Migne Reading Room

PG 53 · cols. 305–310 · Read from the page

In Genesin Homilia XXXIII (ΟΜΙΛΙΑ ΛΓʹ; Gen. 13:1–13)

In Genesin Homilia XXXIII (ΟΜΙΛΙΑ ΛΓʹ; Gen. 13:1–13)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 53:305Read from the page
τῶν δικαίων ὑπέμεινε διὰ θλίψεως τὴν παροῦσαν ὁδεύσας ζωὴν, ἄκουε τοῦ Χριστοῦ λέγοντος· Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε, ἀλλὰ θαρσεῖτε. Ἵνα γὰρ μὴ καταπέσωσι τοῦτο ἀκούσαντες, εὐθέως τὸ θάρσος αὐτοῖς ἐνέθηκε, καὶ τὴν παρ' ἑαυτοῦ ῥοπὴν ὑπέσχετο. Ἀλλὰ θαρσεῖτε· ἐγὼ, φησὶ, νενίκηκα τὸν κόσμον. Ἔχεις, φησὶ, τὸν τὰ λυπηρὰ ἐπικουφίζοντα, τὸν οὐκ ἀφιέντα σε καταβαπτισθῆναι ὑπὸ τῆς τῶν πειρασμῶν ἐπαγωγῆς, τὸν σὺν τῷ πειρασμῷ καὶ τὴν ἔκβασιν παρέχοντα, καὶ οὐ συγχωροῦντα ὑπὲρ τὴν ἡμετέραν ἰσχὺν ἐπαχθῆναι τὰ χαλεπά. Τί ἀσχάλλεις; τί ἀλύεις; τί δυσανασχετεῖς; τί μικροψύχως διάκεισαι; Μὴ γὰρ, ἐὰν τὰ εἰς δύναμιν τὴν ἡμετέραν εἰσενέγκωμεν, τὴν ὑπομονὴν λέγω, καὶ τὴν καρτερίαν, καὶ τὴν εὐχάριστον γνώμην, συγχωρεῖ περιοφθῆναι ἡμᾶς ποτε; Μὴ γὰρ, κἂν εἰς ἀπόγνωσιν ἔλθῃ τὰ πράγματα, νικᾷ τὴν σοφίαν τοῦ ἡμετέρου Δεσπότου; Ἡμεῖς τὰ παρ' ἑαυτῶν ἐπιδειξώμεθα, καὶ εἰλικρινῆ τὴν πίστιν ἔχωμεν, εἰδότες τὸ εὐμήχανον τοῦ προστάτου τῶν ἡμετέρων ψυχῶν. Καὶ πάντως ὁ μᾶλλον ἡμῶν εἰδὼς τὸ συμφέρον, οὕτως αὐτὸ δεόντως οἰκονομήσει, ὡς καὶ αὐτῷ πρέπον ἐστὶ, καὶ ἡμῖν συμφέρον, ἵνα καὶ τῆς ὑπομονῆς τὸν μισθὸν κομισώμεθα, καὶ τῆς παρ' αὐτοῦ φιλανθρωπίας ἀξιωθῶμεν, χάριτι καὶ οἰκτιρμοῖς τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
of the righteous endured anything strange and new in travelling this present life through affliction, hear Christ saying: In the world you will have affliction, but take courage. For so that they might not sink down upon hearing this, straightway He placed courage in them, and promised the inclination of help from Himself. But take courage: I, He says, have conquered the world. You have, He says, Him Who lightens sorrowful things, Who does not suffer you to be submerged by the bringing on of trials, Who with the trial provides also the way out, and does not permit grievous things to be brought upon us beyond our strength. Why do you chafe? why are you distraught? why are you impatient? why are you faint-heartedly disposed? If we contribute what lies within our power—endurance, I mean, and steadfastness, and a thankful mind—does He ever permit us to be overlooked? Even if affairs come to despair, do they overcome the wisdom of our Master? Let us display what lies on our own part, and hold our faith sincere, knowing the resourcefulness of the Protector of our souls. And assuredly He Who knows better than we what is profitable will so dispense it fittingly, as is both befitting to Him and profitable to us, so that we may both receive the reward of endurance and be deemed worthy of His loving-kindness, by the grace and mercies of our Lord Jesus Christ, with Whom to the Father, together with the Holy Spirit, be glory, might, honour, now and always, and unto the ages of ages. Amen.
ΟΜΙΛΙΑ ΛΓʹ.
Homily 33.
Ἄβραμ δὲ ἦν πλούσιος σφόδρα κτήνεσι, καὶ ἀργυρίῳ, καὶ χρυσίῳ. Καὶ ἐπορεύθη, ὅθεν ἦλθεν, εἰς τὴν ἔρημον ἕως Βεθὴλ, ἕως τοῦ τόπου, οὗ ἦν ἡ σκηνὴ αὐτοῦ τὸ πρότερον ἀνὰ μέσον Βεθὴλ, καὶ ἀνὰ μέσον Ἀγγαὶ, εἰς τὸν τόπον τοῦ θυσιαστηρίου, οὗ ἐποίησεν ἐκεῖ τὴν ἀρχήν.
Now Abram was very rich in cattle, and in silver, and in gold. And he journeyed from whence he had come, into the wilderness as far as Bethel, as far as the place where his tent had been formerly, between Bethel and Ai, to the place of the altar which he had made there at the beginning.
αʹ. Ὁρῶν ὑμῶν σήμερον τὴν μετὰ προθυμίας ἐνταῦθα σύναξιν, καὶ τὸν περὶ τὴν ἀκρόασιν πόθον, βούλομαι χρέος ὑμῖν καταθεῖναι, ὅπερ ὀφείλομεν τῇ ὑμετέρᾳ ἀγάπῃ. Καὶ οἶδα ὅτι αὐτοὶ μὲν ἴσως ἐπιλέλησθε, διὰ τὸ πολλὰς ἐν τῷ μεταξὺ παρελθεῖν ἡμέρας, καὶ ἐφ' ἕτερα ἡμῖν ἐξελκυσθῆναι τὴν διάλεξιν. Ἡ γὰρ τῆς ἁγίας ἑορτῆς παρουσία τὴν ἀκολουθίαν ἡμῖν διέκοψεν. Οὐδὲ γὰρ ἦν εὔλογον τὸν σταυρὸν ἡμᾶς ἑορτάζοντας τοῦ Δεσπότου, περὶ ἕτερα ἡμῖν τὴν διδασκαλίαν γίνεσθαι· ἀλλ' ἐχρῆν καθ' ἕκαστον καιρὸν τὴν ἁρμόττουσαν ὑμῖν παρατιθέναι τράπεζαν. Διά τοι τοῦτο ἡνίκα ἡ τῆς παραδόσεως ἔφθασεν ἡμέρα, τὴν ἀκολουθίαν διατεμόντες τῆς διδασκαλίας, τοῦ κατεπείγοντος γενόμενοι, ἐπὶ τὸν προδότην τὴν γλῶτταν ἐπαφήκαμεν, καὶ πάλιν τὰ κατὰ τὸν σταυρὸν ὑμῖν εἰς μέσον προεθήκαμεν. Εἶτα ἀναστάσεως ἡμέρας καταλαβούσης, ἀναγκαῖον ἦν τὰ περὶ τῆς ἀναστάσεως τοῦ Δεσπότου διδάξαι τὴν ὑμετέραν ἀγάπην, καὶ πάλιν ἐν ταῖς ἐφεξῆς ἡμέραις τῆς ἀναστάσεως τὴν ἀπόδειξιν ὑμῖν παρασχεῖν διὰ τῶν μετὰ ταῦτα γεγενημένων θαυμάτων, ⟨ὅ⟩τε καὶ τῶν Πράξεων τῶν ἀποστολικῶν ἐπιλαβόμενοι, ἐκεῖθεν ὑμῖν συνεχῆ τὴν ἑστίασιν παρεθήκαμεν, πολλὴν τὴν παραίνεσιν καθ' ἑκάστην πρὸς τοὺς νεωστὶ τῆς χάριτος ἀξιωθέντας ποιησάμενοι. Νῦν οὖν ἀναγκαῖον τοῦ χρέους ὑμᾶς ὑπομνῆσαι, καὶ τότε τὴν ἔκτισιν ποιήσασθαι. Εἰ γὰρ καὶ αὐτοὶ διὰ τὸ ὑπὸ πολλῶν περιέλκεσθαι φροντίδων οὐδὲ ἴστε τοῦ χρέους τὴν φύσιν, ἅτε καὶ γυναικὸς φροντίδα ἔχοντες, καὶ παίδων ἐπιμελούμενοι, καὶ
