Migne Reading Room

PG 53 · cols. 299–304 · Read from the page

In Genesin Homilia XXXII (ΟΜΙΛΙΑ ΛΒʹ; Gen. 12:7–20)

In Genesin Homilia XXXII (ΟΜΙΛΙΑ ΛΒʹ; Gen. 12:7–20)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 53:299Read from the page
τούς. Τοσαύτη τοῦ πράγματός ἐστιν ἡ μανία, καὶ οὕτως ἀκάθεκτός ἐστιν ὁ ζῆλος, ὡς παρασκευάζειν καὶ τῆς οἰκείας σωτηρίας ὑπεριδεῖν τὸν ἅπαξ ἁλόντα τῷ πάθει. Καὶ τὴν μὲν ἀνδρείαν ἐκεῖθεν ἔστι καταμαθεῖν τοῦ δικαίου· τὴν δὲ σύνεσιν αὐτοῦ τὴν πολλήν, ὅτι ἐν ἀμηχανίᾳ τοσαύτῃ, καὶ ὥσπερ ἐν δικτύοις ἀποληφθεὶς ἴσχυσε ταύτην εὑρεῖν τὴν ὁδὸν, δι' ἧς ἔλαττον ἂν γένοιτο τὸ κακόν. Εἰ μὲν γὰρ εἶπεν, ὅτι γυνὴ αὐτοῦ ἦν, καὶ μὴ ὑπεκρίνατο τὸ δρᾶμα, καὶ τῷ τῆς ἀδελφῆς ὀνόματι ἐχρήσατο, καὶ αὐτὴ ἂν ἀφῃρέθη τοῦ δικαίου, τοῦ κάλλους τῆς εὐμορφίας ἐπισπωμένου τῶν Αἰγυπτίων τὴν ἀκόλαστον γνώμην, καὶ ὁ δίκαιος ἂν ἐσφάγη, ὥστε μὴ εἶναι τὸν ἔλεγχον τῆς παρανομίας. Ἵνα οὖν, τῶν δύο τούτων χαλεπῶν μελλόντων πάντως ἐκβαίνειν διὰ τὴν ἀκρασίαν τῶν ἀνδρῶν, καὶ τοῦ βασιλέως τὴν τυραννίδα, δυνηθῶσιν ἐν ἀπορίᾳ πολλῇ μικράν τινα παραμυθίαν εὑρεῖν, φησίν· Ειπέ, ὅτι Ἀδελφὴ αὐτοῦ ειμι· τοῦτο γὰρ ἐμὲ ἴσως ἐλευθερώσει τῶν κινδύνων. Τὸ γὰρ σὸν, κἄν τε ἀδελφὴν εἴπῃς σαυτήν, κἄν τε γυναῖκα, οὐδεὶς ἀντερεῖ ὅτι πάντως ἐκβήσεται, καὶ ἐπιδραμοῦσι τῇ ἀφαιρέσει διὰ τὴν τῆς σαρκὸς εὐμορφίαν· ἐμὲ δὲ εἰκὸς διαφυγεῖν τὴν ἐπιβουλήν, εἰ τῷ τῆς ἀδελφῆς ὀνόματι χρήσαιο. Εἶδες σύνεσιν τοῦ δικαίου, πῶς ἀποληφθεὶς ὁδόν τινα ἴσχυσεν εὑρεῖν, δι' ἧς ἐβουλεύετο, πῶς ἂν δυνηθείη τῆς τῶν Αἰγυπτίων ἐπιβουλῆς ἀνώτερος γενέσθαι; Πάλιν ἀναλογίζου μοι κἀνταῦθα καὶ τοῦ δικαίου τὴν ὑπομονὴν, καὶ τῆς γυναικὸς τὸ φιλάγαθον· τοῦ μὲν δικαίου, ὅτι οὐκ ἀπεδυσπέτησε καὶ εἶπε· Τίνος δὲ ἕνεκεν ταύτην ἐπάγομαι, αἰτίαν μοι γινομένην τοσούτου κλυδωνίου; τί γάρ μοι τὸ ὄφελος ἀπὸ τῆς συνουσίας, ὅταν μέλλω δι' αὐτὴν περὶ τῶν ἐσχάτων κινδυνεύειν; τί τὸ κέρδος, ὅταν μὴ μόνον μηδεμίαν μοι εἰσάγῃ παραμυθίαν, ἀλλὰ καὶ αὐτὸν τὸν θάνατόν μοι τίκτῃ διὰ τῆς οἰκείας εὐμορφίας; Οὐδὲν τούτων οὔτε εἶπεν οὔτε ἐνενόησεν, ἀλλὰ πάντα τοιοῦτον λογισμὸν ἀπωσάμενος, καὶ οὔτε πρὸς τὴν ἐπαγγελίαν τοῦ Θεοῦ διστάσας, ἑνὸς μόνου δὴ ἐγίνετο, τοῦ πῶς δυνηθῇ διαφυγεῖν τὸν προορώμενον κίνδυνον. Ἐννόει μοι γὰρ ἐνταῦθα, ἀγαπητὲ, τοῦ Θεοῦ τὴν ἄφατον μακροθυμίαν, πῶς οὐδαμοῦ ἐφίσταται οὐδὲ παραμυθεῖται τὸν δίκαιον, ἀλλὰ ἀναμένει κορυφωθῆναι τὰ δεινὰ καὶ αὐξηθῆναι, καὶ εἰς ἀπόγνωσιν ἐλθεῖν, καὶ τότε τὴν οἰκείαν πρόνοιαν ἐπιδείκνυται. Ειπὲ οὖν, φησὶν, ὅτι Ἀδελφὴ αὐτοῦ ειμι, ὅπως ἂν εὖ μοι γένηται διὰ σὲ, καὶ ζήσεται ἡ ψυχή μου ἕνεκεν σοῦ. Οὐχ ὡς μελλούσης τῆς αὐτοῦ ψυχῆς ἀποθνήσκειν, ταῦτα εἴρηκεν ὁ δίκαιος (Μὴ φοβηθῆτε γὰρ, φησὶν, ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι), ἀλλ' ἁπλῶς κατὰ τὴν συνήθειαν ἐφθέγξατο τοῦτο πρὸς τὴν γυναῖκα. Ὅπως ἂν εὖ μοι, φησὶ, γένηται διὰ σὲ, καὶ ζήσεται ἡ ψυχή μου ἕνεκεν σοῦ· μονονουχὶ λέγων πρὸς αὐτήν· Ειπὲ, ὅτι Ἀδελφὴ αὐτοῦ εἰμι, ἵνα μὴ διὰ τὸν λιμὸν φυγόντα τὴν Χαναναίαν ἔργον με ποιήσῃς γενέσθαι τῶν Αἰγυπτιακῶν χειρῶν. Γενοῦ μοι οὖν τῆς σωτηρίας αἰτία, Ὅπως ἂν εὖ μοι γένηται διὰ σέ. Ἐλεεινὰ τὰ ῥήματα· πολὺς ἦν ὁ φόβος διά τε τὴν μανίαν τὴν Αιγυπτιακὴν, καὶ ὅτι οὔπω ἦν καταλυθεῖσα τοῦ θανάτου ἡ τυραννίς· διὰ τοῦτο καὶ τῇ μοιχείᾳ τῆς γυναικὸς αἱρεῖται κοινωνῆσαι ὁ δίκαιος, καὶ μονονουχὶ ὑπηρετήσασθαι τῷ μοιχῷ εἰς τὴν τῆς γυναικὸς ὕβριν, ἵνα τὸν θάνατον διαφύγῃ. Ἔτι γὰρ φοβερὸν ἦν αὐτοῦ τὸ πρόσωπον· οὐδέπω ἦσαν αἱ χαλκαῖ πύλαι κλασθεῖσαι· οὐδέπω ἦν τὸ κέντρον αὐτοῦ ἀμβλυνθέν. Εἶδες σύνδεσμον ἀγάπης ἀνδρὸς καὶ γυναικός; εἶδες
selves! So great is the madness of the matter, and so ungovernable is jealousy, as to cause a man once seized by the passion to disregard even his own safety. And the righteous man's courage one may learn thoroughly from that; and his great prudence from the fact that in such great perplexity, and caught as it were in nets, he was strong enough to find this way whereby the evil might prove less. For had he said that she was his wife, and not acted out the drama and used the name of sister, she too would have been torn away from the righteous man, the beauty of her comeliness drawing on the licentious mind of the Egyptians, and the righteous man would have been slain, so that there might be no reproof of their lawlessness. In order, therefore, since these two grievous things were certainly about to come to pass through the incontinence of those men and the tyranny of the king, that they might be able in great helplessness to find some small solace, he says: Say, I am his sister; for this will perhaps deliver me from the dangers. For as to thy part, whether thou callest thyself sister or wife, no one will gainsay that it will certainly come to pass, and they will rush to seize thee on account of the comeliness of thy flesh; whereas I am likely to escape the plot if thou shouldst use the name of sister. Have you seen the prudence of the righteous man: how, when caught, he was strong enough to find a certain way whereby he took counsel how he might be able to rise above the plot of the Egyptians? Reckon up for me again here too both the endurance of the righteous man and the goodness of heart of his wife: of the righteous man, that he did not grow impatient and say: For what reason do I bring her along, when she becomes to me the cause of so great a tempest? For what profit have I from her companionship, when on her account I am about to run hazard of the very extremities? What is the gain, when not only does she bring me no comfort at all, nay, she even begets death itself for me through her own comeliness? None of these things did he either say or ponder; rather, thrusting away every such thought, and in no wise doubting concerning the promise of God, he was intent on one thing alone: how he might be able to escape the foreseen danger. For consider here, I pray, beloved, the ineffable long-suffering of God: how He nowhere stands by or comforts the righteous man, but waits for the terrors to reach their peak and increase, and come to despair, and then displays His own providence. Say, therefore, he says, I am his sister, that it may go well with me because of thee, and my soul shall live for thy sake. Not as though his soul were about to die has the righteous man spoken these things (For fear not, He says, them that kill the body, but are not able to kill the soul), but simply according to custom he uttered this to his wife. That it may go well with me, he says, because of thee, and my soul shall live for thy sake—all but saying to her: Say, I am his sister, lest when on account of the famine I have fled Canaan thou make me become the prey of Egyptian hands. Become to me, therefore, the cause of safety, That it may go well with me because of thee. Pitiable are the words; great was the fear, both on account of the Egyptian madness and because the tyranny of death had not yet been overthrown; on this account the righteous man chooses even to share in his wife's adultery, and all but minister to the adulterer unto his wife's dishonour, that he may escape death. For its countenance was still fearful; not yet had the brazen gates been shattered; not yet had its sting been blunted. Have you seen a bond of love of husband and wife? Have you seen
Notes, col. 299

