Migne Reading Room

PG 53 · cols. 337–340 · Read from the page

In Genesin Homilia XXXVI (ΟΜΙΛΙΑ ΛϚʹ; Gen. 15:1–6)

In Genesin Homilia XXXVI (ΟΜΙΛΙΑ ΛϚʹ; Gen. 15:1–6)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 53:337Read from the page
τὰ γινόμενα τοῦ Χριστοῦ, καὶ αὐτὰ δὲ τὰ προσενεχθέντα μυστήριόν τι προεμήνυε· δι' ὃ καὶ προσήκατο, καὶ λαβὼν κἀκεῖνος διὰ τῆς παρ' ἑαυτοῦ ἀμοιβῆς τῆς οἰκείας ἀρετῆς ἐδίδασκε τὸ μέγεθος. Δεκάτην γὰρ αὐτῷ δέδωκε, τὸν φιλόθεον αὐτοῦ σκοπὸν κἀντεῦθεν ἐμφαίνων. ⟨Τ⟩αχα εἰς πολὺ μῆκος ἡμῖν ὁ λόγος ἐξετάθη, ἀλλ' οὐ μάτην οὐδὲ εἰκῆ. Ἔγνωμεν μὲν γὰρ διὰ βραχέων τὴν ἄνωθεν καὶ ἐξ ἀρχῆς μέχρι τῶν σήμερον προκειμένων ἡμῖν τοῦ δικαίου τὴν ἀνδρείαν, τὴν μεγαλοψυχίαν, τὴν πίστιν τὴν ὑπερβάλλουσαν, τὴν φιλόσοφον γνώμην, τῆς ταπεινοφροσύνης τὸ μέγεθος, τῆς τῶν χρημάτων ὑπεροψίας τὴν ὑπερβολὴν, τῆς παρὰ τοῦ Θεοῦ εἰς αὐτὸν εὐνοίας τὴν διηνεκῆ πρόνοιαν· καὶ ὅπως διὰ πάντων περιφανέστερον καὶ λαμπρότερον ἐδείκνυ τὸν δίκαιον ἡ καθ' ἕκαστον καιρὸν εἰς αὐτὸν ἀντίληψις γινομένη. Ἀλλ' εἰ βούλεσθε καὶ μὴ ἀπεκάμετε, ἁψώμεθα καὶ τῶν πρόσφατον ἀνεγνωσμένων, καὶ ὀλίγα προσθέντες καταπαύσωμεν τὸν λόγον, ἵνα μάθητε πόσης πάλιν ἀξιοῦται ἀμοιβῆς διὰ τὸ ὑπεριδεῖν τῶν παρὰ τοῦ βασιλέως Σοδόμων αὐτῷ δεδομένων. Τί γάρ φησι; Μετὰ δὲ τὰ ῥήματα ταῦτα ἐγενήθη ῥῆμα Κυρίου πρὸς Ἄβραμ. Τίνος ἕνεκεν οὕτως ἤρξατο, Μετὰ δὲ τὰ ῥήματα ταῦτα; ποῖα ῥήματα, εἰπέ μοι; ἢ δῆλον ὅτι ἅπερ πρὸς τὸν βασιλέα τῶν Σοδόμων ἐποιήσατο; Μετὰ τὴν ὑπεροψίαν, φησὶν, ἐκείνην, μετὰ τὸ ἀποσείσασθαι τὰ παρ' αὐτοῦ διδόμενα, μετὰ τὴν διδασκαλίαν, ἣν διὰ τῆς τῶν δεδομένων αὐτῷ παραιτήσεως ἐποιήσατο, πρὸς θεοσέβειαν αὐτὸν χειραγωγῶν καὶ ἐπίγνωσιν τοῦ τῶν ὅλων δημιουργοῦ, Μετὰ δὲ τὰ ῥήματα ταῦτα, μετὰ τὸ τὴν δεκάτην τῷ Μελχισεδὲκ παρασχεῖν, ὅτε, φησὶν, ἅπαντα τὰ παρ' ἑαυτοῦ ἐπλήρωσε, τότε Μετὰ τὰ ῥήματα ταῦτα ἐγενήθη ῥῆμα Κυρίου πρὸς Ἄβραμ λέγον ἐν ὁράματι τῆς νυκτός· Μὴ φοβοῦ, Ἄβραμ, ἐγὼ ὑπερασπίζω σου· ὁ μισθός σου πολὺς ἔσται σφόδρα.
of Christ, and the very things offered foreshadowed a certain mystery; wherefore also he accepted them, and upon receiving them he too, through the return made on his own part, taught the greatness of his own virtue. For he gave him a tithe, manifesting from this also his God-loving aim. Perhaps our discourse has been drawn out to great length, yet not in vain nor to no purpose. For we have come to know in brief, from above and from the beginning right down to the passages set before us today, the righteous man's courage, his greatness of soul, his surpassing faith, his philosophic resolve, the greatness of his humility, the surpassing measure of his disdain for wealth, the continual providence of God's goodwill towards him, and how through all things the succour granted him at every season showed the righteous man more illustrious and more splendid. Yet if you wish and have not grown weary, let us touch also upon the passages just now read, and after adding a few words let us bring our discourse to a close, so that you may learn of how great a recompense he is again deemed worthy for having disdained the gifts offered him by the king of Sodom. For what does he say? Now after these words the word of the Lord came unto Abram. For what reason did he begin thus: Now after these words? What words, tell me? Is it not manifest that he