Migne Reading Room

PG 53 · cols. 319–322 · Read from the page

In Genesin Homilia XXXIV (ΟΜΙΛΙΑ ΛΔʹ; Gen. 13:14–18)

In Genesin Homilia XXXIV (ΟΜΙΛΙΑ ΛΔʹ; Gen. 13:14–18)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 53:319Read from the page
τηρίαν ἡμετέραν ἐπραγματεύσατο, δηλονότι καὶ τὰ ἐν τῷ μέλλοντι ἡμῖν τεταμιευμένα ἀγαθὰ παρέξει. Ὁ γὰρ πρὸ τῆς εἰς τὸ εἶναι ἡμᾶς παρόδου ταῦτα προευτρεπίσας διὰ τὴν οἰκείαν ἀγαθότητα, πῶς οὐχὶ καὶ τὴν ἀπόλαυσιν χαριεῖται; Ὅτι γὰρ προλαβὼν ταῦτα ἡμῖν ἡτοίμασε τὰ ἀγαθὰ, ἄκουε αὐτοῦ λέγοντος πρὸς τοὺς ἐκ δεξιῶν ἑστῶτας· Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν πρὸ καταβολῆς κόσμου. Εἶδες ἀγαθότητος ὑπερβολὴν, πόσῃ περὶ τὸ ἡμέτερον γένος κέχρηται τῇ φιλανθρωπίᾳ, ὡς καὶ πρὸ τῆς τοῦ κόσμου καταβολῆς ἡμῖν τῆς βασιλείας προευτρεπίσαι τὴν ἀπόλαυσιν; Μὴ τοίνυν ἀγνώμονες γενώμεθα, παρακαλῶ, μηδὲ ἀναξίους ἑαυτοὺς καταστήσωμεν τῶν τοσούτων δωρεῶν, ἀλλὰ ἀγαπήσωμεν, ὡς δεῖ, τὸν ἡμέτερον Δεσπότην, καὶ μηδὲν διαπραττώμεθα τῶν διακοπτόντων τὴν πρὸς ἡμᾶς αὐτοῦ εὔνοιαν. Μὴ γὰρ αὐτοὶ προκατάρχομεν τοῦ πράγματος; Αὐτὸς προλαβὼν πολλὴν καὶ ἄφατον τὴν περὶ ἡμᾶς ἀγάπην ἐπεδείξατο. Πῶς οὖν οὐκ ἄτοπον τὸν οὕτως ἀγαπήσαντα μὴ καὶ ἡμᾶς, ὅσον ἔχομεν δυνάμεως, ἀγαπᾷν; Αὐτὸς γὰρ διὰ τὴν περὶ ἡμᾶς ἀγάπην πάντα μεθ' ἡδονῆς ὑπέμεινε, καὶ ἐξ αὐτῶν τῶν κόλπων τῶν πατρικῶν ἁλλόμενος, ὡς εἰπεῖν, δούλου μορφὴν ἀναλαβεῖν κατεδέξατο, καὶ διὰ πάντων τῶν ἀνθρωπίνων ἐλθεῖν, καὶ τὰς παρὰ Ἰουδαίων ὕβρεις καὶ ἀτιμίας ὑπομεῖναι, καὶ τὸ τελευταῖον σταυρὸν κατεδέξατο, καὶ θάνατον τὸν ἐπονείδιστον, ἵνα ἡμᾶς τοὺς χαμαὶ συρομένους, καὶ μυρίοις φορτίοις ἁμαρτημάτων βαρουμένους, διὰ τῆς εἰς αὐτὸν πίστεως ἐλευθερώσῃ. Ταῦτα γὰρ ἅπαντα ἐννοῶν ὁ μακάριος Παῦλος, ὁ θερμὸς ἐραστὴς τοῦ Χριστοῦ, ὁ καθάπερ ὑπόπτερος τὴν οἰκουμένην περιτρέχων ἅπασαν, ὁ ἐν σώματι τὰ τῶν ἀσωμάτων ἐπιδείκνυσθαι σπουδάζων, ἐβόα λέγων· Ἡ γὰρ ἀγάπη τοῦ Χριστοῦ συνέχει ἡμᾶς. Ὅρα εὐγνωμοσύνην, ὅρα ἀρετῆς ὑπερβολὴν, ὅρα πόθον ζέοντα. Ἡ ἀγάπη, φησὶ, τοῦ Χριστοῦ συνέχει ἡμᾶς· τοῦτ' ἔστιν, ὠθεῖ, καταναγκάζει, κατεπείγει. Εἶτα ἑρμηνεῦσαι βουλόμενος τὸ παρ' ἑαυτοῦ ῥηθὲν, φησί· Κρίναντας τοῦτο, ὅτι εἰ εἷς ὑπὲρ ἁπάντων ἀπέθανεν, ἄρα οἱ πάντες ἀπέθανον. Καὶ ὑπὲρ πάντων ἀπέθανεν, ἵνα οἱ ζῶντες μηκέτι ἑαυτοῖς ζῶσιν, ἀλλὰ τῷ ὑπὲρ αὐτῶν ἀποθανόντι καὶ ἐγερθέντι. Εἶδες πῶς εἰκότως ἔλεγεν, ὅτι Συνέχει ἡμᾶς ἡ ἀγάπη τοῦ Χριστοῦ; Εἰ γὰρ ὑπὲρ ἡμῶν, φησὶ, πάντων ἀπέθανε, διὰ τοῦτο ἀπέθανεν, ἵνα ἡμεῖς οἱ ζῶντες μηκέτι ἑαυτοῖς ζῶμεν, ἀλλ' ἐκείνῳ τῷ ὑπὲρ ἡμῶν ἀποθανόντι καὶ ἐγερθέντι. Δεχώμεθα τοίνυν τὴν παραίνεσιν τὴν ἀποστολικὴν, καὶ μὴ ἑαυτοῖς ζῶμεν, ἀλλὰ τῷ ὑπὲρ ἡμῶν ἀποθανόντι καὶ ἐγερθέντι. Καὶ πῶς, φησὶ, δυνησόμεθα μὴ ἑαυτοῖς ζῇν; Ἄκουε τοῦ μακαρίου τούτου πάλιν λέγοντος· Ζῶ δὲ οὐκ ἔτι ἐγὼ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός. Ὅρα πῶς ἐπὶ γῆς βαδίζων καὶ σαρκὶ συμπεπλεγμένος, καθάπερ τὸν οὐρανὸν οἰκῶν, καὶ ταῖς ἀσωμάτοις συναναστρεφόμενος δυνάμεσιν, οὕτω διέκειτο. Διὰ τοῦτο ἀλλαχοῦ πάλιν ἔλεγεν· Οἱ δὲ τοῦ Χριστοῦ, τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις. Τοῦτο τοίνυν ἐστὶ τὸ μὴ ἑαυτοῖς ζῇν, ἀλλὰ τῷ ὑπὲρ ἡμῶν ἀποθανόντι καὶ ἐγερθέντι, ὅταν καθάπερ νεκροὶ ὦμεν τοῦ παρόντος βίου, καὶ πρὸς μηδὲν τῶν ὁρωμένων ὦμεν ἐπτοημένοι. Διὰ γὰρ τοῦτο ὁ Δεσπότης ἡμῶν ἐσταυρώθη, ἵνα ἀντὶ ταύτης τῆς ζωῆς ἐκείνην ἀνταλλαξώμεθα· μᾶλλον δὲ, ἵνα διὰ ταύτης ἐκείνην ἑαυτοῖς πραγματευσώμεθα. Ἡ γὰρ παροῦσα ζωὴ, ἐὰν βουλώμεθα νήφειν καὶ ἐγρηγορέναι, πρὸς τὴν ἀπόλαυσιν τῆς αἰω-
