Migne Reading Room

PG 53 · cols. 267–272 · Read from the page

In Genesin Homilia XXIX (ΟΜΙΛΙΑ ΚΘʹ; Gen. 9:20–29)

In Genesin Homilia XXIX (ΟΜΙΛΙΑ ΚΘʹ; Gen. 9:20–29)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 53:267Read from the page
ἀπόνοιαν ἤλειψας· καὶ οὐ τοῦτο μόνον, ἀλλ' ὅτι καὶ βλασφημεῖσθαι τὸν Θεὸν παρεσκεύασας. Τοῦτο δὲ ὅσην προξενεῖ τὴν κόλασιν τοῖς τὴν αἰτίαν παρέχουσιν, οὐδεὶς ἀγνοεῖ. Φύγωμεν τοίνυν, παρακαλῶ, τοῦ Χὰμ τὸν ζῆλον, μιμησώμεθα δὲ τῶν εὐγνωμόνων τούτων παίδων τὴν αἰδῶ, ἣν περὶ τὴν γύμνωσιν τοῦ πατρὸς ἐπεδείξαντο· καὶ οὕτω τὰ τῶν ἀδελφῶν συσκιάζωμεν ἁμαρτήματα, οὐχ ἵνα εἰς ῥᾳθυμίαν αὐτοὺς παιδοτριβήσωμεν, ἀλλ' ἵνα ταύτῃ μάλιστα πλείονα αὐτοῖς ἀφορμὴν παράσχωμεν τοῦ ταχέως τῆς λύμης ἐκείνης ἀπαλλαγῆναι, καὶ πρὸς τὸν τῆς ἀρετῆς δρόμον ἐπανελθεῖν. Ὥσπερ γὰρ τὸ μὴ πολλοὺς ἔχειν μάρτυρας τῶν οἰκείων πλημμελημάτων εὐκολωτέραν κατασκευάζει τῷ νήφοντι τὴν ἐπάνοδον· οὕτως, ἐπειδὰν ἀπερυθριάσῃ ψυχὴ, καὶ ἴδῃ ὅτι οὐδένα λέληθε τὰ πονηρὰ διαπραττομένη, οὐκ εὐκόλως ἀποστῆναι ἀνέχεται, ἀλλὰ καθάπερ εἰς ὕλην τινὰ καὶ βυθὸν ἐμπεσοῦσα, καὶ ὑπὸ μυρίων κυμάτων κάτω παρελκομένη δυσκόλως ἀνανεῦσαι δυνήσεται, εἰς ἀπόγνωσιν λοιπὸν ἐμπεσοῦσα καὶ πρὸς τὴν ἐπάνοδον ἀπαγορεύουσα.
slothful arrogance have you anointed them; and not this only, but you have also prepared the way for God to be blasphemed. And how great a punishment this procures for those who furnish the cause, no one is ignorant. Let us flee, therefore, I beseech you, the zeal of Ham, and let us imitate the modesty of these dutiful sons, which they displayed regarding their father's nakedness; and let us thus shade over the sins of our brethren, not so that we may train them unto sloth, but so that in this very way above all we may afford them greater opportunity to be speedily freed from that bane and to return to the course of virtue. For just as not having many witnesses of one's own transgressions renders the return easier for the wakeful man, so whenever a soul has cast off shame and sees that it has escaped no one's notice in committing evil things, it does not easily endure to depart from them, but having fallen as it were into some mire and abyss, and dragged down below by countless waves, it will scarcely be able to rise up again, having now fallen into despair and renouncing its return.
εʹ. Διὰ τοῦτο, παρακαλῶ, μήτε ἐκπομπεύωμεν τὰ τῶν πλησίον σφάλματα, καὶ ἐπειδὰν παρ' ἑτέρων ταῦτα μάθωμεν, μὴ ἐπειγώμεθα ὥστε τὴν γύμνωσιν ἰδεῖν· ἀλλὰ καθάπερ οὗτοι οἱ εὐγνώμονες παῖδες, συγκαλύπτωμεν, συσκιάζωμεν, τῇ παραινέσει, ταῖς συμβουλαῖς καταπεπτωκυῖαν τὴν ψυχὴν ἀνορθοῦν σπουδάζωμεν, τῆς φιλανθρωπίας τοῦ Θεοῦ τὸ μέγεθος διδάσκοντες, τῆς ἀγαθότητος αὐτοῦ τὴν ὑπερβολὴν, τῆς εὐσπλαγχνίας τὸ ἄμετρον, ἵνα μείζονος, ἤπερ οὗτοι, εὐλογίας ἀπολαύσωμεν παρὰ τοῦ τῶν ὅλων Θεοῦ, τοῦ βουλομένου Πάντας ἀνθρώπους σωθῆναι, καὶ εις ἐπίγνωσιν ἀληθείας ἐλθεῖν, τοῦ μὴ βουλομένου Τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι καὶ ζῆν αὐτόν. Καὶ τὴν γύμνωσιν, φησὶ, τοῦ πατρὸς αὐτῶν οὐκ εἶδον. Ὅρα πῶς ἄνωθεν καὶ ἐξ ἀρχῆς ταῦτα ἐν τῷ νόμῳ τῷ γραπτῷ πρὸς διδασκαλίαν τοῦ τῶν ἀνθρώπων γένους νενομοθετημένα προλαβόντες ἀπὸ τοῦ ἐν τῇ φύσει κειμένου νόμου ἐπλήρουν, καὶ ὅπερ ὁ νόμος ἔλεγε· Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου, ἵνα εὖ σοι γένηται; καὶ, Ὁ κακολογῶν πατέρα ἢ μητέρα, θανάτῳ τελευτάτω· τοῦτο ἤδη διὰ τῶν ἔργων ἐπληροῦτο. Εἶδες πῶς προλαβοῦσα ἡ φύσις ἀρκοῦσαν εἶχε διδασκαλίαν;
5. On this account, I beseech you, let us neither parade abroad the slips of our neighbours, nor whenever we learn these things from others let us hasten so as to see the nakedness; rather, just like these dutiful sons, let us cover up, let us shade over, let us be zealous by exhortation and by counsels to raise up the fallen soul, teaching the magnitude of God's loving-kindness, the excess of His goodness, the boundlessness of His compassion, so that we may enjoy a greater blessing than these sons from the God of all, Who wishes all human beings to be saved and to come to the full knowledge of truth, Who does not wish the death of the sinner, so much as that he turn back and live. And they did not see, it says, the nakedness of their father. Behold how from above and from the beginning, anticipating from the law implanted in nature these things that were ordained in the written law for the instruction of the human race, they were fulfilling them; and what the law used to say: Honour your father and your mother, that it may be well with you? and: He who speaks evil of father or mother, let him surely die—this was already being fulfilled through their deeds. Did you see how nature in advance possessed sufficient instruction?
Ἐξένηψε δὲ, φησὶ, Νῶε ἀπὸ τοῦ οἴνου, καὶ ἔγνω ὅσα ἐποίησεν αὐτῷ ὁ υἱὸς αὐτοῦ ὁ νεώτερος. Ἐξένηψε δὲ, φησίν. Ἀκουέτωσαν οἱ ἐν τοῖς συμποσίοις διημερεύοντες τοῦ ὀλίσθου τὸ μέγεθος, καὶ φυγέτωσαν τὴν ἐκ τῆς μέθης λύμην. Ἐξένηψε δὲ, φησίν. Τί ἐστιν, Ἐξένηψεν; Ὅπερ ἡμῖν ἔθος περὶ τῶν μεμηνότων λέγειν, ἐπειδὰν ἐν ἐκστάσει γένωνται, ὅτι ὁ δεῖνα ἐξένηψεν ἀπὸ τοῦ δαίμονος, καὶ ἀπηλλάγη τῆς ἐκείνου τυραννίδος· τοῦτο καὶ ἐνταῦθα ἔφησεν ἡ Γραφή. Ἀληθῶς γὰρ ἡ μέθη αὐθαίρετός ἐστι δαίμων, καὶ χαλεπώτερον ἐκείνου σκοτοῖ τὸν λογισμὸν, καὶ πάσης εὐγνωμοσύνης ἀποστερεῖ τὸν ἁλόντα. Τὸν μὲν γὰρ δαιμονιῶντα πολλάκις ὁρῶντες καὶ ἐλεοῦμεν, καὶ συναλγοῦμεν, καὶ πολλὴν περὶ αὐτὸν τὴν συμπάθειαν ἐπιδεικνύμεθα· ἐπὶ δὲ τοῦ μεθύσου τὸ ἐναντίον ἐργαζόμεθα· ἀγανακτοῦμεν, δυσχεραίνομεν, μυρία ἐπαρώμεθα. Τίνος ἕνεκεν καὶ διὰ τί; Ὅτι ἐκεῖνος μὲν ὑπὸ τοῦ πονηροῦ δαίμονος ἐλαυνό-
And Noah awoke sober, it says, from the wine, and knew all that his younger son had done to him. And he awoke sober, it says. Let those who pass the whole day in banquets hear the magnitude of the slip, and let them flee the bane of drunkenness. And he awoke sober, it says. What is He awoke sober? Just what we are accustomed to say concerning madmen whenever they fall into a frenzy—that such-and-such a man has awoken sober from the demon and been freed from its tyranny—this Scripture has spoken here also. For truly drunkenness is a self-chosen demon, and darkens the reasoning more grievously than that demon, and deprives him who is caught by it of all right feeling. For when we see the demoniac, we often pity him, and grieve with him, and display great fellow-feeling towards him; whereas in the case of the drunkard we do the opposite: we are indignant, we are vexed, we imprecate countless curses. For what reason and why? Because that man, driven by the evil demon—
Notes, col. 267