means those which Abram spake to the king of Sodom? After that disdain, says he, after shaking off the gifts offered by him, after the teaching which he delivered through declining what was given him, leading him by the hand towards godliness and the knowledge of the Creator of all, Now after these words, after presenting the tithe to Melchisedec, when, says he, he had fulfilled all things on his own part, then After these words the word of the Lord came unto Abram in a vision of the night, saying: Fear not, Abram, I shield you; your reward shall be exceedingly great.
δʹ. Ὅρα φιλανθρωπίαν Δεσπότου, πῶς εὐθέως παρακολουθεῖ ταῖς εὐεργεσίαις ἀμειβόμενος, καὶ τὸν ἑαυτοῦ ἀθλητὴν ἀλείφων καὶ νεαρὸν ἐργαζόμενος. Ἐγενήθη ῥῆμα Κυρίου ἐν ὁράματι τῆς νυκτός. Διὰ τί ἐν νυκτί; Ἵνα μεθ' ἡσυχίας δέξηται τὰ λεγόμενα. Καί φησι πρὸς αὐτὸν, Μὴ φοβοῦ, Ἄβραμ. Σκόπει κηδεμονίας ὑπερβολήν. Τίνος ἕνεκεν ἔλεγε, Μὴ φοβοῦ; Ἐπειδὴ τοσούτου πλούτου κατεφρόνησεν, ἔλαττον φροντίσας τῶν παρὰ τοῦ βασιλέως διδομένων, φησὶ πρὸς αὐτὸν ὁ Θεὸς, μὴ φοβηθῇς, ὅτι ὑπερεῖδες τοσούτων δωρεῶν, μηδὲ ἀγωνιάσῃς ὡς ἐλαττουμένης σοι τῆς περιουσίας. Μὴ φοβοῦ. Εἶτα ἵνα διεγείρῃ μᾶλλον αὐτοῦ τὴν ψυχὴν, προστίθησι τῷ ῥήματι καὶ τὴν προσηγορίαν, καί φησι· Μὴ φοβοῦ, Ἄβραμ. Οὐ μικρὸν γὰρ καὶ τοῦτο τυγχάνει πρὸς τὸ διαναστῆσαι, τὸ τὴν προσηγορίαν εἰπεῖν τοῦ καλουμένου· εἶτά φησιν, Ἐγὼ ὑπερασπιῶ σου. Πολλὴν ἔχει καὶ αὕτη ἡ λέξις τὴν ἔμφασιν. Ἐγὼ ὁ ἀπὸ τῶν Χαλδαίων σε ἀναστήσας, ἐγὼ ὁ ἐνταῦθά σε ἀγαγὼν, ἐγὼ ὁ τῶν κινδύνων τῶν ἐν Αἰγύπτῳ ἐλευθερώσας, ἐγὼ ὁ καὶ ἅπαξ καὶ δεύτερον ὑποσχόμενός σοι καὶ τῷ σπέρματί σου δώσειν τὴν γῆν ταύτην, ἐγώ σου ὑπερασπίζω· ἐγὼ ὁ καθ' ἑκάστην ἡμέραν περιφανέστερον πᾶσιν ἀποδεικνύς σε, ἐγὼ ὑπερασπίζω σου· τοῦτ' ἔστιν, ἐγὼ ὑπεραγωνίζομαι, ἐγὼ ὑπέρμαχος γίνομαι, ἐγὼ φροντίζω, ἐγὼ πάντα τὰ δυσχερῆ εὔκολά σοι καθίστημι, ἐγὼ ὑπερασπίζω σου. Ὁ μισθός σου πολὺς ἔσται
4. Behold the Master's loving-kindness, how straightway He follows close behind, requiting him with benefits, and anointing His athlete and rendering him fresh in strength! The word of the Lord came in a vision of the night. Why at night? So that in quiet he might receive the things spoken. And He says to him: Fear not, Abram. Observe the surpassing greatness of His care! For what reason did He say, Fear not? Since he had despised so great wealth, taking little thought for the gifts offered by the king, God says to him: Do not fear because you disdained such great gifts, nor be anxious as though your substance were diminished for you. Fear not. Then, to rouse up his soul still more, He adds to the word his name as well, and says: Fear not, Abram. For this too is no small thing towards rousing a man up—to utter the name of the one called; then He says: I will shield you. This expression also carries great force. I Who roused you up from the Chaldeans, I Who led you hither, I Who freed you from the perils in Egypt, I Who promised once and a second time to give this land to you and to your seed—I shield you; I Who every day show you forth more illustrious before all—I shield you: that is to say, I contend on your behalf, I become your champion, I take care of you, I render all difficult things easy for you, I shield you. Your reward shall be
Notes, col. 337

On the reading

Printed εἰκῆ, for εἰκῇ.