On the reading

Printed Ειπέ, for Εἰπέ.

Printed ειμι, for εἰμι.

Printed Ειπὲ, for Εἰπὲ.

Printed ειμι, for εἰμι.

Printed Ειπὲ, for Εἰπὲ.

Printed Αιγυπτιακὴν, for Αἰγυπτιακὴν.

PG 53:300Read from the page
καὶ ἄνδρα, οἷα ἐθάῤῥησεν ὑποθέσθαι τῇ γυναικὶ, καὶ γυναῖκα οἵαν δέχεται τὴν συμβουλήν; Οὐκ ἀνανεύει οὐδὲ δυσχεραίνει, ἀλλὰ πάντα ποιεῖ, ὥστε τὸ δρᾶμα λαθεῖν. Ἀκουέτωσαν ἄνδρες καὶ γυναῖκες, καὶ μιμείσθωσαν τούτων τὴν ὁμόνοιαν, τῆς ἀγάπης τὸν σύνδεσμον, τῆς εὐσεβείας τὴν ἐπίτασιν, καὶ ζηλούτωσαν τῆς Σάρας τὴν σωφροσύνην. Ὅτι καὶ ἐν γήρᾳ οὕτω κάλλει διαλάμπουσα μέχρι τότε διέμεινεν ἁμιλλωμένη ταῖς τοῦ δικαίου ἀρεταῖς· δι' ὃ καὶ τοσαύτης ἠξιώθη τῆς παρὰ τοῦ Θεοῦ προνοίας, καὶ τῆς ἄνωθεν ἀμοιβῆς. Μηδεὶς τοίνυν αἰτιάσθω τοῦ κάλλους τὴν εὐμορφίαν, μηδὲ λεγέτω ἐκεῖνα τὰ ἀνόνητα ῥήματα, ὅτι τὴν δεῖνα τὸ κάλλος ἀπώλεσε· καὶ τῇ δεῖνι τὸ κάλλος γέγονεν ὀλέθρου αἴτιον. Οὐ τὸ κάλλος αἴτιον· μὴ γένοιτο· ἔργον γάρ εστι καὶ τοῦτο τοῦ Θεοῦ· ἀλλ' ἡ προαίρεσις ἡ διεφθαρμένη αἰτία πάντων τῶν κακῶν ἐστιν. Εἶδες τὴν θαυμασίαν ταύτην γυναῖκα ἑκατέρωθεν διαλάμπουσαν, καὶ ἀπὸ τοῦ τῆς ψυχῆς κάλλους καὶ ἀπὸ τοῦ τῆς ὄψεως, καὶ κατ' ἴχνος τοῦ δικαίου πορευομένην; Ταύτην μιμείσθωσαν αἱ γυναῖκες. Ἰδοὺ γὰρ καὶ ὥρας εὐμορφία, καὶ στείρωσις, καὶ χρόνος τοσοῦτος, καὶ περιουσία πολλὴ, καὶ μετανάστασις τοσαύτη, καὶ ἀποδημία, καὶ πειρασμοὶ συνεχεῖς καὶ ἐπάλληλοι· καὶ οὐδὲν τούτων αὐτῆς τὸν λογισμὸν παρεσάλευσεν, ἀλλ' ἔμενεν ἀπερίτρεπτος. Διά τοι τοῦτο καὶ τῆς ὑπομονῆς ἀξίαν τὴν ἀμοιβὴν ἐκομίσατο, ἐν ἐσχάτῳ γήρᾳ ἀπὸ μήτρας πεπηρωμένης καὶ νηδύος νενεκρωμένης τεκεῖν δυνηθεῖσα. Ὅπως ἂν, φησὶν, εὖ μοι γένηται διὰ σὲ, καὶ ζήσεται ἡ ψυχή μου ἕνεκεν σοῦ. Οὐδὲν, φησὶν, ἕτερον ὑπολέλειπταί μοι εἰς σωτηρίαν, ἢ τὸ σὲ βουληθῆναι ειπεῖν, ὅτι Ἀδελφὴ μύτοῦ εἰμι. Ἴσως γὰρ διαφεύξομαι τὸν προσδοκώμενον κίνδυνον, καὶ διὰ σὲ λοιπὸν ζήσομαι, καὶ σοὶ τὴν μετὰ ταῦτα ζωὴν ἐπιγράψομαι. Ἱκανὰ τὰ ῥήματα ἐφελκύσασθαι τὴν γυναῖκα καὶ εἰς συμπάθειαν ἀγαγεῖν.
both a husband, what things he ventured to suggest to his wife, and a wife, what counsel she receives? She neither refuses nor chafes, but does all things so that the drama may lie hid. Let men and women hear, and let them imitate their concord, the bond of love, the intensity of godliness, and let them emulate Sarah's chastity! Because even in old age, shining thus in beauty, up to that time she abode vying with the virtues of the righteous man; wherefore also she was counted worthy of such great providence from God, and of the recompense from above. Let no one, therefore, blame the comeliness of beauty, nor speak those useless words: Beauty destroyed such-and-such a woman, and to such-and-such a woman beauty has become the cause of ruin. Beauty is not the cause—God forbid! for this too is a work of God—rather, a corrupted free choice is the cause of all evils. Have you seen this wondrous woman shining on both sides, both from the beauty of her soul and from that of her countenance, and walking in the footsteps of the righteous man? Let women imitate her! For behold: comeliness of bloom, and barrenness, and so long a time, and great wealth, and such great removal, and journeying abroad, and continual and successive trials—and none of these things shook her reasoning, but she remained unswerving. Wherefore also she received a recompense worthy of her endurance, being enabled in extreme old age to give birth from a maimed womb and a deadened belly. That it may go well with me, he says, because of thee, and my soul shall live for thy sake. Nothing else, he says, has been left to me for safety save thy being willing to say, I am his sister. For perhaps I shall escape the expected danger, and henceforth live because of thee, and set down to thy account my life hereafter. Sufficient were the words to draw on his wife and bring her to compassion.