On the reading

Printed εις, for εἰς.

PG 53:268Read from the page
μενος, ἄκων διαπράττεται ἅπερ ἂν διαπράξηται· κἂν λακτίσῃ, κἂν διαρρήξῃ χιτωνίσκον, κἂν αἰσχρά τινα φθέγξηται, συγγνώμης ἀξιοῦται· ὁ δὲ μεθύων, καὶ ὅπερ ἂν ἐπιδείξηται, οὐκ ἂν ἔσται συγγνώμης ἄξιος, ἀλλὰ καὶ οἰκείους, καὶ φίλους, καὶ γείτονας, καὶ πάντας ἔχει σφοδροὺς κατηγόρους, ἐπειδὴ οἴκοθεν ἀπὸ προαιρέσεως τὴν κακίαν μετελήλυθε, καὶ τῇ τυραννίδι τῆς μέθης ἑαυτὸν ἐξέδωκε. Καὶ ταῦτα λέγω, οὐχ ἵνα τοῦ δικαίου κατηγορήσω· πηλλὰ γὰρ ἦν τὰ τὴν συγγνώμην αὐτῷ παρέχοντα· καὶ μετὰ τῶν ἄλλων ἁπάντων τὸ μηκέτι τηῖς αὐτοῖς περιπεσεῖν, ὅπερ μέγιστον ἂν εἴη δεῖγμα καὶ τοῦ προτέρου ἁμαρτήματος, ὅτι ἐξ ἀγνοίας, ἀλλ' οὐχ ὑπὸ ῥᾳθυμίας τοῦτο ὑπέμεινεν. Εἰ γὰρ ἀπὸ ῥᾳθυμίας τοῦτο ὑπέμεινεν, ἐχρῆν ἄρα καὶ πάλιν αὐτὸν ἁλῶναι τῷ πάθει· ἀλλ' οὐκέτι τοῦτο πέπονθεν. Εἰ γὰρ καὶ πάλιν τὸ αὐτὸ ὑπέμεινεν, οὐκ ἂν ἡ Γραφὴ παρεσιώπησεν, ἀλλ' ἐγνώρισεν ἂν ἡμῖν. Εἷς γάρ ἐστι σκοπὸς καὶ εἷς ὅρος τῆς θείας Γραφῆς, τὸ μηδὲν παραλιπεῖν τῶν γεγονότων, ἀλλὰ μετὰ ἀληθείας ἡμᾶς διδάσκειν. Οὔτε γὰρ φθόνῳ τινὶ τὰς ἀρετὰς τῶν δικαίων παρατρέχει, οὔτε χάριτι πάλιν τὰ ἁμαρτήματα συσκιάζει, ἀλλ' ἅπαντα εἰς μέσον ἡμῖν προτίθησιν, ἵν' ὑπογραμμόν τινα καὶ διδασκαλίαν ἔχωμεν, καὶ ἐπειδὰν καὶ ἡμεῖς διὰ ῥᾳθυμίαν ἁλῶμέν τινι πταίσματι, ἀσφαλιζώμεθα μὴ πάλιν τῷ αὐτῷ περιπεσεῖν. Οὐ γὰρ οὕτω τὸ ἁμαρτεῖν χαλεπὸν, ὡς τῷ ἁμαρτήματι ἐπιμένειν. Μὴ τοίνυν τοῦτο ἴδῃς ὅτι ἐμεθύσθη ὁ δίκαιος, ἀλλ' ὅτι οὐκ ἔτι τοῦτο πέπονθεν. Ἀλλ' ἐννόει μοι τοὺς καθ' ἑκάστην ἡμέραν ἐν ταῖς οἰνοφλυγίαις καταδαπανωμένους, καὶ ἐφ' ἑκάστης σχεδὸν εἰπεῖν ἀποθνήσκοντας· καὶ ἐπειδὰν εἰς αἴσθησιν ἔλθωσιν, οὐδὲ οὕτω φεύγοντας τὴν ἐκεῖθεν λύμην, ἀλλ' ὡς ἔργον τι τοῦτο καὶ ἀνδρείαν μεταδιώκοντας. Πάλιν δὲ κἀκεῖνο ἄν τις ἐννοήσειεν, ὅτι δίκαιος οὗτος, εἰ καὶ ὑπὸ ἀπειρίας καὶ τοῦ μὴ εἰδέναι τὰ μέτρα τῆς μεταλήψεως πιὼν ἐμεθύσθη, ἀλλ' ὅμως δίκαιος ὢν καὶ πολλὰ ἔχων κατορθώματα, συσκιάζειν ἠδύνατο τὸ συμβὰν ἁμάρτημα· ἡμεῖς δὲ ὅταν καὶ ὑφ' ἑτέρων μυρίων ὦμεν πολιορκούμενοι παθῶν, καὶ μετ' ἐκείνων καὶ ὑπὸ τῆς μέθης ἑαυτοὺς καταβαπτίζωμεν, ποίαν ἕξομεν παραμυθίαν, εἰπέ μοι; τίς δὲ ἡμᾶς ἀξιώσει συγγνώμης οὐδὲ ὑπὸ τῆς πείρας αὐτῆς σωφρονιζομένους; Ἐξένηψε δὲ, φησὶ, Νῶε ἀπὸ τοῦ οἴνου, καὶ ἔγνω ὅσα ἐποίησεν αὐτῷ ὁ υἱὸς αὐτοῦ ὁ νεώτερος. Πόθεν ἔγνω; Ἴσως οἱ ἀδελφοὶ ἐγνώρισαν, οὐχὶ τὸν ἀδελφὸν διαβαλεῖν βουλόμενοι, ἀλλὰ τὸ πρᾶγμα ὡς ἐγένετο διδάσκοντες, ἵνα κατάλληλον ἐκεῖνος τῷ τραύματι τὴν βοήθειαν δέξηται. Καὶ ἔγνω, φησὶ, Νῶε ὅσα ἐποίησεν αὐτῷ ὁ υἱὸς αὐτοῦ ὁ νεώτερος. Τί ἐστιν, Ὅσα ἐποίησεν; Ἀντὶ τοῦ, μέγα καὶ ἀφόρητον. Ἐννόησον γὰρ ὅτι ἔσω ἐν τῇ οἰκίᾳ θεασάμενος τὴν ἀσχημοσύνην, δέον συγκαλύψαι, ὁ δὲ ἐξελθὼν ἐξεπόμπευσε, καὶ εἰς κωμῳδίαν καὶ εἰς χλευασίαν τὸν πατέρα, ὅσον τὸ ἑαυτῷ ἧκον, ἐνέβαλε, καὶ ἐβούλετο καὶ τοὺς ἀδελφοὺς κοινωνοὺς λαβεῖν τῆς μοχθηρᾶς προαιρέσεως· καὶ δέον μέλλοντα ἀπαγγέλλειν κἂν ἔσω ἐπὶ τῆς οἰκίας αὐτοὺς καλέσαι, καὶ οὕτως ἐξειπεῖν τὴν γύμνωσιν, ὁ δὲ ἐξῆλθεν ἔξω, ἐξεῖπε τὴν γύμνωσιν· ὡς εἰ καὶ πλῆθος ἑτέρων παρῆν, κἀκείνους μάρτυρας ἂν ἐποιήσατο τῆς ἀσχημοσύνης τοῦ πατρός. Διὰ τοῦτό φησιν, Ὅσα ἐποίησε· τουτέστι, τὴν ὕβριν εἰς τὸν πατέρα ἐπεδείξατο, ἐπελάθετο τῆς ὀφειλομένης τιμῆς παρὰ τῶν παίδων γίνεσθαι εἰς τοὺς γεγεννηκότας, ἐξεπόμπευσε τὰ ἁμαρτήματα, τοὺς ἀδελφοὺς ἠθέλησεν ὑποσῦραι, καὶ κοινωνοὺς λαβεῖν τῆς ὕβρεως. Ὅσα ἐποίησεν αὐτῷ, φησὶν, ὁ υἱὸς αὐτοῦ ὁ νεώτερος. Καὶ μὴν οὐχ οὗτος ἦν ὁ νεώτερος· δεύτερος γὰρ ἦν, καὶ πρότερος τοῦ Ἰάφεθ· ἀλλ' εἰ καὶ τὴν ἡλικίαν ἦν πρότε-