1. Seeing today your eager gathering here, and your longing for hearing, I wish to discharge to you a debt which we owe to your love. And I know that you yourselves have perhaps forgotten it, because many days have passed in the meantime, and our discourse has been drawn aside to other matters. For the arrival of the holy feast interrupted our sequence. For neither was it reasonable, while we were keeping the feast of the Master's cross, that our teaching should be concerned with other matters; rather, it was necessary at each season to set before you the fitting table. On this account, when the day of the Betrayal arrived, having cut short the sequence of our teaching and geving ourselves to what was pressing, we let loose our tongue against the traitor, and again set forth in your midst the things concerning the cross. Then, when the day of the Resurrection overtook us, it was necessary to teach your love the things concerning the Resurrection of the Master, and again on the succeeding days to furnish you the proof of the Resurrection through the miracles wrought after these things, when also, having laid hold of the Acts of the Apostles, from thence we set before you a continuous banquet, making abundant exhortation each day to those newly deemed worthy of grace. Now, therefore, it is necessary to remind you of the debt, and then to make payment of it. For even if you yourselves, because of being dragged about by many cares, do not even know the nature of the debt—inasmuch as you have care for a wife, and look after children, and
PG 53:306Read from the page
ὑπὲρ τῆς καθημερινῆς τροφῆς σπουδάζοντες, καὶ ἑτέραις πολλαῖς βιωτικαῖς περιελκόμενοι φροντίσιν· ἀλλ' ἡμεῖς ὑπ' οὐδενὸς τούτων ὀχλούμενοι, καὶ τοῦ χρέους ὑμᾶς ὑπομιμνήσκομεν, καὶ πρὸς τὴν ἀπόδοσιν παρασκευαζόμεθα. Καὶ μὴ θαυμάσητε, εἰ τοσαύτην εὐγνωμοσύνην ἐπιδεικνύμεθα. Ἀπ' ἐναντίας γὰρ τοῖς αἰσθητοῖς χρήματίν ἐστι τούτου τοῦ χρέους ἡ φύσις. Ἐκεῖ μὲν γὰρ οὐκ ἄν ποτε ταχέως ὁ ὀφείλων τοσαύτην εὐγνωμοσύνην ἐπιδείξηται, εἰδὼς ὅτι τὸ καταθεῖναι τὰ ὀφειλόμενα αὐτῷ μὲν ἐλαττοῖ τὴν οὐσίαν, τῷ δὲ λαμβάνοντι αὔξει τὴν περιουσίαν· ἐπὶ δὲ τοῦ χρέους τούτου τοῦ πνευματικοῦ τοιοῦτον οὐδέν· ἀλλὰ ταύτῃ μᾶλλον καὶ ὁ ὀφείλων καταθεὶς πολλῷ πλέον εὐπορώτερος ἔσται, καὶ τοῖς λαμβάνουσι μείζων ἡ εὐπορία. Διὰ τοῦτο ἐπ' ἐκείνων μὲν πολλὴ ἡ ἀγνωμοσύνη γίνεται· ἐνταῦθα δὲ ἑκατέροις πολὺ τὸ κέρδος, καὶ τῷ κατατιθέντι, καὶ τοῖς ὑποδεχομένοις. Ὅπερ καὶ ἐπὶ τῆς ἀγάπης παρήνεσεν ὁ μακάριος Παῦλος λέγων, Μηδενὶ μηδὲν ὀφείλητε, εἰ μὴ τὸ ἀλλήλους ἀγαπᾷν· δεικνὺς ὅτι τοῦτο τὸ χρέος ἀεὶ μὲν καταβάλλεσθαι λέγεται, μηδέποτε δὲ παύεσθαι. Μήτε ὑμᾶς ἀμελεῖν δεῖ πρὸς τὴν ὑποδοχὴν παρασκευαζομένους· τοῦτο γὰρ καὶ ἡμᾶς τοὺς καταβάλλοντας εὐπορωτέρους καθίστησι, καὶ ὑμῖν πλείονος ὠφελείας ὑπόθεσις γενήσεται. Ἐπεὶ οὖν τοιαύτη τούτου τοῦ χρέους ἡ φύσις, καὶ ὅσῳ ἂν καταβάλλωμεν, τοσούτῳ μᾶλλον τῇ πλείονι καταβολῇ τὴν ἑαυτῶν περιουσίαν αὔξομεν, φέρε δὴ λοιπὸν διδάξωμεν ὑμᾶς καὶ τοῦ χρέους τὴν ὑπόθεσιν, ἵνα καὶ αὐτοὶ προθυμότερον ὑποδέξησθε τὰ λεγόμενα, καὶ τὴν ἡμετέραν εὐγνωμοσύνην ἀποδεξάμενοι, ἀμείψησθε ἡμᾶς τῷ μετὰ σπουδῆς προσέχειν τοῖς λεγομένοις. Τί οὖν ἐστι τοῦ χρέους ἡ ὑπόθεσις; Ἴστε καὶ μέμνησθε, ὅτι τὰ κατὰ τὸν πατριάρχην εἰς μέσον ἀγαγόντες, καὶ τὴν διὰ τὸν λιμὸν γενομένην αὐτῷ κάθοδον εἰς Αἴγυπτον, καὶ τῆς Σάρας τὴν ἁρπαγὴν τὴν ὑπὸ τοῦ Φαραὼ γεγενημένην, καὶ τὴν τοῦ Θεοῦ κατ' αὐτοῦ ἀγανάκτησιν, ἣν διὰ τὴν περὶ τὸν δίκαιον πρόνοιαν ἐποιήσατο, καὶ κατ' αὐτοῦ, καὶ κατὰ παντὸς τοῦ οἴκου αὐτοῦ, παρασκευάσας μετὰ πολλῆς τῆς περιφανείας τὴν ἀπὸ τῆς Αἰγύπτου ἐπάνοδον ποιήσασθαι τὸν πατριάρχην· Ἐνετείλατο γὰρ, ζησὶ, Φαραὼ ἀνδράσι περὶ Ἄβραμ συμπροπέμψαι αὐτὸν, καὶ τὴν γυναῖκα αὐτοῦ, καὶ πάντα ὅσα ἦν αὐτῷ, καὶ Λὼτ μετ' αὐτοῦ. Ἀνέβη δὲ Ἄβραμ ἐξ Αἰγύπτου, αὐτὸς καὶ ἡ γυνὴ αὐτοῦ, καὶ πάντα τὰ αὐτοῦ, καὶ Λὼτ μετ' αὐτοῦ, εἰς τὴν ἔρημον· ἐνταῦθα τὸν λόγον καταλύσαντες, τὰς μεταξὺ πάσας ἡμέρας εἰς τὴν περὶ τῶν κατεπειγόντων διδασκαλίαν αὐτὸν μετηγάγομεν. Διόπερ σήμερον ἀναγκαῖον τῆς ἀκολουθίας ἅψασθαι, καὶ καθάπερ σῶμα ἓν συνάψαι καὶ τὰ μέλλοντα ῥηθήσεσθαι τοῖς ἤδη λεχθεῖσιν· οὕτω γὰρ εὐσύνοπτος ὑμῖν γενήσεται ὁ τῆς διδασκαλίας λόγος. Ἀλλ' ἵνα σαφέστερα ὑμῖν γένηται τὰ λεγόμενα, ἀκόλουθον ἂν εἴη καὶ αὐτὴν τὴν ἀρχὴν τῶν σήμερον ἀναγνωσθέντων προθεῖναι ἐπὶ τῆς ὑμετέρας ἀγάπης. Ἄβραμ δὲ, φησὶν, ἦν πλούσιος σφόδρα κτήνεσιν, ἀργυρίῳ, καὶ χρυσίῳ. Καὶ ἐπορεύθη, ὅθεν ἦλθεν, εἰς τὴν ἔρημον ἕως Βεθὴλ, ἕως τοῦ τόπου οὗ ἦν ἡ σκηνὴ αὐτοῦ τὸ πρότερον, ἀνὰ μέσον Βεθὴλ καὶ ἀνὰ μέσον Ἀγγαὶ, εἰς τὸν τόπον τοῦ θυσιαστηρίου, οὗ ἐποίησεν ἐκεῖ τὴν ἀρχήν· καὶ ἐπ-
