Migne Reading Room

PG 53 · cols. 311–312 · Read from the page

In Genesin Homilia XXXIII (ΟΜΙΛΙΑ ΛΓʹ; Gen. 13:1–13)

In Genesin Homilia XXXIII (ΟΜΙΛΙΑ ΛΓʹ; Gen. 13:1–13)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 53:311Read from the page
τοῦ πατριάρχου τοῦτο διαπράξασθαι, καθάπερ νεοστὸς, καὶ ὑπὸ τῆς τοῦ πλείονος ἐπιθυμίας ἐξελκόμενος, τοῖς πρωτείοις ἐπιπηδᾷ, ὡς ἐνόμιζε, καὶ τὴν ἐκλογὴν ποιεῖται. Καὶ ἐπάρας, φησὶ, Λὼτ τοὺς ὀφθαλμοὺς αὐτοῦ, εἶδε πᾶσαν τὴν περίχωρον τοῦ Ἰορδάνου, ὅτι πᾶσα ἦν ποτιζομένη, πρὸ τοῦ καταστρέψαι τὸν Θεὸν Σόδομα καὶ Γόμοῤῥα, ὡς ὁ παράδεισος τοῦ Θεοῦ, καὶ ὡς ἡ γῆ Αἰγύπτου, ἕως ἐλθεῖν εἰς Ζόγορα. Καὶ ἐξελέξατο ἑαυτῷ Λὼτ πᾶσαν τὴν περίχωρον τοῦ Ἰορδάνου, καὶ ἀπῆρε Λὼτ ἀπὸ ἀνατολῶν, καὶ διεχωρίσθησαν ἕκαστος ἀπὸ τοῦ ἀδελφοῦ αὐτοῦ. Εἶδες τῆς ἀρετῆς τοῦ δικαίου τὴν ὑπερβολὴν, ὅπως οὐ συνεχώρησεν οὐδὲ βλαστῆσαι τὴν ῥίζαν τῆς κακίας, ἀλλ' εὐθέως καὶ τὰ μέλλοντα φύεσθαι κάτωθεν ἐξέτεμε καὶ ἠφάνισε· πολλῇ τῇ ἐπιεικείᾳ χρησάμενος, καὶ δι' ἀρετὴν τῶν ἄλλων ὑπεροψίαν ἄφατον ἐπιδειξάμενος, καὶ δεικνὺς ἅπασιν ὅπως πάσης αὐτῷ περιουσίας προτιμοτέρα τυγχάνει ἡ εἰρήνη, καὶ τὸ φιλονεικίας ἀπηλλάχθαι; Ἵνα γὰρ μή τις καταγνῷ τοῦ δικαίου ὡς ἀγνώμονος γενομένου περὶ τὸν Λὼτ, καὶ ὅτι οἴκοθεν αὐτὸν ἀναστήσας, καὶ ἀγαγὼν ἐπὶ τῆς ἀλλοτρίας, ἐκβάλλει τῆς οἰκίας, μηδὲ νομίσῃ τις ἀπεχθείας αὐτὸν ἕνεκεν ταῦτα ἐργάζεσθαι, ἀλλὰ μάθωμεν ἅπαντες, ὅτι εἰρήνης ἀντεχόμενος ταῦτα ποιεῖ, διὰ τοῦτο καὶ τὴν ἐκλογὴν αὐτῷ παρεχώρησε, καὶ τὰ πρωτεῖα ἐκείνου ἑλομένου οὐκ ἐδυσχέρανεν, ἵνα πάντες εἰδέναι ἔχωμεν τῆς τοῦ δικαίου γνώμης τὸ φιλάγαθον, καὶ τῆς εἰρηνικῆς αὐτοῦ ψυχῆς τὸν σκοπόν. Ἄλλως δὲ καὶ ἕτερόν τι μυστήριον ἦν προοικονομούμενον, ὥστε πολλὰ κατ' αὐτὸν γενέσθαι, καὶ τὸν Λὼτ διὰ τῶν πραγμάτων παιδευθῆναι, ὡς οὐ δεόντως τὴν ἐκλογὴν ἐποιήσατο, καὶ τοὺς ἐν Σοδόμοις μαθεῖν τοῦ Λὼτ τὴν ἀρετὴν, καὶ τοῦ χωρισμοῦ γενομένου, τὴν ἐπαγγελίαν τὴν εἰς τὸν πατριάρχην γεγενημένην εἰς ἔργον ἐκβῆναι, τὴν λέγουσαν· Σοὶ καὶ τῷ σπέρματί σου δώσω τὴν γῆν ταύτην· καὶ ταῦτα κατὰ μικρὸν προϊόντες ὀψόμεθα, τῆς θείας Γραφῆς ἡμῖν ἅπαντα κατάδηλα ποιούσης. Καὶ Ἄβραμ, φησὶ, παρῴκησεν ἐν γῇ Χαναάν· Λὼτ δὲ κατῴκησεν ἐν πόλει τῶν περιχώρων, καὶ ἐσκήνωσεν ἐν Σοδόμοις. Οἱ δὲ ἄνθρωποι οἱ ἐν Σοδόμοις πονηροὶ καὶ ἁμαρτωλοὶ ἐναντίον τοῦ Θεοῦ σφόδρα. Ὁρᾷς τὸν Λὼτ πρὸς τὴν τῆς γῆς φύσιν μόνον ἀπιδόντα, καὶ οὐ σκοπούμενον τῶν ἐνοικούντων