unwillingly accomplishes whatever he may accomplish: even if he kicks, even if he rends his tunic, even if he utters some shameful words, he is deemed worthy of pardon; whereas the drunkard, whatever he may display, will not be worthy of pardon, but has householders, and friends, and neighbours, and all men as vehement accusers, since from within, out of his own choice, he has pursued wickedness and surrendered himself to the tyranny of drunkenness. And I say these things not in order to accuse the righteous man; for many were the things affording him pardon—and along with all the rest, his never again falling into the same faults, which would be the greatest proof concerning his former sin as well, that he suffered this out of ignorance, and not from sloth. For if he had suffered this from sloth, he must needs then have been caught again by the passion; yet he never suffered this again. For had he suffered the same thing again, Scripture would not have passed it over in silence, but would have made it known to us. For there is one aim and one rule of divine Scripture: to pass by nothing of what came to pass, but with truth to teach us. For neither out of any envy does it run past the virtues of the righteous, nor again out of favour does it shade over their sins, but sets all things forth into the midst for us, that we may have a pattern and teaching, and whenever we too through sloth are caught in some stumbling, we may guard ourselves against falling again into the same. For to sin is not so grievous as to persist in the sin. Look not, therefore, at this—that the righteous man became drunk—but that he never suffered this again. Nay, consider with me those who each day waste themselves away in bouts of wine-bibbing, and on each occasion, one might almost say, die; and once they come to their senses, not even so do they flee the bane thence, but pursue this like some achievement and manliness. And again one might consider that point too: that this man was righteous, and even if through inexperience and not knowing the measures of partaking he drank and became drunk, yet, being righteous and having many right deeds, he was able to shade over the sin that befell; whereas we, when we are besieged by ten thousand other passions as well, and along with them plunge ourselves beneath drunkenness too, what consolation shall we have, tell me? And who will deem us worthy of pardon when we are not chastened even by experience itself? And Noah awoke from the wine, it says, and knew all that his younger son had done to him. Whence did he know? Perhaps the brothers made it known, not wishing to traduce their brother, but teaching the matter as it came to pass, so that that man might receive help suited to his wound. And Noah knew, it says, all that his younger son had done to him. What is 'All that he had done'? In place of saying, something great and unbearable. For consider that after beholding the unseemliness within in the house, when he ought to have covered it over, he went forth and paraded it abroad, and cast his father, so far as lay in him, into lampooning and jeering, and wished to take his brothers too as partners in his depraved choice; and when, if he was about to report it, he ought at least to have called them within into the house and thus told out the nakedness, he went forth outside and told out the nakedness—so that had a multitude of others been present as well, he would have made them too witnesses of his father's unseemliness. On this account it says, All that he had done: that is, he displayed insolence towards his father, he forgot the honour due from children to those who begot them, he paraded his sins abroad, he wished to inveigle his brothers and take them as partners in his insolence. All that his younger son had done to him, it says. And yet this one was not the younger; for he was second, and elder than Japheth; yet even if in age he was elder
Notes, col. 268