ϛʹ. Τοῦτο ἀληθῶς συνοικέσιον, τὸ μὴ μόνον ἐν ἀνέσει, ἀλλὰ καὶ ἐν τοῖς κινδύνοις ἑαυτοῖς συμπεριφέρεσθαι· τοῦτο ἀγάπης γνησίας τεκμήριον, τοῦτο φιλίας ἀκριβεστάτης γνώρισμα. Οὐχ οὕτω διάδημα ἐπὶ τῆς κεφαλῆς κείμενον λαμπρὸν δείκνυσι τὸν βασιλέα, ὡς τὴν μακαρίαν ταύτην περιφανῆ καὶ λαμπρὰν ἀπέδειξεν ἡ ὑπακοὴ αὕτη, ἣν περὶ τὴν συμβουλὴν τοῦ δικαίου ἐπεδείξατο. Τ⟨ί⟩να οὖν τὸ ταύτης καταπειθὲς λογιζόμενον οὐκ ἐκστή⟨σε⟩ι; τίς γὰρ ἂν κατ' ἀξίαν ταύτην ἐπαινέσειεν, ἥτις μετὰ τοσαύτην σωφροσύνην, καὶ ἐν ἡλικίᾳ τοιαύτῃ ὑπὲρ τοῦ τὸν δίκαιον διασῶσαι, ὅσον εἰς τὴν οἰκείαν γνώμην, καὶ εἰς μοιχείαν ἑαυτὴν ἐξέδωκεν, καὶ συνουσίας ἠνέσχετο βαρβαρικῆς; Ἀλλὰ μικρὸν ἀνάμεινον, καὶ ὄψει τοῦ Θεοῦ τὴν εὐμήχανον πρόνοιαν. Διὰ γὰρ τοῦτο τὴν πολλὴν ταύτην ἐπεδείξατο μακροθυμίαν, ἵνα καὶ τὸν δίκαιον περιφανέστερον ἐργάσηται, καὶ διὰ τῶν ἐκεῖ γινομένων μὴ μόνον οἱ κατὰ τὴν Αἴγυπτον, ἀλλὰ καὶ οἱ κατὰ Παλαιστίνην παιδευθῶσιν, ὅσης εὐνοίας ἀπολαύει ὁ πατριάρχης παρὰ τοῦ πάντων Δεσπότου. Ἐγένετο γὰρ, φησὶν, ἡνίκα εισῆλθεν Ἄβραμ εις Αἴγυπτον, ἰδόντες οι Αἰγύπτιοι τὴν γυναῖκα, ⟨ὅ⟩τι καλὴ ἦν σφόδρα· καὶ εἶδον αὐτὴν οι ἄρχοντες Φαραὼ, καὶ ἐπῄνεσαν αὐτὴν πρὸς Φαραὼ, καὶ εισήγαγον αὐτὴν εἰς τὸν οἶκον Φαραὼ, καὶ τῷ Ἄβραμ εὖ ἐχρήσαντο δι' αὐτήν. Καὶ ἐγένετο αὐτῷ πρόβατα, καὶ μόσχοι, καὶ ὄνοι, καὶ παῖδες, καὶ παιδίσκαι, καὶ ἡμίονοι, καὶ κάμηλοι. Ὅρα πῶς ἅπερ προλαβὼν ὑπείδετο ὁ δίκαιος, ταῦτα εἰς ἔργον ἐξέβη. Ὡς γὰρ εισ-
6. This is truly wedlock: to bear with one another not only in ease, but also in dangers; this is the token of genuine love, this the mark of the truest friendship. Not so bright does a diadem resting upon his head show the king, as this obedience which she displayed towards the righteous man's counsel rendered this blessed woman illustrious and bright. Whom, then, as he reckons up her ready compliance, will it not amaze? For who could worthily praise her who, after such great chastity and at such an age, in order to preserve the righteous man safe, so far as lay in her own intention, gave herself up even to adultery, and submitted to barbarian intercourse? Wait a little, however, and you shall see the resourceful providence of God. For on this account He displayed this great long-suffering, that He might both render the righteous man more illustrious, and through the things taking place there instruct not only those in Egypt, but also those in Palestine, how great goodwill the patriarch enjoys from the Master of all. For it came to pass, he says, when Abram entered into Egypt, the Egyptians seeing the woman, that she was very fair; and the princes of Pharaoh saw her, and praised her to Pharaoh, and brought her into the house of Pharaoh, and they dealt well with Abram for her sake. And he had sheep, and calves, and asses, and menservants, and maidservants, and mules, and camels. See how the very things which the righteous man had suspected beforehand came to pass in fact. For when he en-
Notes, col. 300

On the reading

Printed εστι, for ἐστι.

Printed ειπεῖν, for εἰπεῖν.

Printed μύτοῦ, for αὐτοῦ.

Printed εισῆλθεν, for εἰσῆλθεν.

Printed εις, for εἰς.

Printed οι, for οἱ.

Printed οι, for οἱ.

Printed εισήγαγον, for εἰσήγαγον.

Printed εισ-, for εἰσ-.