PG 53:338Read from the page
σφόδρα. Οὐκ ἠβουλήθης μισθὸν λαβεῖν ὑπὲρ τῶν καμάτων, ὧν ὑπέμεινας τοσούτοις κινδύνοις ἑαυτὸν παραβαλὼν, ἀλλ' ὑπερεῖδες καὶ τοῦ βασιλέως, καὶ τῶν παρ' αὐτοῦ σοι δεδομένων. Ἐγώ σοι παρέξω τὸν μισθὸν, οὐ τοσοῦτον ὅσον λαμβάνειν ἔμελλες, ἀλλὰ πολὺν καὶ σφόδρα πολύν· Ὁ μισθός σου γὰρ, φησὶ, πολὺς ἔσται σφόδρα. Εἶδες φιλοτιμίαν Δεσπότου; εἶδες ῥημάτων ὄγκον; εἶδες πῶς διανέστησε τὸν τῆς εὐσεβείας ἀθλητήν; εἶδες πῶς αὐτοῦ τὴν ψυχὴν ἐνεύρωσεν; Ὁ γὰρ τὰ ἀπόῤῥητα τῆς διανοίας ἐπιστάμενος ᾔδει ὅτι ἔχρῃζεν ὁ δίκαιος τῆς ἀπὸ τῶν ῥημάτων παρακλήσεως· ὅρα γὰρ τί φησιν, ἐπειδὴ παῤῥησίαν ἔλαβε διὰ τῶν ῥημάτων. Εἶπε δὲ Ἄβραμ· Δέσποτα, τί μοι δώσεις; ἐγὼ δὲ ἀπολύομαι ἄτεκνος. Ἐπειδὴ μισθὸν αὐτῷ ἐπηγγείλατο, καὶ πολὺν μισθὸν καὶ σφόδρα πολὺν, ἐμφαίνων ἑαυτοῦ τῆς ψυχῆς τὴν ὀδύνην, καὶ τὴν ἐν διηνεκεῖ τῷ χρόνῳ ἐγγινομένην αὐτῷ ἀθυμίαν τῆς ἀπαιδίας ἕνεκεν, φησί· Δέσποτα, τί τοιοῦτόν μοι δώσεις; Ἰδοὺ γὰρ λοιπὸν εἰς γῆρας ἔσχατον ἐλαύνων ἄτεκνος ἀπολύομαι.
exceedingly great. You did not wish to take a reward for the toils which you endured in exposing yourself to so many perils, but disdained both the king and the gifts given to you by him. I will grant you your reward—not merely so much as you were about to take, but great and exceedingly great: For your reward, says He, shall be exceedingly great. Have you seen the Master's munificence? Have you seen the weight of His words? Have you seen how He roused up the athlete of godliness? Have you seen how He nerved his soul? For He Who knows the hidden secrets of the mind knew that the righteous man stood in need of the consolation that comes from words; for behold what he says, once he had gained boldness of speech through those words: And Abram said: Master, what wilt Thou give me, seeing that I am departing childless? Since He had promised him a reward, a great and exceedingly great reward, manifesting the pain of his own soul and the despondency springing up in him throughout all that continual time on account of his childlessness, he says: Master, what such thing wilt Thou give me? For behold, now advancing into extreme old age, I am departing childless.
Ὅρα πῶς ἐκ προοιμίων ὁ δίκαιος ἐφιλοσόφει, ἀπόλυσιν καλῶν τὴν ἐντεῦθεν ἔξοδον. Οἱ γὰρ μετὰ ἀκριβείας τὴν ἀρετὴν μετιόντες, ἐπειδὰν τῆς ἐντεῦθεν ζωῆς μεταστῶσιν, ἀληθῶς ὥσπερ ἀπολύονται τῶν ἀγώνων, καὶ τῶν δεσμῶν ἀνίενται. Καὶ γὰρ μετάστασίς τίς ἐστι τοῖς ἐναρέτως βιοῦσιν ἀπὸ τῶν χειρόνων ἐπὶ τὰ βελτίω, ἀπὸ τῆς προσκαίρου ζωῆς ἐπὶ τὴν διηνεκῆ καὶ ἀθάνατον καὶ πέρας οὐκ ἔχουσαν. Ἐγὼ δὲ, φησὶν, ἀπολύομαι ἄτεκνος. Καὶ ἵνα τὸν εὔσπλαγχνον Δεσπότην ἐπισπάσηται, οὐδὲ μέχρι τούτων ἔστη, ἀλλὰ τί φησιν; Ὁ δὲ υἱὸς Μαζὲκ τῆς οἰκογενοῦς μου, ἐπειδὴ οὐκ ἔδωκάς μοι σπέρμα, οὗτος κληρονομήσει. Πολλὴν ἐπίτασιν ὀδύνης τῆς ἐν τῇ ψυχῇ ἐμφαίνει ταυτὶ τὰ ῥήματα. Μονονουχὶ γάρ φησι πρὸς τὸν Θεόν· οὐδὲ τῶν αὐτῶν ἠξιώθην, ὧν ὁ οἰκογενὴς, ἀλλ' ἐγὼ μὲν ἄγονος καὶ ἄτεκνος ἀπελεύσομαι, οὗτος δὲ ὁ οἰκογενής μου κληρονομήσει τὰ παρὰ σοῦ μοι δωρηθέντα, καὶ ταῦτα ἅπαξ καὶ δεύτερον ὑπόσχεσίν μου δεξαμένου παρὰ σοῦ, ὅτι Τῷ σπέρματί σου δώσω τὴν γῆν ταύτην. Σκόπει μοι καὶ ἐντεῦθεν τοῦ δικαίου τὴν ἀρετὴν, ὅτι καὶ τοὺς λογισμοὺς τούτους στρέφων ἐν τῇ διανοίᾳ οὐδέποτε ἐδυσχέρανεν, οὐδέποτε βαρύ τι ἐφθέγξατο· ἀλλὰ καὶ νῦν προτραπεὶς ἐκ τῶν πρὸς αὐτὸν ῥημάτων, παῤῥησιάζεται πρὸς τὸν Δεσπότην, καὶ τῶν ἔνδοθεν