Migne Reading Room

PG 53 · cols. 261–266 · Read from the page

In Genesin Homilia XXIX (ΟΜΙΛΙΑ ΚΘʹ; Gen. 9:20–29)

In Genesin Homilia XXIX (ΟΜΙΛΙΑ ΚΘʹ; Gen. 9:20–29)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 53:261Read from the page
καὶ ἀκουέτω τοῦ μακαρίου Παύλου λέγοντος καὶ παραινοῦντος, Ὥστε ὁ δοκῶν ἑστάναι, βλεπέτω μὴ πέσῃ· μήτε ὁ πρὸς αὐτὸν τὸν πυθμένα τῆς κακίας κατελθὼν ἀπελπιζέτω ἑαυτοῦ τὴν σωτηρίαν, ἀλλ' ἐννοῶν τοῦ Θεοῦ τὴν ἄφατον φιλανθρωπίαν ἀκουέτω πάλιν τοῦ Θεοῦ διὰ τοῦ προφήτου λέγοντος, Μὴ ὁ πίπτων οὐκ ἀνίσταται, ἢ ὁ ἀποστρέφων οὐκ ἐπιστρέφει; καὶ πάλιν· Οὐ βούλομαι τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι, καὶ ζῆν αὐτόν. Εἶδες, ἀγαπητὲ, πῶς ἕκαστον τῶν ἐν τῇ θείᾳ Γραφῇ ἐγγεγραμμένων δι' οὐδὲν ἕτερον μνήμῃ παρεδόθη, ἀλλ' ἢ διὰ τὴν ὠφέλειαν τὴν ἡμετέραν, καὶ τὴν σωτηρίαν τοῦ τῶν ἀνθρώπων γένους; Ταῦτα δὴ λογιζόμενα ἕκαστος ἡμῶν τὰ κατάλληλα φάρμακα ἐντεῦθεν ἑαυτῷ ἐπιτιθέτω. Διὰ γὰρ τοῦτο πᾶσιν ἐπ' ἀδείας πρόκειται, καὶ ἔξεστι τῷ βουλομένῳ τὸ ἁρμόδιον τῷ ἐνοχλοῦντι πάθει φάρμακον ἐπιτιθέναι, καὶ ταχίστην τὴν ὑγίειαν δέξασθαι, μόνον ἐὰν μὴ ἀποσείσηταί τις τὴν ἀπὸ τῆς ἰατρείας θεραπείαν, ἀλλὰ τὴν οἰκείαν εὐγνωμοσύνην ἐπιδείξηται. Οὐδὲν γάρ ἐστι τῶν τὴν ἀνθρωπίνην φύσιν συνεχόντων οὔτε ψυχικὸν οὔτε σωματικὸν πάθος, ὃ μὴ τὴν ἐντεῦθεν ἰατρείαν δέξασθαι δύναται. Τί γὰρ, εἰπέ μοι; Εἰσέρχεταί τις ἐνταῦθα λύπῃ καὶ πραγμάτων περιστάσει πιεζόμενος, καὶ διὰ τοῦτο καταχώννυται τῇ ἀθυμίᾳ, εἰσελθὼν καὶ εὐθέως ἀκούσας τοῦ προφήτου λέγοντος· Ἵνα τί περίλυπος εἶ, ἡ ψυχή μου, καὶ ἵνα τί συνταράσσεις με; Ἔλπισον ἐπὶ τὸν Θεὸν, ὅτι ἐξομολογήσομαι αὐτῷ· σωτήριον τοῦ προσώπου μου, καὶ ὁ Θεός μου· ἱκανὴν λαβὼν παραμυθίαν ἄπεισι, πᾶσαν ἐκείνην τὴν ἀθυμίαν ἀποσεισάμενος. Ἕτερος πάλιν πενίᾳ πιεζόμενος ἐσχάτῃ δυσχεραίνει, καὶ ἀλύει ὁρῶν ἑτέρους πλούτῳ περιῤῥεομένους, καὶ μέγα φυσῶντας καὶ πολλὴν τὴν φαντασίαν περιβεβλημένους. Ἀκούει καὶ οὗτος πάλιν τοῦ αὐτοῦ προφήτου λέγοντος· Ἐπίῤῥιψον ἐπὶ Κύριον τὴν μέριμνάν σου, καὶ αὐτός σε διαθρέψει· καὶ πάλιν· Μὴ φοβοῦ ὅταν πλουτήσῃ ἄνθρωπος, ἢ ὅταν πληθυνθῇ ἡ δόξα τοῦ οἴκου αὐτοῦ, ὅτι οὐκ ἐν τῷ ἀποθνήσκειν αὐτὸν λήψεται τὰ πάντα. Ἕτερος πάλιν ἐπιβουλὰς καὶ συκοφαντίας ὑπομένων δυσχεραίνει, καὶ ἀβίωτον ἡγεῖται τὸν βίον, οὐδαμόθεν ἀνθρωπίνην βοήθειαν εὑρεῖν δυνάμενος. Διδάσκεται δὲ καὶ οὗτος ὑπὸ τοῦ μακαρίου τούτου προφήτου ἐν ταῖς τοιαύταις περιστάσεσι μὴ ἐπ' ἀνθρωπίνην συμμαχίαν καταφεύγειν· ἀκούει γὰρ αὐτοῦ λέγοντος· Αὐτοὶ ἐνδιέβαλόν με, ἐγὼ δὲ προσηυχόμην.
and let him hear the blessed Paul speaking and exhorting: So then let him who thinks that he stands take heed lest he fall; nor let him who has gone down to the very bottom of wickedness despair of his own salvation, but considering God's ineffable loving-kindness let him hear God again speaking through the prophet: Does not he who falls rise again, or does not he who turns away turn back? and again: I do not wish the death of the sinner, so much as that he turn back and live. Did you see, beloved, how each of the things inscribed in divine Scripture was handed down to memory for no other reason save for our benefit and the salvation of the human race? Pondering these things, then, let each of us apply to himself the suitable remedies drawn thence. For on this account they lie open to all freely, and it is lawful for whoever wishes to apply the fitting remedy to the passion that troubles him, and to receive most speedy health, provided only that one does not shake off the cure that comes from the healing art, but displays one's own gratitude. For there is no affliction among those that hold human nature fast, neither of soul nor of body, which cannot receive healing from this source. For what, tell me? Someone enters here oppressed by grief and the distress of affairs, and on this account is buried in despondency; having entered and straightway heard the prophet saying: Why are you sorrowful, O my soul, and why do you trouble me? Hope in God, for I shall give thanks to Him, the salvation of my countenance and my God—having received sufficient consolation, he departs, having shaken off all that despondency. Another again, oppressed by extreme poverty, is vexed and distraught when he sees others overflowing with wealth, and puffed up high, and clothed in great pomp. This man also again hears the same prophet saying: Cast your care upon the Lord, and He Himself will sustain you; and again: Do not fear when a man grows rich, or when the glory of his house is increased, for when he dies he shall not take all things away. Another again, enduring plots and slanders, is vexed and deems life unlivable, being able from nowhere to find human aid. Yet this man also is taught by this blessed prophet in such circumstances not to flee for refuge to human alliance; for he hears him saying: They slandered me, whereas I was praying.
Εἶδες ὅθεν τὴν συμμαχίαν ἐπιζητεῖ; Ἕτεροι, φησὶ, δόλους ῥάπτουσι καὶ συκοφαντίας καὶ ἐπιβουλάς· ἐγὼ δὲ ἐπὶ τὸ τεῖχος τὸ ἀκαταμάχητον καταφεύγω, ἐπὶ τὴν ἄγκυραν τὴν ἀσφαλῆ, ἐπὶ τὸν λιμένα τὸν ἀκύμαντον, ἐπὶ τὴν εὐχὴν, δι' ἧς πάντα μοι τὰ δυσχερῆ κοῦφα καὶ ῥᾴδια γίνεται. Ἕτερος πάλιν ὑπὸ τῶν πρότερον θεραπευόντων καταφρονεῖται καὶ περιορᾶται, καὶ ὑπὸ τῶν φίλων καταλιμπάνεται, καὶ τοῦτο αὐτοῦ μάλιστα συγχεῖ καὶ ταράσσει τὸν λογισμόν. Ἀλλὰ καὶ οὗτος, ει βουληθείη, ἐνταῦθα παραγενόμενος ἀκούσει τοῦ μακαρίου τούτου λέγοντος· Οι φίλοι μου καὶ οι πλησίον μου ἐξ ἐναντίας μου ἤγγισαν καὶ ἔστησαν, καὶ οι ἔγγιστά μου ἀπὸ μακρόθεν ἔστησαν, καὶ ἐξεβιάζοντο οι ζητοῦντες τὴν ψυχήν μου· καὶ οι ζητοῦντες τὰ κακά μου ἐλάλησαν ματαιότητας, καὶ δολιότητας ὅλην τὴν ἡμέραν ἐμελέτησαν. Εἶδες μέχρις αὐτοῦ τοῦ θανάτου τὰς ἐπιβουλὰς ῥάπτοντας, καὶ διηνεκῆ τὸν πόλεμον ἐπιδεικνυμένους; Τὸ γὰρ, Ὅλην τὴν ἡμέραν, τοῦτο δηλοῖ, ὅτι διὰ πάσης τῆς ζωῆς. Τί οὖν αὐτὸς ἐκείνων ταῦτα ἐπιβουλευόντων καὶ κατασκευαζόντων ἔπραττεν; Ἐγὼ δὲ, φησὶν, ὡσεὶ κωφὸς οὐκ ἤκουον, καὶ ὡσεὶ
Did you see whence he seeks alliance? Others, he says, stitch together deceits and slanders and plots; whereas I flee for refuge to the invincible wall, to the safe anchor, to the waveless harbour, to prayer, through which all hard things become light and easy for me. Another again is despised and overlooked by those who formerly courted him, and is forsaken by his friends, and this above all confounds and troubles his reasoning. Yet this man also, if he should wish, upon coming here will hear this blessed man saying: My friends and my neighbours drew near over against me and stood, and those nearest me stood afar off, and those seeking my soul used violence; and those seeking evil things for me spoke vanities, and meditated deceits all the day long. Did you see them stitching plots together right up to death itself, and displaying continual warfare? For the phrase All the day long signifies this: throughout all of life. What, then, was he himself doing while they were plotting and contriving these things? But I, he says, like a deaf man, did not hear, and like
Notes, col. 261