PG 53:301Read from the page
ῆλθεν εις Αἴγυπτον, Ἰδόντες οι Αἰγύπτιοι τὴν γυναῖκα, ὅτι καλὴ ἦν σφόδρα· οὐχ ἁπλῶς καλὴ, ἀλλὰ μεθ' ὑπερβολῆς ἅπαντας ἐπισπωμένη τοὺς ὁρῶντας. Καὶ ἰδόντες αὐτὴν οι ἄρχοντες Φαραὼ, ἐπῄνεσαν αὐτὴν ἔμπροσθεν Φαραώ. Μὴ ἁπλῶς παραδράμῃς, ἀγαπητὲ, τὸ εἰρημένον, ἀλλὰ θαύμασον πῶς οὐδεὶς τῶν Αἰγυπτίων ἐνεχείρισε τὴν γυναῖκα ὡς ξένην, καὶ ἀπὸ γῆς ἀλλοτρίας ἐπιδημήσασαν, οὐδὲ κατεφρόνησαν τοῦ ἀνδρὸς, ἀλλ' εἰσελθόντες τῷ βασιλεῖ κατάδηλον πεποιήκασι. Τοῦτο δὲ ἐγίνετο, ἵνα φανερώτερον τὸ πρᾶγμα γένηται, καὶ μὴ εἰς τὸν τυχόντα, ἀλλ' εἰς αὐτὸν τὸν βασιλεύοντα τῆς ἐκδικήσεως γινομένης, πανταχοῦ διαδοθῇ[ναι] τὸ γεγονός. Καὶ εισήγαγον αὐτὴν πρὸς Φαραώ Εὐθέως ἀφῃρέθη τῆς γυναικὸς ὁ δίκαιος, καὶ εἰσάγεται πρὸς τὸν Φαραὼ αὕτη. Σκόπει πόση τοῦ Θεοῦ ἡ μακροθυμία· πῶς οὐκ ἐξ ἀρχῆς, οὐδὲ ἐκ προοιμίων τὴν ἰδίαν ἐπιδείκνυται πρόνοιαν, ἀλλὰ ἀφίησι πάντα γενέσθαι, καὶ εἰς αὐτὸν σχεδὸν τὸν φάρυγγα τοῦ θηρίου ἐμπεσεῖν τὴν γυναῖκα, καὶ τότε τὴν ἑαυτοῦ δύναμιν πᾶσι ποιεῖ κατάδηλον. Καὶ εισήγαγον αὐτὴν εἰς τὸν οἶκον Φαραώ. Ἐν οἵᾳ καταστάσει ἦν κατὰ τὸν καιρὸν ἐκεῖνον τῆς γυναικὸς ἡ διάνοια; πῶς αὐτῆς ὁ λογισμὸς διεταράττετο; πῶς ἐκορυφοῦντο τὰ κύματα; πῶς ναυάγιον οὐχ ὑπέμενεν, ἀλλ' ἔμενε καθάπερ πέτρα τις ἀκίνητος, πρὸς τὴν ἄνωθεν ῥοπὴν ἀποβλέπουσα; Τί δὲ λέγω τὴν γυναῖκα; Τὸν δίκαιον ὁποίαν εἰκὸς ἔχειν ψυχὴν, ἐκείνης εἰς τὸν οἶκον Φαραὼ εισαγομένης; Καὶ τῷ Ἄβραμ εὖ ἐχρήσαντο δι' αὐτήν. ὡς ἀδελφῷ δηλονότι. Καὶ ἐγένοντο αὐτῷ πρόβατα, καὶ μόσχοι, καὶ ὄνοι, καὶ παῖδες, καὶ παιδίσκαι, καὶ κάμηλοι, καὶ ἡμίονοι. Ταῦτα δὲ αὐτὰ, ἃ τρυφῆς ἕνεκεν καὶ θεραπείας ἐδίδοτο, πόσην οὐκ ἀνῆπτεν ἐν αὐτῷ τὴν πυράν; πῶς δὲ αὐτοῦ οὐ κατέφλεγε τὴν διάνοιαν, καὶ ἀνεπίμπρα τὸν λογισμὸν, ἐννοοῦντι τῶν δώρων τὴν ὑπόθεσιν; Εἶδες πρὸς αὐτὸ τὸ τέλος σχεδὸν ἥκοντα τὰ δεινά; εἶδες πῶς οὐδεμία λοιπὸν κατὰ ἀνθρωπίνην ἀκολουθίαν ἐλπὶς διορθώσεως ὑπελείπετο; εἶδες πῶς ἀπέγνωστο τὰ πράγματα κατὰ ἀνθρωπίνην ὑπόληψιν; εἶδες πῶς εἰς αὐτὸν τὸν λαιμὸν τοῦ θηρίου ἐνέπεσεν ἡ γυνή; Ὅρα λοιπὸν ἐνταῦθα τὴν ἀπόῤῥητον τοῦ Θεοῦ φιλανθρωπίαν, καὶ ἐκπλάγηθι τῆς δυνάμεως αὐτοῦ τὴν ὑπερβολήν. Καὶ ἤτασε, φησὶν, ὁ Θεὸς τὸν Φαραὼ ἐτασμοῖς μεγάλοις καὶ πονηροῖς, καὶ τὸν οἶκον αὐτοῦ περὶ Σάρας τῆς γυναικὸς Ἄβραμ. Τί ἐστιν, Ἤτασε; Δίκην, φησὶν, ἀπῄτησε τοῦ τολμήματος καὶ τῆς ἐπιχειρήσεως τῆς μοχθηρᾶς. Ἐτασμοῖς μεγάλοις· οὐχ ἁπλῶς ἤτασε τὸν βασιλέα, ἀλλ' Ἐτασμοῖς μεγάλοις. Ἐπειδὴ καὶ τὸ τόλμημα οὐ τὸ τυχὸν ἦν, ἀλλὰ καὶ σφόδρα μέγα, διὰ τοῦτο καὶ ἡ τιμωρία μεγάλη. Καὶ τὸν οἶκον αὐτοῦ, φησίν· οὐκ αὐτὸν μόνον, ἀλλὰ Καὶ τὸν οἶκον αὐτοῦ. Καὶ τίνος ἕνεκεν τοῦ βασιλέως ἁμαρτήσαντος μόνου, καὶ οι τοῦ οἴκου πάντες τῆς τιμωρίας μετέχουσιν; Οὐχ ἁπλῶς οὐδὲ τοῦτο γίνεται, ἀλλ' ἵνα καὶ διὰ τούτου καθίκηται τῆς τοῦ βασιλέως μανίας. Ἐδεῖτο γὰρ σφοδροτέρας τῆς πληγῆς, ὥστε καταπλαγέντα ἀποστῆναι τοῦ μύσους. Καὶ ποῦ, φασὶ, τοῦτο δίκαιον, δι' ἐκεῖνον καὶ τούτους τιμωρεῖσθαι; οὐ δι' ἐκεῖνον μόνον τὴν τιμωρίαν ὑπέμενον, ἀλλ' εἰκὸς ἦν καὶ αὐτοὺς συμπρᾶξαι καὶ συνεργῆσαι τῇ μελλούσῃ γίνεσθαι παρανομίᾳ. Ἤκουσας γὰρ ἀνωτέρω τῆς Γραφῆς λεγούσης, ὅτι Ἰδόντες αὐτὴν οι ἄρχοντες Φαραὼ ἐπῄνεσαν, καὶ εισήγαγον αὐτὴν ⟨ε⟩ἰς τὸν οἶκον Φαραώ. Εἶδες αὐτοὺς προαγωγῶν ἔργον πεποιηκότας τῇ πρὸς τὸν βασιλέα χάριτι εἰς τὴν τοῦ
tered into Egypt, The Egyptians seeing the woman, that she was very fair—not simply fair, but to excess drawing all beholders to herself. And the princes of Pharaoh seeing her, praised her before Pharaoh. Do not simply pass by what has been said, beloved, but marvel how none of the Egyptians laid hands upon the woman as a stranger who had come from a foreign land, nor did they despise her husband, but entering in they made it known to the king. And this took place so that the matter might become more manifest, and that as vengeance befell no ordinary man, but the very ruler, what had happened might be bruited abroad everywhere. And they brought her in unto Pharaoh Straightway the righteous man was reft of his wife, and she is brought in unto Pharaoh. Consider how great is the long-suffering of God: how He does not from the beginning, nor from the outset, display His own providence, but leaves all things to come to pass, and the woman to fall almost into the very jaws of the wild beast, and then makes His own power manifest to all. And they brought her into the house of Pharaoh. In what state at that time was the woman's mind? How was her reasoning troubled? How did the waves crest? How did she not suffer shipwreck, but remained like some unshaken rock, looking away towards the turn of the scale from above? Yet why do I speak of the woman? What sort of soul must the righteous man likely have had while she was being brought into the house of Pharaoh? And they dealt well with Abram for her sake. as with a brother, clearly. And he had sheep, and calves, and asses, and menservants, and maidservants, and camels, and mules. Yet did not these very things, which were given for luxury and homage, kindle so great a pyre within him? And how did they not burn up his mind and set his reasoning ablaze, as he reflected on the ground of the gifts? Have you seen the terrors coming almost to the very end? Have you seen how by human consequence no hope of redress at all was left? Have you seen how affairs had been despaired of according to human judgement? Have you seen how the woman fell into the very throat of the wild beast? See now here the ineffable loving-kindness of God, and be amazed at the surpassing greatness of His power! And God afflicted Pharaoh, he says, with great and sore afflictions, and his house, concerning Sarah, Abram's wife. What is, He afflicted? He exacted justice, he says, for the boldness and the wicked attempt. With great afflictions: not simply did He afflict the king, but With great afflictions. Since the boldness also was no ordinary one, nay, exceedingly great, on this account the punishment too was great. And his house, he says: not him alone, but And his house. And for what reason, when the king alone had sinned, do all those of his house also share in the punishment? Not without reason does this too take place, but so that through this also He may strike home at the king's madness. For he needed a sharper stroke, so that, terrified, he might hold aloof from the abomination. And where, they say, is this just, that on his account these men also be punished? Not on his account alone did they endure the punishment; rather, it was likely that they too had joined in acting and cooperated in the lawlessness that was about to take place. For you heard Scripture saying above that The princes of Pharaoh seeing her praised her, and brought her into the house of Pharaoh. Have you seen them doing the work of panders, out of favour towards the king, against the
Notes, col. 301

On the reading

Printed εις, for εἰς.

Printed οι, for οἱ.

Printed οι, for οἱ.

Printed εισήγαγον, for εἰσήγαγον.

Printed Φαραώ, for Φαραώ..