wrought so many other things for our salvation, clearly He will also grant the good things treasured up for us in the world to come. For He Who through His own goodness prepared these things beforehand prior to our entrance into being, how will He not also bestow the enjoyment of them? For that He prepared these good things for us beforehand, hear Him saying to those standing at His right hand: Come, you blessed of My Father, inherit the kingdom prepared for you before the foundation of the world. Did you see the exceeding measure of goodness, how great loving-kindness He has shown towards our race, so as even before the foundation of the world to prepare beforehand for us the enjoyment of the kingdom? Let us not therefore be ungrateful, I beseech you, nor render ourselves unworthy of such great gifts, but let us love our Master as we ought, and do nothing of the things that cut off His goodwill towards us. For do we ourselves make the first move in the matter? He Himself first displayed great and ineffable love towards us. How then is it not absurd for us too not to love with all the strength we have Him Who so loved us? For on account of His love towards us He endured all things gladly, and leaping forth, so to speak, from the very bosom of the Father, He deigned to take up the form of a servant, and to pass through all human experiences, and to endure the insults and dishonours from the Jews, and at the last He accepted the cross and ashameful death, that through faith in Him He might set free us who were dragged upon the ground and weighed down by ten thousand burdens of sins. For pondering all these things, the blessed Paul, the fervent lover of Christ, he who as if winged ran round the whole inhabited world, he who in a body was zealous to display the deeds of bodiless powers, cried out, saying: For the love of Christ constrains us. See gratefulness, see the exceeding measure of virtue, see fervent longing! The love of Christ, he says, constrains us—that is, drives, compels, urges us on. Then wishing to interpret what had been spoken by him, he says: Judging this, that if One died for all, then all died. And He died for all, that those who live might live no longer to themselves, but to Him Who died and rose again for them. Did you see how reasonably he said, The love of Christ constrains us? For if He died for us all, he says, He died on this account, that we who live might live no longer to ourselves, but to Him Who died and rose again for us. Let us receive therefore the apostolic exhortation, and live not to ourselves, but to Him Who died and rose again for us. And how, says one, shall we be able not to live to ourselves? Hear this blessed man saying again: I live, yet no longer I, but Christ lives in me. See how walking upon earth and entwined with flesh, he was so disposed just as if dwelling in heaven and conversing with the bodiless powers. On this account elsewhere again he said: And those who are Christ's have crucified the flesh with its passions and desires. This therefore is not living to ourselves, but to Him Who died and rose again for us: when we are as it were dead to the present life, and are fluttered at none of the things that are seen. For on this account our Master was crucified, that we might exchange that life in place of this life—or rather, that through this life we might gain that one for ourselves. For the present life, if we are willing to be sober and watchful, towards the enjoyment of eter-
PG 53:320Read from the page
νίου ζωῆς ἡμᾶς ὁδηγεῖ· καὶ δυνησόμεθα, εἰ βουληθείημεν μικρὸν διεγερθῆναι καὶ διανοῖξαι τὸ τῆς διανοίας ὄμμα, τῆς ἐκεῖ λήξεως τὴν ἔννοιαν διὰ παντὸς τρέφειν παρ' ἑαυτοῖς, καὶ οὕτω τὰ μὲν ὁρώμενα παρατρέχειν καὶ ὑπερίπτασθαι, πρὸς δὲ τὰ μέλλοντα καὶ διαιωνίζοντα τείνειν τὸν λογισμόν· καθάπερ καὶ ὁ μακάριος οὗτος παιδεύων ἡμᾶς ἔλεγεν· Ὃ δὲ νῦν ζῶ ἐν σαρκὶ, ἐν πίστει ζῶ τῇ τοῦ Υἱοῦ τοῦ Θεοῦ τοῦ ἀγαπήσαντός με, καὶ παραδόντος ἑαυτὸν ὑπὲρ ἐμοῦ.
