Migne Reading Room

PG 53 · cols. 40–45 · Read from the page

In Genesin Homilia IV (ΟΜΙΛΙΑ Δʹ; Gen. 1:6–8)

In Genesin Homilia IV (ΟΜΙΛΙΑ Δʹ; Gen. 1:6–8)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 53:40Read from the page
ὑμετέρας ἀγάπης. Δι' ὑμᾶς γὰρ καὶ τὴν προκοπὴν τὴν ὑμετέραν ἅπαντα τοῦτον τὸν πόνον ὑπομένομεν, ὥστε καὶ ὑμᾶς πρὸς αὐτὴν τῆς ἀρετῆς τὴν κορυφὴν θᾶττον ἀναδραμεῖν, καὶ πᾶσι τοῖς εἰς ὑμᾶς ὁρῶσι διδασκάλους γενέσθαι τῆς κατὰ Θεὸν πολιτείας, καὶ ἡμᾶς πλείονος ἀπολαύειν τῆς παῤῥησίας, ὁρῶντας οὐ μάτην, οὐδὲ εἰκῆ πονουμένους ἡμᾶς, ἀλλὰ καθ' ἑκάστην ἡμέραν αὐξανόμενον τοῦτον τὸν σπόρον τὸν πνευματικὸν, καὶ μὴ καθάπερ ἐν τῷ εὐαγγελίῳ ἐπὶ τοῦ σπείροντος γέγονεν, οὕτω καὶ ἐφ' ἡμῶν συμβῆναι. Ἐκεῖ μὲν γὰρ ἓν μέρος διεσώθη, καὶ τὰ τρία παραπώλετο. Τὸ μὲν γὰρ τῶν σπερμάτων τὸ παρὰ τὴν ὁδὸν καταβληθὲν ἄκαρπον ἔμεινε, τὸ δὲ ὑπὸ τῶν ἀκανθῶν ἀπεπνίγη, ἕτερον δὲ εἰς τὰς πέτρας καταβληθὲν, καὶ ἐπὶ τῆς ἐπιφανείας μεῖναν, οὐδένα καρπὸν ἐνεγκεῖν ἠδυνήθη· ἐνταῦθα δὲ διὰ τὴν τοῦ Θεοῦ χάριν προσδοκῶμεν ἅπαντα τὸν σπόρον εἰς τὴν καλὴν γῆν καταβεβλῆσθαι, καὶ τοὺς μὲν ποιεῖν ἑκατὸν, τοὺς δὲ ἑξήκοντα, τοὺς δὲ τριάκοντα. Τοῦτο ἡμῶν τὴν προθυμίαν αὔξει, τοῦτο τὴν διάνοιαν διεγείρει, τὸ εἰδέναι, ὅτι οὐχ ἁπλῶς οὐδὲ εἰκῆ τοὺς λόγους προϊέμεθα, ἀλλ' ὅτι νηφούσαις ταῖς ἀκοαῖς καὶ συντεταμένῃ τῇ διανοίᾳ τὰ παρ' ἡμῶν δέχεσθε. Καὶ ταῦτα οὐ κολακεύων ὑμῶν τὴν ἀγάπην λέγω, ἀλλὰ στοχαζόμενος τὴν προθυμίαν ἐκ τῶν χθὲς ἡμῖν εἰρημένων. Ἑώρων γὰρ ἅπαντας ἐκκρεμαμένους περὶ τὴν διδασκαλίαν, καὶ πάντα ποιοῦντας, ὥστε μηδὲ τὸ τυχὸν ὑμᾶς τῶν λεγομένων παραδραμεῖν· ἄλλως δὲ καὶ ἡ τῶν κρότων συνέχεια μεγίστη ἀπόδειξις ἐγένετο τοῦ μεθ' ἡδονῆς ὑμᾶς δέχεσθαι τὰ λεγόμενα. Ὁ δὲ μεθ' ἡδονῆς ἀκούων τινῶν λεγομένων, δῆλον ὅτι καὶ ἐμπήγνυσιν αὐτὰ τῇ διανοίᾳ, καὶ ἀνεξάλειπτα ἐργάζεται τῷ πλάτει τῆς διανοίας ἐναποτιθέμενος. Τίς ἂν οὖν πρὸς ἀξίαν καὶ ὑμᾶς ἐπαινέσειε, καὶ ἡμᾶς μακαρίσειεν, ὅτι εἰς ὦτα λέγομεν ἀκουόντων; Μακάριος γὰρ, φησὶν, ὁ λέγων εἰς ὦτα ἀκουόντων. Τοῦτο νηστείας τὸ κατόρθωμα, τοῦτο τὸ φάρμακον τὴν σωτηρίαν τῶν ἡμετέρων ψυχῶν εἰργάσατο. Εἰ δὲ ἐξ ἀρχῆς καὶ ἐκ προοιμίων τοσαύτην τὴν ἰσχὺν ἐπεδείξατο, προϊουσῶν τῶν ἡμερῶν πόσην χρὴ προσδοκῆσαι τὴν ὠφέλειαν προσγίνεσθαι; Μόνον ὑμεῖς, παρακαλῶ, Μετὰ φόβου καὶ τρόμου τὴν ἑαυτῶν σωτηρίαν κατεργάζεσθε, καὶ μηδεμίαν παρείσδυσιν δότε τῷ ἐχθρῷ τῆς σωτηρίας τῆς ὑμετέρας. Ὁρῶν γὰρ ὑμῶν νῦν τὸν πλοῦτον τὸν πνευματικὸν, μέμηνε καὶ ἀγριαίνει, καὶ καθάπερ λέων ὠρυόμενος περιέρχεται ζητῶν τίνα καταπίῃ. Ἀλλ' ἐὰν νήφωμεν, οὐδενὸς περιέσται διὰ τὴν τοῦ Θεοῦ χάριν.
your charity. For on your account and for your progress we endure all this toil, so that both you may run up more swiftly to the very summit of virtue and become teachers of the way of life according to God to all who look at you, and we may enjoy greater boldness of speech, seeing that we are toiling not in vain nor at random, but that every day this spiritual seed is growing, and that it has not befallen us too just as it happened in the Gospel in the case of the sower. For there indeed one part was saved, and the three perished utterly. For of the seeds, the one cast beside the road remained fruitless, and another was choked by the thorns, and yet another cast upon the rocks, and remaining upon the surface, was able to bear no fruit; whereas here, through the grace of God, we expect that all the seed has been cast into the good ground, and that some yield a hundred, and some sixty, and some thirty. This increases our eagerness, this rouses our mind, to know that not merely nor in vain do we send forth our words, but that with watchful ears and an intent mind you receive the things spoken by us. And I say these things not flattering your charity, but conjecturing your eagerness from the things spoken by us yesterday. For I saw all of you hanging upon the teaching, and doing everything lest even a chance word of the things spoken should escape you; and besides, the continual applause also became the greatest proof that you receive what is spoken with pleasure. And he who hears certain things spoken with pleasure plainly also plants them firmly in his mind, and renders them indelible by laying them away in the breadth of his mind. Who, then, could adequately both praise you and count us blessed, because we speak into the ears of those who hear? For blessed, it says, is he who speaks into the ears of those who hear. This is the achievement of fasting, this medicine has wrought the salvation of our souls. And if from the beginning and from the preludes it displayed so great a strength, as the days advance how great a profit ought we to expect to accrue? Only do you, I beseech you, With fear and trembling work out your own salvation, and give no entrance to the enemy of your salvation. For seeing now your spiritual wealth, he is maddened and grows savage, and just as a roaring lion walks about seeking whom he may devour. Yet if we are watchful, he will get the better of no one, through the grace of God.