On the reading

Printed ει, for εἰ.

Printed Οι, for Οἱ.

Printed οι, for οἱ.

PG 53:262Read from the page
ἄλαλος οὐκ ἀνοίγων τὸ στόμα αὐτου καὶ ἐγενόμην ὡσεὶ ἄνθρωπος οὐκ ἀκούων, καὶ οὐκ ἔχων ἐν τῷ στόματι αὐτοῦ ἐλεγμούς. Εἶδες φιλοσοφίας ὑπ⟨…⟩ρβολὴν, πῶς διὰ τῶν ἐναντίων ὁδῶν οὗτος περιεγένετο; Ἐκεῖνοι δόλους ἔῤῥαπτον, αὐτὸς καὶ τὰς ἀκοὰς ἔφραττεν, ὡς μηδὲ ἀκούειν· ἐκεῖνοι πάντα τὸν χρόνον οὐκ ἐπαύοντο καὶ τὴν γλῶτταν ἀκονοῦντες, καὶ ματαιότητας καὶ δολιότητας φθεγγόμενοι· οὗτος δὲ τῇ σιγῇ τὴν μανίαν ἐκείνων κατέστελλε. Καὶ τίνος ἕνεκεν οὕτως ἑαυτὸν διετίθει, καίτοι ἐκείνων ταῦτα κατασκευαζόντων, καὶ ὡσεὶ κωφὸς, καὶ ἄλαλος, καὶ μήτε ἀκοὰς ἔχων, μήτε γλῶτταν, οὕτω διέκειτο; Ἄκουε αὐτοῦ λέγοντος τὴν αἰτίαν τῆς τοσαύτης φιλοσοφίας· Ὅτι ἐπὶ σοὶ ἤλπισα, Κύριε. Ἐπειδὴ ἐμαυτὸν ἐξήρτησα, φησὶ, τῆς εἰς σὲ ἐλπίδος, οὐδείς μοι λόγος τῶν παρὰ τούτων γινομένων. Ἡ γὰρ σὴ ῥοπὴ ἱκανὴ πάντα διασκεδάσαι, καὶ ἀκύρους αὐτῶν ποιῆσαι καὶ τὰς ἐπιβουλὰς καὶ τὰς μηχανὰς, καὶ μηδὲν ἀφεῖναι τῶν ὑπ' αὐτῶν κατασκευαζομένων εἰς ἔργον ἐλθεῖν.
a mute man not opening his mouth; and I became like a man not hearing, and having no reproofs in his mouth. Did you see the excess of true philosophy, how by the opposite paths this man prevailed? They stitched deceits together, while he stopped up even his ears, so as not even to hear; they all the time did not cease both whetting their tongue and uttering vanities and deceits, whereas he by silence quelled their madness. And for what reason did he dispose himself thus, although they were contriving these things, and why was he thus disposed like one deaf and mute, having neither ears nor tongue? Hear him stating the cause of so great a philosophy: Because in Thee I have hoped, O Lord. Since I have hung myself, he says, upon hope in Thee, I take no account of the things done by them. For Thy nod suffices to scatter all things, and to render null both their plots and their devices, and to suffer none of the things contrived by them to come into effect.
βʹ. Ἴδετε πῶς δυνατὸν ἑκάστης συμφορᾶς τῆς συνεχούσης τὴν ἀνθρωπίνην φύσιν κατάλληλον ἐντεῦθεν φάρμακον λαβόντα ἀπελθεῖν, καὶ πᾶσαν ἀπώσασθαι ἀθυμίαν βιωτικὴν, καὶ ὑπὸ μηδενὸς συστέλλεσθαι τῶν συμπιπτόντων; Διὰ τοῦτο παρακαλῶ καὶ συνεχῶς ἐνταῦθα βαδίζειν, καὶ μετὰ ἀκριβείας προσέχειν τῇ τῶν θείων Γραφῶν ἀναγνώσει, μὴ μόνον ἐπειδὰν ἐνταῦθα παραγίνησθε, ἀλλὰ καὶ οἴκαδε μετὰ χεῖρας λαμβάνειν τὰ θεῖα Βιβλία, καὶ μετ' ἐπιμελείας δέχεσθαι τῶν ἐγκειμένων τὴν ὠφέλειαν. Πολὺ γὰρ τὸ ἐντεῦθεν τικτόμενον κέρδος· πρῶτον αὐτὸ τοῦτο, τὴν γλῶτταν ἀναπλάττεσθαι ποιεῖ διὰ τῆς ἀναγνώσεως· ἔπειτα καὶ ἡ ψυχὴ πτεροῦται καὶ μετάρσιος γίνεται, τῷ φωτὶ τοῦ τῆς δικαιοσύνης ἡλίου καταυγαζομένη, κατ' αὐτὸν ἐκεῖνον τὸν καιρὸν τῆς τῶν πονηρῶν λογισμῶν λύμης ἀπαλλαττομένη, καὶ γαλήνης ἀπολαύουσα πολλῆς καὶ ἡσυχίας. Καὶ ὅπερ ἡ σωματικὴ τροφὴ πρὸς τὴν σύστασιν τῆς ἡμετέρας ἰσχύος, τοῦτο ἡ ἀνάγνωσις τῇ ψυχῇ γίνεται. Τροφὴ γάρ ἐστι πνευματικὴ, καὶ νευροῖ τὸν λογισμὸν, καὶ ἰσχυρὰν ἐργάζεται τὴν ψυχὴν, καὶ εὐτονωτέραν καὶ φιλοσοφωτέραν, οὐκ ἀφιεῖσα λοιπὸν ἁλίσκεσθαι τοῖς ἀλόγοις πάθεσιν, ἀλλὰ καὶ κοῦφον αὐτῇ τὸ πτερὸν ἐργαζομένη, καὶ πρὸς αὐτὸν, ὡς εἰπεῖν, τὸν οὐρανὸν μεθιστῶσα. Μὴ τοίνυν ἀμελῶμεν, παρακαλῶ, τοῦ τοσούτου κέρδους, ἀλλὰ καὶ ἐπὶ οἰκίας σπουδάζωμεν τῇ ἀναγνώσει τῶν θείων προσέχειν Γραφῶν, καὶ ἐνταῦθα παραγινόμενοι μὴ εἰς φλυαρίας καὶ ἀνονήτους ὁμιλίας τὸν καιρὸν καταδαπανῶμεν, ἀλλὰ δι' ὃ παραγεγόναμεν, οὕτω συντείνωμεν ἑαυτοὺς, καὶ προσέχωμεν τοῖς ἀναγινωσκομένοις, ἵνα καρπωσάμενοί τι πλέον, οὕτως ἐντεῦθεν ἐξέλθητε. Εἰ μέλλοιτε εἰσελθόντες ἐνταῦθα πάλιν εἰς ὁμιλίας ἀκαίρους καὶ ἀνωφελεῖς τὸν καιρὸν καταναλίσκειν, καὶ μηδὲν πλέον εἰς ὠφέλειαν λόγων δεξάμενοι ἐπανιέναι, τί τὸ ὄφελος: Πῶς γὰρ οὐκ ἄτοπον, εἰς μὲν πανήγυριν βιωτικὴν ἀπιόντας σπουδάζειν πάντα τὰ ἐκ τῆς πανηγύρεως λαβόντας ἐπανελθεῖν οἴκαδε, καὶ ταῦτα χρήματα κατατιθέντας· ἐνταῦθα δὲ εἰς τὴν πανήγυριν ταύτην τὴν πνευματικὴν ἐρχομένους, μὴ πᾶσαν ποιεῖσθαι σπουδὴν λαβόντας τι τῶν χρησίμων, καὶ εἰς τὴν ψυχὴν ἐναποθεμένους οὕτως ἐπανιέναι, καὶ μάλιστα ὅτε οὐδὲ χρημάτων δαπάνην ἐργάσασθαι δεῖ, ἀλλὰ προθυμίαν μόνον εἰσενεγκεῖν, καὶ γνώμην συντεταμένην; Ἵνα οὖν μὴ χείρους γενώμεθα τῶν ταῖς βιωτικαῖς πανηγύρεσιν ἐμβαλλόντων, σπουδάζωμεν πολλὴν ἐπιδείκνυσθαι τὴν φροντίδα καὶ τὴν ἀγρυ-
2. Did you see how it is possible for each calamity that holds human nature fast to take a suitable remedy from here and depart, and to thrust away every worldly despondency, and to be cast down by none of the things that befall us? On this account I beseech you both to come here continually and to attend with exactness to the reading of the divine Scriptures—not only whenever you arrive here, but also at home to take the divine Books in hand, and with diligence to receive the benefit of what lies therein. For great is the gain born from this: first, this very thing—it causes the tongue to be refashioned through the reading; next, the soul also takes wing and becomes exalted, illumined by the light of the Sun of righteousness, freed at that very time from the bane of wicked thoughts, and enjoying great calm and tranquillity. And what bodily nourishment is for the maintenance of our strength, this the reading becomes for the soul. For it is spiritual nourishment, and nerves our reasoning, and renders the soul strong, and more vigorous and more philosophical, no longer suffering it to be caught by irrational passions, nay even making its wing light for it and transporting it, so to speak, unto heaven itself. Let us not, therefore, I beseech you, neglect so great a gain, but at home also let us be zealous to attend to the reading of the divine Scriptures, and when we arrive here let us not squander the time in trifling and unprofitable conversations; rather, for the purpose for which we have arrived, let us thus rouse ourselves and attend to the things read, so that having reaped something more, you may thus go forth from here. If upon entering here you should once more spend the time in unseasonable and unprofitable conversations, and return having received nothing more for the benefit of your words, what is the use? For how is it not absurd that those who go off to a worldly fair are zealous to return home having gotten all the wares from the fair—and that while laying down money—whereas those who come here to this spiritual fair do not make every effort to return having taken something of what is useful and stowed it away in their soul, especially when one need not even incur an outlay of money, but only bring eagerness and an intent mind? Lest, therefore, we prove inferior to those who flock to worldly fairs, let us be zealous to display great care and wake-
Notes, col. 262