nal life guides us; and we shall be able, if we should wish to rouse ourselves a little and open the eye of the mind, continually to nourish within ourselves the thought of our lot there, and thus to run past and fly above the things that are seen, while stretching our thought towards the things to come and abiding for ever; just as this blessed man too instructing us said: And the life which I now live in the flesh, I live in faith, that of the Son of God, Who loved me and gave Himself up for me.
ϛʹ. Ὅρα ψυχὴν πεπυρωμένην, ὅρα λογισμὸν ἐπτερωμένον, ὅρα διάνοιαν ἐκκαιομένην τῷ πρὸς τὸν Θεὸν πόθῳ. Ὃ νῦν ζῶ, φησὶν, ἐν πίστει ζῶ. Μὴ γὰρ νομίσητέ με, φησὶ, συντελεῖν τι εἰς τὰ τοῦ παρόντος βίου πράγματα. Εἰ γὰρ καὶ σάρκα περίκειμαι, καὶ ταῖς ἀνάγκαις τῆς φύσεως προσδέδεμαι, ἀλλ' ἐν πίστει ζῶ, τῇ εἰς Χριστὸν, πάντων ὑπερορῶν τῶν παρόντων, τῇ ἐλπίδι τῇ εἰς αὐτὸν πάντα παρατρέχων, ἐκτεταμένην ἔχω τὴν διάνοιαν πρὸς αὐτόν. Εἶτα ἵνα μάθῃς αὐτοῦ τοῦ φίλτρου τὴν ὑπερβολὴν, φησίν. Ἐν πίστει ζῶ τῇ τοῦ Υἱοῦ τοῦ Θεοῦ τοῦ ἀγαπήσαντός με, καὶ παραδόντος ἑαυτὸν ὑπὲρ ἐμοῦ. Σκόπει πόσης τῆς εὐγνωμοσύνης ἡ ὑπερβολή. Τί λέγεις, ὦ μακάριε Παῦλε; Πρὸ μικροῦ ἔλεγες, Ὅς γε τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφείσατο, ἀλλ' ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτόν· καὶ νῦν λέγεις, Τοῦ ἀγαπήσαντός με, καὶ ἰδιοποιῇ τὴν κοινὴν εὐεργεσίαν; Ναὶ, φησίν· εἰ γὰρ καὶ ὑπὲρ παντὸς τοῦ τῶν ἀνθρώπων γένους ἡ θυσία προσενήνεκται παρ' αὐτοῦ, ἀλλὰ διὰ τὸ περὶ αὐτὸν φίλτρον μου ἐγὼ ἰδιοποιοῦμαι τὸ γεγονός. Οὕτω καὶ τοῖς προφήταις ἔθος ποιεῖν, καὶ λέγειν· Ὁ Θεὸς ὁ Θεός μου· καίτοι τῆς οἰκουμένης ἐστὶ Θεός· ἀλλ' ἴδιον τοῦ πόθου, τὰ κοινὰ ἰδιοποιεῖσθαι. Τῇ τοῦ Υἱοῦ τοῦ Θεοῦ, φησὶ, τοῦ ἀγαπήσαντός με. Τί λέγεις; Σὲ μόνον ἠγάπησε; Πᾶσαν μὲν, φησὶ, τὴν τῶν ἀνθρώπων φύσιν, ἀλλ' ἐγὼ ὡς μόνος ἀγαπηθεὶς, οὕτως αὐτῷ χάριτας ὀφείλω. Καὶ παραδόντος ἑαυτὸν ὑπὲρ ἐμοῦ. Τί οὖν, ὑπὲρ σοῦ μόνον ἐσταυρώθη; Οὐκ αὐτὸς λέγει, Ὅταν ὑψωθῶ, πάντας ἑλκύσω πρὸς ἐμαυτόν; οὐ σὺ αὐτὸς εἶπας, ὅτι Ὑπὲρ ἡμῶν πάντων παρέδωκεν ἑαυτόν; Ναὶ, φησίν· οὐκ ἐναντιούμενος ἑαυτῷ ταῦτά φημι, ἀλλὰ τὸν ἐμαυτοῦ πόθον παραμυθούμενος. Καὶ ὅρα πάλιν καὶ ἕτερόν τι διὰ τῶν εἰρημένων ἡμᾶς διδάσκοντα. Ἀνωτέρω γὰρ εἰπὼν περὶ τοῦ Πατρὸς, ὅτι Ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτὸν, ἐνταῦθα λέγει, Ἐαυτὸν παρέδωκεν· ἐκεῖ μὲν, ἵνα τὴν ὁμόνοιαν δείξῃ καὶ τὴν ὁμοτιμίαν Πατρὸς καὶ Υἱοῦ, καὶ τὴν οἰκονομίαν αἰνίξηται· ἐπεὶ καὶ ἀλλαχοῦ φησι, Γενόμενος ὑπήκοος μέχρι θανάτου, πανταχοῦ τὴν οἰκονομίαν πιστούμενος. Ἐνταῦθα δὲ τὸ, Παρέδωκεν ἑαυτὸν, τέθεικεν, ἵνα δείξῃ ὅτι ἑκὼν τὸ πάθος κατεδέξατο, καὶ οὐκ ἀνάγκῃ οὐδὲ βίᾳ, ἀλλὰ βουλόμενος καὶ θέλων παντὶ τῷ τῶν ἀνθρώπων γένει τὴν σωτηρίαν πραγματεύσασθαι, τὸν σταυρὸν ὑπέμεινε. Ποίαν οὖν κατ' ἀξίαν ἀγάπην ἐπιδείξασθαι δυνησόμεθα, πρὸς τὸν οὕτω πλουσίαν τὴν περὶ ἡμᾶς ἀγάπην ἐπιδειξάμενον; Κἂν γὰρ αὐτὴν τὴν ψυχὴν προέσθαι καταδεξώμεθα ὑπέρ τε τῶν αὐτοῦ νόμων, καὶ τῆς φυλακῆς τῶν ἐντολῶν τῶν παρ' αὐτοῦ δοθεισῶν, οὐδὲ οὕτω πρὸς τὸ μέτρον φθάσαι δυνησόμεθα τῆς ἀγάπης, ἣν περὶ τὴν ἡμετέραν ἐπεδείξατο φύσιν. Αὐτὸς μὲν γὰρ Θεὸς ὢν ὑπὲρ ἀνθρώπων τοῦτο κατεδέξατο, καὶ Δεσπότης τυγχάνων ὑπὲρ δούλων, καὶ οὐχ ὑπὲρ δούλων ἁπλῶς, ἀλλὰ καὶ ἀγνωμόνων καὶ πολλὴν καὶ ἄσπονδον τὴν ἔχθραν ἐπιδεικνυμένων. Καὶ αὐτὸς μὲν προλαβὼν εἰς