λογισμῶν τὴν ταραχὴν κατάδηλον ποιεῖ, καὶ δείκνυσι τῆς ψυχῆς αὐτοῦ τὸ ἕλκος· δι' ὃ καὶ ταχεῖαν τὴν ἰατρείαν ἐδέξατο. Καὶ εὐθέως, φησὶ, φωνὴ Θεοῦ ἐγένετο πρὸς αὐτόν. Ὅρα τῆς Γραφῆς τὴν παρατήρησιν. Εὐθέως, φησίν. Οὐ συνεχώρησεν οὐδὲ μικρὸν δυσχερᾶναι τὸν δίκαιον, ἀλλὰ ταχεῖαν εἰσάγει τὴν παραμυθίαν, καὶ τῆς λύπης τὸ μέγεθος διασκεδάζει διὰ τῶν πρὸς αὐτὸν ῥημάτων. Καὶ εὐθὺς, φησὶ, φωνὴ Θεοῦ ἐγένετο πρὸς αὐτὸν λέγουσα· Οὐ κληρονομήσει σε οὗτος, ἀλλ' ὃς ἐξελεύσεται ἐκ σοῦ, οὗτος κληρονομήσει σε. Τοῦτο, φησὶ, δέδοικας, τοῦτό σου τὸν λογισμὸν ταράττει, τοῦτο του τὴν ἀθυμίαν ἐπιτείνει; Μάνθανε τοίνυν ὅτι Οὐ κληρονομήσει σε οὗτος· ἀλλ' ὃς ἐξελεύσεται ἐκ σοῦ, οὗτος κληρονομήσει σε. Μὴ πρὸς τὴν φύσιν τοίνυν ἴδῃς τὴν ἀνθρωπίνην, μηδὲ τὸ γῆρας ἐννόει τὸ σὸν, μήτε τῆς Σάρας τὴν στείρωσιν· ἀλλὰ τῇ δυνάμει ἐμοῦ τοῦ ἐπαγγειλαμένου πεποιθὼς, τῆς μὲν ἀθυμίας ἐκτὸς γίνου, δέχου δὲ καὶ ἱκανὴν τὴν παράκλησιν, καὶ πεῖσον
Behold how from the very outset the righteous man spake philosophically, calling his departure from hence a release. For those who pursue virtue with precision, when they pass over from this present life, are truly, as it were, released from their contests and loosed from their bonds. For death is for those who live virtuously a kind of removal from worse things to better, from transitory life to that which is perpetual, immortal, and endless. But I, says he, am departing childless. And that he might win over the compassionate Master, he did not halt even at these words, but what does he say? And the son of Mazec my houseborn handmaid, since Thou hast not given me seed, this man shall be my heir. Great intensity of pain within the soul do these words manifest. For he all but says to God: I have not even been deemed worthy of the same things as my houseborn servant, but while I myself shall depart barren and childless, this houseborn servant of mine will inherit the things freely bestowed upon me by Thee, and that too after I have once and a second time received the promise from Thee: To your seed will I give this land! Observe with me from this also the righteous man's virtue: that even while turning these thoughts over in his mind he was never vexed, never uttered anything harsh; but even now, encouraged by the words spoken to him, he speaks boldly to the Master, makes manifest the turmoil of his inward thoughts, and lays bare the wound of his soul; wherefore also he received swift healing. And straightway, says he, the voice of God came unto him. Observe the precise note of Scripture: Straightway, says he. He did not suffer the righteous man to be distressed even for a little while, but brings in swift consolation, and scatters the greatness of his grief through the words spoken to him. And straightway, says he, the voice of God came unto him, saying: This man shall not be your heir, but he who shall come forth out of you, he shall be your heir. Is this, says He, what you fear, does this trouble your reasoning, does this intensify your despondency? Learn therefore that This man shall not be your heir; but he who shall come forth out of you, he shall be your heir. Look not therefore to human nature, nor consider your old age, nor Sara's barrenness; but trusting in the power of Me Who have promised, put away despondency, receive sufficient consolation, and persuade
Notes, col. 338