On the reading

Printed πηλλὰ, for πολλὰ.

Printed τηῖς, for τοῖς.

PG 53:269Read from the page
ρος ἐκείνου, ἀλλὰ τῇ γνώμῃ νεώτερος, καὶ ἡ προπέτεια αὐτὸν ἐξέβαλεν. Ἐπειδὴ γὰρ οὐκ ἐβούλετο εἴσω τῶν οἰκείων ὅρων μεῖναι, ἀπώλεσε τὴν παρὰ τῆς φύσεως αὐτῷ δεδομένην τιμήν· καὶ ὥσπερ οὗτος, ὅπερ εἶχεν ἀπὸ τῆς φύσεως, προύδωκε τῇ μοχθηρίᾳ τῆς προαιρέσεως, οὕτως ὁ Ἰάφεθ, ὅπερ οὐκ εἶχεν ἀπὸ τῆς φύσεως, τοῦτο προσέλαβεν ἀπὸ τῆς ὑγιοῦς γνώμης.
than that one, yet in purpose he was younger, and his headstrong rashness cast him out. For since he was unwilling to remain within his own bounds, he lost the honour given to him by nature; and just as this man betrayed by the depravity of his choice what he had from nature, so Japheth gained in addition from his sound purpose what he did not have from nature.
ϛʹ. Εἶδες πῶς οὐδὲν ἁπλῶς οὐδὲ ὡς ἔτυχέν ἐστιν εὑρεῖν κείμενον ἐν τῇ θείᾳ Γραφῇ; Ὅσα ἐποίησεν αὐτῷ, φησὶν, ὁ υἱὸς αὐτοῦ ὁ νεώτερος. Καὶ εἶπεν· Ἐπικατάρατος Χαναὰν παῖς, οἰκέτης ἔσται τοῖς ἀδελφοῖς αὐτοῦ. Ἰδοὺ ἐφθάσαμεν εἰς τὸ ζήτημα τὸ πανταχοῦ περιφερόμενον. Πολλῶν γάρ ἐστιν ἀκοῦσαι λεγόντων· τίνος ἕνεκεν, τοῦ πατρὸς ἡμαρτηκότος, καὶ τὴν γύμνωσιν ἐξαγγείλαντος, ὁ παῖς τὴν κατάραν δέχεται; Διὸ, παρακαλῶ, μετὰ ἀκριβείας ἀκούσατε, καὶ δέχεσθε τὴν τούτου λύσιν. Ἐκεῖνα γὰρ ἐροῦμεν ἅπερ ἂν ἡ θεία χάρις παρασχῇ διὰ τὴν ὑμετέραν ὠφέλειαν. Καὶ εἶπεν· Ἐπικατάρατος Χαναὰν παῖς, οἰκέτης ἔσται τοῖς ἀδελφοῖς αὐτοῦ. Οὐχ ἁπλῶς οὐδὲ εἰκῆ τοῦ παιδὸς ἐμνημόνευσεν, ἀλλὰ διά τινα λόγον ἐγκεκρυμμένον. Βουλόμενος γὰρ ὁμοῦ καὶ καθάψασθαι αὐτοῦ διὰ τὸ πλημμεληθὲν, καὶ τὴν ὕβριν, ἣν εἰς αὐτὸν ἐπεδείξατο, καὶ μήτε τῇ παρὰ τοῦ Θεοῦ ἤδη γεγενημένῃ εὐλογίᾳ λυμήνασθαι· Εὐλόγησε γὰρ, φησὶν, ὁ Θεὸς τὸν Νῶε ἡνίκα ἐξῆλθεν ἐκ τῆς κιβωτοῦ, καὶ τοὺς υἱοὺς αὐτοῦ. Ἵνα οὖν μὴ δοκῇ τὸν ἅπαξ ὑπὸ τοῦ Θεοῦ τῆς εὐλογίας τυχόντα καταράσασθαι, ἐκεῖνον μὲν τέως τὸν ὑβρικότα ἀφίησι, τῷ δὲ υἱῷ τὴν κατάραν ἐπάγει. Ναὶ, ἀλλὰ καὶ τοῦτο μὲν, φησὶ, δείκνυσιν ὅτι διὰ τοῦτο οὐ κατηράσατο τὸν Χὰμ, ἐπειδὴ τῆς παρὰ τοῦ Θεοῦ εὐλογίας ἀπήλαυσε· τίνος δὲ ἕνεκεν ἐκείνου ἁμαρτόντος οὗτος δίκην δίδωσιν; Οὐδὲ τοῦτο ἁπλῶς γίνεται. Καὶ γὰρ οὐκ ἔλαττον τοῦ παιδὸς ὁ Χὰμ τὴν κόλασιν ὑπέμενε, καὶ τῆς τιμωρίας τὴν αἴσθησιν ἐλάμβανεν. Ἴστε γὰρ, ἴστε πῶς πολλάκις ηὔξαντο πατέρες ὑπὲρ παίδων τιμωρίαν ὑποσχεῖν, καὶ ὅπως βαρύτερον αὐτοῖς ἐστιν εἰς κολάσεως λόγον, τὸ τοὺς παῖδας ὁρᾷν τιμωρουμένους, ἢ ἑαυτοὺς ὑπευθύνους γεγονότας. Ἐγένετο τοίνυν τοῦτο, ἵνα καὶ οὗτος διὰ τὴν φυσικὴν φιλοστοργίαν πλείονα τὴν ὀδύνην ὑπομείνῃ, καὶ ἡ τοῦ Θεοῦ εὐλογία ἀκέραιος διαμείνῃ, καὶ ὁ τὴν κατάραν δεξάμενος παῖς οἰκείων ἁμαρτημάτων τίνῃ δίκας. Εἰ γὰρ καὶ διὰ τὸ ἁμάρτημα τοῦ πατρὸς νῦν τὴν κατάραν λαμβάνει, ἀλλ' ὅμως εἰκὸς ἦν δι' οἰκεῖα πλημμελήματα διδόναι δίκην. Οὐ γὰρ διὰ τὸ ἁμάρτημα τοῦ πατρὸς μόνον τὴν κατάραν ἐδέξατο, ἀλλ' ἢ ἄρα ἵνα καὶ δι' αὐτοῦ ἐκεῖνος μείζονα δῷ τὴν τιμωρίαν. Ὅτι γὰρ οὔτε πατέρες ὑπὲρ τέκνων, οὔτε τέκνα ὑπὲρ πατέρων δίκην διδόασιν, ἀλλ' ἕκαστος ὑπὲρ ὧν ἐπλημμέλησε τὰς εὐθύνας ὑπέχει, πολλαχοῦ ἐστιν εὑρεῖν παρὰ τῶν προφητῶν τοῦτο εἰρημένον· ὥσπερ ὅταν λέγωσι· Τοῦ φαγόντος τὸν ὄμφακα οἱ ὀδόντες αἱμωδιάσουσι· καί· Ἡ ψυχὴ ἡ ἁμαρτοῦσα, αὐτὴ καὶ ἀποθανεῖται· καὶ πάλιν, Οὐκ ἀποθανοῦνται πατέρες ὑπὲρ τέκνων, οὔτε τέκνα ὑπὲρ πατέρων. Μηδεὶς τοίνυν ὑμῶν, παρακαλῶ, ἀγνοῶν τῆς θείας Γραφῆς τὸν σκοπὸν, τολμάτω μέμφεσθαι τοῖς ἐγγεγραμμένοις, ἀλλ' εὐγνώμονι διανοίᾳ δεχέσθω τὰ λεγόμενα, καὶ θαυμαζέτω τῆς θείας Γραφῆς τὴν ἀκρίβειαν, καὶ λογιζέσθω ὅσον ἁμαρτία κακόν. Ἰδοὺ γὰρ τὸν ἀδελφὸν τὸν τῶν αὐτῶν ὠδίνων κοινωνήσαντα, τὸν ἐκ τῆς
6. Have you seen how nothing is to be found set down simply or at haphazard in divine Scripture? All that his younger son had done to him, it says. And he said: Cursed be Canaan the boy; a household servant shall he be to his brothers. Behold, we have arrived at the question bandied about everywhere! For one may hear many saying: for what sake, when the father has sinned and published abroad the nakedness, does the boy receive the curse? Wherefore, I exhort you, hear with exactness, and receive the resolution of this. For we shall speak those things which divine grace may furnish for your benefit. And he said: Cursed be Canaan the boy; a household servant shall he be to his brothers. Not simply nor at random did he make mention of the boy, but for some hidden reason. For wishing at once both to lay hold of him for his transgression and the insolence which he had displayed towards him, and yet