βʹ. Τοιαῦτα γὰρ ἡμῶν τὰ ὅπλα τὰ πνευματικὰ, ἅπερ ἡμᾶς ἐνέδυσεν ἡ τοῦ Πνεύματος χάρις, καθάπερ χθὲς ἐδιδάξαμεν τὴν ὑμετέραν ἀγάπην. Ἂν τοίνυν τούτοις διηνεκῶς ὦμεν πεφραγμένοι πάντα τὰ μέλη, οὐδὲν τῶν ὑπ' ἐκείνου ἀφιεμένων βελῶν καθικέσθαι ἡμῶν δυνήσεται, ἀλλ' ἄκυρα πρὸς αὐτὸν ἐπανήξει· ἀδάμαντος γὰρ ἡμᾶς στεῤῥοτέρους ἡ τοῦ Θεοῦ χάρις κατεσκεύασε, καὶ πάντῃ ἀναλώτους, ἐὰν βουλώμεθα. Ὥσπερ οὖν ὁ ἀδάμαντα παίων ἐκεῖνον μὲν ἔβλαψεν οὐδὲν, ἑαυτοῦ δὲ τὴν ἰσχὺν καθεῖλε, καὶ ὁ πρὸς κέντρα λακτίζων, τοὺς οἰκείους αἱμάσσει πόδας· οὕτω δὴ καὶ ἐφ' ἡμῶν ἔσται καὶ τοῦ πολεμίου τῆς σωτηρίας τῆς ἡμετέρας, ἐὰν τοῖς ὅπλοις τοῖς δεδομένοις ἡμῖν παρὰ τῆς τοῦ Πνεύματος χάριτος ἑαυτοὺς διηνεκῶς φράττωμεν. Τοσαύτη γὰρ τούτων ἡ δύναμις, ὡς μηδὲ τὴν ἐξ αὐτῶν ἀστραπὴν ὑφίστασθαι τὸν πολέμιον, ἀλλ' ἀποτυφλοῦσθαι τὰς ὄψεις
2. For such are our spiritual weapons, with which the grace of the Spirit has clothed us, just as yesterday we taught your charity. If, therefore, we are continually fenced in all our members with these, none of the darts discharged by him will be able to reach us, but they will return void to him; for the grace of God has rendered us firmer than adamant, and altogether impregnable, if we wish. Just as, therefore, he who strikes adamant harms that not at all, but pulls down his own strength, and he who kicks against the goads bloodies his own feet; even so shall it be in the case of us and the enemy of our salvation, if with the weapons given to us from the grace of the Spirit we continually fence ourselves. For so great is their power that the enemy does not even withstand the lightning flash from them, but is blinded in his eyes
PG 53:41Read from the page
ἐκ τῆς αὐγῆς τῆς ἐκεῖθεν ἐκπεμπομένης. Τούτοις, παρακαλῶ, τοῖς ὅπλοις διαπαντὸς ἑαυτοὺς τειχίζοντες, οὕτω καὶ εἰς ἀγορὰν ἐμβάλλωμεν, καὶ φίλοις συγγενώμεθα, καὶ πράγματα μεταχειρίζωμεν. Καὶ τί λέγω εἰς ἀγοράν; Καὶ εἰς ἐκκλησίαν ἀπαντῶντες ταῦτα ἔχωμεν ἡμῖν περικείμενα, καὶ οἴκαδε ἐπανιόντες καὶ καθεύδοντες, καὶ διανιστάμενοι, καὶ μηδέποτε αὐτὰ ἀποθώμεθα παρὰ πᾶσαν ἡμῶν τὴν ζωήν· ἄπεισι γὰρ μεθ' ἡμῶν, καὶ τῆς ἐκεῖ παῤῥησίας ὑπόθεσις ἡμῖν μεγίστη γίνεται. Οὐδὲ γὰρ ὁμοίως τοῖς αἰσθητοῖς ὅπλοις βαρύνει τὸ σῶμα, ἀλλὰ μᾶλλον κουφίζει, καὶ μετάρσιον ἐργάζεται, καὶ τὴν ἰσχὺν ἐπιτείνει· μόνον ἐὰν αὐτὰ καθ' ἑκάστην ἡμέραν ἀποσμήχωμεν, ὥστε λαμπρὰ φαινόμενα διὰ τῆς οἰκείας ἀστραπῆς πηροῦν τὰς ὄψεις τοῦ πονηροῦ δαίμονος, πάντα κατὰ τῆς σωτηρίας τῆς ἡμετέρας μηχανωμένου. Φέρε δὴ λοιπὸν, ἐπειδὴ ἱκανῶς ὑμᾶς καθωπλίσαμεν, τὴν συνήθη παραθῶμεν ὑμῖν τράπεζαν, καὶ τὰ ἀκόλουθα τῶν χθὲς ἡμῖν εἰρημένων προθῶμεν ἐπὶ τῆς ὑμετέρας ἀγάπης, πάλιν τὸν θαυμάσιον ἑστιάτορα τὸν μακάριον Μωϋσέα, τὸν μέγαν προφήτην τῆς καλῆς ταύτης διδασκαλίας ἡγεμόνα ποιησάμενοι. Ἴδωμεν οὖν τίνα ἐστὶν, ἃ καὶ σήμερον ἡμᾶς διδάξαι βούλεται, καὶ προσέχωμεν ἀκριβῶς τοῖς παρ' αὐτοῦ λεγομένοις. Οὐδὲ γὰρ οἰκείᾳ δυνάμει φθέγγεται, ἀλλ' ἅπερ ἂν ἡ τοῦ Πνεύματος χάρις ἐνηχήσῃ, ταῦτα διὰ τῆς οἰκείας προφέρει γλώττης, διδάσκων τὴν τῶν ἀνθρώπων φύσιν. Ἀπαρτίσας τοίνυν τὸν περὶ τῆς πρώτης ἡμέρας λόγον, καὶ εἰπὼν μετὰ τὴν τοῦ φωτὸς δημιουργίαν, Ἐγένετο ἑσπέρα, καὶ ἐγένετο πρωῒ, ἡμέρα μία, πάλιν φησί· Καὶ εἶπεν ὁ Θεός· Γενηθήτω στερέωμα ἐν μέσῳ τοῦ ὕδατος, καὶ ἔστω διαχωρίζον ἀναμέσον ὕδατος καὶ ὕδατος. Σκόπει μοι ἐνταῦθα, ἀγαπητὲ, διδασκαλίας ἀκολουθίαν. Ἐπειδὴ γὰρ προλαβὼν ἡμῖν εἶπε μετὰ τὴν τοῦ οὐρανοῦ καὶ τῆς γῆς δημιουργίαν, ὅτι Ἡ δὲ γῆ ἦν ἀόρατος καὶ ἀκατασκεύαστος, καὶ τὴν αἰτίαν προσέθηκεν, ὅτι διὰ τοῦτο ἦν ἀόρατος, διὰ τὸ καλύπτεσθαι ὑπὸ τοῦ σκότους, καὶ τῶν ὑδάτων· ὕδωρ γὰρ ἦν τὸ πᾶν, καὶ σκότος, καὶ οὐδὲν ἕτερον· εἶτα τοῦ Δεσπότου προστάξαντος, παρήχθη τὸ φῶς, καὶ διαχωρισμὸς γέγονε φωτὸς καὶ σκότους, καὶ τὸ μὲν τὴν τῆς ἡμέρας προσηγορίαν ἔλαβε, τὸ δὲ τὴν τῆς νυκτὸς ἐδέξατο· πάλιν ἡμᾶς διδάξαι βούλεται, ὅτι ὥσπερ τὸ σκότος διεῖλε τὸ φῶς παραγαγὼν, καὶ ἑκάστῳ τὴν ἁρμόζουσαν προσηγορίαν ἐπέθηκεν, οὕτω καὶ τὸ πλῆθος τῶν ὑδάτων προστάγματι διαιρεῖ.