τὴν πονηρίαν; Τί γὰρ ὄφελος, εἰπέ μοι, γῆς ἐπιτηδειότης καὶ καρπῶν εὐφορία, ὅταν οἱ ἐνοικοῦντες ὦσι μοχθηροὶ τὸν τρόπον; Τί δὲ βλάβος ἀπ' ἐρημίας ἂν γένοιτο καὶ γῆς φαυλοτάτης, ὅταν οἱ ἐνοικοῦντες ὦσιν ἐπιεικέστεροι; Τὸ γὰρ κεφάλαιον τῶν ἀγαθῶν ἡ τῶν ἐνοικούντων ἐστὶν εὐγνωμοσύνη. Ἀλλ' ὁ Λὼτ πρὸς ἓν μόνον εἶδε, τῆς γῆς τὴν εὐφορίαν. Διὰ τοῦτο ἡ Γραφὴ σημᾶναι ἡμῖν βουλομένη τῶν αὐτόθι οἰκούντων τὴν πονηρίαν, φησίν· Οἱ δὲ ἄνθρωποι οἱ ἐν Σοδόμοις πονηροὶ καὶ ἁμαρτωλοὶ ἐναντίον τοῦ Θεοῦ σφόδρα. Οὐ μόνον, φησὶ, Πονηροὶ, ἀλλὰ Καὶ ἁμαρτωλοὶ, καὶ οὐχ ἁπλῶς Ἁμαρτωλοὶ, ἀλλὰ καὶ Ἐναντίον τοῦ Θεοῦ, τοῦτ' ἔστι, πολλὴ τῶν ἁμαρτημάτων αὐτῶν ἡ ἐπίτασις, καὶ ὑπερβάλλουσα σὐτῶν ἡ πονηρία· δι' ὃ καὶ ἐπήγαγεν· Ἐναντίον τοῦ Θεοῦ σφόδρα. Εἶδες κακίας μέγεθος; εἶδες ὅσον ἐστὶ κακὸν τὸ τοῖς πρωτείοις ἐπιπηδᾷν, καὶ μὴ τὸ συμφέρον σκοπεῖν; εἶδες ὅσον ἐστὶν ἐπιείκεια, καὶ τὸ τῶν πρωτείων παραχωρεῖν, καὶ ἐλαττοῦσθαι; Ἰδοὺ γὰρ προϊούσης τῆς διδασκαλίας ὀψόμεθα τὸν μὲν τὰ πρῶτα ἐκλεξάμενον, οὐδεμίαν ἐκεῖθεν ὄνησιν προσλαμβάνοντα, τὸν δὲ ἐλάττονα ἑλόμενον, περιφανέστερον καθ' ἑκάστην γινόμενον, καὶ
with the patriarch to accomplish this, yet he, like a youngling and drawn away by the desire for more, leaps at the chief portion, as he supposed, and makes his choice. And Lot, it says, lifted up his eyes, and saw all the region round about the Jordan, that all of it was watered, before God overthrew Sodom and Gomorrah, like the paradise of God, and like the land of Egypt, until one comes to Zogor. And Lot chose for himself all the region round about the Jordan, and Lot departed from the east, and they were separated each from his brother. Did you see the surpassing virtue of the righteous man, how he did not suffer the root of malice even to sprout, but straightway cut out from below and destroyed even what was about to spring up, employing great forbearance, and on account of virtue displaying an ineffable disdain for all other things, and showing to all how peace and being rid of contentiousness are more precious to him than every possession? For lest anyone condemn the righteous man as having proved unfeeling towards Lot, and say that after raising him up from home and leading him into a foreign land he casts him out of his house, and lest anyone suppose that he does these things out of enmity towards him, but rather that we may