Migne Reading Room

PG 53 · cols. 257–260 · Read from the page

In Genesin Homilia XXVIII (ΟΜΙΛΙΑ ΚΗʹ; Gen. 9:8–19)

In Genesin Homilia XXVIII (ΟΜΙΛΙΑ ΚΗʹ; Gen. 9:8–19)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 53:257Read from the page
φορᾶς τὸ μέγεθος συσταλῆναι αὐτὸν πεποίηκεν, οὐδὲ ἡ τοσαύτη ἐν τῇ κιβωτῷ στενοχωρία, ἀλλὰ καίτοι τοῦ πρεσβύτου οὐδέπω καὶ νῦν τεκνοποιήσαντος, οὗτος τῇ ἀκρασίᾳ ἑαυτὸν ἐκδοὺς ἐν καιρῷ τοσαύτης ἀγανακτήσεως καὶ πανωλεθρίας τὴν οἰκουμένην καταλαβούσης, περὶ συνουσίαν ἠσχολεῖτο, καὶ τὸ ἀχαλίνωτον τῆς ἐπιθυμίας οὐ κατέστελλεν, ἀλλ' ἤδη ἄνωθεν καὶ ἐκ προοιμίων ἐκείνου τῆς γνώμης αὐτοῦ τὸ μοχθηρόν. Ἐπεὶ οὖν μετ' οὐ πολὺ διὰ τὴν ὕβριν τὴν εἰς τὸν γεγεννηκότα μέλλει τὴν κατάραν δέχεσθαι ὁ Χαναὰν ὁ τούτου παῖς, διὰ τοῦτο ἤδη προλαβοῦσα ἡ θεία Γραφὴ ἐπεσημήνατο, καὶ τοῦ παιδὸς ἡμῖν τὴν προσηγορίαν δήλην ἐποίησεν, ὁμοῦ καὶ τοῦ γεγεννηκότος τὸ ἀκρατές· ἵν' ὅταν μετὰ ταῦτα ἴδῃς αὐτὸν πολλὴν τὴν ἀγνωμοσύνην ἐπιδειξάμενον πρὸς τὸν γεγεννηκότα, εἰδέναι ἔχῃς, ὅτι ἄνωθεν καὶ ἐξ ἀρχῆς τοιοῦτος ἦν, ὥς γε οὐδὲ ὑπὸ τῆς συμφορᾶς συνεστάλη. Ἱκανὴ γὰρ ἡ τοσαύτη ἀθυμία πᾶσαν σβέσαι ἡδονὴν, καὶ οὐδὲν οὕτω ταύτην τὴν φλόγα καὶ τὴν μανίαν καταστεῖλαι δύναται, ὡς ἀθυμίας ἐπίτασις καὶ συμφορᾶς ὑπερβολή. Ὁ τοίνυν ἐν τοσούτῳ μεγέθει τῶν κακῶν τοσαύτην ἐπιδειξάμενος τὴν λύτταν καὶ μανίαν περὶ τὴν παιδοποιίαν, ποίας ἂν εἴη συγγνώμης ἄξιος;
ity caused him to restrain himself, nor so great straitness in the ark; rather, though his elder brother had not even yet begotten children, this man, surrendering himself to incontinence at a season of so great indignation and utter destruction overtaking the inhabited world, busied himself with marital union and did not check the unbridledness of his desire, rather already from of old and from the prelude showed the depravity of his intention. Since not long afterwards, therefore, on account of the insolence towards him who begot him, Canaan this man's child is about to receive the curse, on this account Divine Scripture beforehand already marked it, and made clear to us the child's name, and at the same time the incontinence of him who begot him—so that whenever after these things thou seeest him displaying great ingratitude towards him who begot him, thou mayest know that from of old and from the beginning he was such, inasmuch as he was not restrained even by the calamity. For so great a despondency was sufficient to quench every pleasure, and nothing is so able to quell this flame and madness as intensity of despondency and excess of calamity. He therefore who in so great a magnitude of evils displayed so great a frenzy and madness regarding child-begetting—of what pardon could he be worthy?