from the radiance sent forth from thence. Walling ourselves about continually with these weapons, I beseech you, so let us both enter the market-place, and converse with friends, and handle affairs. And why do I say into the market-place? Even when we meet at church let us have these lying round us, and when returning home, and sleeping, and rising up, and let us never put them off throughout all our life; for they depart with us, and become to us the greatest ground of boldness there. For neither, like sensible weapons, do they weigh down the body, but rather lighten it, and render it buoyant, and intensify its strength; only if each day we wipe them bright, so that, appearing brilliant through their own lightning flash, they maim the eyes of the wicked demon, who devises all things against our salvation. Come now, for the rest, since we have sufficiently armed you, let us set before you the customary table, and place before your charity what follows the things spoken by us yesterday, once again making the wondrous host of the banquet, the blessed Moses, the great prophet, the guide of this noble teaching. Let us see, then, what the things are which today also he wishes to teach us, and let us give strict heed to the things spoken by him. For neither does he utter speech by his own power, but whatsoever things the grace of the Spirit sounds within him, these he brings forth through his own tongue, teaching the nature of men. Having, therefore, completed the discourse concerning the first day, and having said after the creation of the light, There was evening, and there was morning, one day, he says again: And God said: Let there be a firmament in the midst of the water, and let it be dividing between water and water. Mark for me here, O beloved, the sequence of the teaching. For since previously he told us, after the creation of the heaven and the earth, that Yet the earth was unseen and unformed, and added the cause, that on this account it was unseen, because it was covered by the darkness and the waters—for the whole was water, and darkness, and nothing else—then when the Master commanded, the light was brought forth, and a separation took place between light and darkness, and the one received the appellation of day, while the other accepted that of night; again he wishes to teach us that just as He parted the darkness by bringing forth the light, and laid upon each its fitting appellation, so also by a command He parted the multitude of the waters.
γʹ. Καὶ ὅρα δύναμιν ἄφατον, καὶ πάντα ἀνθρώπινον λογισμὸν ὑπερβαίνουσαν. Κελεύει γὰρ μόνον, καὶ τὸ μὲν παράγεται τῶν στοιχείων, τὸ δὲ παραχωρεῖ. Καὶ εἶπε, φησὶν, ὁ Θεὸς, Γενηθήτω στερέωμα ἐν μέσῳ τοῦ ὕδατος, καὶ ἔστω διαχωρίζον ἀναμέσον ὕδατος καὶ ὕδατος. Τί ἐστι, Γενηθήτω στερέωμα; Ὡς ἂν εἴποι τις γλώττῃ ἀνθρωπίνῃ, τειχίον τι καὶ διάφραγμα διαιροῦν μεταξὺ, καὶ χωρισμὸν ἐργαζόμενον. Καὶ ἵνα μάθῃς τὴν πολλὴν ὑπακοὴν τῶν στοιχείων, καὶ τὴν ὑπερβάλλουσαν δύναμιν τοῦ δημιουργοῦ, φησί· Καὶ ἐγένετο οὕτως. Εἶπε μόνον, καὶ τὸ ἔργον ἠκολούθησε. Καὶ ἐποίησε, φησὶν, ὁ Θεὸς τὸ στερέωμα, καὶ διεχώρισεν ὁ Θεὸς ἀναμέσον τοῦ ὕδατος, ὃ ἦν ὑποκάτω τοῦ στερεώματος, καὶ ἀναμέσον τοῦ ὕδατος τοῦ ἐπάνω τοῦ στερεώματος. Γενομένου, φησὶ, τοῦ στερειώματος, τὰ μὲν τῶν ὑδάτων προσέταξεν ὑπὸ τοῦ
3. And see an ineffable power, surpassing all human reasoning. For He only commands, and the one of the elements is brought forth, while the other gives way. And God said, it says, Let there be a firmament in the midst of the water, and let it be dividing between water and water. What is, Let there be a firmament? As one might say in human tongue, a certain little wall and partition dividing in the midst, and working a separation. And so that you may learn the great obedience of the elements, and the surpassing power of the Creator, it says: And it came to pass thus. He only spoke, and the work followed. And God made, it says, the firmament, and God divided between the water which was underneath the firmament, and between the water that was above the firmament. When the firmament had come into being, he says, some of the waters He commanded to be borne under the
Notes, col. 41

On the reading

Printed στερειώματος, for στερεώματος.

PG 53:42Read from the page
στερεώματος φέρεσθαι, τὰ δὲ ὑπὲρ τῶν νώτων εἶναι τοῦ στερεώματος. Ἀλλὰ τί ἄν τις εἴποι τοῦτο εἶναι τὸ στερέωμα; Ὕδωρ πεπηγὸς, ἀλλ' ἀέρα τινὰ συνεστραμμένον, ἀλλ' ἑτέραν τινὰ οὐσίαν; Οὐκ ἄν τις ἁπλῶς τῶν εὖ φρονούντων διισχυρίσαιτο. Ἀλλὰ προσήκει πολλῇ τῇ εὐγνωμοσύνῃ κεχρημένους δέχεσθαι τὰ λεγόμενα, καὶ μὴ περαιτέρω τῆς οἰκείας φύσεως ὑπερβαίνοντας διερευνᾶσθαι τὰ ὑπὲρ ἡμᾶς, ἀλλὰ τοῦτο μόνον εἰδέναι καὶ κατέχειν παρ' ἑαυτοῖς, ὅτι τῷ προστάγματι τοῦ Δεσπότου παρήχθη τὸ στερέωμα τὸν χωρισμὸν τῶν ὑδάτων ἐργαζόμενον, καὶ τὰ μὲν κάτω κατέχον, τὰ δὲ ἄνω μετέωρα ὑπὲρ τῶν οἰκείων νώτων φέρειν δυνάμενον. Καὶ ἐκάλεσε, φησὶν, ὁ Θεὸς τὸ στερέωμα οὐρανόν. Ὅρα πῶς τῇ αὐτῇ ἀκολουθίᾳ καὶ νῦν ἐχρήσατο ἡ θεία Γραφή. Καθάπερ εἶπε χθὲς, Γενηθήτω φῶς, καὶ μετὰ τὸ παραχθῆναι, τότε ἐπήγαγεν, Ἔστω διαχωρίζον ἀναμέσον τοῦ φωτὸς, καὶ ἀναμέσον τοῦ σκότους, καὶ οὕτως τὸ φῶς ἡμέραν ἐκάλεσεν· οὕτω καὶ σήμερον εἶπε· Γενηθήτω στερέωμα ἐν μέσῳ τοῦ ὕδατος. Εἶτα καθάπερ ἐπὶ τοῦ φωτὸς, οὕτω καὶ ἐνταῦθα ἐδίδαξεν ἡμᾶς τὴν χρείαν τοῦ στερεώματος, Ὥστε διαχωρίζειν, φησὶν, ἀναμέσον ὕδατος καὶ ὕδατος. Καὶ ὅτε αὐτοῦ τὴν χρείαν φανερὰν ἡμῖν κατέστησε, τότε καθάπερ τῷ φωτὶ τὴν ὀνομασίαν προσέθηκεν, οὕτω καὶ τῷ στερεώματι τὴν προσηγορίαν