are anxious for daily nourishment, and are dragged about by many other worldly cares—yet we, being troubled by none of these things, both remind you of the debt and prepare ourselves for its repayment. And do not marvel if we display such great goodwill in paying. For the nature of this debt is the reverse of sensible monies. For there a debtor would never readily display such great goodwill, knowing that paying down what is owed diminishes his own substance while increasing the wealth of him who receives it; whereas in the case of this spiritual debt there is nothing of the sort, but in this way rather both the debtor, once he has paid it down, will be far richer, and for those who receive it the wealth becomes greater. On this account in worldly debts much ungrateful reluctance arises, whereas here the profit is great for both parties, both for him who pays it down and for those who welcome it. Which very thing the blessed Paul also exhorted concerning love, saying, Owe no one anything, except to love one another, showing that this debt is said always to be paid down and never to cease. Nor ought you to be negligent as you prepare yourselves to receive it; for this both renders us who pay it down richer and will become for you matter of greater benefit. Since, then, such is the nature of this debt, and the more we pay down, so much the more by the greater payment we increase our own wealth, come now, let us teach you also the subject of the debt, so that you yourselves also may welcome what is said more eagerly, and, accepting our goodwill, may requite us by attending earnestly to what is said. What then is the subject of the debt? You know and remember that, having brought forward the history of the patriarch, and his descent into Egypt occasioned by the famine, and the seizure of Sarah wrought by Pharaoh, and God's indignation against him which He wrought out of His providence for the righteous man, both against him and against all his house, causing the patriarch to make his return from Egypt with great splendour—For Pharaoh, it says, gave orders to men concerning Abram to escort him on his way, and his wife, and all that he had, and Lot with him. And Abram went up out of Egypt, he and his wife, and all that was his, and Lot with him, into the wilderness—breaking off our discourse at this point, during all the intervening days we transferred it to the teaching concerning pressing matters. Wherefore today it is necessary to take up the sequence, and as though into one body to join also what is about to be spoken to what has already been said; for thus the discourse of our teaching will become easy for you to survey as a whole. But so that what is said may become clearer to you, it would be fitting also to set forth before your love the very beginning of the things read aloud today. Now Abram, it says, was very rich in cattle, in silver, and in gold. And he journeyed from whence he had come, into the wilderness as far as Bethel, as far as the place where his tent had been formerly, between Bethel and Ai, to the place of the altar which he had made there at the beginning; and he cal-
Notes, col. 306

On the reading

Printed χρήματίν, for χρήμασίν.

Printed ζησὶ, for φησὶ.

PG 53:307Read from the page
εκαλέσατο ἐκεῖ Ἄβραμ τὸ ὄνομα Κυρίου τοῦ Θεοῦ. Μὴ ἁπλῶς παραδράμωμεν τὰ ἀνεγνωσμένα, ἀλλὰ καταμάθωμεν σαφῶς τῆς θείας Γραφῆς τὴν ἀκρίβειαν, ὅπως οὐδὲν ἡμῖν παρέργως διηγεῖται. Ἄβραμ δὲ, φησὶν, ἦν πλούσιος σφόδρα. Σκόπει πρῶτον αὐτὸ τοῦτο, ὅτι οὐχ ἁπλῶς ἐπεσημήνατο, οὐδὲ μάτην, οὐδὲ εἰκῆ νῦν πλούσιον αὐτὸν καλεῖ. Οὐδαμοῦ γὰρ ἑτέρωθι ἐμνημόνευσεν ὅτι πλούσιος ἦν, ἀλλὰ νῦν πρῶτον. Τίνος ἕνεκεν καὶ διὰ τί; Ἵνα μάθῃς τῆς τοῦ Θεοῦ σοφίας τὸ εὐμήχανον, καὶ τῆς προνοίας, ἣν περὶ τὸν δίκαιον ἐποιεῖτο, τὴν ὑπερβάλλουσάν τε καὶ ἄπειρον δύναμιν. Ὁ γὰρ διὰ τὴν ἀνάγκην τοῦ λιμοῦ τὴν ἀποδημίαν ποιησάμενος τὴν εἰς Αἴγυπτον, καὶ διὰ τὸ μὴ φέρειν τὴν ἐν τῇ Χαναναίᾳ στενοχωρίαν, ἀθρόον πλούσιος γέγονε, καὶ πλούσιος οὐχ ἁπλῶς, ἀλλὰ σφόδρα, καὶ οὐ κτήνεσι μόνον, ἀλλὰ καὶ ἀργυρίῳ καὶ χρυσίῳ.
led there upon the name of the Lord God. Let us not carelessly run past the things read aloud, but let us clearly learn the exactness of divine Scripture, how it relates nothing to us superfluously. Now Abram, it says, was very rich. Observe first this very point, that not casually did it note this, nor in vain, nor at random does it now call him rich. For nowhere else did it make mention that he was rich, save now for the first time. On what account and wherefore? So that you may learn the resourcefulness of God's wisdom, and the surpassing and boundless power of the providence which He exercised towards the righteous man. For he who on account of the necessity of famine made his journey abroad into Egypt, and because he could not bear the straitness in the land of Canaan, suddenly became rich—and rich not merely, but exceedingly, and not in cattle only, but also in silver and in gold.
