given my maidservant into thy bosom. If therefore you confess that you yourself gave her, and he did not take her of himself, for what sake do you bring a charge of injustice? Yes, she says; for even if I gave her, yet seeing her insolence you ought to have checked her unbridled mind. For seeing that she is with child, I have been dishonoured before her. May God judge between me and thee. Truly these are the words of a woman and of the weakness of this nature; for she all but says these things to him: I indeed, wishing to console your childlessness, displayed so great a care as both to deliver my maidservant to you with my own hands, and to urge you to the union; whereas you yourself, seeing her therefrom become more insolent on account of the swelling of her womb, and filled with pride, when you ought to have restrained her and avenged the insults committed against me, did not do so; but as though having forgotten all the former things, you consent to my being overlooked—me who have lived with you for so many years—and dishonoured by my Egyptian maidservant. May God judge between me and thee. The saying is that of a soul in pain. And unless the patriarch had been a philosophic man, and had displayed great respect for Sara, he both would have been vexed at the words and would have grieved at the heaviness of what was spoken. Yet this wonderful man, looking to the weakness of her nature, granted her full pardon. May God judge between me and thee. Consider, she says, how great a matter I consented to for your consolation, wishing you at least in old age to be called a father, and I raised my maidservant to my own dignity; whereas you, seeing her disposed ungratefully therefrom, did not defend me, did not repay me for the goodwill which I displayed towards you. May God judge between me and thee. He, she says, Who knows the secret things of each person's mind, He Himself shall be judge between us, both how I, having become superior to every passion, preferred your consolation above myself, and led the maidservant up to my own bed; whereas you yourself, taking none of the things done by me into mind, permit her to rise up against my gentleness, do not restrain her audacity, nor chasten the ungrateful woman. What then does the diamond do, the noble athlete of God, who from every side weaves crowns for himself? Showing through this also his own virtue, behold what he says to her: Behold, thy maidservant is in thy hands; use her as may be pleasing to thee. Great is the philosophy of the righteous man, great the excess of his long-suffering. For not only was he not vexed at the things spoken by Sara, but with great gentleness he makes his answer, and says: You suspect me of having become the cause of the insults against you, and you think that I take pleasure in the things done by the maidservant, because once she shared my bed; learn that previously too, unless wishing to obey you I had consented to this, I would never have endured to lead the maidservant into your bed; and now, so that through the facts you may be fully assured, behold, she is under your hands: Use her as may be pleasing to thee. Has anyone cut short your authority? Have you been deprived of your lordship over her? For even if I consented to union with her, yet you hold authority over her, and she is under your hands: punish, chasten, rebuke; what you will and as pleases you, so deal with her; only do not be vexed, only do not impute to me the things rashly done by her. For neither out of