6. See a soul set on fire, see a thought winged, see a mind ablaze with longing towards God! The life which I now live, he says, I live in faith. For do not suppose, he says, that I contribute anything to the affairs of the present life. For even though I am clothed with flesh and bound to the necessities of nature, yet I live in faith, that in Christ, disregarding all present things, running past all things through hope in Him, I hold my mind stretched out towards Him. Then, that you may learn the exceeding measure of his tender love, he says: I live in faith, that of the Son of God, Who loved me and gave Himself up for me. Observe how great is the exceeding measure of his gratefulness. What do you say, O blessed Paul? A little while ago you said, He Who did not spare His own Son, but gave Him up for us all; and now you say, Who loved me, and make the common benefit your own? Yes, he says; for even though the sacrifice has been offered by Him on behalf of the whole race of men, yet because of my tender love towards Him I make what has come to pass my own. So too it is the custom of the prophets to act, and to say: O God, my God (Ps. 21:2; 62:2); and yet He is God of the inhabited world; but it is peculiar to longing to make common things one's own. In that of the Son of God, he says, Who loved me. What do you say? Did He love you alone? The whole nature of men indeed, he says, yet I owe thanks to Him just as if I alone had been loved. And gave Himself up for me. What then, was He crucified for you alone? Does He not Himself say, When I am lifted up, I will draw all men to Myself? Did you not say yourself, He gave Himself up for us all? Yes, he says; not contradicting myself do I say these things, but consoling my own longing. And see him again teaching us something else too through what has been said. For whereas above, speaking concerning the Father, he said, He gave Him up for us all, here he says, He gave Himself up: there, that he might show the concord and equal honour of Father and Son, and hint at the dispensation—since elsewhere too he says, Becoming obedient unto death, everywhere confirming the dispensation; while here he has set down, He gave Himself up, that he might show that willingly He accepted the Passion, and not by necessity nor by force, but wishing and willing to work salvation for the whole race of men, He endured the cross. What worthy love then shall we be able to display towards Him Who displayed such rich love towards us? For even if we should deign to lay down our very soul both for His laws and for the keeping of the commandments given by Him, not even so shall we be able to reach the measure of the love which He displayed towards our nature. For He Himself, being God, accepted this on behalf of men, and being Master, on behalf of servants—and not on behalf of servants simply, but also ungrateful ones and displaying great and irreconcilable enmity. And He Himself first towards
Notes, col. 320

On the reading

Printed Ἐαυτὸν, for Ἑαυτὸν.