βʹ. Εἶδες ὅση τοῦ Θεοῦ πρόνοια; Ἀπῆλθε λιμοῦ παραμυθίαν εὑρέσθαι, καὶ ἐπανῆλθεν οὐ τὸν λιμὸν μόνον παραμυθησάμενος, ἀλλὰ καὶ πλοῦτον πολὺν περιβαλ[λ]όμενος καὶ δόξαν ἄφατον, καὶ πᾶσι κατάδηλος γεγονὼς, ὅστις ἦν· καὶ λοιπὸν καὶ οἱ τὴν Χαναναίαν οἰκοῦντες ἀκριβέστερον ἐμάνθανον τοῦ δικαίου τὴν ἀρετὴν, ὁρῶντες οὕτως ἀθρόαν γεγενημένην τὴν μεταβολὴν, καὶ τοσούτῳ πλούτῳ περιρρεόμενον τὸν ξένον, τὸν καθάπερ φυγάδα καὶ ἀλήτην εἰς τὴν Αἴγυπτον κατελθόντα. Καὶ ὅρα αὐτὸν οὐδὲ ὑπὸ τῆς πολλῆς εὐημερίας καὶ τῆς τοῦ πλούτου περιουσίας χαυνότερον γεγονότα, οὐδὲ ῥᾳθυμότερον, ἀλλὰ πάλιν εἰς ἐκεῖνον τὸν τόπον ἐπειγόμενον, ἔνθα καὶ πρότερον ἦν, πρὶν ἢ τὴν Αἴγυπτον καταλαβεῖν. Ἦλθε γὰρ, φησὶν, εἰς τὴν ἔρημον ἕως τοῦ τόπου οὗ ἦν ἡ σκηνὴ αὐτοῦ τὸ πρότερον, εἰς τὸν τόπον τοῦ θ⟨υ⟩σιαστηρίου, οὗ ἐποίησεν ἐκεῖ τὴν ἀρχὴν, καὶ ἐπεκαλέσατο τὸ ὄνομα Κυρίου τοῦ Θεοῦ. Ἐννόει μοι πῶς ἦν ἡσυχίας ἐραστὴς καὶ ἀπραγμοσύνης, καὶ διηνεκῶς ἀνακείμενος τῇ πρὸς τὸ Θεῖον θεραπείᾳ. Ἐκεῖνον γὰρ, φησὶ, τὸν τόπον κατέλαβεν, ἔνθα ἦν πρότερον τὸ θυσιαστήριον οἰκοδομήσας, καὶ ἐπικαλεσάμενος τὸ ἤνομα τοῦ Θεοῦ, καὶ προλαβὼν ἤδη ἄνωθεν καὶ ἐξ ἀρχῆς ἐπλήρου τὸ παρὰ τοῦ Δαυῒδ εἰρημένον, ὅτι Ἐξελεξάμην τὸ παραρριπτεῖσθαι ἐν τῷ οἴκῳ τοῦ Θεοῦ μου μᾶλλον, ἢ οἰκεῖν με ἐν σκηνώμασιν ἁμαρτωλῶν. Ἡ γὰρ ἐρημία διὰ τὴν ἐπίκλησιν τοῦ ὀνόματος τοῦ Θεοῦ προτιμοτέρα αὐτῷ ἐτύγχανε τῶν πόλεων. ᾔδει γὰρ, ᾔδει ὅτι πόλεως μέγεθος οὐκ οἰκοδομημάτων ποιεῖ κάλλος, οὐδὲ οἰκητόρων πλῆθος, ἀλλ' ἡ τῶν ἐνοικούντων ἀρετὴ, δι' ἣν καὶ ἡ ἔρημος τῶν πόλεων τιμιωτέρα ἐτύγχανεν ὑπὸ τῆς τοῦ δικαίου ἀρετῆς κοσμουμένη, καὶ λαμπροτέρα τῆς οἰκουμένης φαινομένη. Καὶ Λὼτ, φησὶ, τῷ συμπορευομένῳ μετὰ Ἄβραμ ἦν καὶ πρόβατα, καὶ βόες, καὶ κτήνη· καὶ οὐκ ἐχώρει αὐτοὺς ἡ γῆ κατοικεῖν ἅμα, ὅτι ἦν τὰ ὑπάρχοντα αὐτῶν πολλὰ, καὶ οὐκ ἠδύναντο κατοικεῖν ἅμα. Οὐ μόνον τῷ πατριάρχῃ τὰ τῆς περιουσίας ηὔξετο, ἀλλὰ Καὶ τῷ Λὼτ ἦν, φησὶ, πρόβατα, καὶ βόες, καὶ κτήνη. Ἴσως τὰ μὲν αὐτὸς, φιλότιμος ὢν, ἐδωρεῖτο τῷ ἀδελφιδῷ, τὰ δὲ καὶ ἕτεροι αὐτῷ παρεῖχον διὰ τὴν εἰς τὸν πατριάρχην τιμήν. Καὶ οὐκ ἐχώρει αὐτοὺς, φησὶν, ἡ γῆ, ὅτι ἦν τὰ ὑπάρχοντα αὐτῶν πολλά. Ὅρα τὸ πλῆθος τῆς περιουσίας εὐθέως διαστάσεως αἴτιον γινόμενον, καὶ τὴν διαίρεσιν ἐργαζόμενον, καὶ τὴν ὁμόνοιαν διακόπτον, καὶ τῆς συγγενείας τὸν σύνδεσμον διαιροῦν. Καὶ ἐγένετο μάχη ἀνὰ μέσον τῶν ποιμένων τῶν κτηνῶν τοῦ Ἄβραμ, καὶ ἀνὰ μέσον τῶν ποιμένων τοῦ Λώτ. Οἱ δὲ Χαναναῖοι καὶ οἱ Φερεζαῖοι τότε κατῴκουν τὴν γῆν. Σκόπει πῶς οἱ προσήκοντες τὴν
2. Did you see how great is God's providence? He departed to find relief from famine, and he returned not only having relieved the famine, but also having clothed himself with great wealth and unspeakable glory, and having become manifest to all men as to who he was; and henceforth the inhabitants of Canaan also learned more exactly the virtue of the righteous man, seeing the change wrought so suddenly, and the stranger—who had gone down into Egypt like a fugitive and a wanderer—surrounded on every side with such great wealth. And see him neither grown slacker nor more indolent through his great prosperity and abundance of wealth, but hastening again to that place where he had also been formerly, before he reached Egypt. For he came, it says, into the wilderness as far as the place where his tent had been formerly, to the place of the altar which he had made there at the beginning, and he called upon the name of the Lord God. Consider, I pray, how he was a lover of quiet and of freedom from busy affairs, and continually devoted to the worship of the Divine. For he reached that place, it says, where he had formerly built the altar and called upon the name of God; and anticipating already from above and from the beginning, he was fulfilling what was spoken by David: I chose to be cast abjectly at the threshold in the house of my God rather than to dwell in the tents of sinners. For the wilderness, on account of the invocation of the name of God, was to him more honoured than cities. For he knew, he knew indeed, that neither beauty of buildings nor multitude of inhabitants makes the greatness of a city, but the virtue of those dwelling therein, on account of which the wilderness too was more honoured than cities, being adorned by the virtue of the righteous man and appearing brighter than the inhabited world. And Lot also, it says, who journeyed with Abram, had sheep, and oxen, and cattle; and the land did not hold them to dwell together, because their possessions were many, and they were not able to dwell together. Not only for the patriarch did his wealth increase, but Lot also, it says, had sheep, and oxen, and cattle. Perhaps some of them the patriarch himself, being generous, bestowed upon his nephew, while others too furnished him with the rest out of honour towards the patriarch. And the land, it says, did not hold them, because their possessions were many. See how the multitude of wealth straightway becomes a cause of separation, and works division, and severs concord, and Sunders the bond of kinship! And there arose strife between the herdsmen of Abram's cattle and the herdsmen of Lot's. And the Canaanites and the Perizzites then dwelt in the land. Observe how those belonging to their households
Notes, col. 307

On the reading

Printed ἤνομα, for ὄνομα.