ἐπέθηκεν. Καὶ ἐκάλεσε, φησὶ, τὸ στερέωμα οὐρανὸν, τοῦτο τὸ ὁρώμενον. Καὶ πῶς, φησὶ, τινὲς βούλονται λέγειν πολλοὺς οὐρανοὺς γεγενῆσθαι; Οὐκ ἀπὸ τῆς θείας Γραφῆς ταῦτα διδασκόμενοι, ἀλλ' ἐξ οἰκείων λογισμῶν ὁρμώμενοι. Ὁ γὰρ μακάριος Μωϋσῆς οὐδὲν τούτων πλέον ἡμᾶς διδάσκει· εἰπὼν γὰρ, Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν αὐρανὸν καὶ τὴν γῆν· εἶτα τὴν αἰτίαν διδάξας δι' ἣν ἀόρατος ἐτύγχανεν ἡ γῆ, ὑπὸ τοῦ σκότους καὶ τῶν ὑδάτων τῆς ἀβύσσου καλυπτομένη, μετὰ τὴν τοῦ φωτὸς δημιουργίαν τάξει τινὶ καὶ ἀκολουθίᾳ χρώμενός φησι· Καὶ εἶπεν ὁ Θεὸς, Γενηθήτω στερέωμα. Εἶτα τὴν χρείαν αὐτοῦ τούτου τοῦ στερεώματος μετὰ ἀκριβείας διδάξας, καὶ εἰπὼν, Ὥστε διαχωρίζειν ἀναμέσον ὕδατος καὶ ὕδατος, αὐτὸ τοῦτο τὸ στερέωμα οὐρανὸν ἐκάλεσε τὸ τῶν ὑδάτων χωρισμὸν ἐργασάμενον. Τίς ἂν οὖν λοιπὸν μετὰ τὴν τοσαύτην διδασκαλίαν ἀνάσχοιτο τῶν ἁπλῶς ἐξ οἰκείας διανοίας φθέγγεσθαι βουλομένων, καὶ ἀπεναντίας τῇ θείᾳ Γραφῇ πολλοὺς οὐρανοὺς λέγειν ἐπιχειρούντων; Ἀλλ' ἰδοὺ, φησὶν, ὁ μακάριος Δαυῒδ αἶνον ἀναφέρων τῷ Θεῷ ἔφησεν· Αἰνεῖτε αὐτὸν οἱ οὐρανοὶ τῶν οὐρανῶν. Μὴ θορυβηθῇς, ἀγαπητὲ, μηδὲ νομίσῃς τὴν ἁγίαν Γραφὴν ἐναντία ἑαυτῇ λέγειν ποτέ· ἀλλὰ μάνθανε τὴν ἀλήθειαν τῶν εἰρημένων, καὶ κατέχων τὴν ἀκριβῆ ταύτης διδασκαλίαν, ἀπόφραξον τὰς ἀκοὰς τοῖς ἀπεναντίας ταύτῃ φθεγγομένοις.
firmament, and others to be above the back of the firmament. Yet what could one say this firmament is? Congealed water, or some condensed air, or some other substance? No one of sound mind would rashly assert it. Rather, it befits us, employing much gratitude, to accept the things spoken, and not, overstepping further beyond our own nature, to pry into the things above us, but to know and hold fast within ourselves this only, that at the command of the Master the firmament was brought forth, working the separation of the waters, and holding down the ones below, while able to bear the others suspended aloft above its own back. And God called, it says, the firmament heaven. See how Divine Scripture used the same sequence now also. Just as yesterday it said, Let there be light, and after it was brought forth, then it brought in, Let it be dividing between the light and between the darkness, and thus He called the light day; so today also He said: Let there be a firmament in the midst of the water. Then, just as in the case of the light, so here also it taught us the use of the firmament, So as to divide, it says, between water and water. And when it made its use manifest to us, then just as He added the naming to the light, so to the firmament also He laid on the appellation. And He called, it says, the firmament heaven, this visible one. And how, one says, do some wish to say that many heavens have come into being? Not being taught these things from Divine Scripture, but setting out from their own reasonings. For the blessed Moses teaches us nothing more than these things: for having said, In the beginning God made the heaven and the earth; then having taught the cause wherefore the earth happened to be unseen, being covered by the darkness and the waters of the abyss, after the creation of the light, using a certain order and sequence, he says: And God said, Let there be a firmament. Then having taught with precision the use of this very firmament, and having said, So as to divide between water and water, this very firmament that wrought the separation of the waters He called heaven. Who, then, for the rest, after so great a teaching, could endure those who wish to utter speech merely out of their own mind, and attempt to speak of many heavens contrary to Divine Scripture? Yet behold, one says, the blessed David, offering up praise to God, declared: Praise Him, you heavens of the heavens. Be not troubled, beloved, nor suppose that Holy Scripture ever speaks things contrary to itself; but learn the truth of the things spoken, and holding fast its exact teaching, stop up your ears to those who utter things contrary to it.
δʹ. Τί δέ ἐστιν, ὃ βούλομαι εἰπεῖν, ἀκούσατε μετὰ πολλῆς τῆς προσοχῆς, ἵνα μὴ εὐκόλως παρασαλεύησθε ὑπὸ τῶν τὰ παριστάμενα λέγειν βουλομένων. Πᾶσαι αἱ θεῖαι βίβλοι τῆς Παλαιᾶς Διαθήκης τῇ Ἑβραίων γλώττῃ ἐξ ἀρχῆς ἦσαν συντεθειμέναι, καὶ τοῦτο πάντες ἂν ἡμῖν συνομολογήσαιεν. Οὐ πρὸ πολλῶν δὲ ἐτῶν τῆς τοῦ Χριστοῦ παρουσίας βασιλεύς τις Πτολεμαῖος περὶ τὴν τῶν βιβλίων συναγωγὴν πολλήν τινα σπουδὴν ποιησάμενος, καὶ πολλὰ ἕτερα συναγαγὼν καὶ διάφορα, ἔγνω δεῖν καὶ ταύτας τὰς βίβλους συναγαγεῖν. Μεταπεμψάμενος οὖν τινας τῶν ἐν Ἱεροσολύμοις Ἰουδαίων, μεταβαλεῖν εἰς τὴν Ἑλλάδα γλῶτταν προσέταξε· καὶ δὴ τοῦτο εἰς ἔργον αὐτῷ ἐξενήνεκται. Ἐγένετο δὲ καὶ τοῦτο τῆς τοῦ Θεοῦ οἰκονομίας ἔργον, ὥστε μὴ μόνον
4. And what it is that I wish to say, hear with much attention, lest you be easily shaken by those who wish to say whatever comes to mind. All the divine books of the Old Testament were composed from the beginning in the tongue of the Hebrews, and all would agree with us in this. Now not many years before the coming of Christ, a certain king, Ptolemy, having shown great zeal concerning the gathering of books, and having gathered many other and diverse works, judged that he ought to gather these books also. Having sent, therefore, for certain of the Jews in Jerusalem, he commanded them to translate them into the Greek tongue; and indeed this was brought to accomplishment by him. And this too became a work of the dispensation of God, so that not only
Notes, col. 42

On the reading

Printed αὐρανὸν, for οὐρανὸν.