PG 53:321Read from the page
ἀναξίους καὶ μυρία ἐπταικότας τὴν τοσαύτην εὐεργεσίαν ἐπεδείξατο· ἡμεῖς δὲ, ὅπερ ἂν ἐπιδείξασθαι δυνηθῶμεν, οὐδὲν μέγα ποιοῦμεν τὸν προφθάσαντα ταῖς τοσαύταις εὐεργεσίαις ἡμᾶς ἀμείβεσθαι σπουδάζοντες. Τὰ γὰρ παρ' ἡμῶν, ἂν ἄρα ἀκολουθῶσιν, ἀμοιβή τίς ἐστι καὶ ὀφειλή· τὰ δὲ παρ' αὐτοῦ, χάρις καὶ εὐεργεσίαι, καὶ δωρεᾶς μέγεθος. Ταῦτα τοίνυν ἅπαντα λογιζόμενοι, ἀγαπήσωμεν τὸν Χριστὸν, καθάπερ Παῦλος αὐτὸν ἠγάπησε, καὶ μηδεὶς ἡμῖν τῶν παρόντων ἔστω λόγος, ἀλλὰ διηνεκῶς τὸν αὐτοῦ πόθον ἔχωμεν ἱδρυμένον ἡμῶν τῇ ψυχῇ. Οὕτω γὰρ καὶ πάντων καταγελασόμεθα τῶν τοῦ παρόντος βίου, καὶ οὕτω τὴν γῆν καθάπερ τὸν οὐρανὸν οἰκήσομεν, οὔτε ὑπὸ τῶν χρηστῶν ἐνταῦθα χαυνούμενοι, οὔτε ὑπὸ τῶν λυπηρῶν συστελλόμενοι· ἀλλὰ πάντα παρατρέχοντες πρὸς τὸν ποθούμενον ἡμῶν Δεσπότην ἐντεῦθεν ἐπειχθησόμεθα, καὶ μήτε πρὸς αὐτὴν τὴν μέλλησιν δυσχερανοῦμεν, ἀλλ' ἐροῦμεν κατὰ τὸν μακάριον τοῦτον καὶ ἡμεῖς, ὅτι Ὃ νῦν ζῶμεν ἐν σαρκὶ, ἐν πίστει ζῶμεν τῇ τοῦ Υἱοῦ τοῦ Θεοῦ, ἀγαπήσαντος ἡμᾶς, καὶ παραδόντος ἑαυτὸν ὑπὲρ ἡμῶν· ἵνα καὶ τὸν παρόντα βίον ἀλύπως διανύσωμεν, καὶ τῶν μελλόντων ἀγαθῶν ἀπολαῦσαι καταξιωθῶμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
unworthy men and those who had stumbled ten thousand times displayed so great a benefit; whereas we, whatever we may be able to display, do nothing great in being zealous to requite Him Who anticipated us with such great benefits. For the things on our part, if indeed they follow, are a kind of recompense and debt; whereas the things from Him are grace, and benefits, and magnitude of free gift. Reckoning up all these things, therefore, let us love Christ just as Paul loved Him, and let us take no account of present things, but let us continually keep longing for Him established in our soul. For thus we shall both laugh to scorn all the things of the present life, and thus we shall inhabit the earth just as heaven, neither puffed up by good things here, nor cast down by painful ones; but running past all things we shall hasten hence towards our longed-for Master, and shall not chafe even at the delay itself, but we too shall say after this blessed man, The life which we now live in the flesh, we live in faith, that of the Son of God, Who loved us and gave Himself up for us; so that we may both pass through the present life without grief, and be counted worthy to enjoy the good things to come, by the grace and loving-kindness of our Lord Jesus Christ, with Whom to the Father, together with the Holy Spirit, be glory, might, honour, now and ever, and unto the ages of ages. Amen.
ΟΜΙΛΙΑ ΛΕʹ.
Homily XXXV.
Ἐγένετο δὲ ἐν τῇ βασιλείᾳ Ἀμαρφὰθ βασιλέως Σενναὰρ, Ἀριὼχ βασιλεὺς Ἀλασὰρ, καὶ Χοδολογομὸρ βασιλεὺς Ἐλὰμ, καὶ Θαρθὰκ βασιλεὺς τῶν ἐθνῶν ἐποίησαν πόλεμον μετὰ τοῦ βασιλέως τῶν Σοδόμων.
And it came to pass in the reign of Amarphath king of Sennaar, that Arioch king of Alasar, and Chodologomor king of Elam, and Tharthac king of the nations made war with the king of Sodom.