On the reading

Printed αὐτου, for αὐτοῦ.

Printed ὄφελος:, for ὄφελος;.

PG 53:263Read from the page
πνίαν, ἵν' ἔχωμεν ἐντεῦθεν ἐξελθόντες ἐφόδια, ὥστε μὴ μόνον ἑαυτοῖς ἀρκεῖν, ἀλλὰ καὶ ἑτέροις ἐπιχορηγεῖν, καὶ δύνασθαι καὶ τὴν γυναῖκα διορθοῦν, καὶ τοὺς οἰκέτας, καὶ τοὺς γείτονας, καὶ τὸν φίλον, καὶ τὸν ἐχθρὸν αὐτόν. Τοιαῦτα γὰρ τὰ πνευματικὰ διδάγματα, ὡς κοινὰ πᾶσι προκεῖσθαι, καὶ μηδεμίαν εἶναι ἐν αὐτοῖς διαφορὰν, πλὴν εἰ μή πού τις γνώμην συντεταμένην εἰσενέγκας καὶ προθυμίαν ζέουσαν ὑπερηκόντισε τὸν πλησίον. Ἐπεὶ οὖν καὶ τῶν ἐνταῦθα διδαγμάτων τοσοῦτον τὸ κέρδος, φέρε σήμερον τὰ ἀναγνωσθέντα εἰς μέσον προθῶμεν καὶ τὸ ἐξ αὐτῶν κέρδος καρπωσάμενοι, οὕτως οἴκαδε ἐπανέλθωμεν.
fulness, so that upon going forth from here we may possess provisions for the way, so as not only to suffice for ourselves, but also to supply others, and to be able to set right our wife, and our servants, and our neighbours, and our friend, and even our enemy himself. For such are spiritual teachings, that they lie open in common to all, and there is no distinction in them, save only if someone perchance, having brought an intent mind and fervent eagerness, has outstripped his neighbour. Since, therefore, the gain of the teachings here also is so great, come, let us set forward today the things that have been read, and having reaped the gain drawn from them, let us thus return homeward.
Καὶ ἤρξατο, φησὶ, Νῶε ἄνθρωπος γεωργὸς γῆς, καὶ ἐφύτευσεν ἀμπελῶνα, καὶ ἔπιεν ἐκ τοῦ οἴνου, καὶ ἐμεθύσθη. Σκόπει πόσης ἡμῖν ὠφελείας ὑπόθεσις γίνεται αὐτὸ τῆς ἀναγνώσεως τὸ προοίμιον. Ὅταν γὰρ ἀκούσωμεν, ὅτι ὁ δίκαιος, ὁ τέλειος, ὁ τὴν ἄνωθεν μαρτυρίαν δεξάμενος ἔπιε καὶ ἐμεθύσθη, πῶς ἡμεῖς λοιπὸν οἱ τοσούτοις καὶ ἑτέροις ἁμαρτήμασι καταβεβαπτισμένοι οὐχὶ μετὰ πολλοῦ τοῦ τόνου σπουδάσομεν φυγεῖν τὴν ἐκ τῆς μέθης λύμην; Καίτοι γε οὐχ ὅμοιόν ἐστι τὸ τὸν δίκαιον τοῦτον ἁλῶναι τῷ πάθει, καὶ ἡμᾶς τῷ αὐτῷ περιπεσεῖν. Πολλὰ γάρ ἐστιν, ἃ τὸν δίκαιον τοῦτον συγγνώμης ἄξιον ἀποφαίνει. Καὶ ταῦτα λέγω οὐ τὸν ὑπὲρ τῆς μέθης λόγον ποιούμενος, ἀλλὰ δεικνὺς ὅτι οὐκ ἐξ ἀκρασίας ὁ δίκαιος ὑπεσκελίσθη, ἀλλ' ὑπὸ ἀγνοίας μᾶλλον. Καὶ ὅτι οὐχ ἁπλῶς εὗρε τὴν οἰνοποσίαν, ἄκουε αὐτῆς τῆς Γραφῆς λεγούσης καὶ τὴν ἀπολογίαν ποιουμένης, δι' ὧν φθέγγεται· Καὶ ἤρξατο, φησὶ, Νῶε ἄνθρωπος γεωργὸς γῆς, καὶ ἐφύτευσεν ἀμπελῶνα, καὶ ἔπιεν ἐκ τοῦ οἴνου, καὶ ἐμεθύσθη. Αὐτὸ τοῦτο τὸ εἰπεῖν, Ἤρξατο, δείκνυσιν ὅτι αὐτὸς τὴν ἀρχὴν εὗρε τῆς οἰνοποσίας, καὶ διὰ πολλὴν ἄγνοιαν καὶ διὰ τὸ μὴ εἰδέναι τῆς μεταλήψεως τὰ μέτρα εἰς τὴν μέθην ἐξεκυλίσθη. Καὶ οὐ τοῦτο μόνον ἐστὶν, ἀλλ' ὅτι καὶ ἀθυμίᾳ πολλῇ κατεχόμενος ἐβουλήθη τὴν ἐντεῦθεν παραμυθίαν ἑαυτῷ ἐπινοῆσαι, καθάπερ καί τίς φησι σοφός· Δότε οἶνον τοῖς ἐν λύπαις, καὶ μέθην τοῖς ἐν ὀδύναις· δεικνὺς ὅτι οὐδὲν οὕτως ἀθυμίας φάρμακον γενέσθαι δύναται, ὡς ἡ τούτου χρῆσις· μόνον ει μή που ἡ ἀμετρία λυμήνηται τὴν ἐξ αὐτοῦ ὠφέλειαν. Ὅτι δὲ ἐν λύπῃ ἦν καὶ ἀθυμίᾳ ὁ δίκαιος οὗτος, ὁρῶν ἑαυτὸν ἐν ἐρημίᾳ τοσαύτῃ, καὶ πρὸ τῶν ὀφθαλμῶν ἐκείνῳ τὰ σώματα τῶν ἀνθρώπων ἐῤῥιμμένα, καὶ μετὰ τῶν κτηνῶν καὶ τῶν ἀλόγων, καὶ τάφον κοινὸν ἅπασι γεγενημένον, τίς ἀντερεῖ; Ἔθος γὰρ τοῖς προφήταις καὶ τοῖς δικαίοις ἅπασι μὴ μόνον ὑπὲρ τῶν καθ' ἑαυτοὺς ἀλγεῖν, ἀλλὰ καὶ ὑπὲρ τῶν λοιπῶν ἀνθρώπων. Καὶ εἴ τις ἐξαριθμῆσαι βούλοιτο, εὑρήσει πάντας ταύτην τὴν συμπάθειαν ἐπιδεικνυμένους, καὶ ἀκούσει τοῦ μὲν Ἡσαΐου λέγοντος· Μὴ κατισχύσητε παρακαλεῖν με ἐπὶ τοῦ συντρίμματος τῆς θυγατρὸς τοῦ γένους μου· τοῦ δὲ Ἱερεμίου· Τίς δώσει τῇ κεφαλῇ μου ὕδωρ, καὶ τοῖς ὀφθαλμοῖς μου πηγὴν δακρύων; τοῦ δὲ Ἰεζεκιήλ· Οἴ μοι, Κύριε, ἐξαλείφεις σὺ τὸ κατάλοιπον τοῦ Ἰσραήλ; καὶ τοῦ Δανιὴλ θρηνοῦντος, καὶ λέγοντος, ὅτι Ὀλιγοστοὺς ἡμᾶς ἐποίησας παρὰ πάντα τὰ ἔθνη· καὶ τοῦ Ἀμώς· Μετανόησον, Κύριε, ἐπὶ τούτῳ· καὶ τοῦ Ἀμβακούμ· Ἵνα τί ἔδειξάς μοι κόπους καὶ μόχθους; καὶ πάλιν· Καὶ ποιήσεις τοὺς ἀνθρώπους ὡς τοὺς ιχθύας τῆς θαλάσσης· καὶ τοῦ μακαρίου δὲ αὐτοῦ τούτου Μωϋσέως ἀκούσει λέγοντος, Ει μὲν ἀφίης αὐτοῖς τὴν ἁμαρτίαν, ἄφες· ει δὲ μὴ, κἀμὲ ἐξάλειψον· καὶ πάλιν ἐπαγγελλομένου τοῦ Θεοῦ
And Noah, it says, a man tilling the earth, began and planted a vineyard, and drank of the wine, and became drunk. Observe how great a subject of benefit for us the very opening of the reading becomes. For when we hear that the righteous man, the perfect man, he who had received testimony from above, drank and became drunk, how shall we then, who are submerged in so many other sins as well, not be zealous with great vigour to flee the bane of drunkenness? And yet it is not the same thing for this righteous man to be caught by the passion and for us to fall into the same. For many are the things that show this righteous man to be worthy of pardon. And I say these things not as making a defence on behalf of drunkenness, but showing that not out of intemperance was the righteous man tripped up, but rather through ignorance. And that it was not in an ordinary way that he discovered wine-drinking, hear Scripture itself speaking and making his defence through what it utters: And Noah, it says, a man tilling the earth, began and planted a vineyard, and drank of the wine, and became drunk. This very word, He began, shows that he himself discovered the beginning of wine-drinking, and through great ignorance and through not knowing the due measures of partaking slipped into drunkenness. And not only is there this, but also that, being held fast in great despondency, he wished to devise for himself consolation from that source, just as a certain wise man also says: Give wine to those in griefs, and strong drink to those in pains; showing that nothing can so become a remedy for despondency as its use—provided only that immoderation does not perchance mar the benefit drawn from it. And that this righteous man was in grief and despondency, seeing himself in so great a desolation, and the bodies of human beings flung down before his eyes together with the cattle and the brute beasts, and one common grave made for all—who will gainsay? For it is customary for all the prophets and the righteous not only to grieve over their own affairs, but also over the rest of mankind. And if anyone should wish to reckon them up, he will find all displaying this fellow-feeling, and will hear Isaiah saying: Do not prevail to comfort me over the ruin of the daughter of my race; and Jeremiah: Who will give water to my head, and a fountain of tears to my eyes? and Ezekiel: Woe is me, O Lord, art Thou wiping out the remnant of Israel? and Daniel lamenting and saying: Thou hast made us very few beyond all the nations; and Amos: Relent, O Lord, over this; and Habakkuk: Why didst Thou show me toils and hardships? and again: And Thou wilt make men like the fishes of the sea; and this blessed Moses himself also he will hear saying: If indeed Thou forgivest them their sin, forgive; but if not, wipe me out also; and again, when God promised
Notes, col. 263

On the reading

Printed ει, for εἰ.

Printed ιχθύας, for ἰχθύας.

Printed Ει, for Εἰ.