On the reading

Printed του, for σου.

PG 53:339Read from the page
σαυτὸν, ὡς ἕξεις κληρονόμον τὸν ἐκ σοῦ μέλλοντα τίκτεσθαι. Εἶτα ἐπειδὴ ὑπὲρ φύσιν ἦν ἡ ἐπαγγελία, καὶ ἐνίκα λογισμὸν ἀνθρώπινον (πολλὴν γὰρ αὐτῷ ἐνεποίει τὴν ζάλην τὰ τῆς φύσεως κωλύματα, τὸ γῆρας τὸ αὐτοῦ, τῆς Σάρας ἡ στείρωσις, τῆς μήτρας ἡ νέκρωσις), ἐπιτείνει τῆς ἐπαγγελίας τὸ μέγεθος, ἵνα πρὸς τὴν τοῦ ἐπαγγειλαμένου φιλοτιμίαν ἀφορῶν θαῤῥεῖν ὁ δίκαιος ἔχῃ. Ἐξήγαγε δὲ αὐτὸν ἔξω, φησὶ, καὶ εἶπεν αὐτῷ· Ἀνάβλεψον εἰς τὸν οὐρανὸν, καὶ ἀρίθμησον τοὺς ἀστέρας, ει δυνήσῃ ἐξαριθμῆσαι αὐτούς. Καὶ εἶπεν· Οὕτως ἔσται τὸ σπέρμα σου. Καὶ ἐπίστευσεν Ἄβραμ τῷ Θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην. Τίνος ἕνεκα ἐπεσημήνατο, ὅτι Ἐξήγαγεν αὐτὸν ἔξω; Ἐπειδὴ γὰρ ἀνωτέρω εἶπεν, ὅτι ἐν ὁράματι τῆς νυκτὸς ὀφθεὶς αὐτῷ τὰ πρὸς αὐτὸν ἐποιήσατο ῥήματα, βούλεται δὲ αὐτῷ δεῖξαι τῶν ἀστέρων τῶν ἐν τῷ οὐρανῷ τὸ ἀναρίθμητον, φησὶν, Ἐξήγαγεν αὐτὸν ἔξω, καὶ εἶπεν· Ἀνάβλεψον εις τὸν οὐρανὸν, καὶ ἀρίθμησον τοὺς ἀστέρας, ει δυνήσῃ ἐξαριθμῆσαι αὐτούς. Καὶ εἶπεν· Οὕτως ἔσται τὸ σπέρμα σου. Μέγα τὸ ἐπάγγελμα, πολὺ τὸ μέγεθος τῆς ὑποσχέσεως· ἀλλ' ἐὰν τὴν δύναμιν τοῦ ὑποσχομένου ἐννοήσωμεν, οὐδὲν ἡμῖν φανεῖται μέγα. Ὁ γὰρ ἀπὸ γῆς σῶμα διαπλάσας, καὶ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγαγὼν, καὶ δημιουργήσας ἅπαντα τὰ ὁρώμενα, οὗτος καὶ τὰ ὑπὲρ φύσιν χαρίσασθαι δυνήσεται.
yourself that you shall have as heir the one who is to be born of you. Then, since the promise was above nature and surpassed human reasoning (for the hindrances of nature—his own old age, Sara's barrenness, the deadness of her womb—stirred up a great tempest in him), He magnifies the greatness of the promise, so that looking to the munificence of Him Who promised the righteous man might be able to take courage. And He led him forth outside, says he, and said to him: Look up into heaven, and number the stars, if you shall be able to number them out. And He said: So shall your seed be. And Abram believed God, and it was reckoned to him for righteousness. For what reason did he point out that He led him forth outside? Since he had said above that He appeared to him in a vision of the night and spake these words to him, and since He wishes to show him the countless multitude of the stars in heaven, he says: He led him forth outside, and said: Look up into heaven, and number the stars, if you shall be able to number them out. And He said: So shall your seed be. Great is the pledge, vast the magnitude of the promise; yet if we consider the power of Him Who promised, nothing will appear too great to us. For He Who fashioned a body out of earth, and brought things out of non-being into being, and created all things seen—He will be able freely to bestow even the things that are above nature.
εʹ. Εἶδες Δεσπότου φιλοτιμίαν; Ἐπειδὴ γὰρ εἶπεν, Ἀπολύομαι ἄτεκνος, καὶ ὡσανεὶ περὶ αὐτὰς τοῦ θανάτου τὰς θύρας τυγχάνων, καὶ οὐκ ἔτι λοιπὸν ἐνεργῆσαι δυνάμενος πρὸς παιδοποιίαν, οὕτω τὰ ῥήματα ἐκεῖνα προήκατο λέγων, ὅτι Ὁ υἱὸς Μαζὲκ τῆς οικογενοῦς μου κληρονομήσει με. Διὰ τοῦτο ἀναστῆσαι αὐτοῦ βουλόμενος τὸ φρόνημα, καὶ ἀκμάζοντα τὸν λογισμὸν ἐργάσασθαι, καὶ τοῦ δέους αὐτὸν ἀπαλλάττει τοῦ ἐπικειμένου, καὶ τῇ ὑποσχέσει ἀνορθοῖ αὐτοῦ τὴν διάνοιαν, καὶ τῷ μεγέθει τῆς δωρεᾶς, καὶ τῷ ὑποδεῖξαι τῶν ἀστέρων τὸ πλῆθος, καὶ ἐξίσης τούτων ἐπαγγείλασθαι γενήσεσθαι τοὺς τικτομένους, εἰς χρηστὰς ἤγαγεν αὐτὸν