PG 53:308Read from the page
ἀρχὴν τῆς διαστάσεως ἐργάζονται. Ἐντεῦθεν γὰρ ἀεὶ πάντα φύεται τὰ κακὰ ἀπὸ τῆς τῶν οἰκείων μοχθηρίας. Ἐγένετο γὰρ, φησὶ, μάχη ἀνὰ μέσον τῶν ποιμένων. Οὗτοί εἰσιν οἱ τῆς διαιρέσεως τὴν ἀφορμὴν παρέχοντες, οἱ τὴν ὁμόνοιαν διασπῶντες, οἱ πολλὴν τὴν ἀγνωμοσύνην ἐπιδεικνύμενοι. Οἱ δὲ Χαναναῖοι καὶ οἱ Φερεζαῖοι τότε κατῴκουν τὴν γῆν. Τίνος ἕνεκεν ἡμῖν τοῦτο ἐπεσημήνατο; Ἐπειδὴ εἶπεν, ὅτι Οὐκ ἐχώρει αὐτοὺς ἡ γῆ κατοικεῖν ἅμα, τὴν αἰτίαν ἡμᾶς διδάξαι ἠθέλησεν ἡ θεία Γραφὴ, ὅτι διὰ τοῦτο αὐτοὺς οὐκ ἐχώρει, ἐπειδὴ ἔτι προκατείχετο ὑπὸ τούτων τῶν ἐθνῶν. Ἀλλ' ἴδωμεν τοῦ πατριάρχου τὴν φιλόθεον γνώμην, ὅπως καταστέλλει τὴν μέλλουσαν ἐξάπτεσθαι πυρὰν διὰ τῆς οἰκείας ἐπιεικείας. Εἶπε δὲ, φησὶν, Ἄβραμ τῷ Λώτ· Μὴ ἔστω μάχη ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ, καὶ ἀνὰ μέσον τῶν ποιμένων μου καὶ τῶν ποιμένων σου, ὅτι ἀδελφοὶ ἡμεῖς ἐσμεν. Ὅρα ταπεινοφροσύνης ὑπερβολὴν, ὅρα φιλοσοφίας ὕψος. Ὁ γέρων, ὁ πρεσβύτης τὸν νέον, τὸν ἀδελφιδοῦν ἀδελφὸν προσαγορεύει, καὶ εἰς τὴν αὐτὴν αὐτῷ τιμὴν ἀνάγει, καὶ οὐδὲν ἑαυτῷ πλέον νέμει· ἀλλά φησι, Μὴ ἔστω μάχη ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ, καὶ τῶν ποιμένων μου καὶ τῶν ποιμένων σου. Οὐδὲ γὰρ ἂν εἴη, φησὶν, εὔλογον τοῦτο γενέσθαι, ἐπειδὴ ἀδελφοί ἐσμεν. Εἶδες ἀποστολικὸν νόμον αὐτὸν πληροῦντα, τὸν λέγοντα· Ἤδη μὲν οὖν ὅλως ἥττημα ὑμῖν ἐστιν, ὅτι κρίματα ἔχετε μεθ' ἑαυτῶν. Διὰ τί οὐχὶ μᾶλλον ἀδικεῖσθε; διὰ τί οὐ μᾶλλον ἀποστερεῖσθε; Ἀλλ' ὑμεῖς ἀδικεῖτε καὶ ἀποστερεῖτε, καὶ ταῦτα ἀδελφούς. Ταῦτα πάντα διὰ τῶν ἔργων πληρῶν ὁ πατριάρχης φησί· Μὴ ἔστω μάχη ἀνὰ μέσον τῶν ποιμένων μου, καὶ τῶν ποιμένων σου, ὅτι ἄνθρωποι ἀδελφοὶ ἡμεῖς ἐσμεν. Τί ταύτης τῆς ψυχῆς εἰρηνικώτερον γένοιτ' ἄν; Ἄρα οὐ μάτην οὐδὲ εἰκῆ ἐν προοιμίοις ἔλεγον, ὅτι διὰ τὸ ἡσυχίας ἐρᾷν καὶ ἀπραγμοσύνης, διὰ τοῦτο τὴν ἐρημίαν τῆς οἰκουμένης προετίμα. Ὅρα γὰρ αὐτὸν καὶ νῦν, ἐπειδὴ ὅλως εἶδε τοὺς ποιμένας διαπληκτιζομένους, πῶς ἐξ ἀρχῆς εὐθέως πειρᾶται καταστεῖλαι τὴν μέλλουσαν ἐξάπτεσθαι πυρὰν, καὶ παύει τὴν φιλονεικίαν. Ἔδει γὰρ αὐτὸν πᾶσι τοῖς τὴν Παλαιστίνην οἰκοῦσι διδάσκαλον φιλοσοφίας ἀφιγμένον μηδεμίαν παρέχειν ἀφορμὴν, μηδὲ λαβὴν δοῦναι, ἀλλὰ διὰ τῆς τῶν τράπων ἐπιεικείας σάλπιγγος λαμπρότερον πάντας αὐτοὺς παιδεῦσαι, καὶ μιμητὰς καταστῆσαι τῆς οἰκείας ἀρετῆς. Μὴ ἔστω, φησὶ, μάχη ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ, καὶ ἀνὰ μέσον τῶν ποιμένων μου καὶ τῶν ποιμένων σου, ὅτι ἄνθρωποι ἀδελφοὶ ἡμεῖς ἐσμεν. Πολλὴ τῶν ῥημάτων ἡ ἐπιείκεια, Ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ.
work the beginning of the separation. For hence do all evils ever spring—from the wickedness of domestics. For there arose strife, it says, between the herdsmen. These are the ones who furnish the occasion of division, who tear concord asunder, who display great perversity. And the Canaanites and the Perizzites then dwelt in the land. On what account did it note this for us? Since it had said, The land did not hold them to dwell together, divine Scripture wished to teach us the reason—that on this account it did not hold them, because it was still pre-occupied by these nations. Yet let us see the God-loving mind of the patriarch, how through his own gentleness he checks the fire that is about to be kindled. And Abram, it says, said to Lot: Let there be no strife between me and you, and between my herdsmen and your herdsmen, because we are brethren. See the surpassingness of humility, see the height of wisdom! The old man, the elder, addresses the young man, his nephew, as brother, and raises him to the same honour with himself, and allots nothing more to himself; but says, Let there be no strife between me and you, and my herdsmen and your herdsmen. For it would not even be reasonable, he says, for this to come to pass, since we are brethren. Did you see him fulfilling the apostolic law which says: Now therefore it is altogether a defeat for you that you have lawsuits with one another. Why do you not rather suffer wrong? why do you not rather let yourselves be defrauded? Nay, you yourselves do wrong and defraud, and that your brethren. Fulfilling all these things through deeds, the patriarch says: Let there be no strife between my herdsmen and your herdsmen, because we are men who are brethren. What could be more peaceable than this soul? Truly not in vain nor at random was I saying in my opening remarks that because he loved quiet and freedom from busy affairs, on this account he preferred the wilderness to the inhabited world. For see him even now, once he saw the herdsmen wrangling at all, how straightway from the beginning he endeavours to check the fire about to be kindled, and stops the contention. For it behoved him, having arrived as a teacher of wisdom to all those dwelling in Palestine, to furnish no occasion nor give any handle, but through the gentleness of his ways to instruct them all more clearly than a trumpet, and render them imitators of his own virtue. Let there be no strife, he says, between me and you, and between my herdsmen and your herdsmen, because we are men who are brethren. Great is the gentleness of the words: Between me and you.