PG 53:264Read from the page
μείζονος ἔθνους ἡγεμονίαν αὐτῷ ἐγχειρίσαι, καὶ ειπόντος· Ἄφες με, καὶ ἐξαλείψω τοὺς ἀνθρώπους τούτους, καὶ ποιήσω σε εις ἔθνος μέγα· οὐδὲ τοῦτο ἑλέσθαι, ἀλλὰ καὶ τὴν προστασίαν αὐτῶν προτιμοτέραν ἡγήσασθαι. Καὶ ὁ τῆς οἰκουμένης διδάσκαλος, ὁ μακάριος Παῦλος ἔλεγεν· Ηὐχόμην ἀνάθεμα εἶναι αὐτὸς ἐγὼ ἀπὸ τοῦ Χριστοῦ ὑπὲρ τῶν ἀδελφῶν μου, τῶν συγγενῶν μου τῶν κατὰ σάρκα.
to entrust to him the leadership of a greater nation, and said: Let Me alone, and I will wipe out these men, and I will make you into a great nation—he did not choose even this, but deemed even the protection of them more precious. And the teacher of the inhabited world, the blessed Paul, used to say: I was praying that I myself might be accursed from Christ on behalf of my brethren, my kinsmen according to the flesh.
γʹ. Ἴδετε πῶς ἕκαστος τῶν δικαίων πολλὴν τὴν συμπάθειαν περὶ τοὺς ὁμογενεῖς ἐπεδείκνυτο. Ἐννοεῖτε λοιπὸν καὶ τὰ κατὰ τοῦτον τὸν δίκαιον, πόσα εἰκὸς ἦν πάσχειν καὶ πῶς ὑπὸ τῆς ἀθυμίας κατεργάζεσθαι, ὁρῶντα καὶ τῆς τοσαύτης ἐρημίας τὴν ἐπίτασιν, καὶ αὐτὴν τὴν γῆν, τὴν πρότερον κομῶσαν τοῖς πολλοῖς φυτοῖς καὶ τοῖς ἄνθεσι καλλωπιζομένην, ἀθρόον ὥσπερ ἀποκειραμένην τὴν κόμην, καὶ γυμνὴν αὐτὴν καὶ ἔρημον τυγχάνουσαν. Ἐπεὶ οὖν τοσαύτη τῆς ἀθυμίας ἦν ἡ ἐπίτασις, μικράν τινα ἑαυτῷ παραμυθίαν ἐντεῦθεν ἐπινοῶν, ἐπὶ τὴν τῆς γῆς ἐργασίαν, ἑαυτὸν ἐξέδωκε· διὰ τοῦτό φησι· Καὶ ἤρξατο Νῶε ἄνθρωπος γεωργὸς γῆς, καὶ ἐφύτευσεν ἀμπελῶνα.
3. Did you see how each of the righteous men displayed great fellow-feeling towards those of his own race? Consider now the case of this righteous man also: how many things it was likely that he suffered, and how he was worn down by despondency, seeing both the intensity of so great a desolation, and the earth itself, which formerly was luxuriant with many plants and beautified with flowers, all at once shorn, as it were, of its tresses, and lying naked and desolate. Since, therefore, so great was the intensity of his despondency, devising some slight consolation for himself from this source, he gave himself over to the tilling of the earth; on this account it says: And Noah, a man tilling the earth, began and planted a vineyard.
Ἀλλ' ἄξιον ζητῆσαι εἰ νῦν αὐτὸς ἐξηῦρε τὸ φυτὸν, ἢ ἄνωθεν καὶ ἐξ ἀρχῆς ἦν παραχθέν. Εἰκὸς μὲν τοῦτο ἄνωθεν καὶ ἐξ ἀρχῆς κατὰ τὴν ἕκτην ἡμέραν δεδημιουργῆσθαι, ἡνίκα Εἶδεν ὁ Θεὸς πάντα ὅσα ἐποίησε, καὶ ἰδοὺ καλὰ λίαν (Κατέπαυσε γὰρ, φησὶν, ὁ Θεὸς ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ, ὧν ἐποίησε)· μὴ μέντοι γνώριμον εἶναι τοῦ φυτοῦ τὴν χρῆσιν. Εἰ γὰρ ἦν ἄνωθεν καὶ ἐξ ἀρχῆς τὸ φυτὸν γνώριμον γεγονὸς, ἢ ὁ ἐξ αὐτοῦ καρπὸς κατάδηλος, πάντως ἂν καὶ οἱ περὶ τὸν Ἄβελ τὰς θυσίας ἀνάγοντες καὶ οἶνον ἔσπεισαν. Ἀλλ' ἐπειδὴ ἠγνόουν ἔτι τοῦ καρποῦ τὴν χρῆσιν, οὐκ ἐχρήσαντο τῷ φυτῷ. Οὗτος δὲ φιλότεχνος ὢν περὶ τὴν γεωργίαν, καὶ πολλῇ τῇ ἐπιμελείᾳ χρησάμενος, ἴσως καὶ τοῦ καρποῦ ἐγεύσατο, καὶ τοὺς βότρυας ἀποθλίψας καὶ τὸν οἶνον ποιήσας μετέλαβε τῆς χρήσεως. Καὶ ἐπειδὴ μήτε αὐτὸς ἐγεύσατο πρότερον, μήτε ἕτερον εἶδε μετειληφότα, οὐκ εἰδὼς πόσῳ δεῖ χρήσασθαι μέτρῳ, οὔτε ὅπως αὐτοῦ τῆς μεταλήψεως προσήκει μετασχεῖν, ὑπ' ἀγνοίας εἰς τὴν μέθην ἐξώλισθεν. Ἄλλος δὲ, ἐπειδὴ ἡ κρεωφαγία εἰσηνέχθη εἰς τὸν βίον, λοιπὸν καὶ ἡ οἰνοποσία. Ὅρα δέ μοι κατὰ μικρὸν, ἀγαπητὲ, πῶς ἡ τοῦ κόσμου σύστασις οἰκονομεῖται, καὶ ἕκαστος ὑπὸ τῆς παρὰ Θεοῦ σοφίας ἐγκειμένης τῇ φύσει εὑρετὴς ἐκ προοιμίων τέχνης τινὸς γέγονε, καὶ οὕτως εἰς τὸν βίον εἰσήνεγκε τὰ τῶν τεχνῶν ἐπιτηδεύματα. Ὁ γὰρ πρῶτος τὴν ἐργασίαν εὗρε τῆς γῆς, ὁ μετ' αὐτὸν τὴν ποιμαντικὴν, ἕτερος τὴν κτηνοτροφίαν, καὶ ἄλλος τὴν μουσικὴν, ἕτερος τὴν χαλκευτικήν· οὗτος δὲ ὁ δίκαιος τὴν ἀμπελουργικὴν ἀπὸ τῆς ἐγκειμένης τῇ φύσει διδασκαλίας ἐπενόησε. Καὶ ἤρξατο, φησὶ, Νῶε ἄνθρωπος γεωργὸς γῆς, καὶ ἐφύτευσεν ἀμπελῶνα, καὶ ἔπιεν ἐκ τοῦ οἴνου, καὶ ἐμεθύσθη. Σκόπει πῶς τὸ τῆς ἀθυμίας φάρμακον, τὸ τῆς ὑγιείας ποιητικὸν, ἐπειδὴ εἰς ἀμετρίαν ὑπερέβη διὰ τὴν ἄγνοιαν, οὐ μόνον οὐδὲν ὠφέλησεν αὐτὸν, ἀλλὰ καὶ ἐλυμήνατο αὐτοῦ τῇ καταστάσει.
Yet it is worth inquiring whether he himself discovered the plant now, or whether from above and from the beginning it had been brought forth. It is likely, indeed, that from above and from the beginning it had been fashioned on the sixth day, when God saw all the things that He had made, and behold, they were very good (For God rested, it says, on the seventh day from all His works which He had made); yet the use of the plant was not well known. For had the plant become well known from above and from the beginning, or had the fruit drawn from it been manifest, surely those around Abel, when offering up their sacrifices, would also have poured libations of wine. Yet since they were still ignorant of the use of the fruit, they made no use of the plant. This man, however, being skilful in husbandry and employing great diligence, perhaps tasted of the fruit also, and having pressed out the clusters and made the wine, partook of its use. And since he had neither tasted it beforehand himself nor seen another partaking, not knowing what measure one must employ, nor how it is fitting to share in partaking of it, through ignorance he slipped into drunkenness. Besides, since the eating of flesh had been introduced into life, the drinking of wine followed also. And observe for me little by little, beloved, how the frame of the world is dispensed, and how each man, through the wisdom from God implanted in nature, became from the outset the discoverer of some art, and thus introduced into life the pursuits of the arts. For the first man discovered the tilling of the earth, the next after him shepherding, another cattle-breeding, another music, and another smithcraft; while this righteous man devised vine-dressing from the teaching implanted in nature. And Noah, it says, a man tilling the earth, began and planted a vineyard, and drank of the wine, and became drunk. Observe how the remedy for despondency, that which is productive of health, since through ignorance it passed beyond into immoderation, not only benefited him in no way, but even marred his condition.
Notes, col. 264

On the reading

Printed ειπόντος, for εἰπόντος.

Printed εις, for εἰς.

PG 53:265Read from the page
Ἀλλ' ἴσως εἴποι τις ἄν· Καὶ τίνος ἕνεκεν τοσούτων γέμον κακῶν φυτὸν εἰς τὸν βίον εἰσηνέχθη; Μὴ ἁπλῶς τὰ ἐπιόντα φθέγγου, ἄνθρωπε. Οὐ γὰρ τὸ φυτὸν κακὸν, οὔτε ὁ οἶνος πονηρὸν, ἀλλ' ἡ παρὰ τὸ δέον χρῆσις. Ὅτι γὰρ οὐ παρὰ τὸν οἶνον τὰ ἁμαρτήματα τὰ ὀλέθρια τίκτεται, ἀλλὰ παρὰ τὴν διεφθαρμένην γνώμην, καὶ τῷ τῇ ἀμετρίᾳ λυμαίνεσθαι τὴν ἐκ τούτου ἐγγινομένην ὠφέλειαν· διὰ τοῦτο νῦν μετὰ τὸν κατακλυσμὸν δείκνυσί σοι τοῦ οἴνου τὴν χρῆσιν, ἵνα μάθῃς ὅτι καὶ πρὸ τῆς τοῦ οἴνου χρήσεως καὶ εἰς ἀσέλγειαν ὑπερβάλλουσαν ἐξώκειλεν ἡ τῶν ἀνθρώπων φύσις, καὶ πολλὴν τῶν ἁμαρτημάτων τὴν ἐπίτασιν ἐπεδείξατο, καὶ ταῦτα οἴνου μηδαμοῦ φαινομένου· ἵνα καὶ ὅταν ἴδῃς τὴν τοῦ οἴνου χρῆσιν, μὴ τῷ οἴνῳ τὸ πᾶν λογίσῃ, ἀλλὰ τῇ προαιρέσει τῇ διεφθαρμένῃ, καὶ πρὸς τὴν κακίαν αὐτομολησάσῃ. Ἄλλως δὲ καὶ ἐννόησον ποῦ χρήσιμος γέγονεν ὁ οἶνος, καὶ φρῖξον, ἄνθρωπε. Ἡ γὰρ ὑπόθεσις τῆς σωτηρίας ἡμῶν τῶν ἀγαθῶν διὰ τούτου τελεῖται. Ἴσασιν οἱ μεμυημένοι τὸ λεγόμενον. Καὶ ἤρξατο Νῶε, φησὶν, ἄνθρωπος γεωργὸς γῆς, καὶ ἐφύτευσεν ἀμπελῶνα, καὶ ἔπιεν ἐκ τοῦ οἴνου, καὶ ἐμεθύσθη, καὶ ἐγυμνώθη ἐν τῷ οἴκῳ αὐτοῦ. Δεινὸν γὰρ, δεινὸν, ἀγαπητὲ, ἡ μέθη, καὶ ἱκανὴ πηρῶσαι τὰς αἰσθήσεις, καὶ καταβαπτίσαι τὸν λογισμόν. Τὸν γὰρ λογικὸν ἄνθρωπον, καὶ τὴν κατὰ πάντων ἀρχὴν ἀναδεδεγμένον, καθάπερ νεκρὸν καὶ ἀνενέργητον, δεσμοῖς τισιν ἀλύτοις πεδήσασα κεῖσθαι παρασκευάζει· μᾶλλον δὲ καὶ νεκροῦ χεῖρον. Ὁ μὲν γὰρ καὶ πρὸς τὰ καλὰ καὶ πρὸς τὰ κακὰ ἀνενέργητος τυγχάνει, οὗτος δὲ πρὸς μὲν τὰ καλὰ ἀνενέργητος, πρὸς δὲ τὰ κακὰ μᾶλλον ἐνεργεῖ, καὶ κοινὸς πᾶσι γέλως πρόκειται, καὶ τῇ γυναικὶ καὶ τοῖς παιδίοις καὶ αὐτοῖς τοῖς οικέταις. Οι μὲν γὰρ φίλοι οἰκείαν τὴν αισχύνην λογιζόμενοι ἐγκαλύπτονται, καὶ αισχύνονται, οἱ δὲ ἐχθροὶ ἐφήδονται καὶ κωμῳδοῦσι καὶ ἐπαρῶνται, μονονουχὶ ταῦτα λέγοντες τὰ ῥήματα· τοῦτον δεῖ ἀναπνεῖν τὸν ἀέρα; τὸ βόσκημα, τὸν χοῖρον, καὶ ἔτι τούτων χαλεπώτερα φθεγγόμενοι. Τῶν γὰρ ἀπὸ τῶν πολέμων ἐπανελθόντων, καὶ τὰς χεῖρας ἡμαγμένας ἐχόντων, καὶ φοράδην ἀγομένων χεῖρον οὗτοι διάκεινται. Ἐκείνους μὲν γὰρ ἴσως καὶ ἐγκωμιάζουσιν οἱ πολλοὶ διὰ τὰ τρόπαια, διὰ τὰς νίκας, διὰ τὰ τραύματα καὶ τὰς σφαγάς· τούτους δὲ ταλανίζουσιν, ἀθλίους ἀποκαλοῦσι, μυρία αὐτοῖς ἐπαρῶνται κακά. Τί γὰρ ἂν εἴη ἀθλιώτερον τοῦ τῇ μέθῃ προσηλωμένου, καὶ καθ' ἑκάστην ἡμέραν τὸν ἄκρατον ἐκχεομένου, καὶ τῶν λογισμῶν τὸ κριτήριον διαφθείροντος; Διὰ τοῦτο καὶ σοφός τις παρῄνει λέγων· Ἀρχὴ ζωῆς ἀνθρώπου ἄρτος καὶ ὕδωρ καὶ ιμάτιον, καὶ οἶκος καλύπτων ἀσχημοσύνην, ἵνα κἂν ἁλῷ τις ὑπὸ τῆς μέθης, μὴ ἐκπομπεύηται, μηδὲ δημοσιεύηται, ἀλλὰ καὶ ὑπὸ τῶν οἰκείων περιστέλληται, καὶ μὴ προκέηται πᾶσι γέλωτος καὶ ἀσχημοσύνης ὑπόθεσις. Καὶ ἤρξατο, φησὶ, Νῶε ἄνθρωπος γεωργὸς γῆς, καὶ ἐφύτευσεν ἀμπελῶνα, καὶ ἔπιεν ἐκ τοῦ οἴνου, καὶ ἐμεθύσθη.
Yet perhaps someone might say: And for what reason was a plant teeming with so many evils introduced into life? Do not utter randomly whatever comes into your head, O man. For the plant is not bad, nor is wine an evil thing, but the improper use of it. For because ruinous sins are born not from wine, but from a corrupted mind, and from marring through immoderation the benefit that arises from it—on this account it shows you the use of wine now after the flood, so that you may learn that even before the use of wine human nature ran aground into surpassing licentiousness and displayed a great intensification of sins, and that when wine nowhere appeared; so that even when you see the use of wine, you may not reckon