ἐλπίδας. Ὁρῶν γὰρ τοῦ Δεσπότου τὴν ἐπαγγελίαν, καὶ πάντα ἀνθρώπινον λογισμὸν ἀποσεισάμενος, καὶ οὔτε πρὸς ἑαυτὸν ἰδὼν, οὔτε πρὸς τὴν Σάραν πλείονα κωλύματα ἔχουσαν, ἀλλὰ τὰ ἀνθρώπινα πάντα ὑπερβὰς, καὶ εἰδὼς ὅτι δυνατὸς ὁ Θεὸς καὶ τὰ ὑπὲρ φύσιν δωρήσασθαι, ἐθάῤῥησε τοῖς ειρημένοις, καὶ οὐδεμίαν ἀμφιβολίαν ἐδέξατο, οὐδὲ ἐδίστασε πρὸς τὰ ῥηθέντα. Τοῦτο γὰρ ἀληθῶς πίστεως, ὅταν μὴ κατὰ ἀνθρωπίνην ἀκολουθίαν γινομένης τῆς ἐπαγγελίας, ἡμεῖς θαῤῥῶμεν τῇ τοῦ ὑποσχομένου δυνάμει. Πίστις γάρ ἐστι, καθὼς καὶ ὁ μακάριος Παῦλός φησιν, ἐλπιζομένων ὑπόστασις πραγμάτων, ἔλεγχος οὐ βλεπομένων· καὶ πάλιν· Ὃ γὰρ βλέπει τις, τί καὶ ἐλπίζει; Ἐκεῖνο τοίνυν ἐστὶ πίστις, ὅταν ἐκείνοις πιστεύωμεν τοῖς μὴ βλεπομένοις, πρὸς τὴν ἀξιοπιστίαν τοῦ ἐπαγγειλαμένου τὴν διάνοιαν τείναντες· ὃ δὴ καὶ ὁ δίκαιος οὗτος πεποίηκε, πολλὴν καὶ γνησίαν πίστιν ἐπιδειξάμενος περὶ τὰ ἐπαγγελθέντα· δι' ὃ καὶ ἀνακηρύττεται ὑπὸ τῆς θείας Γραφῆς· ἐπήγαγε γὰρ εὐθέως, Καὶ ἐπίστευσεν Ἄβραμ τῷ Θεῷ, καὶ ἐλογίσθη αὐτῷ εις δικαιοσύνην. Εἶδες πῶς καὶ πρὸ τῆς ἐκβάσεως τῶν ἐπαγγελθέντων, ἐπ' αὐτῷ τῷ πιστεῦσαι ἀρκοῦσαν τὴν ἀμοιβὴν ἐδέξατο; Εἰς γὰρ δικαιοσύνην αὐτῷ ἐλογίσθη τὸ πιστεῦσαι τῇ παρὰ τοῦ Θεοῦ ἐπαγγελίᾳ, καὶ μὴ λογισμοῖς ἀνθρωπίνοις περιεργάσασθαι τὰ παρὰ τοῦ Θεοῦ αὐτῷ εἰρημένα. Παιδευώμεθα τοίνυν,
5. Have you seen the Master's munificence? For since Abram had said, I am departing childless, and, standing as it were at the very gates of death and no longer able hereafter to act for the begetting of children, had thus uttered those words, saying, The son of Mazec my houseborn handmaid shall be my heir: on this account, wishing to raise up his spirit and render his reasoning vigorous, He both frees him from the impending fear and sets his mind upright by the promise, and by the greatness of the gift, and by pointing out the multitude of the stars and promising that those born of him should be equal in number to them, He led him into good hopes. For beholding the Master's promise, and shaking off every human reasoning, and looking neither to himself nor to Sara who had still more hindrances, but stepping clean over all human things and knowing that God is able freely to bestow even things above nature, he took courage in what had been said, admitted no doubt whatever, and did not waver at the words spoken. For this truly belongs to faith: when, though the promise does not proceed according to human sequence, we take courage in the power of Him Who promised. For faith is, even as the blessed Paul also says, the substance of things hoped for, the proof of things not seen; and again: For what a man sees, why does he also hope for? That, therefore, is faith: when we believe those things that are not seen, fixing our mind upon the trustworthiness of Him Who promised—which very thing this righteous man also did, displaying great and genuine faith regarding the things promised; wherefore he is also proclaimed aloud by divine Scripture, for it straightway added: And Abram believed God, and it was reckoned to him for righteousness. Have you seen how even before the outcome of the things promised, upon the very act of believing, he received a sufficient recompense? For his believing the promise that came from God, and not prying with human reasonings into the things spoken to him by God, was reckoned to him for righteousness. Let us also be taught, therefore,
Notes, col. 339