Ἀλλ' ἐντεῦθεν ἡμῖν πάλιν ἕτερον τίκτεται ζήτημα, τὸ πολυθρύλλητον ἐκεῖνο καὶ πανταχοῦ περιφερόμενον, τίνος ἕνεκεν τοῦ πατρὸς ἁμαρτόντος ὁ υἱὸς τὴν κατάραν δέχεται; Ἀλλ' ἵνα μὴ νῦν μακρὸν ποιῶμεν τὸν λόγον, τοῦτο ταμιευσόμεθα πρὸς τὸ παρὸν, ἵν' ἐπειδὰν εἰς αὐτὸν τὸν τόπον ἀφικώμεθα, τότε καὶ τὴν λύσιν ἐπαγάγωμεν, ἣν ἂν ὁ Θεὸς παράσχῃ. Οὐδὲν γὰρ, καθάπερ ἔφθην εἰπὼν, τῶν ἐν τῇ θείᾳ Γραφῇ κειμένων ἄνευ λόγου τινὸς καὶ αἰτίας ἐστὶν εὑρεῖν ἐγγεγραμμένον. Τέως οὖν τοῦτο ἔγνωμεν, ὅτι οὐχ ἁπλῶς, καὶ ὡς ἔτυχε, τῆς προσηγορίας τοῦ υἱοῦ ἐμνημόνευσεν ὁ Μωϋσῆς εἰπὼν, Χὰμ δὲ ἦν πατὴρ τοῦ Χαναάν. Τρεῖς εἰσιν οὗτοι υἱοὶ, φησὶ, Νῶε, καὶ ἀπὸ τούτων διεσπάρησαν ἐπὶ πᾶσαν τὴν γῆν. Μὴ ἁπλῶς παραδράμωμεν, ἀγαπητοὶ, μηδὲ τὸ νῦν ῥηθὲν, ἀλλ' ἐννοήσωμεν καὶ ἐξ αὐτοῦ τούτου τῆς δυνάμεως τοῦ Θεοῦ τὸ μέγεθος. Τρεῖς, φησὶν, ἦσαν οὗτοι υἱοὶ Νῶε, καὶ ἐκ τούτων διεσπάρησαν ἐπὶ πᾶσαν τὴν γῆν. Πῶς ἀπὸ τῶν τριῶν τοσοῦτον πλῆθος ἐπέδωκε; πῶς ἠδυνήθησαν διαρκέσαι; πῶς ἐκ τῶν ὀλίγων τούτων ἅπας ὁ κόσμος συνέστη; πῶς αὐτοῖς τὰ σώματα διέμεινεν; Οὐκ ἰατρὸς ἦν ὁ θεραπείαν προσάγων, οὐκ ἄλλη τις ἐπιμέλεια. Οὐδέπω γὰρ οὐδὲ πόλεις ἦσαν δειμάμενοι, ἀλλὰ μετὰ τὴν τοσαύτην ταλαιπωρίαν, καὶ τὴν ἐν τῇ κιβωτῷ διαγωγὴν, ὡς τεταριχευμένοι καὶ κατειργασμένοι ἐξῆλθον, καὶ ἐν τοσαύτῃ μονώσει τυγχάνοντες καὶ ἐρημίᾳ ἀφάτῳ πῶς οὐ διεφθάρησαν; πῶς οὐκ ἀπώλοντο; Ὁ γὰρ φόβος, εἰπέ μοι, καὶ ἡ ἀγωνία οὐ κατέσειεν αὐτῶν τὴν διάνοιαν, καὶ διετάρασσε τὸν λογισμόν; Μὴ ξενισθῇς, ἀγαπητέ· Θεὸς γὰρ ἦν ὁ πάντα ἐργαζόμενος, καὶ ὁ τῆς φύσεως δημιουργὸς ἦν ὁ πάντα ταῦτα τὰ κωλύματα ἀναιρῶν, καὶ τὸ πρόσταγμα αὐτοῦ ἐκεῖνο τὸ λέγον, Αὐξάνεσθε καὶ πληθύνεσθε, καὶ πληρώσατε τὴν γῆν, αὐτοῖς καὶ τὴν ἐπίδοσιν ἐχαρίσατο. Ἐπεὶ καὶ οἱ Ἰσραηλῖται ἡνίκα εἰς Αἴγυπτον τῇ πλινθείᾳ καὶ τῷ πηλῷ κατειργάσθησαν, ταύτῃ πολλῷ μᾶλλον εἰς πλῆθος ἐπέδωκαν, καὶ οὔτε τὸ ἀνηλεὲς ἐκεῖνο καὶ ὠμὸν ἐπίταγμα τοῦ Φαραὼ, τὸ κελεῦον τὰ ἄῤῥενα εἰς τὸν ποταμὸν ῥίπτεσθαι, οὐδὲ ἡ λοι-
Yet hence there is bred for us again another inquiry, that much-talked-of one carried round everywhere: on what account, when the father sinned, does the son receive the curse? Yet lest we now make our discourse long, we shall store this up for the present, so that whenever we arrive at that very passage we may then bring forward the solution as well, whatsoever God