the whole to the wine, but to the free choice that has been corrupted and has deserted to wickedness. Besides, consider also where wine has become serviceable, and shudder, O man. For the substance of the good things of our salvation is accomplished through this. Those initiated into the mysteries know what is spoken. And Noah, it says, a man tilling the earth, began and planted a vineyard, and drank of the wine, and became drunk, and was uncovered in his house. For dreadful, dreadful, beloved, is drunkenness, and able to maim the senses and submerge the reasoning. For it binds with certain indissoluble bonds the rational human being who has received dominion over all things, and prepares him to lie like one dead and inactive—nay rather, even worse than one dead. For the dead man is inactive towards both good things and bad, whereas this man is inactive towards good things, yet all the more active towards bad, and lies exposed as a common laughing-stock to all—to his wife, and his little children, and his very servants. For his friends, reckoning the shame their own, hide their faces and feel shame, while his enemies exult and mock and call down curses, all but uttering these very words: Ought this man to breathe the air?—calling him brute beast, swine, and uttering things even harsher than these. For these men are in a worse plight than those who have returned from wars with blood-stained hands and are carried in a litter. For the many perhaps even extol those men on account of their trophies, their victories, their wounds, and their slaughters; whereas these they deem wretched, call them miserable, and imprecate countless evils upon them. For what could be more miserable than one nailed fast to drunkenness, pouring out unmixed wine for himself each day, and corrupting the tribunal of his thoughts? On this account a certain wise man also exhorted, saying: The beginning of a man's life is bread and water and a garment, and a house covering unseemliness—so that even if someone be caught by drunkenness, he may not be paraded in public or exposed, but may be cloaked by his own household and not lie exposed to all as a subject of laughter and unseemliness. And Noah, it says, a man tilling the earth, began and planted a vineyard, and drank of the wine, and became drunk.
δʹ. Τὸ τῆς μέθης ὄνομα, ἀγαπητὲ, ἐπὶ τῆς ἁγίας Γραφῆς οὐ πανταχοῦ ἐπὶ τούτου εἴρηται, ἀλλὰ καὶ ἐπὶ πλησμονῆς. Τοῦτο οὖν ἄν τις εἴποι περὶ τοῦ δικαίου τούτου, ὅτι οὐ δι' ἀκρασίαν εἰς τὴν μέθην κατέπεσεν, ἀλλ' ἡ πλησμονὴ τοῦτο αὐτῷ εἰργάσατο. Ἄκουε γὰρ τοῦ Δαυῒδ λέγοντος· Μεθυσθήσονται ἀπὸ τῆς πιότητος τοῦ οἴκου σου, ἀντὶ τοῦ, πλησθήσονται. Ἄλλως δὲ οι τῇ μέθῃ ἑαυτοὺς ἐκδιδόντες οὐδέποτε κόρον λαμβάνουσιν, ἀλλ' ὅσῳ ἂν ἐγχέωσιν ἑαυτοῖς τὸν ἄκρατον, τοσούτῳ μᾶλλον πρὸς τὸ δίψος ἐκκαίονται, καὶ ἡ μετάληψις ἀεὶ ὑπέκκαυμα γίνεται τοῦ δίψους· καὶ τὰ μὲν τῆς ἡδονῆς
4. The word drunkenness, beloved, in holy Scripture is not everywhere spoken of this, but also of satiety. Someone might say this, therefore, concerning this righteous man: that not through intemperance did he fall into drunkenness, but satiety wrought this in him. For hear David saying: They shall be made drunk from the fatness of Thy house—instead of: they shall be filled. Besides, those who surrender themselves to drunkenness never reach satiety, but the more unmixed wine they pour into themselves, all the more are they inflamed towards thirst, and the partaking ever becomes kindling for thirst; and the pleasure
Notes, col. 265