αʹ Μέγα ἀγαθὸν, ἀγαπητοὶ, τῶν θείων Γραφῶν ἡ ἀνάγνωσις. Τοῦτο τὴν ψυχὴν φιλόσοφον ἀπεργάζεται, τοῦτο πρὸς τὸν οὐρανὸν μεθίστησι τὴν διάνοιαν, τοῦτο εὐχάριστον κατασκευάζει τὸν ἄνθρωπον, τοῦτο ποιεῖ πρὸς μηδὲν τῶν παρόντων ἐπτοῆσθαι, τοῦτο διηνεκῶς ἐκεῖ ποιεῖ διαιτᾶσθαι τὸν λογισμὸν τὸν ἡμέτερον, καὶ πρὸς τὴν τοῦ Δεσπότου ἀμοιβὴν ὁρῶντας ἅπαντα ἡμᾶς διαπράττεσθαι, καὶ πρὸς τοὺς τῆς ἀρετῆς πόνους μετὰ πολλῆς ἐγχειρεῖν τῆς προθυμίας. Ἐντεῦθεν γάρ ἐστι μαθεῖν ἀκριβῶς τῆς ταχείας ἀντιλήψεως τοῦ Θεοῦ τὴν πρόνοιαν, τῶν δικαίων τὴν ἀνδρείαν, τοῦ Δεσπότου τὴν ἀγαθότητα, καὶ τῶν ἀμοιβῶν τὸ μέγεθος. Ἐντεῦθέν ἐστιν εἰς ζῆλον καὶ μίμησιν διεγερθῆναι τῆς φιλοσοφίας τῶν γενναίων ἀνδρῶν, καὶ μὴ ναρκᾷν πρὸς τοὺς τῆς ἀρετῆς ἀγῶνας, ἀλλὰ θαῤῥεῖν καὶ πρὸ τῆς ἐκβάσεως ταῖς παρὰ τοῦ Θεοῦ ὑποσχέσεσι. Δι' ὃ, παρακαλῶ, μετὰ πολλῆς σπουδῆς τὴν ἀνάγνωσιν τῶν θείων Γραφῶν ποιώμεθα. Οὕτω γὰρ καὶ τῆς γνώσεως ἐπιτευξόμεθα, εἰ συνεχῶς ἐπίωμεν τὰ ἐγκείμενα. Οὐδὲ γάρ ἐστι τὸν μετὰ σπουδῆς καὶ πολλοῦ πόθου τοῖς θείοις ἐντυγχάνοντα λόγοις περιοφθῆναί ποτε· ἀλλὰ κἂν ἄνθρωπος ἡμῖν μὴ γένηται διδάσκαλος, αὐτὸς ὁ Δεσπότης ἄνωθεν ἐμβατεύων ταῖς καρδίαις ταῖς ἡμετέραις φωτίζει τὴν διάνοιαν, καταυγάζει τὸν λογισμὸν, ἐκκαλύπτει τὰ λανθάνοντα, διδάσκαλος ἡμῖν γίνεται τῶν ἀγνοουμένων· μόνον ἐὰν ἡμεῖς τὰ παρ' ἑαυτῶν εἰσφέρειν βουλώμεθα. Μὴ καλέσητε γὰρ, φησὶ, διδάσκαλον ἐπὶ τῆς γῆς. Ἐπειδὰν οὖν λάβωμεν μετὰ χεῖρας βιβλίον πνευματικὸν, συντείναντες ἑαυτῶν τὴν διάνοιαν, καὶ συναγαγόντες τὴν λογισμὸν, καὶ πᾶσαν βιωτικὴν ἔννοιαν ἀπωσάμενοι, οὕτω τὴν ἀνάγνωσιν ποιώμεθα μετὰ πολλῆς τῆς εὐλαβείας, μετὰ πολλῆς
1. A great good, beloved, is the reading of the divine Scriptures. This renders the soul philosophical, this transfers the mind towards heaven, this makes a man grateful, this causes us to be fluttered at none of present things, this causes our thought to dwell there continually, and makes us do all things looking towards the Master's recompense, and set our hand to the toils of virtue with great zeal. For hence one may learn exactly the providence of God's swift succour, the courage of the righteous, the goodness of the Master, and the magnitude of the recompenses. Hence one may be roused to emulation and imitation of the true wisdom of noble men, and not grow numb towards the contests of virtue, but take courage even before the outcome in the promises from God. Wherefore, I beseech you, with great earnestness let us practise the reading of the divine Scriptures. For thus we shall also attain knowledge, if we continually go over what lies therein. For neither is it possible for one who converses with the divine words in earnestness and great longing ever to be overlooked; rather, even if no man becomes our teacher, the Master Himself entering from above into our hearts enlightens the mind, illumines the thought, uncovers hidden things, and becomes for us a teacher of the things we do not know—if only we are willing to contribute what lies with us. For call no man teacher, He says, upon the earth. Whenever therefore we take a spiritual book into our hands, straining our mind, and gathering together our thought, and thrusting aside every worldly thought, thus let us practise our reading with great reverence, with great
Notes, col. 321

On the reading

Printed τὴν λογισμὸν, for τὸν λογισμὸν.