may afford. For, just as I said earlier, one cannot find anything of what lies in Divine Scripture inscribed without some reason and cause. Meanwhile, therefore, we have come to know this: that not merely or at random did Moses make mention of the son's name when he said, And Ham was the father of Canaan. These three, it says, are the sons of Noah, and from these were men scattered abroad upon all the earth. Let us not merely pass by what is now spoken either, beloved, rather even from this very point let us reflect upon the magnitude of God's power. These three, it says, were the sons of Noah, and out of these were men scattered abroad upon all the earth. How from the three did so great a multitude advance? How were they able to suffice? How out of these few was the whole world banded together? How did their bodies endure? There was no physician bringing healing, nor any other care. For not yet had they even built cities, rather after so great wretchedness and life in the ark, as though pickled and worn down they came forth; and finding themselves in so great solitude and ineffable desolation, how did they not perish? How were they not destroyed? Did not fear, tell me, and anguish shake their mind violently and disturb their reasoning? Marvel not, beloved; for it was God Who wrought all things, and it was the Creator of nature Who did away with all these hindrances, and that command of His which said, Increase and multiply, and fill the earth, granted them their increase as well. Since the Israelites too, when in Egypt they were worn down with brick-making and clay, all the more advanced into a multitude thereby, and neither that merciless and cruel injunction of Pharaoh bidding the male children be cast into the river, nor the rest-
Notes, col. 257

On the reading

Printed ἐκείνου, for ἐδείκνυ.

PG 53:258Read from the page
πὴ κακουχία, ἣν ὑπὸ τῶν ἐργοδιωκτῶν ὑπέμενον, ἴσχυσεν ἐλαττῶσαι αὐτῶν τὸ πλῆθος, ἀλλὰ καὶ μᾶλλον εἰς πλῆθος ἐπεδίδουν. Ἡ γὰρ ἄνωθεν ῥοπὴ ἦν ἡ διὰ τῶν ἐναντίων ἅπαντα ἐργαζομένη.
ing ill-treatment which they underwent at the hands of the taskmasters had strength to lessen their multitude, rather all the more did they advance into a multitude. For it was the impulse from above that wrought all things through opposites.