On the reading

Printed ει, for εἰ.

Printed εις, for εἰς.

Printed οικογενοῦς, for οἰκογενοῦς.

Printed ειρημένοις, for εἰρημένοις.

PG 53:340Read from the page
παρακαλῶ, καὶ ἡμεῖς παρὰ τοῦ πατριάρχου πιστεύειν τοῖς παρὰ τοῦ Θεοῦ εἰρημένοις, καὶ ταῖς ὑποσχέσεσιν αὐτοῦ θαῤῥεῖν, καὶ μὴ τοῖς οἰκείοις λογισμοῖς κατακολουθεῖν, καὶ πολλὴν τὴν εὐγνωμοσύνην ἐπιδείκνυσθαι. Τοῦτο γὰρ ἡμᾶς καὶ δικαίους ἀποφῆναι δυνήσεται, καὶ ταχέως παρασκευάσει τῶν παρ' αὐτοῦ ἐπηγγελμένων ἐπιτυχεῖν. Ἀλλὰ τῷ μὲν Ἀβραὰμ ἐπηγγείλατο ἐκ τοῦ σπέρματος αὐτοῦ ὁλόκληρον πλῆθος γενήσεσθαι, καὶ ὑπὲρ φύσιν καὶ ἀκολουθίαν ἀνθρωπίνην τὰ τῆς ἐπαγγελίας ἦν, δι' ὃ καὶ ἡ πίστις ἡ περὶ αὐτὸν τὴν δικαιοσύνην αὐτῷ ἐκόμισεν· ἡμῖν δὲ, ἐὰν νήφωμεν, πολλῷ μείζονα ὑπέσχετο, καὶ πολλῷ τῷ μέτρῳ τοὺς ἀνθρωπίνους λογισμοὺς ὑπερακοντίσαι δυνάμεθα· μόνον ἐὰν πιστεύσωμεν τῇ τοῦ ὑποσχομένου δυνάμει, ἵνα καὶ τὴν ἐκ πίστεως δικαιοσύνην κομισώμεθα, καὶ τῶν ἐπηγγελμένων ἀγαθῶν ἐπιτύχωμεν. Τὰ γὰρ ἡμῖν μάλιστα ἐπαγγελθέντα, πάντα λογισμὸν ἀνθρώπινον νικᾷ, καὶ πᾶσαν διάνοιαν ὑπερβαίνει· τοσοῦτο τῶν ὑποσχέσεών ἐστι τὸ μέγεθος. Οὐδὲ γὰρ τὰ ἐν τῷ παρόντι μόνον ὑπέσχετο, καὶ τῆς ἐνταῦθα ζωῆς τὴν σύστασιν, καὶ τὴν ἀπόλαυσιν τῶν ὁρωμένων, ἀλλὰ καὶ μετὰ τὴν ἐντεῦθεν ἔξοδον καὶ τὴν τῶν σωμάτων φθορὰν, ἐπειδὰν εἰς τέφραν καὶ κόνιν διαλυθῇ ἡμῶν τὰ σώματα, τότε ἀναστήσειν αὐτὰ ἐπηγγείλατο, καὶ ἐν μείζονι δόξῃ καταστήσειν. Δεῖ γὰρ, φησὶν ὁ μακάριος Παῦλος, τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν, καὶ τὸ θνητὸν τοῦτο ἐνδύσασθαι ἀθανασίαν. Καὶ μετὰ τὴν τῶν σωμάτων ἀνάστασιν τῆς βασιλείας ἡμῖν τὴν ἀπόλαυσιν δωρεῖσθαι ὑπέσχετο, καὶ τὴν μετὰ τῶν ἁγίων διαγωγὴν, καὶ τὴν ἐν διηνεκεῖ αἰῶνι ἀπόλαυσιν, καὶ τὰ ἀπόῤῥητα ἐκεῖνα ἀγαθὰ, Ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη. Εἶδες πόση τῶν ὑποσχέσεων ἡ ὑπερβολή; εἶδες δωρεῶν μέγεθος;
from the patriarch, I beseech you, we also, to believe the things spoken by God, to take courage in His promises, not to follow our own reasonings, and to display abundant gratitude. For this will both be able to declare us righteous and swiftly prepare us to obtain the things promised by Him. Now to Abraham He promised that out of his seed an entire multitude should arise, and the matters of the promise were above nature and human sequence, wherefore also his faith in Him brought him righteousness; whereas to us, if we are sober, He has promised far greater things, and by a vast measure we are able to shoot beyond human reasonings—if only we believe in the power of Him Who promised, so that we may both receive the righteousness that comes from faith and obtain the good things promised. For the things promised to us above all surpass every human reasoning and transcend every thought: so great is the magnitude of the promises. For He has promised not merely things in the present, and the maintenance of life here, and the enjoyment of things seen, but also after our departure from hence and the corruption of our bodies, when our bodies shall have been dissolved into ashes and dust, He has promised then to raise them up and to establish them in greater glory. For this corruptible, says the blessed Paul, must put on incorruption, and this mortal must put on immortality. And after the resurrection of our bodies He has promised freely to bestow upon us the enjoyment of the kingdom, and way of life with the saints, and enjoyment throughout a perpetual age, and those ineffable good things Which eye saw not, and ear heard not, and which entered not into the heart of man. Have you seen how great is the surpassing measure of the promises? Have you seen the greatness of the gifts?