PG 53:322Read from the page
τῆς προσοχῆς, ἵνα δυνηθῶμεν ὑπὸ τοῦ ἁγίου Πνεύματος ὁδηγηθῆναι ἐπὶ τὴν κατανόησιν τῶν γεγραμμένων, καὶ πολλὴν ἐκεῖθεν τὴν ὠφέλειαν καρπώσασθαι. Καὶ γὰρ ὁ εὐνοῦχος ἐκεῖνος ὁ βάρβαρος, ὁ τῆς βασιλίσσης Αἰθιόπων, ἐν τοσαύτῃ τυγχάνων περιφανείᾳ, καὶ ἐπὶ τοῦ ὀχήματος φερόμενος, οὐδὲ ἐν ἐκείνῳ τῷ καιρῷ τῆς ἀναγνώσεως ἠμέλει, ἀλλὰ τὸν προφήτην ἔχων μετὰ χεῖρας, πολλὴν ἐποιεῖτο τὴν σπουδὴν πρὸς τὴν ἀνάγνωσιν, καὶ ταῦτα οὐκ εἰδὼς τὰ ἐγκείμενα· ἀλλ' ὅμως ἐπειδὴ τὰ παρ' ἑαυτοῦ πάντα εἰσήνεγκε, τὴν σπουδὴν, τὴν προθυμίαν, τὴν προσοχὴν, ἐπέτυχε τοῦ καθοδηγήσαντος. Ἐννόησον γάρ μοι ὅσον ἦν, μήτε ὁδοιποροῦντα ἀμελῆσαι τῆς ἀναγνώσεως, καὶ ταῦτα ἐπ' ὀχήματος καθήμενον. Ἀκουέτωσαν οἱ μηδὲ ἐπὶ τῆς οἰκίας τοῦτο ποιῆσαι καταδεχόμενοι, ἀλλὰ νομίζοντες πάρεργον εἶναι τὴν τούτων ἀνάγνωσιν, καὶ διὰ τὸ γυναικὶ συνοικεῖν, καὶ στρατείᾳ κατειλῆφθαι, καὶ παιδίων φροντίζειν, καὶ οἰκετῶν ἐπιμελεῖσθαι, καὶ ἑτέρων πραγμάτων ἔχειν φροντίδα, μὴ προσήκειν αὐτοῖς περὶ τὴν τῶν θείων Γραφῶν ἀνάγνωσιν ἔχειν σπουδήν. Ἰδοὺ γὰρ εὐνοῦχος, ἄνθρωπος βάρβαρος, ἀμφότερα ἱκανὰ εἰς πολλὴν ῥᾳθυμίαν ἐμβαλεῖν, καὶ μετὰ τούτων ἡ πολλὴ περιφάνεια, τοῦ πλούτου ἡ περιουσία, αὐτὸ τὸ ἐν ὁδοιπορίᾳ εἶναι καὶ ἐπ' ὀχήματος φέρεσθαι· οὐδὲ γὰρ ῥᾴδιον ἀναγνώσει προσέχειν τῷ οὕτως ὁδοιποροῦντι, ἀλλὰ καὶ σφόδρα δυσχερές· ἀλλ' ὅμως ὁ πόθος καὶ ἡ πολλὴ σπουδὴ πάντα τὰ κωλύματα ἐκποδὼν ἐποιεῖτο, καὶ εἴχετο τῆς ἀναγνώσεως, καὶ οὐκ ἔλεγε ταῦτα, ἃ νῦν πολλοὶ λέγουσιν· οὐ νοῶ τὰ ἐγκείμενα, οὐ δύναμαι συνιέναι τὸ βάθος τῶν γεγραμμένων· τίνος ἕνεκεν ἁπλῶς καὶ εἰκῆ τὸν κάματον ὑπομενῶ, ἀναγινώσκων καὶ οὐκ ἔχων τὸν ὁδηγῆσαι δυνάμενον; Οὐδὲν τούτων ἐλογίσατο ὁ βάρβαρος μὲν τὴν γλῶσσαν, φιλόσοφος δὲ τὴν διάνοιαν· ἀλλ' ἐννοήσας ὡς οὐ περιοφθήσεται, ἀλλὰ ταχέως ἀπολαύσει τῆς ἄνωθεν ῥοπῆς, εἰ τὰ παρ' ἑαυτοῦ καὶ τὰ εἰς δύναμιν ἐπιδείξαιτο, εἴχετο τῆς ἀναγνώσεως. Διὰ τοῦτο ὁ φιλάνθρωπος Δεσπότης ὁρῶν αὐτοῦ τὸν πόθον, οὐ περιεῖδεν, οὐ κατέλιπεν ἀπρονόητον, ἀλλ' εὐθέως αὐτῷ τὸν διδάσκαλον ἔπεμψε. Σὺ δέ μοι σκόπει τὴν τοῦ Θεοῦ σοφίαν, πῶς ἔμενεν ἐκεῖνον πρότερον τὰ παρ' ἑαυτοῦ εἰσενεγκεῖν, καὶ τότε τὴν οἰκείαν ἀντίληψιν ἐπιδείκνυται. Ἐπεὶ οὖν τὰ παρ' ἑαυτοῦ πάντα ἀπήρτιστο, λοιπὸν ὤφθη ὁ ἄγγελος Κυρίου λέγων τῷ Φιλίππῳ· Ἀναστὰς πορεύου ἐπὶ τὴν ὁδὸν τὴν καταβαίνουσαν ἀπὸ Ἰερουσαλὴμ εἰς Γάζαν, αὕτη ἐστὶν ἔρημος. Καὶ ἰδοὺ, ἀνὴρ Αἰθίοψ, δυνάστης εὐνοῦχος Κανδάκης, τῆς βασιλίσσης Αἰθιόπων, ὃς ἐλήλυθε προσκυνήσων εἰς Ἰερουσαλὴμ, καὶ οὗτος ὑπέστρεψε καθήμενος ἐπὶ τοῦ ἅρματος αὐτοῦ, καὶ ἀνεγίνωσκε τὸν προφήτην Ἡσαΐαν. Ὅρα πῶς ἀκριβῶς ἡμῖν διηγήσατο ὁ τὴν βίβλον γράψας, εἰπὼν, ὅτι Αἰθίοψ, ἵνα γνῶμεν ὅτι βάρβαρος ἦν· εἶτά φησιν, ὅτι Δυνάστης, ὅτι ἐν ἀξιώματι μεγίστῳ καὶ περιφανείᾳ ἐτύγχανεν, Ὃς ἐληλύθει, φησὶ, προσκυνήσων εἰς Ἰερουσαλήμ. Ὅρα καὶ τὴν πρόφασιν αὐτοῦ τῆς ἀποδημίας, ἱκανὴν οὖσαν δεῖξαι τὸ φιλόθεον αὐτοῦ τῆς γνώμης· ἰδοὺ γὰρ πόσην ὁδὸν στέλλεται, ὥστε τὴν προσκύνησιν ἀποδοῦναι τῷ Δεσπότῃ. Ἔτι γὰρ ἐνόμιζον ἐν ἑνὶ τόπῳ συγκεκλεῖσθαι τὴν λατρείαν, καὶ διὰ τοῦτο πολλὴν ὁδὸν στελλόμενοι ἐκεῖ τὰς εὐχὰς ἀνέφερον· διά τοι τοῦτο καὶ οὗτος παρεγένετο, ἔνθα ὁ ναὸς ἦν καὶ ἡ