Printed εισήγαγον, for εἰσήγαγον.

Printed εισαγομένης, for εἰσαγομένης.

Printed οι, for οἱ.

Printed οι, for οἱ.

Printed εισήγαγον, for εἰσήγαγον.

PG 53:302Read from the page
δικαίου γυναῖκα. Διά τοι τοῦτο οὐκ αὐτὸς μόνος, ἀλλὰ καὶ οἱ προσήκοντες αὐτῷ πάντες τῆς τιμωρίας συμμετέχουσιν, ἵνα μάθωσιν ὅτι οὐκ εἰς ξένον ἁπλῶς τὴν παροινίαν ἐπεδείξαντο, οὐδὲ εἰς τὸν τυχόντα ἄνθρωπον, ἀλλ' εἰς ἄνδρα τὸν τῷ Θεῷ περισπούδαστον, καὶ τοσαύτης παρ' αὐτοῦ φροντίδος ἀξιούμενον. Διὰ τοῦτο οὖν τῇ πολλῇ σφοδρότητι τῆς τιμωρίας κατέσεισεν αὐτοῦ τὴν διάνοιαν, ἀπέστησεν αὐτὸν τῆς μιαρᾶς τόλμης, ἀνεχαίτισεν αὐτὸν τῆς ὁρμῆς τῆς ἀλογίστου, ἐπέσχεν αὐτοῦ τὴν ἀκόλαστον γνώμην, ἐπέδησεν αὐτοῦ τὴν ἐπιθυμίαν τὴν ἀκάθεκτον, τοῦ θυμοῦ τὴν μανίαν ἐχαλίνωσε.
wife of the righteous man? On this account, therefore, not he alone, but also all those belonging to him share together in the punishment, so that they may learn that they displayed their drunken outrage not merely against a stranger, nor against an ordinary man, but against a man deeply cherished by God and deemed worthy of such great care from Him. On this account, then, by the great vehemence of the punishment He shook his mind, turned him away from his foul daring, checked him back from his irrational impulse, restrained his licentious purpose, bound fast his ungovernable desire, and bridled the madness of his passion.
ζʹ. Διὰ τοῦτο λοιπὸν ὅρα αὐτὸν, μεθ' ὅσης ἐπιεικείας διαλέγεται ὁ βασιλεὺς, ὁ τύραννος τῷ ξένῳ, τῷ καθάπερ ἀλήτῃ περιιόντι, οὗ καὶ τὴν γυναῖκα ἀφελέσθαι ἐτόλμησε. Καὶ καλῶς εἶπεν, ὅτι Ἤτασε τὸν Φαραὼ καὶ τὸν οἶκον αὐτοῦ περὶ Σάρας τῆς γυναικὸς Ἄβραμ. Αἴσθησιν ἅμα τῇ τιμωρίᾳ λαμβάνει, ὅτι γυνὴ ἦν τοῦ δικαίου. Καὶ γὰρ καὶ εἰς τὸν οἶκον εἰσενεχθεῖσα τοῦ Φαραὼ, ἔμενε γυνὴ τοῦ δικαίου τυγχάνουσα. Καλέσας δὲ, φησὶ, Φαραὼ τὸν Ἄβραμ, εἶπεν αὐτῷ· Τί τοῦτο ἐποίησάς μοι; Ὅρα τὰ ῥήματα, οἷα ὁ βασιλεὺς προίεται. Τί τοῦτο ἐποίησάς μοι; φησίν. Ἐγώ σοι ἐποίησα, ὁ ξένος, ὁ μηδενὶ γνώριμος, ὁ διὰ λιμὸν παραγενόμενος, τῷ βασιλεῖ, τῷ τυράννῳ, τῷ κρατοῦντι τῆς Αἰγύπτου; Τί ἐποίησά σοι; Σὺ ἀφείλω μου τὴν γυναῖκα· καθάπερ ξένου ὑπερεῖδες, κατεφρόνησας, οὐδένα λόγον ἐποιήσω· ὅλως τῆς ἀκολάστου ἐπιθυμίας γέγονας, καὶ ἐβουλήθης εἰς ἔργον ἀγαγεῖν τά σοι δόξαντα. Τί οὖν ἐποίησά σοι; Μεγάλα μοι, φησὶν, ἐποίησας, καὶ δεινὰ εἰς ἐμὲ διεπράξω. Ὅρα πόση τῶν πραγμάτων ἡ μεταβολή· ὁ βασιλεὺς τῷ ἰδιώτῃ λέγει, Τί ἐποίησάς μοι; τὴν Θεόν μοι, φησὶν, ἐξεπολέμωσας, παρ' αὐτοῦ ὀργήν μοι ἐπήγαγες, τῇ τιμωρίᾳ ὑπεύθυνόν με κατέστησας, δίκην παρεσκεύασάς με δοῦναι μετὰ τοῦ οἴκου μου παντὸς τῶν εἰς σὲ τολμηθέντων. Τί τοῦτο ἐποίησάς μοι, ὅτι οὐκ ἀνήγγειλάς μοι, ὅτι γυνή σου ἐστί; Καὶ ἵνα τί εἶπας, ὅτι Ἀδελφή μου ἐστί; καὶ ἔλαβον αὐτὴν ἐμαυτῷ γυναῖκα. Ἐγὼ, φησὶν, ὡς ἀδελφήν σου ἐβουλόμην ἀγαγέσθαι. Καὶ πόθεν ἔμαθες ὅτι γυνή ἐστι τοῦ δικαίου; Ὁ τῆς παρανομίας ταύτης ἔκδικος, ἐκεῖνός μοι τοῦτο γνώριμον ἐποίησε. Τί οὖν ἐποίησάς μοι τοῦτο, καὶ οὐκ ἀπήγγειλάς μοι, ὅτι γυνή σου ἐστὶ, καὶ ἔλαβον αὐτὴν ἐμαυτῷ γυναῖκα, μέλλων ἐξαμαρτεῖν. Ὡς εἰς ἀδελφὴν σὴν συγγινόμενος τοῦτο ποιεῖν ἐπεχείρησα. Σκόπει πῶς τῆς τιμωρίας ἡ σφοδρότης κατέσεισεν αὐτοῦ τὸν λογισμὸν, ὡς καὶ ἀπολογεῖσθαι τῷ δικαίῳ, καὶ ἅπασαν περὶ αὐτὸν θεραπείαν ἐπιδείκνυσθαι. Καίτοι εἰ μὴ ἡ τοῦ Θεοῦ ῥοπὴ ἦν ἡ τὴν διάνοιαν αὐτοῦ μαλάξασα, καὶ εἰς φόβον αὐτὸν καταστήσασα, ἀκόλουθον ἦν καὶ εἰς πλείονα θυμὸν αὐτὸν ἐξενεχθῆναι, καὶ ὡς ἀπατήσαντα ἀμύνασθαι τὸν δίκαιον, καὶ δίκην εἰσπράξασθαι, καὶ εἰς τὸν περὶ τῶν ἐσχάτων κίνδυνον ἀγαγεῖν. Ἀλλ' οὐδὲν τούτων ἐποίησεν· ὁ γὰρ τῆς τιμωρίας φόβος κατέστελλεν αὐτοῦ τὴν φλεγμονὴν, καὶ ἑνὸς μόνου ἐγίνετο, τοῦ τὴν περὶ τὸν δίκαιον θεραπείαν ἐπιδείξασθαι. ᾔδει γὰρ λοιπὸν, ὅτι οὐχ οἷόν τε τὸν τυχόντα εἶναι ἄνδρα τὸν τοσαύτης ἀπολαύοντα τῆς ἄνωθεν εὐνοίας. Καὶ νῦν ἰδοὺ ἡ γυνή σου ἐνώπιόν σου· λαβὼν ἀπότρεχε. Νῦν, φησὶν, ἐπειδὴ ἔγνων ὅτι οὐκ ἀδελφή σού ἐστιν, ἀλλὰ γυνή σου, ἰδοὺ ἔχεις αὐτήν. Οὐδὲν γὰρ ἐλυμηνάμην τῆς συζυγίας τῆς ὑμετέρας, οὐδὲ ἀπεστέρησά σε τῆς γυναικός σου· ἀλλ' Ἰδοὺ ἡ γυνή σου ἐναντίον σου· λαβὼν αὐτὴν ἀπότρεχε. Ποία διάνοια δυνήσεται πρὸς ἀξίαν θαυμάσαι τὰ γεγενημένα; ἢ ποία γλῶττα ἐξειπεῖν ἰσχύσειε τὸ θαῦμα; Γυνὴ λάμπουσα τῇ ὥρᾳ ἀνδρὶ