PG 53:43Read from the page
τοὺς τὴν Ἑβραίων γλῶτταν ἠσκημένους, ἀλλὰ καὶ πάντας τοὺς τὴν οἰκουμένην οἰκοῦντας τὴν ἐξ αὐτῶν ὠφέλειαν καρπώσασθαι. Καὶ τὸ δὴ θαυμαστὸν καὶ παράδοξον, ὅτι οὐ τῶν τὰ Ἰουδαϊκὰ φρονούντων τις τὴν σπουδὴν ταύτην ἐποιήσατο, ἀλλ' ἀνὴρ τοῖς εἰδώλοις προστετηκὼς, καὶ ἀπεναντίας τῇ θρησκείᾳ διακείμενος. Τοιαῦτα γάρ ἐστιν ἅπαντα τὰ ὑπὸ τοῦ Δεσπότου τοῦ ἡμετέρου οἰκονομούμενα· ἀεὶ διὰ τῶν ἐναντίων αὔξει τὰ τῆς ἀληθείας προστάγματα. Ταῦτα δὲ οὐχ ἁπλῶς διηγησάμην ἐπὶ τῆς ὑμετέρας ἀγάπης, ἀλλ' ἵνα εἰδέναι ἔχητε, ὅτι οὐ ταύτῃ τῇ γλώττῃ, τῇ ἡμετέρᾳ λέγω, ἀλλὰ τῇ Ἑβραΐδι ἦσαν συντεθειμέναι. Λέγουσι τοίνυν οἱ τὴν γλῶτταν ἐκείνην ἀκριβῶς ἠσκημένοι, τὸ τοῦ οὐρανοῦ ὄνομα πληθυντικῶς καλεῖσθαι παρὰ τοῖς Ἑβραίοις, καὶ τοῦτο καὶ οἱ τὴν Σύρων γλῶτταν ἐπιστάμενοι συνομολογοῦσι. Καὶ οὐκ ἄν τις εἴποι, τῇ γλώττῃ, φησὶ, τῇ παρ' αὐτοῖς, ὁ οὐρανὸς, ἀλλ' οἱ οὐρανοί. Διὰ τοῦτο τοίνυν οὕτως εἴρηται τὸ ὑπὸ τοῦ μακαρίου Δαυῒδ εἰρημένον, Οἱ οὐρανοὶ τῶν οὐρανῶν, οὐκ ἐπειδὴ πολλοί εἰσιν οἱ οὐρανοί· οὐδὲ γὰρ τοῦτο ἡμᾶς ἐδίδαξεν ὁ μακάριος Μωϋσῆς· ἀλλ' ἐπειδὴ σύνηθες τῇ γλώττῃ τῶν Ἑβραίων οὕτως ὀνομάζειν τοῦ τὴν ἑνὸς προσηγορίαν πληθυντικῶς· ἐπεὶ εἰ πολλοὶ ἦσαν, οὐκ ἂν παρέλειπε τὸ Πνεῦμα τὸ ἅγιον μὴ διὰ τῆς γλώττης τοῦ μακαρίου τούτου προφήτου διδάξαι ἡμᾶς καὶ τῶν ἄλλων τὴν δημιουργίαν. Ταῦτα ἀκριβῶς κατέχετε, παρακαλῶ, ἵνα δύνησθε ἐπιστομίζειν τοὺς ἐναντία τῇ Ἐκκλησίᾳ δόγματα ἐπεισφέρειν βουλομένους, καὶ εἰδῆτε μετὰ ἀσφαλείας τῶν ἐν ταῖς θείαις Γραφαῖς κειμένων τὴν δύναμιν. Διὰ γὰρ τοῦτο καὶ συνεχῶς ἐνταῦθα παραγίνεσθε, καὶ ἡμεῖς πυκνότερον τὴν πρὸς ὑμᾶς διδασκαλίαν ποιούμεθα, ἵνα παρεσκευασμένοι ἦτε παντὶ τῷ αἰτοῦντι ὑμᾶς διδόναι λόγον. Ἀλλ' ἐπὶ τὴν ἀκολουθίαν ἐπανέλθωμεν, εἰ δοκεῖ. Καὶ ἐκάλεσεν ὁ Θεὸς, φησὶ, τὸ στερέωμα οὐρανόν. Καὶ εἶδεν ὁ Θεὸς ὅτι καλόν. Σκόπει πόση τῶν ῥημάτων ἡ συγκατάβασις διὰ τὴν ἀσθένειαν τὴν ἀνθρωπίνην. Καθάπερ γὰρ ἐπὶ τοῦ φωτὸς εἶπεν, Εἶδεν ὅτι καλὸν, οὕτω καὶ νῦν ἐπὶ τοῦ οὐρανοῦ, ἤτοι τοῦ στερεώματος, Καὶ εἶδεν, φησὶν, ὁ Θεὸς ὅτι καλόν· διδάσκων ἡμᾶς διὰ τούτου τὸ κάλλος αὐτοῦ τὸ ἀμήχανον. Τίς γὰρ οὐκ ἂν ἐκπλαγείη καὶ θαυμάσειεν, ὅτι ἐν τοσούτῳ χρόνῳ ἀκμαῖον διετήρησε τὸ κάλλος, καὶ ὅσῳ πρόεισιν ὁ χρόνος, τοσούτῳ καὶ τὸ κάλλος ἐπιτείνεται; Τί γὰρ ὡραιότερον γένοιτ' ἂν τοῦ παρὰ τοῦ δημιουργοῦ τὸν ἔπαινον δεξαμένου; Εἰ γὰρ ἡμεῖς ἀνθρώπου ἔργον ὁρῶντες ἀπηρτισμένον, θαυμάζομεν τὸ σχῆμα, τὴν θέσιν, τὸ κάλλος, τὴν ἀναλογίαν, τὸν ῥυθμὸν, τὰ ἄλλα ἅπαντα, τὸ ὑπὸ τοῦ Θεοῦ δημιουργηθὲν πῶς ἄν τις κατ' ἀξίαν ἐπαινέσειε, καὶ μάλιστα ὅταν καὶ αὐτοῦ τοῦ Δεσπότου τὸν ἔπαινον δέξηται; Τοῦτο γὰρ διὰ τὴν ἡμετέραν συγκατάβασιν εἴρηται, καὶ ὄψει αὐτὸν ἐφ' ἑκάστου τῶν γινομένων τοῦτο λέγοντα, καὶ προαναιροῦντα τὴν τόλμαν τῶν μετὰ ταῦτα μελλόντων τὴν οἰκείαν γλῶσσαν ἀκονᾷν κατὰ τῆς τοῦ Θεοῦ δημιουργίας, καὶ λεγόντων, διὰ τί τὸ καὶ τὸ γέγονε; Τοὺς ταῦτα τοίνυν ἐπιχειροῦντας λέγειν προαναστέλλων φησί· Καὶ εἶδεν ὁ Θεὸς ὅτι καλόν. Ὅταν δὲ ἀκούσῃς, ὅτι εἶδεν ὁ Θεὸς, καὶ ἐπήνεσε, θεοπρεπῶς νόει τὸ
those practised in the tongue of the Hebrews, but also all who inhabit the world might reap the profit from them. And what is indeed wondrous and paradoxical is that none of those who minded Jewish things made this effort, but a man cleaved fast to idols and disposed contrarily to true religion. For such are all the things dispensed by our Master: always through opponents He increases the ordinances of the truth. Now I have related these things before your charity not merely at random, but so that you may be able to know that not in this tongue—I mean ours—but in the Hebrew tongue were they composed. Those, therefore, who are accurately practised in that tongue say that the noun "heaven" is spoken in the plural among the Hebrews, and those also who understand the tongue of the Syrians agree to this. And no one, it says, would say in the tongue among them "the heaven," but "the heavens." On this account, therefore, what was spoken by the blessed David has been spoken thus, The heavens of the heavens, not because the heavens are many—for neither did the blessed Moses teach us this—but because it is customary for the tongue of the Hebrews thus to name the appellation of the one in the plural; since, if there had been many, the Holy Spirit would not have omitted to teach us through the tongue of this blessed prophet the creation of the others also. Hold fast these things accurately, I beseech you, so that you may be able to stop the mouths of those who wish to bring in doctrines contrary to the Church, and may know with security the power of the things set down in