not to mar the blessing that had already come from God—for God blessed Noah, it says, when he came forth out of the ark, and his sons—lest, therefore, he should seem to curse him who had once obtained the blessing from God, he lets that man who had acted insolently pass for now, and brings the curse upon his son. Yes, someone says, this indeed shows that on this account he did not curse Ham, because he enjoyed the blessing from God; yet for what sake, when that man sinned, does this one pay the penalty? Not even this comes to pass simply. For Ham endured the punishment no less than his boy, and took the sense of the retribution. For you know, you know how often fathers have prayed to undergo retribution on behalf of their children, and how much heavier it is to them by way of punishment to see their children punished than to have become liable themselves. This came to pass, therefore, so that both this man through natural tender affection might endure greater pain, and the blessing of God might remain unblemished, and the boy who received the curse might pay the penalty for his own sins. For even if he now receives the curse on account of his father's sin, yet it was likely that he was paying the penalty for his own transgressions. For not on account of his father's sin alone did he receive the curse, save perhaps that through him too that man might pay a greater retribution. For that neither fathers pay the penalty on behalf of children, nor children on behalf of fathers, but each one undergoes accounting for his own transgressions, one may find spoken in many places among the prophets—just as when they say: The teeth of him who ate the sour grape shall be set on edge; and: The soul that has sinned, it too shall die; and again, Fathers shall not die on behalf of children, nor children on behalf of fathers. Let no one of you, therefore, I exhort you, through ignorance of the aim of divine Scripture, dare to find fault with what is written therein, but with grateful mind let him receive what is spoken, and marvel at the exactness of divine Scripture, and reckon how great an evil sin is. For behold, the brother who shared the same birth-pangs, who from the
PG 53:270Read from the page
αὐτῆς νηδύος ἐξελθόντα, τοῦτον ἐπεισελθοῦσα ἡ ἁμαρτία δοῦλον εἰργάσατο, καὶ τὴν ἐλευθερίαν ἀφελομένη, εἰς τὴν ὑποταγὴν ἤγαγε· καὶ γὰρ ἐντεῦθεν τὰ τῆς δουλείας ἀρχὴν ἐλάμβανε λοιπόν. Οὐδὲ γὰρ ἦν πρὸ τούτου ἡ βλακεία αὕτη, καὶ τὸ οὕτω διαθρύπτεσθαι, καὶ ἑτέρων δεῖσθαι τῶν διακονουμένων, ἀλλ' ἕκαστος αὐτὸς ἑαυτῷ διηκονεῖτο, καὶ πολλὴ ἦν ἡ ὁμοτιμία, καὶ πᾶσα ἀνωμαλία ἐκποδὼν ἦν. Ἐπειδὴ δὲ εἰσῆλθεν ἡ ἁμαρτία, ἐλυμήνατο τὴν ἐλευθερίαν, καὶ διέφθειρε τὴν ἀπὸ τῆς φύσεως δεδομένην ἀξίαν, καὶ τὴν δουλείαν ἐπεισήγαγεν, ἵνα διηνεκὴς ᾖ διδάσκαλος καὶ νουθεσία τῷ τῶν ἀνθρώπων γένει, ὥστε φεύγειν μὲν τῆς ἁμαρτίας τὴν δουλείαν, πρὸς δὲ τὴν ἐλευθερίαν τῆς ἀρετῆς ἐπανιέναι. Ὅτι γὰρ ὁ δοῦλος καὶ ὁ δεσπότης διηνεκῆ ἔχουσι τὴν ἐντεῦθεν ἐγγινομένην ὠφέλειαν, εἰ βούλοιντο, ἐννοείτωσαν, ὁ μὲν δοῦλος, ὅτι διὰ τοῦτο εἴληφε τὴν δουλείαν, ἐπειδὴ ὁ Χὰμ εἰς τοσαύτην προπέτειαν ἐξώκειλε· καὶ ὁ δεσπότης πάλιν λογιζέσθω, ὅτι οὐγ ἑτέρωθεν ἡ ὑποταγὴ γέγονε καὶ ἡ δουλεία, ἀλλ' ἢ ἀπὸ τοῦ μοχθηρὰν ἐκεῖνον ἐπιδείξασθαι γνώμην, καὶ τῆς ἰσοτιμίας τῶν ἀδελφῶν ἐκπεσεῖν.
same womb came forth—sin, coming in besides, made this man a slave, and, taking away his freedom, brought him into subjection; for from here henceforth slavery took its beginning. For before this there did not exist this indolence, and such pampered luxury, and standing in need of others to minister, but each man ministered to himself, and great was the equality of honour, and all inequality was out of the way. Yet once sin entered in, it marred freedom, and corrupted the dignity given by nature, and brought in slavery besides, that it might be a perpetual teacher and admonition to the race of men, so as to flee the slavery of sin and return to the freedom of virtue. For that both slave and master have perpetual benefit arising hence, if they were willing, let them consider: the slave, that on this account he has received slavery, because Ham ran aground upon such headstrong rashness; and let the master in turn reckon that subjection and slavery came to pass from no other source save from that man's displaying a depraved purpose and falling from equality of honour with his brothers.
ζʹ. Ἀλλ' ἐὰν νήφωμεν, ταῦτα τὰ διὰ τὰ ἁμαρτήματα τῶν προγόνων τῶν ἡμετέρων εἰσενεχθέντα εἰς τὸν βίον οὐδὲν ἡμᾶς λυμήνασθαι δύναται, μέχρι τῶν ὀνομάτων μόνον ἱστάμενα. Ἐπεὶ καὶ ὁ πρωτόπλαστος διὰ τὴν παράβασιν τοῦ θανάτου τὸ ἐπιτίμιον εἰσήγαγε, καὶ τὸ ἐν λύπαις καὶ μόχθοις τὴν ζωὴν καταδαπανᾶσθαι· καὶ οὗτος τὴν δουλείαν· ἀλλὰ παραγενόμενος ὁ Δεσπότης Χριστὸς ταῦτα πάντα μέχρι τῶν ὀνομάτων αὐτῶν ἀφῆκεν εἶναι μόνον, ἐὰν βουλώμεθα. Οὔτε γὰρ ὁ θάνατος θάνατός ἐστι λοιπὸν, ἀλλὰ ὄνομα μόνον ἔχει θανάτου· μᾶλλον δὲ καὶ αὐτὸ τὸ ὄνομα ἀφῃρέθη. Οὐκέτι γὰρ οὐδὲ θάνατον αὐτὸν προσαγορεύομεν, ἀλλὰ κοίμησιν καὶ ὕπνον. Διὸ καὶ αὐτὸς ὁ Χριστὸς ἔλεγε. Λάζαρος ὁ φίλος ἡμῶν κεκοίμηται· καὶ ὁ Παῦλος γράφων Θεσσαλονικεῦσι, φησί· Περὶ δὲ τῶν κεκοιμημένων οὐ θέλω ὑμᾶς ἀγνοεῖν, ἀδελφοί. Καὶ ἡ δουλεία πάλιν ὁμοίως ὄνομά ἐστιν· ἐκεῖνος γάρ ἐστι δοῦλος ὁ τὴν ἁμαρτίαν ἐργαζόμενος. Καὶ ὅτι καὶ ταύτην ἐξεῖλεν ὁ Χριστὸς παραγενόμενος, καὶ μέχρις ὀνόματος αὐτὴν ἀφῆκεν εἶναι, μᾶλλον δὲ καὶ τὴν προσηγορίαν αὐτὴν ἐξήλειψεν, ἄκουε τοῦ Παύλου λέγοντος· Οἱ δὲ πιστοὺς ἔχοντες δεσπότας μὴ καταφρονείτωσαν, ὅτι ἀδελφοί εἰσιν. Ὁρᾷς πῶς ἐπεισελθοῦσα ἡ ἀρετὴ, εἰς τὴν τῆς ἀδελφότητος συγγένειαν ἤγαγε τοὺς πρότερον τῷ ὀνόματι τῆς δουλείας ὑπευθύνους ὄντας. Καὶ ἔσται, φησὶ, Χαναὰν παῖς, οἰκέτης τοῖς ἀδελφοῖς αὐτοῦ. Οὐκ ἐχρήσω, φησὶν, εἰς δέον τῇ τιμῇ, οὐδὲ ἤνεγκας τὴν εὐπραγίαν τὴν ἀπὸ τῆς ἰσοτιμίας· διὰ τοῦτο τῇ ὑποταγῇ σωφρονισθῆναί σε βούλομαι. Τοῦτο καὶ ἐξ ἀρχῆς ἐπὶ τῆς γυναικὸς γέγονεν. Ἐπειδὴ γὰρ ὁμότιμος τῷ ἀνδρὶ γενομένη, οὐ καλῶς ἐχρήσατο τῇ δεδομένῃ τιμῇ, διὰ τοῦτο ἀφῃρέθη τὴν ἐξουσίαν, καὶ ἤκουσε· Πρὸς τὸν ἄνδρα σου ἡ ἀποστροφή σου, καὶ αὐτός σου κυριεύσει. Ἐπειδὴ οὐκ οἶσθα, φησὶ, καλῶς κεχρῆσθαι τῇ ἀρχῇ, μάθε καλῶς ἄρχεσθαι, ἢ κακῶς ἄρχειν. Διά τοι τοῦτο καὶ οὗτος νῦν σωφρονισμοῦ ἕνεκεν δέχεται τὸ ἐπιτίμιον, καὶ διὰ τοῦ παιδὸς αὐτὸς τὴν κόλασιν ὑπομένει, ἵνα μάθῃς, ὅτι κἂν γηραλέος λοιπὸν ἦν, ἀλλ' ἡ τιμωρία εἰς τὸν υἱὸν διαβήσεται· ὅπερ πικρὰν καὶ ὀδυνηρὰν αὐτῷ τὴν ζωὴν εἰργάσατο ἐννοοῦντι, ὅτι καὶ μετὰ τὴν αὐτοῦ τελευτὴν ὁ παῖς ἤμελλε δίκας τίνειν ὑπὲρ τῶν αὐτῷ πε-
7. Yet if we are sober, these things brought into life on account of the sins of our forefathers can mar us in no way, halting at mere names alone. Since both the first-formed man through his transgression brought in the penalty of death and the wasting away of life in sorrows and toils, and this man brought in slavery; yet when Christ the Master came, He left all these things to remain down to their mere names alone, if we are willing. For neither is death any longer death, but holds only the name of death—or rather, even the name itself has been taken away. For we no longer even call it death, but slumber and sleep. Wherefore Christ Himself too said: Lazarus our friend has fallen asleep; and Paul in writing to the Thessalonians says: Now concerning those who have fallen asleep, I do not wish you to be ignorant, brethren. And slavery again in like manner is a name; for that man is a slave who works sin. And that Christ upon coming took this away as well, and left it to remain down to a mere name—or rather, blotted out even the appellation itself—hear Paul saying: Let those who have believing masters not despise them, because they are brethren. Do you see how virtue, coming in besides, brought into the kinship of brotherhood those who formerly were subject to the name of slavery? And Canaan the boy, it says, shall be a household servant to his brothers. You did not make due use of your honour, he says, nor did you bear the prosperity that came from equality of honour; on this account I wish you to be chastened by subjection. This happened from the beginning in the case of the woman as well. For since, having become equal in honour to the man, she did not make good use of the honour given, on this account she was stripped of authority, and heard: To your husband shall be your recourse, and he shall rule over you. Since you do not know, He says, how to make good use of rule, learn to be ruled well rather than to rule badly. On this very account this man too now receives the penalty for the sake of chastening, and through his boy he himself endures the punishment, that you may learn that even if he was now advanced in age, yet the retribution will pass across to his son—which made his life bitter and painful for him as he considered that even after his own decease the boy was about to pay the penalty for what had been
Notes, col. 270