all learn that he does these things because he clings to peace, for this reason he also yielded the choice to him, and when that man took the first place he was not vexed, so that we may all know the love of goodness in the righteous man's mind, and the aim of his peaceable soul. Besides, another mystery was also being dispensed in advance, so that many things might come to pass in his regard, and that Lot might be taught through the events themselves that he had not made his choice as he ought, and that those in Sodom might learn the virtue of Lot, and that once the separation had taken place, the promise made to the patriarch might come forth into effect, which says: To you and to your seed I will give this land; and we shall see these things as we advance little by little, as divine Scripture makes all things manifest to us. And Abram, it says, dwelt in the land of Canaan; and Lot dwelt in a city of the surrounding region, and pitched his tent in Sodom. Now the men in Sodom were wicked and sinners before God exceedingly. Do you see Lot looking only to the nature of the land, and not regarding the wickedness of its inhabitants? For what profit, tell me, is a land's suitability and abundance of fruits, when its inhabitants are depraved in character? And what harm could come from wilderness and the poorest land, when its inhabitants are more virtuous? For the chief of good things is the probity of the inhabitants. Yet Lot looked to one thing only, the fertility of the land. Therefore Scripture, wishing to signify to us the wickedness of those dwelling there, says: Now the men in Sodom were wicked and sinners before God exceedingly. Not only, it says, Wicked, but Also sinners, and not simply Sinners, but also Before God, that is, great was the intensity of their sins, and surpassing was their wickedness; wherefore it also added: Before God exceedingly. Did you see the magnitude of malice? Did you see how great an evil it is to leap at the first place, and not to look to what is profitable? Did you see how great a thing is forbearance, and yielding the first place, and taking the lesser part? For behold, as the teaching proceeds we shall see the one who chose the first place gaining no benefit from thence, while the one who chose the lesser becomes more illustrious day by day, and
Notes, col. 311