the Divine Scriptures. For on this account both you continually present yourselves here, and we make our teaching to you more frequent, so that you may be prepared to give an account to every one who asks you. Yet let us return to the sequence, if it seems good. And God called, it says, the firmament heaven. And God saw that it was good. Mark how great is the condescension of the words on account of human weakness. For just as in the case of the light He said, He saw that it was good, so now also in the case of the heaven, that is, of the firmament, And God saw, it says, that it was good; teaching us through this its inconceivable beauty. For who would not be struck with amazement and marvel that in so great a time it has preserved its beauty in full bloom, and the more time advances, so much the more its beauty is intensified? For what could become lovelier than that which has received praise from the Creator? For if we, seeing a man's work brought to perfection, marvel at its form, its position, its beauty, its proportion, its symmetry, and all the other things, how could anyone worthily praise what has been created by God, and especially when it receives the praise of the Master Himself also? For this has been spoken by way of condescension for our sake, and you will see Him saying this over each of the things coming into being, and cutting off beforehand the audacity of those who after these things were going to whet their own tongue against the creation of God, and to say, Why did this and that come to be? Checking in advance, therefore, those who attempt to say these things, it says: And God saw that it was good. And when you hear that God saw and praised, understand in a manner befitting God what is
PG 53:44Read from the page
ῥηθὲν. καὶ ὡς εἰκὸς ἐπὶ Θεοῦ. Ὁ γὰρ παραγαγὼν, καὶ πρὶν ἢ δημιουργήσῃ, ἠπίστατο τοῦ δημιουργουμένου τὸ κάλλος· ἀλλ' ἐπειδὴ ἀνθρώπους ἡμᾶς ὄντας, καὶ τοσατύῃ ἀσθενείᾳ περιβεβλημένους οὐκ ἐνῆν ἑτέρως ἀκοῦσαι, διὰ τοῦτο παρεσκεύασε τοῦ μακαρίου προφήτου τὴν γλῶτταν, τῇ παχύτητι τούτων χρήσασθαι τῶν ῥημάτων πρὸς διδασκαλίαν τῆς τῶν ἀνθρώπων φύσεως.
spoken, and as is fitting in the case of God. For He Who brought it forth, even before He created it, knew the beauty of what was being created; yet since it was not possible for us, being men and encompassed with so great a weakness, to hear otherwise, on this account He prepared the tongue of the blessed prophet to employ the grossness of these words for the instruction of the nature of men.
εʹ. Ὅταν τοίνυν ἀνατείνῃς τὸ ὄμμα, καὶ θεάσῃ τοῦ οὐρανοῦ τὸ κάλλος, τὸ μέγεθος, τὴν χρείαν, τότε ἐντεῦθεν ἐπὶ τὸν δημιουργὸν ἀνάδραμε, καθάπερ σοφός τις ἔλεγεν· Ἐκ γὰρ μεγέθους καὶ καλλονῆς κτισμάτων ἀναλόγως ὁ γενεσιουργὸς θεωρεῖται. Καὶ σκόπει τοῦ Δεσπότου σου τὴν δύναμιν, ὅση τις ἐστὶ, καὶ ἐκ τῆς τῶν στοιχείων τούτων δημιουργίας. Ὁ γὰρ εὐγνώμονα ψυχὴν ἔχων, εἰ βουληθείη καθ' ἕκαστον τῶν ὁρωμένων διερευνᾶσθαι· καὶ τί λέγω καθ' ἕκαστον τῶν γινομένων; τὴν οἰκείαν μόνον διάπλασιν ἐὰν ἀκριβῶς βουληθῇ διασκέψασθαι, ὄψεται καὶ διὰ τῶν μικρῶν τούτων τὴν ἄφατον καὶ ἀνεκδιήγητον τοῦ Θεοῦ δύναμιν. Εἰ δὲ τὰ ὁρώμενα ἱκανὰ διδάξαι τὸ μέγεθος τῆς τοῦ δημιουργοῦ δυνάμεως, ἐὰν καὶ ἐπὶ τὰς ἀοράτους δυνάμεις ἔλθῃς, καὶ τὸν λογισμὸν ἀνατείνῃς ἐπὶ τὰς τῶν ἀγγέλων στρατιὰς, τῶν ἀρχαγγέλων, τῶν ἄνω δυνάμεων, τῶν θρόνων, τῶν κυριοτήτων, τῶν ἀρχῶν, τῶν ἐξουσιῶν, τῶν Χερουβὶμ, τῶν Σεραφὶμ, ποία διάνοια, ποῖος λόγος ἀρκεῖ ἐξειπεῖν τὴν μεγαλωσύνην αὐτοῦ τὴν ἀνεκδιήγητον; Εἰ γὰρ Δαυῒδ ὁ μακάριος προφήτης τῶν ὁρωμένων τὴν διακόσμησιν καταμαθὼν ἐβόα λέγων, Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε· πάντα ἐν σοφίᾳ ἐποίησας· ἀνὴρ τοσούτου Πνεύματος ἠξιωμένος, καὶ τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας αὐτοῦ μαθεῖν καταξιωθεὶς, τί ἂν εἴποιμεν ἡμεῖς, οἱ γῆ καὶ σποδὸς ὄντες, καὶ διηνεκῶς ὀφείλοντες κάτω κύπτειν, καὶ ἐκπλήττεσθαι τοῦ τῶν ἁπάντων Δεσπότου τὴν ἄφατον φιλανθρωπίαν; Καὶ τί λέγω τὸν προφήτην; Ὁ γὰρ μακάριος Παῦλος, ἡ οὐρανομήκης ἐκείνη ψυχὴ, ὁ σῶμα περικείμενος, καὶ ταῖς ἀσωμάτοις δυνάμεσιν ἁμιλλώμενος, ὁ ἐν γῇ βαδίζων, καὶ τῇ προθυμίᾳ τὸν οὐρανὸν περιπολῶν, εἰς μέρος ἕν τι τῶν οἰκονομιῶν τοῦ Θεοῦ ἐμπεσὼν (τὸ κατὰ Ἰουδαίους καὶ Ἕλληνας λέγω, καὶ πῶς οἱ μὲν ἐξεβλήθησαν, οἱ δὲ ἀντεισήχθησαν), καὶ διαπορήσας καὶ ἰλιγγιάσας ἀνέκραξε μέγα βοῶν, καὶ λέγων, Ὢ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως Θεοῦ, ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ, καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ. Ἀλλ' ἐνταῦθα ἡδέως ἐροίμην τοὺς τὴν τοῦ Υἱοῦ τοῦ Θεοῦ γέννησιν