On the reading

Printed οὐγ, for οὐχ.

PG 53:271Read from the page
πραγμένων. Ὅτι γὰρ καὶ ὁ παῖς οἴκοθεν μοχθηρὸς ὑπῆρχε, καὶ οἱ ἐξ ἐκείνου πάντες βδελυκτοὶ γεγόνασι πρὴς κακίαν ἀποκλίναντες, ἄκουε τῆς Γραφῆς λεγούσης ἐν τάξει κατάρας· Ὁ πατήρ σου Ἀμορραῖος, καὶ ἡ μήτηρ σου Χετταία. Καὶ πάλιν ἕτερός τις ἐνυβρίζων, Σπέρμα Χαναὰν καὶ οὐκ Ἰούδα. Ἀλλὰ γὰρ ἄξιον λοι⟨ ⟩ὸν ἀκοῦσαι μετὰ τὴν ἐπιτίμησιν, ἣν ἐδέξατο ὁ τὴν γύμνωσιν τοῦ πατρὸς ἐκπομπεύσας, τίνων ἀξιοῦνται τῶν ἀμοιβῶν οἱ τὴν τοσαύτην αἰδῶ καὶ τὴν τιμὴν ἀπονείμαντες τῷ πατρί. Καὶ εἶπε, φησὶν, Εὐλογητὸς Κύριος ὁ Θεὸς τοῦ Σὴμ, καὶ ἔσται Χαναὰν παῖς αὐτοῦ. Τοῦτο, ἴσως ἄν τις εἴποι, οὐκ ἔστι τὸν Σὴμ εὐλογῆσαι. Καὶ σφόδρα μὲν εὐλόγησεν αὐτόν. Ὅταν γὰρ ὁ Θεὸς εὐχαριστεῖται καὶ εὐλογεῖται διὰ τῶν ἀνθρώπων, τότε δαψιλεστέραν τὴν παρ' ἑαυτοῦ εὐλογίαν εἴωθε χορηγεῖν ἐκείνοις, δι' οὓς αὐτὸς εὐλογεῖται. Εὐλογήσας τοίνυν τὸν Θεὸν, ὀφειλέτην αὐτὸν κατέστησε μείζονος εὐλογίας καὶ αἴτιος γέγονε τῷ Σὴμ πλείονος ἀμοιβῆς, ἧς αὐτὸς αὐτὸν, εἰ δι' ἑαυτοῦ εὐλόγησεν. Ὥσπερ γὰρ ὅταν εὐλογῆται δι' ἡμᾶς, πολλῆς ἡμᾶς ἀξιοῖ τῆς παρ' αὐτοῦ εὐνοίας, οὕτω πάλιν ἐπειδὰν δι' ἡμᾶς ἕτεροι αὐτὸν βλασφημῶσι μείζων ἐντεῦθεν ἡμῖν ἡ κατάκρισις γίνεται τοῖς τὴν αἰτίαν παρεχομένοις. Σπουδάζωμεν τοίνυν, παρακαλῶ, οὕτω βιοῦν καὶ τοσαύτην ἐπιδείκνυσθαι τῆς ἀρετῆς τὴν ἐπίτασιν, ὡς τοὺς εἰς ἡμᾶς ὁρῶντας εὐλογίας ὕμνους ἀναφέρειν τῷ Δεσπότῃ Θεῷ. Βούλεται γὰρ ἀγαθὸς ὢν καὶ φιλάνθρωπος δοξάζεσθαι δι' ἡμῶν, οὐκ ἐπειδὴ αὐτός τι προσλαμβάνει εἰς τὴν οἰκείαν δόξαν· ἀνενδεὴς γάρ ἐστιν· ἀλλ' ἵνα ἀφορμὰς αὐτῷ παράσχωμεν τοῦ πλείονος ἡμᾶς ἀξιοῦν τῆς παρ' αὐτοῦ εὐνοίας. Εὐλογητὸς Κύριος ὁ Θεὸς τοῦ Σὴμ, καὶ ἔσται Χαναὰν παῖς αὐτῷ. Ὁρᾷς πῶς πατρικὴν ἐπιδείκνυται τὴν τιμωρίαν, σωφρονισμὸν οὖσαν μᾶλλον ἢ τιμωρίαν; Πατὴρ γὰρ ἦν, καὶ πατὴρ φιλόστοργος, καὶ οὐ τὴν ἀξίαν ἐβούλετο δίκην ἐπαγαγεῖν, ἀλλ' ὥστε τὴν εἰς τὸ πρόσω κακίαν ἐγκόψαι. Διὰ τοῦτο, φησὶ, δουλείᾳ σε καταδικάζω, ἵνα διηνεκῆ καὶ ἀνεξάλειπτον ἔχῃς τὴν ὑπόμνησιν. Εἶτά φησι· Πλατύναι ὁ Θεὸς τῷ Ἰάφεθ, καὶ κατοικησάτω ἐν τοῖς σκηνώμασι τοῦ Σὴμ, καὶ γενηθήτω Χαναὰν παῖς αὐτοῦ. Μεγίστη πάλιν αὕτη ἡ εὐλογία, τάχα τινὰ κεκρυμμένον ἔχουσα θησαυρόν. Πλατύναι γὰρ, φησὶν, ὁ Θεὸς τῷ Ἰάφεθ. Οὐκ ἄν τις ἁμάρτοι εἰπὼν προφητείαν εἶναι τὰς εὐλογίας τοῦ δικαίου. Εἰ γὰρ ὁ πατὴρ αὐτοῦ οὐχ ἁπλῶς οὐδὲ εἰκῆ τὴν προσηγορίαν αὐτῷ ἐπέθηκεν, ἀλλὰ προφητεύων διὰ τοῦ ὀνόματος τὸ μέλλον ἔσεσθαι κλυδώνιον· πολλῷ μᾶλλον ὁ δίκαιος οὗτος οὐκ ἂν ἁπλῶς οὐδὲ μάτην τὰς εὐλογίας ἐποιήσατο. Διὰ γὰρ τῶν εὐλογιῶν τούτων, τοῦ Σὴμ καὶ τοῦ Ἰάφεθ, τῶν δύο λαῶν αἰνίττεσθαι αὐτὸν οἶμαι τὴν κλῆσιν· καὶ διὰ μὲν τοῦ Σὴμ, τοὺς Ἰουδαίους· ἐξ ἐκείνου γὰρ ὁ πατριάρχης Ἀβραὰμ, καὶ τὸ τῶν Ἰουδαίων ἐπιδέδωκε γένος· διὰ δὲ τοῦ Ἰάφεθ, τὴν τῶν ἐθνῶν κλῆσιν. Ὅρα γὰρ καὶ ταύτην τὴν εὐλογίαν τοῦτο προμηνύουσαν. Πλατύναι γὰρ, φησὶν, ὁ Θεὸς τῷ Ἰάφεθ, καὶ κατοικησάτω ἐν τοῖς σκηνώμασι τοῦ Σήμ. Τοῦτο ἐπὶ τῶν ἐθνῶν εἰς ἔργον ἐκβεβηκὸς ὁρῶμεν. Διὰ μὲν γὰρ τοῦ εἰπεῖν, Πλατύναι, τὰ ἔθνη πάντα ᾐνίξατο· διὰ δὲ τοῦ εἰπεῖν, Κατοικησάτω ἐν τοῖς σκηνώμασι τοῦ Σὴμ, ὅτι τῶν τοῖς Ἰουδαίοις εὐτρεπισθέντων καὶ ἐκείνοις παρασκευασθέντων τὰ ἔθνη τὴν ἀπόλαυσιν ἔσχε. Καὶ γενηθήτω Χαναὰν παῖς αὐτοῦ.
done by him. For that the boy too was depraved from within, and that all those sprung from him have become abhorrent through inclining towards wickedness, hear Scripture saying by way of a curse: Your father was an Amorite, and your mother a Hittite. And again someone else, reproaching them: Seed of Canaan and not of Judah. Yet it is worthy henceforth to hear, after the rebuke which he who paraded his father's nakedness abroad received, of what recompenses those who rendered such great reverence and honour to their father are deemed worthy. And he said, it says, Blessed be the Lord the God of Shem, and Canaan shall be his household servant. This, perhaps someone might say, is not to bless Shem. Nay, he blessed him exceedingly! For when God is thanked and blessed through men, then He is wont to supply more abundantly the blessing from Himself to those on whose account He Himself is blessed. Having blessed God, therefore, he made Him a debtor of greater blessing, and became for Shem the cause of a fuller recompense than he himself would have given him had he blessed him on his own. For just as when He is blessed on our account He deems us worthy of great goodwill from Himself, so again when others blaspheme Him on our account, greater thence becomes the condemnation for us who afford the occasion. Let us be earnest, therefore, I exhort you, so to live and to display such great intensity of virtue that those who look upon us may offer up hymns of blessing to God the Master. For being good and humane, He wills to be glorified through us, not because He Himself gains anything in addition towards His own glory—for He is in need of nothing—but that we may afford Him occasions for deeming us worthy of fuller goodwill from Himself. Blessed be the Lord the God of Shem, and Canaan shall be a household servant to him. Do you see how he displays a fatherly retribution, which is chastening rather than retribution? For he was a father, and a tenderly loving father, and did not wish to bring upon him the due penalty, save so as to check wickedness for the future. On this account, he says, I condemn you to slavery, so that you may have a perpetual and indelible reminder. Then he says: May God enlarge for Japheth, and let him dwell in the tents of Shem, and let Canaan become his household servant. Greatest again is this blessing, perhaps holding some hidden treasure. For may God enlarge for Japheth, it says. One would not err in saying that the blessings of the righteous man are prophecy. For if his father bestowed his appellation upon him not simply nor at random, but prophesying through the name the billow that was about to be, much more would this righteous man not have made his blessings simply or in vain. For through these blessings—of Shem and of Japheth—I think he hints darkly at the calling of the two peoples: through Shem, the Jews—for from that one came the patriarch Abraham, and the race of the Jews advanced—and through Japheth, the calling of the nations. For see this blessing too foretokening this! For may God enlarge for Japheth, it says, and let him dwell in the tents of Shem. We see this having come forth to act in the case of the nations. For by saying, May He enlarge, he hinted darkly at all the nations; and by saying, Let him dwell in the tents of Shem, that of the things made ready for the Jews and prepared for them, the nations obtained the enjoyment. And let Canaan become his household servant.
ηʹ. Εἶδες οἵας ἔλαβον καὶ οὗτοι τῆς εὐγνωμοσύνης τὰς
8. Have you seen what recompenses for grateful disposition
Notes, col. 271

On the reading

Printed πρὴς, for πρὸς.