On the reading

Printed νεοστὸς, for νεοσσὸς.

Printed σὐτῶν, for αὐτῶν.

PG 53:312Read from the page
διὰ πάντων αὐξανομένην αὐτοῦ τὴν εὐπορίαν, καὶ πᾶσι περίβλεπτον καθιστάμενον.
his prosperity increasing in every way, and himself rendered conspicuous to all.
εʹ. Ἀλλ' ἵνα μὴ εἰς πολὺ μῆκος ἐκτείνωμεν τὴν διδασκαλίαν, μέχρι τούτου στήσαντες τὸν λόγον, εἰς τὴν ἑξῆς ταμιευσώμεθα τὰ λειπόμενα, ἐκεῖνο παρακαλέσαντες ὑμᾶς, ὥστε ζηλῶσαι τὸν πατριάρχην, καὶ μηδέποτε τῶν πρωτείων ἐφίεσθαι, ἀλλὰ πείθεσθαι τῷ μακαρίῳ Παύλῳ λέγοντι· Τῇ τιμῇ ἀλλήλους προηγούμενοι ὑπερέχοντας ἑαυτῶν, καὶ σπουδάζειν ἐν ἅπασιν ἐλαττοῦσθαι. Τοῦτο γάρ ἐστι τὸ τὰ πρωτεῖα ἔχειν, καθάπερ καὶ ὁ Χριστός φησιν· Ὁ ταπεινῶν ἑαυτὸν, ὑψωθήσεται. Τί οὖν ἂν εἴη τούτου ἴσον, ὅταν δι' ὧν ἑτέροις τῶν πρωτείων παραχωροῦμεν, αὐτοὶ μείζονος ἀπολαύωμεν τῆς τιμῆς, καὶ δι' ὧν ἑτέρους προτιμῶμεν, ἑαυτοὺς εἰς τὴν ἀνωτάτω τιμὴν ἀνάγωμεν; Τοῦτο τοίνυν, παρακαλῶ, σπουδάζωμεν, ὥστε μιμεῖσθαι τοῦ πατριάρχου τὴν ταπεινοφροσύνην, καὶ κατ' ἴχνος τούτου τοῦ πρὸ τοῦ νόμου τὴν τοιαύτην ἐπιδειξαμένου φιλοσοφίαν ἡμεῖς οἱ ἐν τῇ χάριτι πορευώμεθα. Ταπεινοφροσύνη γὰρ ἀληθῶς αὕτη ἐστὶν, ἥνπερ ὁ θαυμάσιος οὗτος ἀνὴρ ἐπεδείξατο περὶ τὸν πολὺ αὐτοῦ λειπόμενον, οὐ κατὰ τὸν τῆς ἀρετῆς λόγον μόνον, ἀλλὰ καὶ κατὰ τὴν ἡλικίαν καὶ τὰ ἄλλα πάντα. Ἐννόησον γὰρ ὅτι ὁ πρεσβύτης τῷ νέῳ παρεχώρησε, καὶ ὁ θεῖος τῷ ἀδελφιδῷ, καὶ ὁ τοσαύτης ἀπολαύων παρὰ τοῦ Θεοῦ εὐνοίας τῷ μηδὲν μηδέπω μέγα τι ἐπιδειξαμένῳ· καὶ ἅπερ ἐχρῆν ἐκεῖνον εἰπεῖν, ὡς νέον πρὸς τὸν πρεσβύτην καὶ θεῖον ἑαυτοῦ, ταῦτα ὁ πατριάρχης πρὸς τὸν νέον ἔλεγε. Καὶ ἡμεῖς τοίνυν μὴ περὶ τοὺς ὑπερβεβηκότας ἡμᾶς, ἢ εἰς τοὺς ἴσους ἡμῖν τυγχάνοντας μόνον τὰ τῆς τιμῆς ἐπιδειξώμεθα. Τοῦτο γὰρ οὐκ ἂν εἴη ταπεινοφροσύνη· ὅταν γάρ τις τὸ ἐξ ἀνάγκης ὀφειλόμενον ποιῇ, οὐ ταπεινοφροσύνη τοῦτό ἐστιν, ἀλλ' ὀφειλή. Ἡ δὲ ἀληθὴς ταπεινοφροσύνη, ὅταν τοῖς ἐλάττοσιν εἶναι δοκοῦσι παραχωρῶμεν, καὶ ἐκείνους προτιμῶμεν τοὺς πολὺ καταδεεστέρους εἶναι νομιζομένους. Ἂν δὲ νήφωμεν, οὐδὲ ἐλάττους ἡμῶν εἶναί τινας νομίσομεν, ἀλλὰ πάντας ἀνθρώπους ὑπερβαίνειν ἡμᾶς. Καὶ τοῦτο λέγω, οὐ περὶ ἡμῶν τῶν μυρίοις ἁμαρτήμασι βεβαπτισμένων, ἀλλὰ κἂν μυρία τις ᾖ κατορθώματα ἑαυτῷ συνειδὼς, μὴ τοῦτο δὲ λογίζοιτο καθ' ἑαυτὸν, ὅτι πάντων ἐστὶν ἔσχατος, οὐδὲν αὐτῷ ὄφελος ἂν γένοιτο τῶν τοσούτων κατορθωμάτων. Τοῦτο γάρ ἐστι ταπεινοφροσύνη, ὅταν τις ἀφορμὰς ἔχων τοῦ ἐπαίρεσθαι, καταστέλλῃ ἑαυτὸν καὶ ταπεινοῖ, καὶ μετριάζῃ. Τότε γὰρ καὶ εἰς τὸ ἀληθὲς ὕψος ἀναχθήσεται, κατὰ τὴν τοῦ Κυρίου ὑπόσχεσιν τὴν λέγουσαν, ὅτι Ὁ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται. Σπουδάσωμεν τοίνυν, παρακαλῶ, πάντες τοῦ ὕψους ἐπιτυχεῖν τοῦ διὰ τῆς ταπεινοφροσύνης, ἵνα τῆς αὐτῆς τῷ δικαίῳ εὐνοίας ἀπολαύσωμεν παρὰ τοῦ Δεσπότου, καὶ τῶν ἀποῤῥήτων ἐκείνων ἀγαθῶν ἀξιωθῶμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