On the reading

Printed οικέταις, for οἰκέταις.

Printed Οι, for Οἱ.

Printed αισχύνην, for αἰσχύνην.

Printed αισχύνονται, for αἰσχύνονται.

Printed ιμάτιον, for ἱμάτιον.

Printed οι, for οἱ.

PG 53:266Read from the page
ἠμαύρωται λοιπὸν, τὸ δὲ δίψος ἀκατάπαυστον γεγονὸς εἰς αὐτὸν τὸν κρημνὸν τῆς μέθης κατάγει τοὺς ὑπ' αὐτῆς αιχμαλώτους γεγενημένους. Καὶ ἐφύτευσε, φησὶν, ἀμπελῶνα, καὶ ἔπιεν ἐκ τοῦ οἴνου, καὶ ἐμεθύσθη, καὶ ἐγυμνώθη ἐν τῷ οἴκῳ αὐτοῦ. Ὅρα αὐτὸν οὐκ ἔξω που τοῦτο πάσχοντα, ἀλλὰ ἐν τῷ οἴκῳ αὐτοῦ. Διὰ γὰρ τοῦτο ἐπεσημήνατο ἡ θεία Γραφὴ ὅτι Ἐν τῷ οἴκῳ αὐτοῦ, ἵνα ἐκ τῶν ἐπαγομένων τὴν ἐπίτασιν ἴδῃς τῆς πονηρίας τοῦ τὴν γύμνωσιν ἐκπομπεύσαντος. Καὶ εἶδε, φησὶ, Χὰμ ὁ πατὴρ Χαναὰν τὴν γύμνωσιν τοῦ πατρὸς αὐτῶν, καὶ ἐξελθὼν ἀνήγγειλε τοῖς δυσὶν ἀδελφοῖς αὐτοῦ ἔξω. Τάχα εἰ καί τινες ἕτεροι ἦσαν, κἀκείνοις ἂν ἐμήνυσε τὴν τοῦ πατρὸς ἀσχημοσύνην· τοσαύτη ἦν τοῦ παιδὸς ἡ μοχθηρία. Διὰ γὰρ τοῦτο, ἵνα μάθῃς ὅτι ἄνωθεν καὶ ἐξ ἀρχῆς διεφθαρμένος ἦν τὴν γνώμην, οὐχ ἁπλῶς εἶπεν ἡ Γραφὴ, ὅτι εἶδε Χὰμ τὴν γύμνωσιν τοῦ πατρὸς αὐτοῦ, ἀλλὰ τί; Καὶ εἶδε Χὰμ ὁ πατὴρ Χαναάν. Τίνος ἕνεκεν, εἰπέ μοι, καὶ ἐνταῦθα τοῦ υἱοῦ λέγει τὴν προσηγορίαν; Ἵνα μάθῃς ὅτι ἀκρατής τις ἦν καὶ ἀκόλαστος, καὶ ἀπὸ τῆς αὐτῆς γνώμης, ἀφ' ἧς ἐν τοσαύτῃ καταστάσει παιδοποιεῖν ἠνέσχετο, ἀπὸ τῆς αὐτῆς καὶ νῦν εἰς τὸν γεγεννηκότα ἐξύβρισε. Καὶ ἐξελθὼν, φησὶν, ἀνήγγειλε τοῖς δυσὶν ἀδελφοῖς αὐτοῦ ἔξω. Ὅρα μοι ἐνταῦθα, ἀγαπητὲ, πῶς οὐκ ἐν τῇ φύσει τὰ τῆς κακίας ἔγκειται, ἀλλ' ἐν τῇ γνώμῃ καὶ ἐν τῇ προαιρέσει. Ἰδοὺ γὰρ ἀμφότεροι τῆς αὐτῆς φύσεως, καὶ ἀδελφοὶ, τὸν αὐτὸν ἔσχον πατέρα, τῶν αὐτῶν ἀπήλαυσαν ὠδίνων, τῆς αὐτῆς ἐπιμελείας ἔτυχον, ἀλλ' οὐ τὴν αὐτὴν προαίρεσιν ἐπεδείξαντο· ἀλλ' ὁ μὲν πρὸς τὴν κακίαν ἐξώλισθεν, οἱ δὲ τὴν ὀφειλομένην τῷ πατρὶ τιμὴν ἀπένειμαν. Ἴσως δὲ καὶ ἐπεμβαίνων τῇ τοῦ πατρὸς ἀσχημοσύνῃ καὶ κωμῳδῶν τὸ γεγονὸς ἐξήγγειλε, καὶ οὐκ ἤκουσε σοφοῦ τινος λέγοντος· Μὴ δοξάζου ἐν ἀτιμίᾳ πατρός σου. Ἀλλ' οἱ ἀδελφοὶ οὐχ οὕτως· ἀλλὰ τί; Ταῦτα ἀκούσαντες, Λαβόντες, φησὶ, Σὴμ καὶ Ἰάφεθ τὸ ἱμάτιον, ἐπέθεντο ἐπὶ τὰ δύο νῶτα αὐτῶν, καὶ ἐπορεύθησαν ὀπισθοφανῶς, καὶ συνεκάλυψαν τὴν γύμνωσιν τοῦ πατρὸς αὐτῶν· καὶ τὸ πρόσωπον αὐτῶν ὀπισθοφανὲς, καὶ τὴν γύμνωσιν τοῦ πατρὸς αὐτῶν οὐκ εἶδον. Εἶδες εὐγνωμοσύνην παίδων; Ὁ μὲν καὶ ἐξεπόμπευσεν, οἱ δὲ οὐδὲ ἰδεῖν ἀνέχονται, ἀλλ' ὀπισθοφανῶς βαδίζουσιν, ἵνα ὀρθῶς βαδίσαντες συγκαλύψωσι τοῦ πατρὸς τὴν γύμνωσιν. Καὶ ὅρα αὐτῶν μετὰ τῆς πολλῆς εὐγνωμοσύνης καὶ τὴν ἐπιείκειαν. Οὔτε γὰρ ἐπιτιμῶσιν, οὔτε ἐπιπλήττουσι τῷ ἀδελφῷ, ἀλλ' ἀκούσαντες, ἑνὸς μόνου γίνονται, τοῦ τὴν διόρθωσιν ταχεῖαν ποιήσασθαι, καὶ τὰ εἰς τιμὴν τοῦ γεγεννηκότος συντείνοντα ἐπιδείξασθαι. Καὶ τὸ πρόσωπον αὐτῶν, φησὶν, ὀπισθοφανὲς, καὶ τὴν γύμνωσιν τοῦ πατρὸς αὐτῶν οὐκ εἶδον. Πολλὴ τῶν παίδων ἡ εὐλάβεια, καὶ ταύτην ἡμῖν δείκνυσιν οὐ τὸ σκεπάσαι μόνον, ἀλλὰ καὶ μὴ ἀνασχέσθαι ἰδεῖν. Παιδευθῶμεν τοίνυν καὶ ἐντεῦθεν, καὶ ἐξ ἀμφοτέρων κερδάνωμεν, καὶ τούτους μὲν μιμώμεθα, ἐκείνου δὲ τὸν ζῆλον φεύγωμεν. Ει γὰρ γύμνωσιν αισθητὴν ὁ ἐκπομπεύσας, κατάρας ἑαυτὸν ὑπεύθυνον κατέστησε, καὶ τῆς ὁμοτιμίας τῶν ἀδελφῶν ἐκπεσὼν, δουλεύειν αὐτοῖς κατεδικάσθη, ει καὶ μὴ αὐτὸς ἐκεῖνος, ἀλλ' οἱ ἐξ αὐτοῦ πάντες· τί πείσονται οἱ τὰ ἁμαρτήματα τῶν ἀδελφῶν ἐκπομπεύοντες, καὶ οὐ μόνον οὐ περιστέλλοντες, ἀλλὰ καὶ μειζόνως αὐτὰ ποιοῦντες κατάδηλα, καὶ πολλὰ ἐκ τούτου ἐργαζόμενοι τὰ ἁμαρτήματα; Ὅταν γὰρ δημοσιεύσῃς τοῦ ἀδελφοῦ τὸ πταῖσμα, οὐ μόνον ἐκεῖνον ἀναισχυντότερον καὶ ὀκνηρότερον εἰργάσω ἴσως πρὸς τὴν ἐπάνοδον τῆς ἀρετῆς, ἀλλὰ καὶ τοὺς ἀκούοντας ῥᾳθυμοτέρους κατέστησας, καὶ πρὸς