εʹ. Ὅταν τοίνυν ὁ Θεὸς κελεύῃ, μὴ ζήτει κατὰ ἀκολουθίαν ἀνθρωπίνην διερευνᾶσθαι τὰ πράγματα. Ἀνώτερος γὰρ ὢν τῆς φύσεως, οὐ δεῖται τῆς ἀκολουθίας τῆς φύσεως, ἀλλὰ καὶ δι' αὐτῶν τῶν κωλυόντων τὰ πράγματα αὐξάνεσθαι παρασκευάζει. Τὸν αὐτὸν δὴ τρόπον καὶ νῦν ἀπὸ τῶν τριῶν τούτων τὴν οἰκουμένην ἅπασαν ἀνεπλήρωσεν. Ἀπὸ τούτων γὰρ, φησὶ, τῶν τριῶν διεσπάρησαν ἐπὶ πᾶσαν τὴν γῆν. Εἶδες Θεοῦ δύναμιν; εἶδες πῶς, κἂν πολλὰ ἦν τὰ κωλύματα, οὐδέν ἐστι τὸ διακόπτον αὐτοῦ τὸ βούλημα; Τὸ αὐτὸ καὶ ἐπὶ τῆς πίστεώς ἐστιν ἰδεῖν γινόμενον. Τοιούτων γὰρ ὄντων τῶν πολεμούντων, τοσούτων ὄντων τῶν ἐπιβουλευόντων, καὶ βασιλέων, καὶ τυράννων, καὶ δήμων κατεξανισταμένων, καὶ πάντα ποιούντων, ὥστε σβέσαι τὸν σπινθῆρα τῆς πίστεως, δι' αὐτῶν τῶν ἐπιβουλευόντων, διὰ τῶν κωλύειν βουλομένων, τοσαύτη ἤρθη τῆς εὐσεβείας ἡ φλὸξ, ὡς ἅπασαν καταλαβεῖν τὴν οἰκουμένην, καὶ τὴν ἀοίκητον. Κἂν πρὸς Ἰνδοὺς γὰρ ἀπέλθῃς, κἂν πρὸς Σκύθας, κἂν πρὸς αὐτὰ τὰ πέρατα τῆς οἰκουμένης, κἂν εἰς αὐτὸν τὸν ὠκεανὸν, πανταχοῦ εὑρήσεις τοῦ Χριστοῦ τὴν διδασκαλίαν καταυγάζουσαν τὰς ἁπάντων ψυχάς. Τὸ γὰρ θαυμαστὸν καὶ παράδοξον, ὅτι καὶ αὐτὰ τὰ βάρβαρα ἔθνη μετεῤῥύθμισεν ὁ τῆς εὐσεβείας λόγος, καὶ φιλοσοφεῖν ἔμαθον καὶ τῆς παλαιᾶς συνηθείας ἀποστάντες πρὸς τὴν εὐσέβειαν μετετάξαντο. Καὶ καθάπερ διὰ τῶν τριῶν τούτων τὸ τῶν ἀνθρώπων πλῆθος ἐπιδοῦναι παρεσκεύασεν ὁ τῶν ὅλων δημιουργός· τὸν αὐτὸν δὴ τρόπον καὶ ἐπὶ τῆς πίστεως διὰ τῶν ἕνδεκα, τῶν ἁλιέων, τῶν ἀγραμμάτων, τῶν ἰδιωτῶν, τῶν μηδὲ διᾶραι τὸ στόμα τολμώντων, ἅπασαν ἐπεσπάσατο τὴν οἰκουμένην. Καὶ οἱ ἀγράμματοι οὗτοι, καὶ οἱ ἰδιῶται καὶ οἱ ἁλιεῖς τῶν φιλοσόφων ἀπέφραξαν τὰ στόματα, καὶ καθάπερ ὑπόπτεροι, οὕτω τὴν οἰκουμένην ἅπασαν διέδραμον κατασπείραντες τὸν τῆς εὐσεβείας λόγον καὶ τὰς ἀκάνθας ἐκτέμνοντες, καὶ τὰ παλαιὰ ἀνασπῶντες ἔθη, καὶ τοὺς τοῦ Χριστοῦ νόμους πανταχοῦ καταφυτεύοντες· καὶ οὔτε τὸ ὀλίγους αὐτοὺς εἶναι, οὔτε ἡ ἰδιωτεία, οὔτε τὸ αὐστηρὸν τῶν ἐπιταγμάτων, οὔτε τὸ παλαιᾷ συνηθείᾳ προκατειλῆφθαι ἅπαν τὸ τῶν ἀνθρώπων γένος, ἴσχυσε κώλυμα αὐτοῖς γενέσθαι, ἀλλὰ ταῦτα πάντα ἀνