ποίηκε. Σκόπει πῶς μεταξὺ τῶν πειρασμῶν τὴν παρ' αὐτοῦ ῥοπὴν εἰσφέρων ὁ φιλάνθρωπος Δεσπότης ἀκμάζοντα τὸν ἀθλητὴν πρὸς τοὺς ἑξῆς πάλιν ἀγῶνας ἀπεργάζεται, οὐκ ἀφιεὶς ἔρημον τῆς ἑαυτοῦ βοηθείας, ἀλλὰ διὰ πάντων φανερῶς οἰκονομῶν αὐτῷ δείκνυσθαι, ὅτι μικρὰ εἰσφέρων αὐτὸς, μεγάλων καὶ σφόδρα μεγάλων ἀξιοῦται καὶ νικώντων τὴν ἀνθρωπίνην φύσιν. Εἶδες τοίνυν τοῦ δικαίου τὴν ὑπομονήν; Ὅρα πάλιν μετὰ τὴν ἐκεῖθεν ἐπάνοδον τῆς ταπεινοφροσύνης αὐτοῦ τὸ μέγεθος καὶ τὴν ἐπιείκειαν τὴν πολλήν. Ἐπειδὴ γὰρ ἐπανῆλθεν ἀπὸ τῆς Αἰγύπτου εὐπορίαν πολλὴν κτησάμενος (οὐκ αὐτὸς δὲ μόνος, ἀλλὰ καὶ ὁ ἀδελφιδοῦς ἠκολούθει), Οὐκ ἐχώρει, φησὶν, αὐτοὺς ἡ γῆ κατοικεῖν ἅμα, ὅτι ἦν τὰ ὑπάρχοντα αὐτῶν πολλά· ὅθεν καὶ μάχη συνέβη γενέσθαι μεταξὺ τῶν ποιμένων τοῦ Λὼτ καὶ τοῦ Ἄβραμ· Ἀλλ' ὁ δίκαιος οὗτος δεικνὺς αὐτοῦ τὸ ἥμερον τῆς ψυχῆς καὶ τῆς φιλοσοφίας τὴν ὑπερβολὴν, καλέσας τὸν Λὼτ, φησὶ πρὸς αὐτόν· Μὴ ἔστω μάχη ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ, καὶ τῶν ποιμένων μου καὶ τῶν ποιμένων σου, ὅτι ἄνθρωποι ἀδελφοὶ ἡμεῖς ἐσμεν· μονονουχὶ λέγων πρὸς αὐτόν· οὐδὲν εἰρήνης ἴσον· οὐδὲν φιλονεικίας βαρύτερον. Ἵν' οὖν πᾶσαν μάχης ὑπόθεσιν ἐκποδὼν ποιησώμεθα, ἑλοῦ ἣν ἂν βουληθῇς χώραν· κατάλιπε δέ μοι τὴν λειπομένην, ὑπὲρ τοῦ πάσης ἡμᾶς ἔριδος καὶ φιλονεικίας ἐκτὸς γενέσθαι. Εἶδες ἀνδρὸς ἀρετήν; Παρεχώρησε τῷ νέῳ τῶν πρωτείων τὴν ἐκλογὴν, καὶ ἔστερξε τὴν φαυλοτάτην χώραν. Ἀλλ' ὅρα πάλιν ἐπειδὴ τὰ παρ' ἑαυτοῦ ἐπεδείξατο, πόσης ἀπολαύει τῆς ἀμοιβῆς. Εὐθέως γὰρ τοῦ χωρισμοῦ γενομένου, φησὶ πρὸς αὐτὸν ὁ Θεὸς μετὰ τὸ διαχωρισθῆναι τὸν Λώτ· Ἀναβλέψας τοῖς ὀφθαλμοῖς σου ἴδε πᾶσαν τὴν γῆν ἐξ ἑκατέρου τοῦ μέρους, ὅτι πᾶσαν, ἣν σὺ ὁρᾷς, σοὶ δώσω αὐτὴν καὶ τῷ σπέρματί σου ἕως αἰῶνος. Σκόπει πόσης ἀξιοῦται τῆς φιλοτιμίας διὰ τὴν ταπεινοφροσύνην, ἣν ἐπεδείξατο πρὸς τὸν ἀδελφιδοῦν· καὶ αὐτὸς μὲν μικρῶν παραχωρήσας, πολὺ μειζόνων ἠξιώθη, ἐκεῖνος δὲ τοῖς πρωτείοις ἐπιπηδήσας, μετ' οὐ πολὺ εἰς κινδύνους ἐνέπιπτε· καὶ οὐ μόνον οὐδὲν ἀπώνατο τῆς ἐκλογῆς, ἀλλὰ καὶ αἰχμάλωτος καὶ ἄοικος καὶ ἀνέστιος ἀθρόον ἐγίνετο, καὶ δι' αὐτῶν τῶν πραγμάτων ἐδιδάσκετο καὶ τοῦ δικαίου τὴν ὑπερβάλλουσαν ἀρετὴν, καὶ αὐτὸς ἐπαιδεύετο λοιπὸν μηδὲν τοιοῦτόν ποτε διαπράττεσθαι. Ἐπειδὴ γὰρ τὴν ἐν Σοδόμοις οἴκησιν ἐποιήσατο ὁ Λὼτ, εὐθέως πόλεμος ἀνεῤῥιπίσθη χαλεπὸς, καὶ οἱ τῶν προσοικούντων ἐθνῶν βασιλεῖς ἐπιστάντες μετὰ πολλῆς τῆς δυνάμεως πᾶσαν τὴν χώραν ἄρδην ἀπώλεσαν, τοὺς γίγαντας ἀνελόντες, καὶ τοὺς Ἀμαληκίτας ἀπωσάμενοι, καὶ τὸν τῶν Σοδόμων βασιλέα καὶ Γομόῤῥας εἰς φυγὴν τραπῆναι παρεσκεύασαν, καὶ πᾶσαν κατέσχον τὴν ὀρεινὴν, καὶ τὴν ἵππον τοῦ βασιλέως Σοδόμων ἀναλαβόντες, καὶ τὸν Λὼ⟨τ⟩ αἰχμαλωτεύσαντες καὶ τὰς γυναῖκας μετὰ πάσης τῆς ἀποσκευῆς, οὕτως ἐπανῄεσαν.