γʹ. Σκόπει πῶς ἐξ ἰσοτιμίας αὐτῷ διαλέγεται· καίτοι τὰ τῆς μάχης οὐχ ἑτέρωθεν οἶμαι τὴν ἀρχὴν ἐσχηκέναι, ἢ ἀπὸ τοῦ τοὺς ποιμένας τοῦ πατριάρχου μὴ συγχωρεῖν ἐκείνοις τῆς αὐτῆς αὐτοῖς ἀδείας ἀπολαύειν. Ἀλλ' ὁ δίκαιος ἐπιεικῶς πάντα ποιεῖ, δεικνὺς τῆς οἰκείας φιλοσοφίας τὴν ὑπερβολὴν, καὶ παιδεύων οὐ τοὺς τότε παρόντας μόνον, ἀλλὰ καὶ πάντας τοὺς ἑξῆς, μηδέποτε πρὸς τοὺς πλησίον διαπληκτίζεσθαι τοὺς ἡμῖν διαφέροντας. Ἡ γὰρ ἐκείνων φιλονεικία ἡμῖν πολλὴν προστρίβεται τὴν ἀδοξίαν, καὶ οὐδὲν ἐκείνοις λογιεῖται τὰ γινόμενα, ἀλλ' εἰς ἡμᾶς ἀνατρέχει τὰ τῆς μέμψεως. Ποῦ οὖν εὔλογον ἀνθρώπους ἀδελφοὺς ὄντας, καὶ τῆς αὐτῆς φύσεως τυγχάνοντας, καὶ τῆς αὐτῆς συγγενείας, καὶ
3. Observe how he converses with him on terms of equal honour; and yet I suppose the matter of the strife took its beginning from no other source than from the herdsmen of the patriarch not permitting those men to enjoy the same licence as themselves. Yet the righteous man does all things gently, showing the surpassingness of his own wisdom, and instructing not only those then present, but also all who come after, never to let those belonging to us wrangle against their neighbours. For their contentiousness rubs great disrepute upon us, and what happens will be reckoned as nothing to their account, but the matter of the blame runs back up to us. How then is it reasonable that men who are brethren, and share the same nature, and are of the same kinship, and
Notes, col. 308

On the reading

Printed τράπων, for τρόπων.

PG 53:309Read from the page
παροικεῖν ἐνταῦθα μέλλοντας, εἰς τοσαύτην ἐμπίπτειν φιλονεικίαν, ὀφείλοντας ἐπιεικείας, καὶ πραΰτητος, καὶ φιλοσοφίας ἁπάσης διδασκάλους καθίστασθαι τούτοις πᾶσιν; Ἀκουέτωσαν ταῦτα οἱ νομίζοντες ἔξω τυγχάνειν ἐγκλημάτων, ἐπειδὰν τοὺς αὐτοῖς προσήκοντας περιορῶσι διὰ τὴν πρὸς αὐτοὺς οἰκειότητα ἁρπάζοντας, πλεονεκτοῦντας, μυρία κακὰ διατιθέντας, καὶ ἐν πόλεσι, καὶ ἐν ἀγροῖς, τοὺς αὐτοῖς γειτνιῶντας, καὶ παρασπωμένους τοῦ μὲν τὸν ἀγρὸν, τοῦ δὲ τὴν οἰκίαν, καὶ ταύτῃ πλείονα μᾶλλον τὴν εὔνοιαν περὶ αὐτοὺς ἐπιδεικνύμενοι. Εἰ γὰρ καὶ ἑτέρου τὸ τῆς ἀδικίας ἔργον ἦν, ἀλλ' αὐτὸς ἐκοινώνησας τοῦ πράγματος, οὐ μόνον τῷ ἐφήδεσθαι τῷ γεγενημένῳ, καὶ νομίζειν ἐκ τούτου σοι τὴν οὐσίαν αὔξεσθαι, καὶ τὴν περιουσίαν πλείονα γενέσθαι, ἀλλὰ καὶ τῷ μὴ κωλῦσαι μέλλουσαν τὴν ἀδικίαν εἰς ἔργον ἐκβαίνειν. Ὁ γὰρ δυνάμενος κωλῦσαι τὸν ἀδικοῦντα, καὶ μὴ τοῦτο ποιῶν, οὐκ ἔλαττον τοῦ ἀδικοῦντος τὰς εὐθύνας ὑφέξει.
are about to sojourn here as strangers, should fall into such great contentiousness, when they ought to become teachers of gentleness and meekness and all true wisdom to all these people? Let those hear these things who suppose themselves to be free of accusations when, because of their close tie to them, they overlook those belonging to them plundering, defrauding, inflicting ten thousand evils both in cities and in the countryside upon their neighbours, and wresting away one man's field and another's house, and in this way show all the greater favour towards them. For even if the deed of injustice was another's, yet you yourself became a sharer in the matter, not only by exulting over what was done and supposing your substance to be increased thereby and your wealth to become greater, but also by not hindering the injustice when it was about to pass into action. For he who is able to hinder the wrongdoer and does not do so will undergo accounting no less than the wrongdoer.
Μὴ τοίνυν ἀπατῶμεν ἑαυτοὺς, παρακαλῶ, ἀλλὰ καὶ αὐτοὶ φεύγωμεν τὰς ἁρπαγὰς, τὰς πλεονεξίας, καὶ τὸ ἐκ τῶν τοιούτων αὔξειν ἡμῖν τὴν περιουσίαν, καὶ τοὺς ἡμῖν προσήκοντας παιδεύωμεν μηδὲν τοιοῦτο ἐργάζεσθαι. Οὐδὲ γὰρ ἀνευθύνους ἡμᾶς τοῦτο ἀφίησιν, ἀλλὰ πλείονα τὴν κατάκρισιν ἐργάζεται· πρὸς γὰρ τὴν ἡμετέραν ἀρέσκειαν ἐκεῖνοι τὴν ἑαυτῶν προδιδόντες σωτηρίαν, τὴν ἀδικίαν τολμῶσι, μετὰ τῆς ἑαυτῶν ἀπωλείας καὶ ἡμᾶς συγκατασπῶντες. Εἰ δὲ βουλόμεθα νήφειν, καὶ αὐτοὶ τῆς ἐντεῦθεν λύμης ἀπαλλαγησόμεθα, κἀκείνους ἀποστήσομεν τῆς κακῆς ἐπιχειρήσεως. Καὶ μή μοι λέγε τὰ ψυχρὰ ἐκεῖνα ῥήματα· Οὐδέν μοι μέλει. Μὴ γὰρ ἐγὼ παρεσπασάμην; Οὐδὲν οἶδα· ἕτερος εἰργάσατο, οὐκ ἐκοινώνησα τῆς ἀδικίας. Σκῆψις ταῦτα καὶ πρόφασις. Εἰ βούλει δεῖξαι ὅτι οὐκ ἐκοινώνησας τῆς ἀδικίας, καὶ οὐ συνέπραξας, καὶ τῆς πλεονεξίας οὐ γέγονας ἐργάτης, διόρθωσαι τὸ γεγονὸς, παραμύθησαι τὸν ἠδικημένον, ἀπόδος τὰ ἀφαιρεθέντα. Οὕτω γὰρ καὶ σαυτὸν ἐλευθερώσεις ἐγκλημάτων, καὶ τὸν ἠδικηκότα διορθώσῃ, δείξας ὡς οὐ κατὰ γνώμην σου τὰ παρ' αὐτοῦ πέπρακται, καὶ τὸν πένητα παρακαλέσας οὐκ ἀφήσεις ὑπὸ τῆς ἀθυμίας καταποθῆναι, ἣν διὰ τὴν ἀφαίρεσιν ὑφίστασθαι ἔμελλε. Μὴ ἔστω, φησὶ, μάχη ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ, καὶ τῶν ποιμένων μου καὶ τῶν ποιμένων σου, ὅτι ἄνθρωποι ἀδελφοὶ ἡμεῖς ἐσμεν. Εἶδες πραΰτητα· εἶδες ἐπιείκειαν; Ἄκουε καὶ τῶν ἑξῆς, ἵνα μάθῃς αὐτοῦ τῆς φιλοσοφίας τὴν ὑπερβολήν. Πῶς οὖν τὰ τῆς μάχης λύσιν λάβῃ, καὶ σβεσθῇ τὰ τῆς φιλονεικίας; Ἰδοὺ πᾶσα ἡ γῆ, φησὶν, ἐναντίον σου ἐστί. Διαχωρίσθητι ἀπ' ἐμοῦ· εἰ σὺ εἰς ἀριστερὰ, ἐγὼ εἰς δεξιά· εἰ δὲ σὺ εἰς δεξιὰ, ἐγὼ εἰς ἀριστερά. Σκόπει τοῦ δικαίου τὴν φιλοσοφίαν καὶ τῆς ταπεινοφροσύνης τὴν ἐπίτασιν. Πρὸ δὲ τούτων ἐννόει μοι, ἀγαπητὲ, ὅση τοῦ πλούτου ἡ λύμη, καὶ τῆς περιουσίας τῆς πολλῆς ἡ διαφορά. Ηὐξήθη τὰ ποίμνια, προσεγένετο πλοῦτος πολὺς, καὶ εὐθέως διακόπτεται ἡ ὁμόνοια· καὶ ἔνθα ἦν ἡ εἰρήνη καὶ ὁ σύνδεσμος τῆς ἀγάπης, ἐκεῖ μάχη καὶ φιλονεικία. Ὅπου γὰρ τὸ ἐμὸν καὶ τὸ σὸν, ἐκεῖ πᾶσα μάχης ἰδέα, καὶ φιλονεικίας ὑπόθεσις· ἔνθα δὲ τοῦτο μὴ ᾖ, τὰ τῆς ὁμονοίας καὶ τὰ τῆς εἰρήνης μετὰ πάσης ἀκριβείας πολιτεύεται. Καὶ ἵνα μάθῃς, ἄκουε τί φησιν ὁ μακάριος Λουκᾶς περὶ τῶν ἐξ ἀρχῆς τῇ πίστει προσιόντων. Ἦν, φησὶ, πάντων ἡ καρδία καὶ ἡ ψυχὴ μία· οὐκ ἐπειδὴ ψυχὴν μίαν εἶχον πάντες (πῶς γὰρ ἐν διαφόροις σώμασιν ὄντες;), ἀλλὰ τὴν ἐπιτεταμένην ὁμόνοιαν ἡμῖν δείκνυσι. Καὶ εἰ μὴ σφόδρα μακρόθυμός τις ἦν ὁ δί⟨κ⟩αιος, καὶ φιλοσοφεῖν εἰδὼς, καὶ ἐχαλέπηνεν ἂν, καὶ