περιεργάζεσθαι τολμῶντας, καὶ τοῦ ἁγίου Πνεύματος τὴν ἀξίαν καθαιρεῖν ἐπιχειροῦντας· πόθεν ὑμῖν, εἰπά μοι, τῆς τοσαύτης τόλμης ἡ προπέτεια; ἀπὸ ποίας παροινίας εἰς τοσοῦτον μανίας ἐξωκείλατε; Εἰ γὰρ Παῦλος ὁ τοσοῦτος, καὶ τηλικοῦτος, τὰ κρίματα αὐτοῦ, τοῦτ' ἔστι, τὰς οἰκονομίας, τὰς διοικήσεις, ἀνεξερεύνητά φησιν εἶναι, καὶ οὐκ εἶπεν ἀκατάληπτα, ἀλλ' ἀνεξερεύνητα, ὥστε μηδὲ ἔρευναν ἐπιδέξασθαι, καὶ ἀνεξιχνίαστοι, φησὶν, αἱ ὁδοὶ αὐτοῦ, πάλιν τὸ αὐτὸ λέγων, ὁδοὺς τὰ προστάγματα καλῶν καὶ τὰς ἐντολὰς, πῶς ὑμεῖς αὐτὴν τὴν οὐσίαν τοῦ Μονογ⟨ε⟩νοῦς περιεργάζεσθαι τολμᾶτε, καὶ τοῦ ἁγίου Πνεύματος τὴν ἀξίαν ἐλαττοῦν τό γε καθ' ὑμᾶς; Ὁρᾶτε, ἀγαπητοὶ, ὅσον ἐστὶ κακὸν τὸ μὴ προσέχειν μετὰ ἀκριβεί⟨ας⟩ τοῖς ἐν τῇ θείᾳ Γραφῇ κειμένοις. Οὗτοι γὰρ εἰ τὰ ἀπὸ τῆς θείας Γραφῆς διδάγματα μετ' εὐγνωμοσύνης ἐδέχοντο, καὶ μὴ τὰ ἀπὸ τῶν οἰκείων λογισμῶν εἰσέφερον,
5. Whenever, therefore, you lift up your eye and behold the beauty, the magnitude, and the usefulness of the heaven, then from thence mount up to the Creator, just as a certain wise man said: For from the magnitude and beauty of created things, proportionately the Author of generation is contemplated. And mark how great is the power of your Master from the creation of these elements also. For he who has a grateful soul, if he should wish to search through each of the things seen—and why do I say each of the things coming into being?—if he should wish to examine accurately his own fashioning only, he will see even through these small things the ineffable and unutterable power of God. And if the things seen suffice to teach the magnitude of the Creator's power, if you come also to the unseen powers, and stretch up your reasoning to the hosts of angels, of archangels, of the powers above, of thrones, of dominions, of principalities, of authorities, of the Cherubim, of the Seraphim, what mind, what speech suffices to declare His unutterable majesty? For if David the blessed prophet, having perceived the ordering of the things seen, cried out saying, How magnified are Thy works, O Lord! In wisdom hast Thou made them all—a man deemed worthy of so great a Spirit, and counted worthy to learn the uncertain and hidden things of His wisdom—what could we say, who are earth and ashes, and ought continually to bow down below and be struck with amazement at the ineffable loving-kindness towards man of the Master of all? And why do I speak of the prophet? For the blessed Paul, that soul reaching unto heaven, who, while clothed with a body, vied with the bodiless powers, who walked upon earth and in eagerness traversed heaven, having lighted upon one single part of the dispensations of God (I mean the matter concerning Jews and Greeks, and how the former were cast out while the latter were brought in in their stead), and being at a loss and grown dizzy, cried aloud, shouting mightily and saying, O depth of riches and wisdom and knowledge of God! How unsearchable are His judgements, and untraceable His ways! Yet here I would gladly ask those who dare to pry curiously into the begetting of the Son of God, and attempt to pull down the dignity of the Holy Spirit: whence comes to you, tell me, the rashness of so great audacity? From what drunken insolence have you run aground into so great a pitch of madness? For if Paul, so great and so eminent a man, says that His judgements—that is, His dispensations, His administrations—are unsearchable, and did not say incomprehensible, but unsearchable, so as not even to admit of search, and untraceable, he says, are His ways, saying the same thing again, calling His ordinances and commandments ways, how do you dare to pry curiously into the very substance of the Only-begotten, and to lessen, so far as lies in you, the dignity of the Holy Spirit? See, beloved, how great an evil it is not to give heed with precision to the things set down in Divine Scripture. For if these men had received the teachings from Divine Scripture with gratitude, and had not brought in the things from their own reasonings,
Notes, col. 44

On the reading

Printed τοσατύῃ, for τοσαύτῃ.

Printed εἰπά, for εἰπέ.

PG 53:45Read from the page
οὐκ ἂν εἰς τοσαύτην ἄνοιαν ἐτράπησαν. Ἀλλ' ἡμεῖς οὐδὲ οὕτω παυσώμεθα τὰ ἀπὸ τῆς θείας Γραφῆς αὐτοῖς ἐνηχοῦντες, καὶ τὰς ἑαυτῶν ἀκοὰς ἀποτειχίζοντες τοῖς ὀλεθρίοις αὐτῶν διδάγμασιν.
they would not have turned aside into so great folly. Yet let us not even thus cease sounding in their ears the things from Divine Scripture, and walling off our own ears against their destructive teachings.
ϛʹ. Ἀλλ' οὐκ οἶδα πῶς πάλιν ὑπὸ τῆς ῥύμης τοῦ λόγου εἰς ταῦτα ἐξενεχθέντες, τῆς ἀκολουθίας ἐξεπέσαμεν· διὸ πάλιν ἐπαναγαγεῖν δεῖ τὸν λόγον ἐπὶ τὰ πρότερα. Καὶ ἐκάλεσε, φησὶν, ὁ Θεὸς τὸ στερέωμα οὐρανὸν, καὶ εἶδεν ὁ Θεὸς ὅτι καλόν. Καὶ ἐγένετο ἑσπέρα, καὶ ἐγένετο πρωῒ, ἡμέρα δευτέρα. Ἐπιθεὶς τὴν προσηγορίαν τῷ στερεώματι, καὶ ἐπαινέσας τὸ γεγονὸς, τέλος ἐπέθηκε τῇ δευτέρᾳ ἡμέρᾳ, καί φησι· Καὶ ἐγένετο ἑσπέρα, καὶ ἐγένετο πρωῒ, ἡμέρα δευτέρα. Εἶδες πῶς μετὰ ἀκριβείας ἡμᾶς διδάσκει τὸ μὲν τέλος τοῦ φωτὸς ἑσπέραν καλῶν, τὸ δὲ τέλος τῆς νυκτὸς πρωΐαν, καὶ ἡμέραν τὸ πᾶν προσαγορεύων, ὥστε μὴ πλανᾶσθαι ἡμᾶς, μηδὲ νομίζειν τὴν ἑσπέραν τέλος εἶναι τῆς ἡμέρας, ἀλλ' εἰδέναι σαφῶς ὅτι ἀμφοτέρων τὸ μῆκος μίαν ἡμέραν πληροῖ; Καὶ ἡ μὲν ἑσπέρα τέλος τοῦ φωτὸς ἂν δικαίως λέγοιτο, ὁ δὲ ὄρθρος, τοῦτ' ἔστι, τὸ τέλος τῆς νυκτὸς, πλήρωμα τῆς ἡμέρας. Τοῦτο γὰρ βούλεται δηλοῦν ἡ θεία Γραφὴ φάσκουσα, Καὶ ἐγένετο ἑσπέρα, καὶ ἐγένετο πρωῒ, ἡμέρα δευτέρα. Τάχα εἰς πολὺ μῆκος τὸν λόγον ἐξετείναμεν, οὐχ ἑκόντες, ἀλλ' ὑπ' αὐτῆς, ὡς ἂν εἴποι τις, τῆς τῶν λόγων ἀκολουθίας, καθάπερ ὑπὸ χειμάῤῥου τινὸς σφοδροτάτου παρασυρέντες. Καὶ τούτου δὲ ὑμεῖς αἴτιοι, οἱ μεθ' ἡδονῆς ἀκούοντες τῶν παρ' ἡμῶν λεγομένων. Οὐδὲν γὰρ οὕτω διεγείρειν δύναται τὸν λέγοντα, καὶ εἰς πλείονα εὐπορίαν ἀγαγεῖν νοημάτων, ὡς ἡ τῶν ἀκροατῶν προθυμία. Καὶ ὥσπερ οἱ ἀναπεπτωκότες καὶ ῥάθυμοι ἀκροαταὶ καὶ τὸν λέγειν δυνάμενον ὀκνηρότερον ἀπεργάζονται· οὕτως ὑμεῖς διὰ τὴν τοῦ Θεοῦ χάριν, κἂν αὐτῶν τῶν λίθων ὦμεν ἀφωνότεροι, ἱκανοὶ τυγχάνετε τὴν ἡμετέραν νωθείαν διεγεῖραι, καὶ τὸν ὕπνον ἀποτινάξαι, καὶ βιάσασθαι εἰπεῖν τι τῶν ὑμῖν χρησίμων καὶ εἰς τὴν ὑμετέραν οἰκοδομὴν συντεινόντων. Ἐπεὶ οὖν τοιοῦτοι τυγχάνετε θεοδίδακτοι ὄντες, δυνάμενοι, κατὰ τὸν μακάριον Παῦλον, καὶ ἄλλους νουθετεῖν, φέρε παρακαλέσωμεν ὑμᾶς, εἰ καί ποτε ἄλλοτε, κατὰ τὸν τῆς νηστείας καιρὸν, πολλὴν τῆς ἀρετῆς τὴν κατὰ Θεὸν πρόνοιαν ποιήσασθαι, καὶ μὴ προσκορὴς ὑμῖν ὁ λόγος γένηται, εἰ καθ' ἑκάστην ἡμέραν ὑμῖν περὶ τῶν αὐτῶν διαλεγόμεθα· τὰ αὐτὰ γὰρ λέγειν ἐμοὶ μὲν οὐκ ὀκνηρὸν, κατὰ τὸν μακάριον Παῦλον, ὑμῖν δὲ ἀσφαλές. Δεῖται γὰρ ἡμῶν ἡ ψυχὴ ῥάθυμος οὖσα συνεχοῦς τῆς ὑπομνήσεως. Καὶ καθάπερ τὸ σῶμα τοῦτο καθ' ἑκάστην ἡμέραν δεῖται τῆς σωματικῆς τροφῆς, ὥστε μὴ εἰς πολλὴν ἀσθένειαν ἐμπεσὸν ἀνενέργητον κεῖσθαι· οὕτω δὴ καὶ ἡ ψυχὴ χρήζει τῆς πνευματικῆς τροφῆς καὶ τῆς ἀρίστης πολιτείας, ὥστε ἐν συνηθείᾳ τινὶ τῶν καλῶν γινομένην αὐτὴν, ἀχείρωτον λοιπὸν καταστῆναι ταῖς ἐπιβουλαῖς τοῦ πονηροῦ.
6. Yet I know not how, carried out again into these matters by the rush of the discourse, we have fallen away from the sequence; wherefore we must lead the discourse back again to the former things. And God called, it says, the firmament heaven, and God saw that it was good. And there was evening, and there was morning, a second day. Having laid the appellation upon the firmament, and having praised what had come to pass, He put an end to the second day, and says: And there was evening, and there was morning, a second day. Did you see how with precision it teaches us, calling the end of the light evening, and the end of the night morning, and addressing the whole as day, lest we should err or suppose that evening is the end of the day, but should know clearly that the length of both fills up a single day? And evening would justly be called the end of the light, while dawn—that is, the end of the night—the fulness of the day. For this is what Divine Scripture wishes to signify when it declares, And there was evening, and there was morning, a second day. Perhaps we have drawn out the discourse to great length, not willingly, but swept along, as one might say, by the very sequence of the words, just as by some most vehement torrent. And of this too you are the cause, who hear with pleasure the things spoken by us. For nothing is so able to rouse him who speaks, and to lead him to a greater abundance of thoughts, as the eagerness of the hearers. And just as sluggish and indolent hearers render even him who is able to speak more hesitant, so you, through the grace of God, even though we be more speechless than the very stones, happen to be capable of rousing our slothfulness, and shaking off sleep, and compelling us to speak something of the things useful to you and tending towards your upbuilding. Since, then, you happen to be such, being taught of God, able, according to the blessed Paul, to admonish others also, come, let us exhort you, if ever at any other time, during the season of fasting to take great forethought according to God for virtue; and let not our discourse become tedious to you if every day we converse with you concerning the same things; for to speak the same things is to me indeed not irksome, according to the blessed Paul, while for you it is safe. For our soul, being indolent, stands in need of continual reminding. And just as this body every day stands in need of bodily nourishment, lest, falling into great weakness, it lie inactive; even so does the soul also need spiritual nourishment and the best way of life, so that, coming to be in a certain habit of good things, it may henceforth be rendered unconquerable by the plots of the wicked one.
ζʹ. Καθ' ἑκάστην τοίνυν τὴν ἡμέραν ταύτης τὴν ἰσχὺν περιεργαζώμεθα, καὶ ἑαυτοὺς διερευνώμενοι μηδέποτε διαλείπωμεν· καὶ λογοθέσιον ἑαυτοῖς ποιῶμεν, καὶ τῶν εἰσαγομένων, καὶ τῶν ἐξαγομένων, τί μὲν χρησίμως ἐφθεγξάμεθα, τί δὲ ἀργὸν ῥῆμα προηνέγκαμεν, καὶ πάλιν, τί μὲν τῶν ἐπωφελῶν διὰ τῆς ἀκοῆς εἰς τὴν ψυχὴν εἰσηγάγομεν, τί δὲ τῶν βλάπτειν δυναμένων πάλιν εἰς ταύτην εἰσηνέγκαμεν. Καὶ τῇ μὲν γλώττῃ κανόνας τινὰς καὶ ὅρους ἐπιθῶμεν, ὥστε πρότερον διαμαρυκᾶ-
7. Every day, therefore, let us carefully tend its strength, and let us never cease examining ourselves; and let us hold a reckoning with ourselves both of the things brought in and of the things brought out—what we have uttered usefully, and what idle word we have brought forth, and again, what of profitable things we have brought into the soul through hearing, and what again of things able to harm we have introduced into it. And upon the tongue let us lay certain rules and bounds, so as first to chew over