ϛʹ. Ταῦτα ἐννοοῦντες, καὶ εἰδότες τὸ ἀψευδὲς τοῦ ἐπαγγειλαμένου, μετὰ προθυμίας πρὸς τοὺς τῆς ἀρετῆς ἀγῶνας ἀποδυώμεθα, ἵνα καὶ τῶν ἐπηγγελμένων ἀγαθῶν ἀπολαῦσαι δυνηθῶμεν, καὶ μὴ προτιμῶμεν τῆς ἡμετέρας σωτηρίας καὶ τῶν τοσούτων ἀγαθῶν τῆς ἀπολαύσεως τὰ πρόσκαιρα, μηδὲ τοὺς πόνους τῆς ἀρετῆς λογιζώμεθα, ἀλλὰ τὰς ἀντιδόσεις ἐννοῶμεν· μηδὲ τῶν χρημάτων τὴν δαπάνην ὁρᾷν βουλώμεθα, ἐπειδὰν δέῃ ταῦτα τοῖς πένησι δοῦναι, ἀλλὰ τὴν ἐντεῦθεν γινομένην πρόσοδον. Διὰ γὰρ τοῦτο τῷ σπόρῳ τὴν ἐλεημοσύνην παρείκασεν ἡ θεία Γραφὴ, ἵνα μετὰ χαρᾶς καὶ πολλῆς τῆς προθυμίας αὐτὴν ἐργαζώμεθα. Εἰ γὰρ οἱ τῇ γῇ τὰ σπέρματα παρακατατιθέμενοι, καὶ τὰ συνηγμένα καὶ ἔνδον ἀποκείμενα σκορπίζοντες μετὰ χαρᾶς τοῦτο διαπράττονται, καὶ τοῖς χρησταῖς ἐλπίσι τρεφόμενοι ἤδη τὰ δράγματα καὶ τὴν ἅλω πεπληρωμένην τοῖς λογισμοῖς ὑπογράφουσι· πολλῷ δὴ μᾶλλον τοὺς τὸν σπόρον τοῦτον τὸν πνευματικὸν σπείρειν καταξιουμένους χαίρειν καὶ γεγηθέναι προσήκει, ὅτι ἐπὶ γῆς σπείροντες, ἐν οὐρανῷ θερίζειν μέλλουσι, καὶ ἀργύρια καταβάλλοντες, ἁμαρτημάτων συγχώρησιν δέχονται, καὶ παῤῥησίας ἀφορμὴν εὑρίσκουσι, προξενοῦντες ἑαυτοῖς διὰ τῶν ἐνταῦθα διδομένων τὴν διηνεκῆ ἀνάπαυσιν, καὶ τὴν μετὰ τῶν ἁγίων διαγωγήν. Κἂν σωφροσύνῃ ἡδώμεθα, μὴ τοῦτο σκοπῶμεν, ὅτι πόνον ἔχει ἡ ἀρετή· μηδὲ ὅτι ἡ παρθενία πολὺν ἔχει τὸν ἀγῶνα, ἀλλὰ τὴν διαδεξομένην ἡμᾶς λῆξιν ἐννοῶμεν, καὶ ταύτην ἄει ἀναλογιζόμενοι τῆς ἐπιθυμίας τῆς πονηρᾶς χαλινώσωμεν τὴν λύτταν, περιγινώμεθα τῶν τῆς σαρκὸς σκιρτημάτων, καὶ τῇ τῶν ἀμοιβῶν ἀντιδόσει την δυσχέρειαν
6. Considering these things, and knowing the truthfulness of Him Who promised, let us strip with readiness for the contests of virtue, so that we may be able to enjoy the good things promised, and may not prefer transitory things above our salvation and the enjoyment of such great good things, nor reckon up the toils of virtue, but keep in mind the recompenses; nor wish to look at the outlay of money when we must give it to the poor, but at the revenue that accrues from hence. For on this account divine Scripture likened almsgiving to sowing, so that with joy and great readiness we might practise it. For if those who entrust seeds to the earth, scattering abroad what has been gathered in and laid up within, do this with joy, and nourished by good hopes already sketch out in their thoughts the sheaves and the threshing-floor filled full, how much more ought those deemed worthy to sow this spiritual seed to rejoice and be glad, because sowing upon earth they are about to reap in heaven, and laying down pieces of silver they receive pardon of sins and find occasion for boldness of speech, procuring for themselves through the things given here perpetual rest and way of life with the saints! And if we delight in temperance, let us not look at the fact that virtue involves toil, nor that virginity involves a great contest, but let us consider the lot that awaits us; and reckoning this up always, let us bridle the madness of evil cupidity, gain the mastery over the unruly leapings of the flesh, and by the requital of the rewards cut short the hardship
Notes, col. 340

On the reading

Printed τοῖς, for ταῖς.

Printed ἄει, for ἀεὶ.

Printed την, for τὴν.