Let us not deceive ourselves, then, I beseech you, but let us ourselves also flee plunderings, acts of covetousness, and increasing our wealth from such things, and let us instruct those belonging to us to work nothing of the sort. For this does not leave us unaccountable, but works all the greater condemnation; for to please us those men, betraying their own salvation, dare injustice, dragging us down together with their own ruin. Whereas if we wish to be sober, we ourselves shall be freed from the harm arising thence, and we shall turn them away from their evil enterprise. And do not speak to me those frigid words: It matters nothing to me; did I wrest it away? I know nothing of it; another wrought it, I had no share in the injustice. These things are excuse and pretext! If you wish to show that you had no share in the injustice, and did not act with him, and did not become a worker of covetousness, set right what was done, comfort him who was wronged, give back what was taken away. For thus you will both free yourself from accusations, and set right him who did wrong—having shown that what was done by him was not done according to your mind—and by comforting the poor man you will not suffer him to be swallowed up by the despondency which he was about to undergo on account of the deprivation. Let there be no strife, he says, between me and you, and my herdsmen and your herdsmen, because we are men who are brethren. Did you see meekness; did you see gentleness? Hear also what follows, so that you may learn the surpassingness of his wisdom. How then may the matter of the strife receive resolution, and the contentiousness be quenched? Behold, all the land, he says, is before you. Separate yourself from me: if you go to the left, I will go to the right; or if you go to the right, I will go to the left. Observe the wisdom of the righteous man and the intensity of his humility. Yet before these things consider for me, beloved, how great is the harm of wealth, and the dissension caused by great possessions! The flocks were increased, great wealth was added, and straightway concord is severed; and where peace and the bond of love had been, there strife and contentiousness arise. For where 'mine' and 'yours' exist, there is every form of strife and ground of contentiousness; whereas where this does not exist, the things of concord and of peace hold sway with all exactness. And so that you may learn this, hear what the blessed Luke says concerning those who from the beginning approached the faith: The heart and soul of all, he says, were one—not because all had a single soul (for how could they, being in different bodies?), but he shows us their intense concord. And had the righteous man not been someone exceedingly long-suffering and skilled in true wisdom, he would both have grown angry and
PG 53:310Read from the page
εἶπε πρὸς αὐτόν· Τίς ἡ τοσαύτη παροινία; Ὅλως γὰρ ἐτόλμησαν οἱ προσήκοντές σοι διᾶραι στόμα πρὸς τοὺς ἐμοὶ διαφέροντας; καὶ οὐκ ἐνενόησαν, ὅσον τὸ μέσον ἐστὶ μεταξὺ ἡμῶν; Πόθεν γάρ σοι τὰ τῆς εὐπορίας ταύτης γεγένηται; οὐκ ἐκ τῆς ἐμῆς κηδεμονίας; Τίς δέ σε εἰς ἀνθρώπους ὀφθῆναι πεποίηκεν; οὐκ ἐγὼ ἀντὶ πάντων σοι γεγονὼς, καὶ τὴν πατρός σοι χρείαν διὰ πάντων ἐπιδειξάμενος; Ταύτας μοι τὰς ἀμοιβὰς ἀποδίδως τῆς πολλῆς περὶ σὲ θεραπείας; Ταῦτα ἐλπίζων πανταχοῦ σε μετ' ἐμοῦ περιῆγον; Ἔστω, οὐδὲν τῶν ὑπηργμένων σοι παρ' ἐμοῦ εἰς ἔννοιαν ἔλαβες· κἄν μου γοῦν τὸ γῆρας αἰδεσθῆναί σε οὐκ ἐχρῆν, καὶ τιμῆσαι τὰς πολιὰς τὰς ἐμάς; Ἀλλὰ περιεῖδες τοὺς ποιμένας τοὺς σοὺς ἐμπαροινοῦντας τοῖς ἐμοῖς ποιμέσιν, οὐκ εἰδὼς ὅτι ὥσπερ ἡ εἰς ἐκείνους ὕβρις εἰς ἐμὲ διαβαίνει, οὕτω καὶ ἡ ἐκείνων προπέτεια εἰς σὲ τὴν ἀναφορὰν ἔχει.
have said to him: What is this great outrage? Did those belonging to you dare at all to open their mouth against those belonging to me, and did they not consider how great is the distance between us? For whence has this abundance of yours come to you—is it not from my care? And who caused you to be seen among men—was it not I, who became in place of all things to you and fulfilled a father's part for you throughout all things? Are these the returns you render me for my great care towards you? Was it in hope of these things that I led you about with me everywhere? Be it so, you took none of the favours done you by me into consideration; yet ought you not at least to have revered my old age, and honoured my grey hairs? Instead, you overlooked your herdsmen acting outrageously against my herdsmen, not knowing that just as the insult against them passes over to me, so too their recklessness has its reference back to you!