5. Yet lest we draw out our teaching to great length, halting our discourse at this point, let us reserve what remains for the next homily, exhorting you to this one thing: to emulate the patriarch, and never to covet the first place, but to obey the blessed Paul when he says: In honour preferring one another as surpassing yourselves, and to strive in all things to take the lower place. For this is what it means to hold the first place, even as Christ also says: He who humbles himself shall be exalted. What, then, could be equal to this, when through the very things in which we yield the first place to others we ourselves enjoy greater honour, and through the things in which we prefer others we raise ourselves to the highest honour? Let us therefore, I beseech you, be zealous for this, so as to imitate the humility of the patriarch, and in the footsteps of this man who before the Law displayed such philosophy, let us who live under grace walk. For this truly is humility, which this marvellous man displayed towards one who fell far short of him, not only by the measure of virtue, but also in age and in all other respects. For consider that the elder yielded to the youth, and the uncle to his nephew, and he who enjoyed such great favour from God to one who had never yet displayed anything great; and the very words which that man ought to have spoken, as a youth to his elder and uncle, these the patriarch spoke to the youth. Let us also, therefore, display marks of honour not only towards those who surpass us, or towards those who happen to be our equals. For that would not be humility; for when a man does what is owed out of necessity, this is not humility, but a debt. True humility, rather, is when we yield to those who seem to be inferior, and honour above ourselves those who are deemed to be far beneath us. And if we are sober, we shall not even suppose anyone to be less than we, but that all men surpass us. And I say this not about us who are plunged in ten thousand sins, but even if a man be conscious within himself of ten thousand right deeds, yet does not reckon this within himself, that he is last of all, no profit would come to him from so many right deeds. For this is humility: when a man, having occasions to be lifted up, checks himself and humbles himself and bears himself modestly. For then he will also be led up to the true height, according to the promise of the Lord which says that He who humbles himself shall be exalted. Let us all strive, therefore, I beseech you, to attain to the height that comes through humility, so that we may enjoy the same favour as the righteous man from the Master, and be counted worthy of those ineffable good things, by the grace and lovingkindness of our Lord Jesus Christ, with Whom to the Father, together with the Holy Spirit, be glory, might, honour, now and ever, and unto the ages of ages. Amen.
ΟΜΙΛΙΑ ΛΔʹ.
HOMILY 34.
Εἶπε δὲ Κύριος τῷ Ἄβραμ μετὰ τὸ χωρισθῆναι τὸν Λὼτ ἀπ' αὐτοῦ· Ἀναβλέψας τοῖς ὀφθαλμοῖς σου Ιδε ἀπὸ τοῦ τόπου, οὗ σὺ νῦν εἶ, πρὸς βοῤῥᾶν καὶ λίβα, καὶ ἀνατολὰς καὶ θάλασσαν, ὅτι πᾶσαν τὴν γῆν, ἣν σὺ ὁρᾷς, σοὶ δώσω αὐτήν.
And the Lord said to Abram after Lot was separated from him: Lifting up your eyes, look from the place where you now are, towards the north and southwest, and east and sea, for all the land which you see, to you I will give it.
αʹ. Κατεμάθετε χθὲς, ἀγαπητοὶ, τοῦ πατριάρχου τὴν ὑπερβάλλουσαν ταπεινοφροσύνην, εἴδετε ἐπιεικείας ὑπερ
1. You learned yesterday, beloved, the surpassing humility of the patriarch; you saw the excess of his forbear
Notes, col. 312

On the reading

Printed Ιδε, for Ἴδε.