attentiveness, that we may be able to be guided by the Holy Spirit to the understanding of the things written, and reap great benefit therefrom. For that barbarian eunuch too, the official of the queen of the Ethiopians, though he was in such great splendour and riding upon his chariot, did not neglect reading even at that season, but holding the prophet in his hands, devoted great earnestness to his reading, and that though he did not know what lay therein; yet nevertheless, since he contributed all that lay with him—earnestness, zeal, attentiveness—he met with one to guide him. For consider for me how great a thing it was not to neglect reading even while travelling, and that while sitting upon a chariot! Let those hear who do not deign to do this even at home, but suppose the reading of these books to be a by-work, and think that because of living with a wife, and being engaged in military service, and caring for children, and looking after household servants, and having care for other affairs, it does not belong to them to have earnestness concerning the reading of the divine Scriptures. For behold, a eunuch, a barbarian man—both of them enough to cast one into great sloth—and along with these things great splendour, superabundance of wealth, the very fact of being on a journey and being borne upon a chariot (for neither is it easy for one so travelling to attend to reading, nay, it is exceedingly hard); yet nevertheless his longing and great earnestness put all hindrances out of the way, and he held fast to his reading, and did not say these things which many now say: I do not understand what lies therein, I cannot grasp the depth of what is written; why should I endure the toil simply and in vain, reading and not having anyone able to guide me? None of these things did he reckon, barbarian in tongue yet philosophical in mind; rather, considering that he would not be overlooked, but would swiftly enjoy the inclination from above if he displayed what lay with him and what was within his power, he held fast to his reading. On this account the Master Who loves mankind, seeing his longing, did not overlook him, did not leave him unprovided for, but straightway sent him the teacher. And do you observe for me the wisdom of God, how He waited for that man first to contribute what lay with him, and then displays His own succour. When therefore all that lay with him had been completed, thenceforth the angel of the Lord appeared, saying to Philip: Arise and go towards the road that goes down from Jerusalem to Gaza; this is desert. And behold, a man, an Ethiopian, a courtier, a eunuch of Candace queen of the Ethiopians, who had come to Jerusalem to worship; and he was returning, sitting upon his chariot, and was reading the prophet Isaiah. See how exactly the writer of the book recounted it for us, saying, An Ethiopian, that we might know that he was a barbarian; then he says, A courtier, because he was in the greatest dignity and splendour; Who had come, he says, to Jerusalem to worship. See also the occasion of his journey abroad, sufficient to show the God-loving character of his mind: for behold how great a journey he undertakes so as to render worship to the Master! For they still supposed that worship was shut up in one place, and on this account undertaking a long journey they offered up their prayers there; for this very reason this man too came whither the temple was and the