PG 53:272Read from the page
ἀμοιβὰς, καὶ πόσην ἐκεῖνος διὰ τῆς προπετείας ἑαυτοῦ κατεσκέδασε τὴν ἀτιμίαν. Ταῦτα διηνεκῶς ἔχωμεν ἐπιγεγραμμένα τῇ διανοίᾳ τῇ ἡμετέρᾳ, ἵνα τῶν μὲν μιμηταὶ καὶ ζηλωταὶ γενέσθαι δυνηθῶμεν, τοῦ δὲ φύγωμεν τὸ μοχθηρὸν τῆς γνώμης, καὶ τῆς προπετείας τὴν ὑπερβολήν. Καὶ ἔζησε, φησὶ, Νῶε μετὰ τὸν κατακλυσμὸν ἔτη τριακόσια πεντήκοντα· καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Νῶε ἐννακόσια πεντήκοντα ἔτη, καὶ ἀπέθανε. Μὴ νομίσῃς δὲ τοῦτο ἁπλῶς ἐκσημήνασθαι τὴν θείαν Γραφὴν, ἀλλ' ὅρα καὶ ἐντεῦθεν τοῦ δικαίου τὴν ἐγκράτειαν ὅτι οὔτε ἀδείας καὶ ἀνέσεως ἀπολαύσας, καὶ τοσοῦτον ἀριθμὸν ἐτῶν ἐπιζήσας, μετὰ τὴν ἀπὸ τῆς κιβωτοῦ ἔξοδον, παιδοποιΐας ἠνέσχετο λοιπόν. Οὐδὲ γὰρ ἐμνημόνευσεν ἡ Γραφὴ, ὅτι ἑτέρους ἔσχε παῖδας, πλὴν τούτων τῶν τριῶν. Ἐντεῦθεν πάλιν λογίζου τοῦ Χὰμ τὴν πολλὴν ταύτην ἀκολασίαν, ὅτι οὔτε τὸν πατέρα ὁρῶν τοσαύτην ἐπιδεικνύμενον ἐγκράτειαν ἐσωφρονίζετο, ἀλλ' ἀπ' ἐναντίας τῷ γεγεννηκότι ἅπαντα διεπράττετο. Διὸ καὶ εἰκότως ἅπαν τὸ ἐξ αὐτοῦ γένος τῇ δουλείᾳ κατεδικάζετο, ἵνα χαλινὸν ἔχῃ τῆς μοχθηρᾶς προαιρέσεως. Εἶτα ἐντεῦθεν διηγουμένη ἡ θεία Γραφὴ τοὺς ἐκ τῶν παίδων τεχθέντας, φησί· Χὰμ δὲ ἐγέννησε τὸν Χούς· καὶ πάλιν· Χοὺς δὲ ἐγέννησε τὸν Νεβρώδ. Οὗτος ἤρξατο εἶναι γίγας ἐπὶ τῆς γῆς. Οὗτος ἦν γίγας κυνηγὸς ἐναντίον Κυρίου. Καί τινες μέν φασι τὸ, Ἐναντίον Κυρίου, ἀντὶ τοῦ ἐναντιούμενος τῷ Θεῷ· ἐγὼ δὲ οὐχ ἡγοῦμαι τοῦτο αἰνίττεσθαι τὴν θείαν Γραφὴν, ἀλλ' ὅτι ἰσχυρός τις ἦν καὶ ἀνδρεῖος. Τὸ δὲ ἀπέναντι Κυρίου τοῦ Θεοῦ, ἀντὶ τοῦ, ὑπ' αὐτοῦ παραχθεὶς, ὑπ' αὐτοῦ δεξάμενος τοῦ Θεοῦ τὴν εὐλογίαν, ἢ ὅτι ἤμελλεν ὁ Θεὸς δι' αὐτοῦ θαυμάζεσθαι, ὡς τοιοῦτον παραγαγὼν καὶ δείξας ἐπὶ τῆς γῆς. Ἀλλὰ καὶ οὗτος πάλιν μιμούμενος τὸν πρόγονον, καὶ οὐκ εἰς δέον χρησάμενος τοῖς τῆς φύσεως προτερήμασιν, ἕτερον δουλείας ἐφεῦρε τρόπον, καὶ ἄρχων καὶ βασιλεὺς γενέσθαι ἐπεχείρησε. Βασιλεὺς γὰρ οὐκ ἂν γένοιτό ποτε μὴ ὄντων τῶν ἀρχομένων. Αὕτη δὲ δοκεῖ μὲν μᾶλλον ἐλευθερία εἶναι· δουλεία δέ ἐστι χαλεπωτάτη ἐν ἐλευθερίας τάξει, ὅσῳ καὶ τῶν ἐλευθέρων κρατεῖ. Καὶ ὅρα τὴν πλεονεξίαν, ὅσα ποιεῖ· ὅρα τοῦ σώματος τὴν ἰσχὺν οὐ μένουσαν ἐπὶ τῶν οἰκείων ⟨ ⟩ων, ἀλλ' ἀεὶ τοῦ πλείονος ἐφιεμένην, καὶ τῆς δόξης ὀρεγομένην. Οὐ γὰρ ὡς προϊστάμενος αὐτῶν, ὑπέταττεν, ἀλλὰ καὶ πόλεις ᾠκοδόμει, ἵνα ἄρχῃ τῶν πολεμίων. Ἐκεῖθεν γὰρ, φησὶν, ἐκ τῆς γῆς ἐκείνης ἐξῆλθεν ὁ Ἀσσοὺρ, καὶ ᾠκοδόμησε τὴν Νινευί. Σκόπει μοι πάλιν ἐνταῦθα, πῶς οὐδὲν λυμαίνεται τὴν ἡμετέραν φύσιν ἡ κακία τῶν προγόνων. Οὗτοι γὰρ οἱ Νινευῖται, οἱ τὴν τοῦ Θεοῦ φιλανθρωπίαν διὰ τῆς μετανοίας ἐπισπασάμενοι, καὶ τὴν ἀπόφασιν τοῦ Δεσπότου ἀνακαλεσάμενοι, οὗτοι μὲν πρότερον ἔσχον προπάτορα τὸν Χὰμ, τὸν πατραλοίαν ἐκεῖνον· ἔπειτα τὸν Νεβρὼδ, ἄνθρωπον τύραννον καὶ αὐθάδη, ἔγγονον ἐσχηκότα τὸν Ἀσσούρ. Λέγονται δὲ ἴσως καὶ ἕτεροι γεγενῆσθαι ἐν αὐτοῖς βλᾶκες καὶ διατεθρυμμένοι, καὶ τὸν ὑγρὸν καὶ διαρρέοντα ζῶντες βίον, μέθῃ καὶ γέλωτι καὶ κώμοις καὶ χλευασίαις ἑαυτοὺς ἐκδεδωκότες· ἀλλ' ἐπειδὴ ἠβουλήθησαν ἀκριβῆ τὴν μετάνοιαν ἐπιδείξασθαι, οὐδὲν αὐτοὺς ἐλυμήνατο τῶν προγόνων ἡ κακία, ἀλλὰ τοσαύτην
these men too received, and how great dishonour that man poured down upon himself through his headstrong rashness! Let us hold these things continually inscribed upon our mind, that we may be able to become imitators and emulators of the one pair, while fleeing the depravity of purpose and excess of rashness of the other. And Noah lived, it says, after the flood three hundred and fifty years; and all the days of Noah were nine hundred and fifty years, and he died. Do not suppose that divine Scripture marked this out simply, but see from this too the self-mastery of the righteous man: how, though enjoying security and relief and living on for so great a number of years after his coming forth from the ark, he did not betake himself to begetting children anymore. For Scripture made no mention that he had other children save these three. From this again reckon that great intemperance of Ham: how neither upon seeing his father displaying such great self-mastery was he chastened, but wrought all things in opposition to him who begot him. Wherefore reasonably too was the whole race sprung from him condemned to slavery, so that he might have a curb upon his depraved choice. Then, recounting from here those born from the children, divine Scripture says: And Ham begot Chus; and again: And Chus begot Nebrod. This man began to be a giant upon the earth. This man was a giant hunter overagainst the Lord. Now some say that 'Overagainst the Lord' stands in place of 'setting himself in opposition to God'; whereas I do not think divine Scripture hints darkly at this, but that he was a strong and brave man; while 'before the Lord God' stands in place of 'brought forth by Him, having received from God Himself his blessing,' or that God was about to be marvelled at through him, as having brought forth and shown such a man upon the earth. Yet this man too again, imitating his forefather and not making due use of the advantages of nature, invented another mode of slavery, and set his hand to becoming ruler and king. For there could never be a king if there were none who are ruled. Now this seems indeed rather to be freedom, yet it is the most grievous slavery under the rank of freedom, inasmuch as it holds sway even over free men. And see how much graspingness works! See the strength of body not remaining within its own [bounds], but ever desiring more and reaching out after glory! For not as presiding over them did he subject them, but he also built cities in order to rule over enemies. For from thence, it says, out of that land came forth Assur, and built Nineveh. Consider with me again here how the wickedness of forefathers in no way mars our nature! For these Ninevites, who drew down the humanity of God through repentance and recalled the sentence of the Master—these men first had as forefather Ham, that parricide; and next Nebrod, a tyrannical and wilful man, who had Assur as grandson. And others too are perhaps said to have arisen among them who were slack and enervated, living a lax and dissolute life, having surrendered themselves to drunkenness and laughter and revels and jeerings; yet since they willed to display exact repentance, the wickedness of their forefathers marred them in no way, but so great