has now been dimmed, whereas thirst, having become unceasing, brings down to the very precipice of drunkenness those who have become captives under it. And he planted, it says, a vineyard, and drank of the wine, and became drunk, and was uncovered in his house. Behold him suffering this not somewhere outside, but in his house. For on this account divine Scripture pointed out In his house, so that from what follows you may see the intensity of the wickedness of him who paraded the nakedness abroad. And Ham, it says, the father of Chanaan, saw the nakedness of their father, and having gone out he reported it to his two brothers outside. Perhaps had there been certain others also, to them too he would have divulged his father's unseemliness: so great was the depravity of the son. For on this account, so that you may learn that from above and from the outset he was corrupted in mind, Scripture did not merely say that Ham saw the nakedness of his father, but what? And Ham, the father of Chanaan, saw. For what reason, tell me, does it state the appellation of his son here also? So that you may learn that he was an incontinent and licentious man, and from the same mindset out of which in so great a crisis he endured to beget children, from that same mindset now also he insulted him who had begotten him. And having gone out, it says, he reported it to his two brothers outside. Behold for me here, beloved, how the things of wickedness do not lie in nature, but in mindset and in free choice. For behold, both parties were of the same nature, and brothers: they had the same father, they enjoyed the same birth-pangs, they met with the same care, yet they did not display the same free choice; rather, the one slipped into wickedness, while the others rendered the honour owed to their father. And perhaps even trampling upon his father's unseemliness and mocking what had happened he proclaimed it abroad, and did not heed a certain wise man saying: Do not glory in the dishonour of your father. Yet his brothers did not act thus; but how? Upon hearing these things: Shem and Japheth, it says, having taken the garment, laid it upon their two shoulders, and walked facing backwards, and covered the nakedness of their father; and their face was turned backwards, and they did not see the nakedness of their father. Did you see the dutifulness of sons? The one even paraded it abroad, while the others do not endure even to look, but walk facing backwards, so that by walking uprightly they may cover up their father's nakedness. And behold, along with their great dutifulness, their gentleness also. For they neither rebuke nor chide their brother, but upon hearing, they give themselves to one thing alone: to making the correction speedy, and to displaying what tends to the honour of him who had begotten them. And their face, it says, was turned backwards, and they did not see the nakedness of their father. Great was the reverence of the sons, and not their covering him alone shows it to us, but also their not enduring to look. Let us be taught from this also, therefore, and gain from both, and let us imitate these sons, while fleeing the zeal of that one. For if he who paraded a sensible nakedness abroad rendered himself liable to a curse, and falling from equal honour with his brothers was condemned to serve them—even if not that man himself, yet all those sprung from him—what shall they suffer who parade abroad the sins of their brethren, and not only do not cloak them, but even make them more glaringly manifest, and work many sins thereby? For whenever you publish abroad your brother's stumble, not only have you perhaps rendered him more shameless and more sluggish towards the return of virtue, but you have also established those who hear more slothful, and towards
Notes, col. 266

On the reading

Printed αιχμαλώτους, for αἰχμαλώτους.

Printed Ει, for Εἰ.

Printed αισθητὴν, for αἰσθητὴν.

Printed ει, for εἰ.