δʹ. Ἀλλ' οὐδὲν τούτων ὁ δίκαιος οὔτε εἰς διάνοιαν λαβεῖν κατεδέξατο, ἀλλὰ πάντα τοιοῦτον λογισμὸν ἀπωσάμενος, ἑνὸς γίνεται μόνου, ὅπως καὶ τὴν μέλλουσαν ἐξάπτεσθαι φιλονεικίαν κατασβέσῃ, καὶ τὸν χωρισμὸν ἀλύπως ἐπινοήσας πάσης ταραχῆς ἐκτὸς ποιήσῃ τὴν οἰκίαν. Οὐκ ἰδοὺ, φησὶ, πᾶσα ἡ γῆ ἐναντίον σου ἐστί; Διαχωρίσθητι ἀπ' ἐμοῦ· εἰ σὺ εἰς δεξιὰ, ἐγὼ εἰς ἀριστερά· εἰ δὲ σὺ εἰς ἀριστερὰ, ἐγὼ εἰς δεξιά. Ὅρα τὴν ἐπιείκειαν τοῦ δικαίου. Δεικνὺς γὰρ αὐτῷ διὰ τῶν πραγμάτων, ὅτι οὐχ ἑκὼν τοῦτο ποιεῖ, οὐδὲ βουλόμενος αὐτὸν χωρισθῆναι, ἀλλὰ διὰ τὴν τῆς φιλονεικίας ἀνάγκην, καὶ ὥστε μὴ διηνεκῆ τὸν πόλεμον εἶναι ἐν τῇ οἰκίᾳ, σκόπει πῶς διὰ τῶν λόγων καταπραΰνει αὐτοῦ τὴν φλεγμονὴν, καὶ αὐτῷ πᾶσαν τὴν ἐξουσίαν δίδωσι τῆς ἐκλογῆς, καὶ προτίθησιν αὐτῷ τὴν γῆν ἅπασαν, καί φησιν· Οὐκ ἰδοὺ πᾶσα ἡ γῆ ἐναντίον σου; Ἣν ἂν βούλῃ, ἑλοῦ, κἀγὼ ἐκείνην καταδέξομαι μετὰ πολλῆς τῆς ἡδονῆς, ἣν ἂν αὐτὸς καταλίπῃς. Μεγάλη τοῦ δικαίου ἡ φιλοσοφία. Διὰ πάντων ἀνεπαχθὴς βούλεται γενέσθαι τῷ ἀδελφιδῷ. Ἐπειδὴ γὰρ, φησὶν, ὅπερ οὐκ ἐβουλόμην, τοῦτο γίνεται, καὶ ἵνα τὰ τῆς φιλονεικίας παυθῇ, τὸν χωρισμὸν ἀνάγκη συμβῆναι· διὰ τοῦτό σε κύριον καθίστημι τῆς αἱρέσεως, καὶ τὴν ἐξουσίαν σοι πᾶσαν δίδωμι, ἵνα ἣν ἂν νομίσῃς εἶναι τιμιωτέραν γῆν, ἐκείνην ἑλόμενος, τὴν λοιπὴν ἐμοὶ καταλίπῃς. Ἆρα ἂν τοῦτο ποιῆσαί ποτέ τις κατεδέξατο πρὸς ὁμήλικα ἀδελφὸν, ὅπερ ὁ πατριάρχης πρὸς τὸν ἀδελφιδοῦν ἐπεδείξατο; Εἰ γὰρ καὶ αὐτὸς προλαβὼν τὴν ἐκλογὴν ποιησάμενος, καὶ τὰ πρωτεῖα ⟨λ⟩αβὼν παρεχώρησεν ἐκείνῳ τὰ ὑπολειφθέντα, οὐχὶ καὶ οὕτω μέγα ἦν τὸ παρ' αὐτοῦ γινόμενον; Ἀλλ' ὅμως βουλόμενος καὶ τῆς ἀρετῆς δεῖξαι τὴν ὑπερβολὴν, καὶ τοῦ νέου τὴν ἐπιθυμίαν ἐμπλῆσαι, ὥστε μηδεμίαν ἀπὸ τοῦ χωρισμοῦ γενέσθαι λύπης ἀφορμὴν, αὐτῷ προθεὶς ἅπασαν τὴν ἐξουσίαν, φησίν· Ἰδοὺ πᾶσα ἡ γῆ ἐναντίον σου· διαχωρίσθητι ἀπ' ἐμοῦ, καὶ οἵαν ἂν βούλῃ ἑλοῦ. Δέον τοίνυν τὸν ἀδελφιδοῦν τοσαύτης ἐπιεικείας πειραθέντα ἀντιτιμῆσαι τὸν πατριάρχην, καὶ μᾶλλον αὐτὸν αὐτῷ παραχωρῆσαι τῆς αἱρέσεως τὴν ἐκλογήν. Εἰώθαμεν γάρ πως ἅπαντες οἱ ἄνθρωποι, ἐπειδὰν ἀντιτείνοντας μὲν ἴδωμεν τοὺς μέλλοντας πρὸς ἡμᾶς τι διερευνᾶσθαι καὶ φιλονεικοῦντας τοῖς πρωτείοις ἐπιπηδᾷν, μὴ ἀνέχεσθαι ἐλαττοῦσθαι, μηδὲ ἐνδιδόναι αὐτοῖς· ὅταν δὲ παραχωροῦντας θεασώμεθα, καὶ καθυφειμένοις ῥήμασι τὴν ἐξουσίαν ἅπασαν ἡμῖν ἐπιτρέποντας, ὥσπερ αἰδούμενοι τὴν πολλὴν ἐπιείκειαν, καὶ τῆς φιλονεικίας ἀφιστάμεθα, καὶ πάλιν ἀντιστρέφοντες πᾶσαν τὴν ἐξουσίαν παραχωροῦμεν, κἂν ἐλάττων εἶναι δοκῇ ὁ πρὸς ἡμᾶς διερευνώμενος. Ὀφείλων τοίνυν καὶ ὁ Λὼτ ἐπὶ
4. Yet the righteous man did not deign so much as to admit any of these thoughts into his mind; rather, having thrust away every such reasoning, he gives himself to one thing alone: how he may both quench the contentiousness about to be kindled and, devising the separation without grief, place the household outside all tumult. Is not, he says, all the land before you? Separate yourself from me: if you go to the right, I will go to the left; or if you go to the left, I will go to the right. See the gentleness of the righteous man. For showing him through deeds that he does this not willingly, nor wishing him to be separated, but on account of the necessity of the contentiousness, and so that there may not be continual war in the household, observe how through his words he soothes his inflammation, and gives him all authority in the choice, and sets the whole land before him, and says: Is not all the land before you? Whichever you wish, choose for yourself, and I will gladly accept that land which you yourself leave behind. Great is the wisdom of the righteous man! Throughout all things he wishes to be inoffensive to his nephew. For since, he says, what I did not wish is coming to pass, and so that contentiousness may be stopped it is necessary for separation to take place, on this account I appoint you master of the choice and give all authority to you, so that having chosen whichever land you deem more valuable, you may leave the rest to me. Would anyone ever have deigned to do towards a brother of like age what the patriarch displayed towards his nephew? For even if he himself had forestalled him in making the choice, and after taking the first pick had yielded to him what was left over, would not what was done by him even so have been great? Yet nevertheless, wishing both to show the surpassingness of his virtue and to satisfy the young man's desire, so that no occasion of grief might arise from the separation, setting all authority before him, he says: Behold, all the land is before you; separate yourself from me, and choose whichever you wish. It was needful, then, that his nephew, having experienced such great gentleness, should honour the patriarch in return, and rather yield back to him the selection of the choice. For all of us men are somehow accustomed, whenever we see those about to dispute some point against us resisting and contentiously leaping for the first place, not to endure being worsted nor to give way to them; whereas when we behold them yielding and entrusting all authority to us with submissive words, as though shamed by their great gentleness, we both desist from contentiousness and in turn reverse course and yield all authority back to them, even if the one disputing with us seems to be inferior. Lot, therefore, oughting also upon