7. On this account, then, see him—with how much gentleness the king, the tyrant, converses with the stranger, with him who goes about like a wanderer, whose wife also he dared to take away. And well did Scripture say, God afflicted Pharaoh and his house because of Sarah, Abram's wife. Along with the punishment he receives perception that she was the wife of the righteous man. For even after being brought into the house of Pharaoh, she remained the wife of the righteous man. And Pharaoh, it says, having called Abram, said to him: What is this you have done to me?. See the words, of what sort the king utters! What is this you have done to me? he says. Did I do this to you—I, the stranger, known to no one, arriving on account of famine—to the king, the tyrant, the ruler of Egypt? What did I do to you? You took away my wife; as though I were a stranger you overlooked me, despised me, took no account of me; you gave yourself wholly to licentious desire, and wished to carry into action what seemed good to you. What then did I do to you? Great things, he says, have you done to me, and terrible things have you wrought against me. See how great is the reversal of affairs: the king says to the private man, What have you done to me? You have made God my enemy, he says, you have brought wrath from Him upon me, you have rendered me liable to punishment, you have caused me to pay the penalty along with my whole house for the things dared against you. What is this you have done to me, that you did not tell me that she is your wife? And why did you say, She is my sister? so that I took her to myself for a wife. As your sister, he says, I wished to take her in marriage. And whence did you learn that she is the wife of the righteous man? The Avenger of this iniquity, He made this known to me. Why then did you do this to me, and did not report to me that she is your wife, and I took her to myself for a wife, being about to fall into sin? Supposing I was consorting with your sister, I attempted to do this. Observe how the vehemence of the punishment shook his reasoning, so that he even makes his defence to the righteous man, and displays every attentiveness towards him. And yet had it not been the inclination of God's power that softened his mind and set him in fear, it would have followed that he should be carried away into still greater wrath, and take vengeance on the righteous man as having deceived him, and exact punishment, and bring him into peril of his life. But he did none of these things; for the fear of punishment kept down his inflammation, and he was intent on one thing alone, to display attentiveness towards the righteous man. For he knew henceforth that a man enjoying such great benevolence from above could not be an ordinary man. And now behold, your wife is before you; take her and depart. Now, he says, since I have come to know that she is not your sister, but your wife, behold, you have her. For I have done no harm to your marriage bond, nor have I deprived you of your wife; but Behold, your wife is before you; take her and depart. What mind will be able worthily to marvel at what came to pass, or what tongue could have strength to tell forth the wonder? A woman shining in beauty, with a man
Notes, col. 302

On the reading

Printed τὴν Θεὸν, for τὸν Θεόν.

PG 53:303Read from the page
Αἰγυπτίῳ, καὶ βασιλεῖ, καὶ τυράννῳ, καὶ οὕτω μαινομένῳ, καὶ ἀκολάστως διακειμένῳ συγκατακλιθεῖσα ἀνέπαφος ἐξήει, τὴν οἰκείαν σωφροσύνην ἀκέραιον διατηρήσασα. Τοιαῦτα γὰρ, καθάπερ ἔφθην εἰπὼν, ἀεὶ τὰ παρὰ τοῦ Θεοῦ οἰκονομούμενα, θαυμαστὰ καὶ παράδοξα. Καὶ ὅταν παρὰ τῶν ἀνθρώπων ἀπογνωσθῇ τὰ πράγματα, τότε αὐτὸς δείκνυσιν αὐτοῦ τὴν ἄμαχον ἐν ἅπασι δύναμιν. Ὥσπερ γὰρ θαυμαστὸν ἦν καὶ παράδοξον, τὸν ἄνδρα τῶν ἐπιθυμιῶν ἰδεῖν ἐν μέσῳ τῶν θηρίων ἐκείνων κυκλούμενον, καὶ μηδὲν πάσχοντα, ἀλλὰ καθάπερ ὑπὸ προβάτων περιστοιχιζόμενον, οὕτως ἀτινῆ ἐκ τοῦ λάκκου ἀνιόντα, καὶ τοὺς τρεῖς παῖδας ἐν τῇ καμίνῳ, καθάπερ ἐν λειμῶνι καὶ παραδείσῳ διατρίβοντας, καὶ μηδὲν ὑπὸ τοῦ πυρὸς βλαπτομένους, ἀλλὰ καθάπερ ἀνδριάντας οὕτως ἐκεῖθεν ἐξελθόντας· τὸν αὐτὸν δὴ τρόπον θαυμάσαι ἄξιον καὶ τὸ νῦν γεγονὸς, ὅτι ἡ τοῦ δικαίου γυνὴ οὐδεμίαν ὕβριν ὑπομείνασα παρὰ τοῦ βασιλέως τοῦ Αἰγυπτίου, τοῦ τυράννου, τοῦ ἀκολάστου, ἐξήει σώα. Θεὸς γὰρ ἦν ὁ τὰ πάντα ἐργασάμενος, ὁ καὶ ἐν ἀπόροις πόρον διδοὺς, καὶ τὰ πράγματα ἐξ ἀπεγνωσμένων εἰς ἐλπίδα χρηστὴν ἄγειν ἀεὶ δυνάμενος. Καὶ νῦν ἰδοὺ ἡ γυνή σου ἐναντίον σου· λαβὼν ἀπότρεχε. Μὴ νομίσῃς, φησὶν, ἠδικῆσθαί σε παρ' ἡμῶν. Εἰ γὰρ καὶ ἐξ ἀγνοίας τὰ τῆς ἐπιχειρήσεως ἡμῖν γέγονεν, ἀλλ' ἰδοὺ νῦν ἔγνωμεν, οἷον ἔχεις προστάτην· καὶ ἡ ἀγανάκτησις ἡ καθ' ἡμῶν γενομένη ἐδίδαξεν ἡμᾶς, ὅσης ἀπολαύεις παρὰ τοῦ τῶν ἁπάντων Θεοῦ τῆς εὐνοίας. Λαβὼν οὖν τὴν γυναῖκά σου ἀπότρεχε. Φοβερὸς λοιπὸν ἦν αὐτοῖς ὁ δίκαιος, δι' ὃ καὶ μετὰ πολλῆς τῆς θεραπείας αὐτὸν προπέμψαι ἐπείγονται, διὰ τῶν εἰς αὐτὸν γινομένων τὸν αὐτοῦ Δεσπότην ἐξευμενιζόμενοι.
Egyptian by race, and a king, and a tyrant, and so maddened, and licentiously disposed, after being brought to lie under his roof, went forth untouched, having preserved her own chastity intact! For of such sort, just as I said before, are all things dispensed by God—marvellous and beyond expectation. And when affairs have been despaired of by men, then He Himself shows His invincible power in all things. For just as it was marvellous and beyond expectation to see the man of desires encircled in the midst of those wild beasts and suffering nothing, but as though surrounded by sheep coming up thus unharmed out of the den, and the three youths in the furnace, lingering as though in a meadow and a paradise, and harmed in no way by the fire, but coming forth thence like statues—in the very same way it is worthy to marvel also at what has now come to pass, that the wife of the righteous man, having endured no outrage from the Egyptian king, the tyrant, the licentious man, went forth safe and sound. For it was God Who wrought all things, Who gives a way even in wayless straits, and is ever able to lead affairs out of despair into good hope. And now behold, your wife is before you; take her and depart. Do not suppose, he says, that you have been wronged by us. For even if our attempt came about out of ignorance, yet behold, we have now come to know what sort of Protector you have; and the indignation that came upon us has taught us how great a benevolence you enjoy from the God of all. Take your wife, then, and depart. Formidable henceforth was the righteous man to them, on account of which also they hasten to send him on his way with great attentiveness, propitiating his Master through the things done towards him.
ηʹ. Εἶδες, ἀγαπητὲ, ὅσον ἐστὶν ὑπομονὴ καὶ καρτερία; Ἐνταῦθά μοι ἀναμιμνήσκου τῶν ῥημάτων ἐκείνων, ὧν, ὅτ' ἔμελλον πλησιάζειν τῇ Αἰγύπτῳ, ὁ πατριάρχης ἔλεγε· Γινώσκω ὅτι γυνὴ εὐπρόσωπος εἶ· ἔσται οὖν, ὡς ἂν ἴδωσί σε οἱ Αἰγύπτιοι, ἐμὲ ἀποκτενοῦσι, σὲ δὲ περιποιήσονται. Ἐκεῖνα τοίνυν ἐν διανοίᾳ λαβὼν σκόπει τὰ νῦν γινόμενα, καὶ θαύμαζε καὶ τοῦ δικαίου τὴν ὑπομονὴν, καὶ τοῦ φιλανθρώπου Θεοῦ τὴν δύναμιν, μεθ' ὅσης δόξης ἐπανελθεῖν παρασκευάζει τὸν δίκαιον, τὸν μετὰ τοσούτου φόβου καὶ δέους ἐλθόντα. Καὶ ἐνετείλατο, φησὶ, Φαραὼ ἀνδράσι περὶ Ἄβραμ, συμπροπέμψαι αὐτὸν καὶ τὴν γυναῖκα αὐτοῦ, καὶ πάντα ὅσα ἦν αὐτῷ, καὶ τὸν Λὼτ μετ' αὐτοῦ. Μετὰ περιφανείας λοιπὸν ἁπάσης ὁ δίκαιος ἐπάνεισι καὶ περιουσίας πολλῆς, καὶ γίνεται οὐ μόνον τῶν ἐν Αἰγύπτῳ διδάσκαλος διὰ τῶν συμβεβηκότων, ἀλλὰ καὶ τοῖς κατὰ τὴν ὁδὸν ἅπασι, καὶ τοῖς εἰς τὴν Παλαιστίνην οἰκοῦσιν. Οἱ γὰρ ἰδόντες αὐτὸν, ἡνίκα κατῄει διὰ τὴν τοῦ λιμοῦ ἀνάγκην, μετὰ φόβου καὶ τρόμου κατιόντα, καὶ νῦν πάλιν ἐν τοσαύτῃ περιφανείᾳ καὶ περιουσίᾳ καὶ πλούτῳ, ἐμάνθανον τῆς περὶ αὐτὸν τοῦ Θεοῦ προνοίας τὴν δύναμιν. Τίς εἶδέ ποτε; τίς ἤκουσεν; Ἀπῆλθε λιμοῦ παραμυθίαν εὕρασθαι· καὶ πλοῦτον περιβαλ[λ]όμενος καὶ δόξαν ἄφατον, οὕτως ἐπανέρχεται. Μὴ ξενισθῇς, ἀγαπητὲ, μηδὲ θαυμάσῃς ἐπὶ τῷ γεγονότι· μᾶλλον δὲ καὶ θαύμασον, καὶ ἐκπλάγηθι, καὶ δόξαζε τοῦ κοινοῦ πάντων ἡμῶν Δεσπότου τὴν δύναμιν. Καὶ ὅρα καὶ τοὺς τούτου ἀπογόνους, κατὰ τὸν αὐτὸν τρόπον κατιόντας μὲν εἰς Αἴγυπτον πάλιν διὰ τὴν ἀνάγκην τοῦ λιμοῦ, κἀκεῖθεν πάλιν, μετὰ πολλὴν δουλείαν καὶ ταλαιπωρίαν, μετ' εὐπορίας ἀνιόντας. Τοιοῦτον γὰρ εὐμήχανος ὁ Δεσπότης ὁ ἡμέτερος. Ὅταν συγχωρήσῃ κορυφωθῆναι τὰ δεινὰ, τότε πάλιν διασκεδάσας τὸν χειμῶνα, γαλήνην ἐργάζεται, καὶ πολλὴν τῶν πραγμάτων τὴν μεταβολὴν, διδάσκων
8. Did you see, beloved, how great a thing endurance and steadfastness are? Here recall to mind for me those words which, when they were about to draw near to Egypt, the patriarch spoke: I know that you are a fair-faced woman; it shall come to pass, then, that when the Egyptians see you, they will kill me, but keep you alive. Taking those words in mind, then, observe what now comes to pass, and marvel both at the endurance of the righteous man and at the power of the man-loving God, with how much glory He causes the righteous man to return, who had come with such great fear and dread. And Pharaoh, it says, gave orders to men concerning Abram, to escort him on his way, and his wife, and all that he had, and Lot with him. With all splendour, then, and great wealth the righteous man returns, and becomes a teacher through what had befallen him not only to those in Egypt, but also to all those along the way, and to those dwelling in Palestine. For those who had seen him, when he went down on account of the necessity of famine, going down with fear and trembling, and now again in such great splendour and abundance and wealth, learned the power of God's providence towards him. Who ever saw? who heard? He departed to find relief from famine; and having clothed himself with wealth and unspeakable glory, thus he returns! Be not startled as at something strange, beloved, nor marvel at what came to pass; or rather, do marvel, and be struck with awe, and glorify the power of the common Master of us all. And see his descendants also, in the very same manner going down indeed into Egypt again on account of the necessity of famine, and thence again, after long bondage and hardship, coming up with plenty. For to such a degree is our Master resourceful: whenever He permits terrible things to reach their peak, then again, having scattered the storm, He works calm, and a great reversal of affairs, teaching
Notes, col. 303

On the reading

Printed ἀτινῆ, for ἀσινῆ.

PG 53:304Read from the page
ἡμᾶς τῆς αὐτοῦ δυνάμεως τὸ μέγεθος. Ἀνέβη δὲ Ἄβραμ ἐξ Αἰγύπτου, αὐτὸς καὶ ἡ γυνὴ αὐτοῦ, καὶ πάντα τὰ αὐτοῦ, καὶ Λὼτ μετ' αὐτοῦ, εἰς τὴν ἔρημον. Εὐκαίρως ἄν τις ἁρμόσειε τῷ δικαίῳ τούτῳ ἐκεῖνα τὰ ῥήματα, ἅπερ ὁ μακάριος Δαυῒδ τοῖς ἀπὸ τῆς ἐν Βαβυλῶνι αἰχμαλωσίας ἐπανελθοῦσιν ἔλεγεν· Οἱ σπείροντες ἐν δάκρυσιν, ἐν ἀγαλλιάσει θεριοῦσι. Πορευόμενοι ἐπορεύοντο, καὶ ἔκλαιον βάλλοντες τὰ σπέρματα αὐτῶν. Ἐρχόμενοι δὲ ἥξουσιν ἐν ἀγαλλιάσει, αἴροντες τὰ δράγματα αὐτῶν. Εἶδες κάθοδον ἀγῶνος καὶ δέους πεπληρωμένην, καὶ περὶ αὐτοῦ τοῦ θανάτου τὸν φόβον ἔχουσαν ἐπικείμενον; Ὅρα πάλιν ἄνοδον περιφανείας πολλῆς γέμουσαν καὶ λαμπρότητος. Πᾶσι γὰρ λοιπὸν αἰδέσιμος ἦν ὁ δίκαιος, καὶ τοῖς ἐν Αἰγύπτῳ, καὶ τοῖς ἐν Παλαιστίνῃ. Τίς γὰρ οὐκ ἂν ᾐδέσθη τὸν οὕτως ὑπὸ τοῦ Θεοῦ φρουρούμενον, καὶ τοσαύτης ἀξιούμενον προνοίας; Οὐδένα γὰρ ἴσως ἔλαθε τὰ εἰς τὸν βασιλέα γεγονότα, καὶ τὸν οἶκον αὐτοῦ. Πάντα γὰρ διὰ τοῦτο συνεχωρήθη, καὶ διὰ τοῦτο μέχρι τοσούτου προῆλθε τὰ τῶν πειρασμῶν τῷ δικαίῳ, ἵνα καὶ αὐτοῦ ἡ ὑπομονὴ λαμπροτέρα γένηται, καὶ τὰ παρ' αὐτοῦ εἰς ἅπασαν ἐξενεχθῇ τὴν οἰκουμένην, καὶ μηδεὶς ἀνήκοος γένηται τῆς ἀρετῆς τοῦ δικαίου.
us the greatness of His power. And Abram went up out of Egypt, he and his wife, and all that was his, and Lot with him, into the wilderness. Seasonably might one fit to this righteous man those words which the blessed David spoke to those returning from the captivity in Babylon: Those who sow in tears shall reap in exultation. Going on their way they went and wept, casting their seeds; but coming they shall come in exultation, bearing their sheaves. Did you see a descent filled with anguish and dread, and having fear for death itself hanging over it? See again an ascent teeming with great splendour and brilliance! For to all men henceforth was the righteous man venerable, both to those in Egypt and to those in Palestine. For who would not have revered one so guarded by God and deemed worthy of such great providence? For doubtless the things that had befallen the king and his house escaped no one's notice. For all things were permitted on this account, and on this account did the trials advance so far for the righteous man, so that both his endurance might become brighter and his deeds might be carried forth to the whole inhabited world, and no one might remain uninformed of the virtue of the righteous man.
θʹ. Εἴδετε, ἀγαπητοὶ, ὅσον τῶν πειρασμῶν τὸ κέρδος; εἴδετε ὅση τῆς ὑπομονῆς ἡ ἀμοιβή; εἴδετε καὶ ἄνδρα, καὶ γυναῖκα, καὶ γέροντα, καὶ προβεβηκυῖαν, ὅσην ἐπεδείξαντο τὴν φιλοσοφίαν, ὅσην τὴν ἀνδρείαν, ὅσην τὴν περὶ ἀλλήλους φιλοστοργίαν, ὅσην τῆς ἀγάπης τὸν σύνδεσμον; Τοῦτον ἅπαντες μιμησώμεθα, καὶ μηδέποτε ἀσχάλλωμεν, μηδὲ νομίζωμεν ἐγκαταλείψεως εἶναι τοῦ Θεοῦ καὶ τοῦ περιορᾶσθαι τεκμήριον τὴν τῶν πειρασμῶν ἐπαγωγὴν, ἀλλὰ τοῦτο μέγιστον ποιώμεθα μᾶλλον δεῖγμα τῆς περὶ ἡμᾶς τοῦ Θεοῦ κηδεμονίας. Ἄν τε γὰρ ἁμαρτημάτων ἔχωμεν ἐπικείμενα ἡμῖν φορτία, δυνησόμεθα, πολλὴν τὴν ὑπομονὴν καὶ τὴν εὐχαριστίαν ἐπιδειξάμενοι, κουφότερα ταῦτα ἐργάσασθαι· ἄν τε μὴ πολλὰ ἔχωμεν ἁμαρτήματα, πάλιν καὶ οὕτω πλείονος ἀπολαύσομεν τῆς ἄνωθεν εὐνοίας, εἰ εὐχαρίστως ἐνέγκοιμεν. Φιλότιμος γὰρ ὢν ὁ Δεσπότης ὁ ἡμέτερος, καὶ τῆς ἡμετέρας κηδόμενος σωτηρίας, διὰ τοῦτο καθάπερ γυμνάσιόν τι καὶ ἀγῶνας προτίθησιν ἡμῖν ἀντὶ σκαμμάτων πολλάκις τὴν τῶν πειρασμῶν ἐπαγωγὴν, ἵνα τὰ παρ' ἑαυτῶν καὶ ἡμεῖς ἐπιδειξάμενοι, δαψιλοῦς ἀπολαύσωμεν τῆς παρ' αὐτοῦ προνοίας. Ὅπερ εἰδότες μὴ ναρκῶμεν ἐν τοῖς πειρασμοῖς, μηδὲ δυσχεραίνωμεν ἐν ταῖς θλίψεσιν, ἀλλὰ καὶ χαίρωμεν, κατὰ τὸν μακάριον Παῦλον· Νῦν γὰρ, φησὶ, χαίρω ἐν ταῖς θλίψεσί μου. Εἶδες ψυχὴν εὐγνώμονα; Εἰ γὰρ ἐν ταῖς θλίψεσιν ἔχαιρε, πότε ἠδύνατο οὕτως ἐν λύπῃ γενέσθαι; Εἰ τὰ ἐπὶ τῶν ἄλλων λυποῦντα ἐκείνῳ εὐφροσύνης ὑπόθεσιν ἔτικτεν, ἐννόει μοι τῆς ψυχῆς αὐτοῦ τὴν κατάστασιν. Καὶ ἵνα μάθῃς ὅτι οὐχ οἷόν τε ἑτέρως τῶν ἐπηγγελμένων ἡμῖν ἀγαθῶν ἐπιτυχεῖν, καὶ τῆς τῶν οὐρανῶν βασιλείας ἀξιωθῆναι, εἰ μὴ διὰ θλίψεως ὁδεύσαιμεν τὸν παρόντα βίον, ἄκουε τῶν ἀποστόλων λεγόντων πρὸς τοὺς ἄρτι τῇ πίστει προσιόντας· Καὶ μαθητεύσαντες, φησὶν, ἱκανοὺς, ὑπέστρεψαν εἰς Λύστραν, καὶ Ἰκόνιον, καὶ Ἀντιόχειαν, ἐπιστηρίζοντες τὰς ψυχὰς τῶν μαθητῶν, καὶ παρακαλοῦντες ἐμμένειν τῇ πίστει, καὶ ὅτι διὰ πολλῶν θλίψεων δεῖ ἡμᾶς εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Ποία οὖν ἀπολογία ἔσται ἡμῖν, μὴ βουλομένοις γενναίως καὶ ἀνδρείως καὶ εὐχαρίστως πάντα φέρειν τὰ ἐπαγόμενα, ὅταν ἴδωμεν, ὅτι οὐδὲ δυνατὸν ἑτέρως ἡμᾶς τῆς σωτηρίας ἐπιτυχεῖν, μὴ ταύτην ἐδεύσαντας τὴν ὁδόν; Ὅτι γὰρ οὐδὲν ξένον καὶ καινὸν οὐδεὶς
9. Did you see, beloved, how great is the profit of trials? Did you see how great is the reward of endurance? Did you see both husband and wife, both old man and woman advanced in years, how great a wisdom of life they displayed, how great a courage, how great a tender affection for one another, how great a bond of love? Let us all imitate him, and never chafe, nor suppose the bringing on of trials to be a token of God's abandonment and of being overlooked, but rather let us reckon this the greatest proof of God's care for us. For whether we have burdens of sins lying upon us, we shall be able, by displaying great endurance and thanksgiving, to render them lighter; or whether we do not have many sins, again even so we shall enjoy greater benevolence from above, if we bear things thankfully. For since our Master is munificent and cares for our salvation, on this account, as a kind of training-ground and contests, He often sets before us the bringing on of trials in place of the wrestling-pits, so that once we too have displayed what lies on our own part, we may enjoy His bountiful providence. Knowing this, let us not grow numb in trials, nor be vexed in afflictions, but let us even rejoice, according to the blessed Paul: For now, he says, I rejoice in my afflictions. Did you see a grateful soul? For if he rejoiced in afflictions, when could he thus come to be in grief? If the things that grieve others brought forth for him matter for gladness, consider, I pray, the state of his soul. And so that you may learn that it is not possible otherwise to obtain the good things promised to us and to be deemed worthy of the kingdom of heaven, unless we travel this present life through affliction, hear the apostles saying to those newly approaching the faith: And having made many disciples, it says, they returned to Lystra, and Iconium, and Antioch, strengthening the souls of the disciples, and exhorting them to abide in the faith, and saying that through many afflictions we must enter into the kingdom of heaven. What defence, then, shall we have if we are unwilling nobly and manfully and thankfully to bear all things brought upon us, when we see that it is not even possible otherwise for us to obtain salvation without having travelled this road? For that none
Notes, col. 304

On the reading

Printed ἐδεύσαντας, for ὁδεύσαντας.