wrought. Observe how in the midst of trials the Master Who loves mankind, contributing the aid that comes from Himself, renders His athlete vigorous again for the contests that follow, not leaving him destitute of His help, but through all things manifestly ordering matters so that it be shown to him that, while contributing small things himself, he is deemed worthy of great and exceedingly great rewards that surpass human nature. Have you seen, then, the righteous man's endurance? Behold again, after his return from thence, the greatness of his humility and his abundant gentleness. For when he returned from Egypt having acquired great abundance (and not he alone, for his nephew also accompanied him), The land, says he, did not suffice for them to dwell together, because their possessions were many; whence also strife befell between the herdsmen of Lot and of Abram. Yet this righteous man, showing the meekness of his soul and the surpassing greatness of his philosophy, called Lot and said to him: Let there be no strife between me and you, and between my herdsmen and your herdsmen, for we are men who are brethren—all but saying to him: Nothing is equal to peace; nothing is more grievous than contentiousness. That we may therefore put out of the way every occasion of strife, choose whatever country you wish, and leave me the remaining part, so that we may be free from all discord and contentiousness. Have you seen the man's virtue? He yielded to the young man the choice of the first share, and was content with the poorest country. Yet behold again, when he had displayed what lay on his own part, how great a recompense he enjoys! For immediately after the separation took place, God says to him after Lot had been separated from him: Lift up your eyes and behold all the land on either side, for all the land which you see—to you will I give it, and to your seed for ever. Observe of how great munificence he is deemed worthy on account of the humility which he displayed towards his nephew: while he himself, having yielded small things, was deemed worthy of far greater ones, the other, having sprung at the first share, not long afterward fell into perils; and not only did he gain no profit from his choice, but all at once he became a captive, homeless, and hearthless, and through the very events themselves was both taught the righteous man's surpassing virtue and himself chastened never hereafter to do anything of the sort. For when Lot made his dwelling in Sodom, straightway a grievous war was fanned into flame, and the kings of the neighbouring nations, coming upon them with great force, utterly ravaged the whole country, slaying the giants and driving back the Amalekites, and caused the king of Sodom and Gomorrha to turn to flight, and seized all the hill-country, and taking off the cavalry of the king of Sodom, and taking Lot captive along with the women and all the baggage, thus departed.
γʹ. Ἀλλ' ὅρα πάλιν Θεοῦ κηδεμονίαν πολλήν. Ὁμοῦ καὶ τὸν Λὼτ τῆς αἰχμαλωσίας ἐλευθερῶσαι βουλόμενος, καὶ τὸν πατριάρχην περιφανέστερον ἐργάσασθαι, διεγείρει τὸν δίκαιον πρὸς ἀντίληψιν τοῦ ἀδελφιδοῦ. Πυθόμενος γὰρ τὸ γεγονὸς, μετὰ τῶν οἰκογενῶν ὁρμήσας ἐπὶ τοὺς βασιλεῖς ἐκείνους, αὐτούς τε μετὰ πολλῆς εὐκολίας ἐπάταξε, καὶ τὸν Λὼτ, καὶ τὰς γυναῖκας, καὶ τὴν ἵππον πᾶσαν τοῦ βασιλέως ἐπανήγαγε, λαμπρὰ τὰ τρόπαια ἐργασάμενος, καὶ πᾶσι κατάδηλον ποιῶν τὴν περὶ αὐτὸν τοῦ Θεοῦ εὔνοιαν, καὶ ὅτι οὐκ οἰκείᾳ δυνάμει τὴν τοσαύτην εἰργάσατο τροπὴν, ἀλλὰ τῇ ἄνωθεν βοηθείᾳ τειχιζόμενος. Καὶ λοιπὸν ἔσπευδε δι' αὐτῶν τῶν πραγμάτων διδά
3. Yet behold again God's abundant care! Wishing at once both to free Lot from captivity and to render the patriarch more illustrious, He rouses up the righteous man to the rescue of his nephew. For upon learning what had happened, he rushed with his houseborn servants against those kings, smote them with great ease, and brought back Lot, and the women, and all the cavalry of the king, having wrought splendid trophies and making manifest to all God's goodwill towards him, and that it was not by his own power that he had wrought so great a rout, but fortified by help from above. And thereafter he hastened through the very deeds themselves to become a tea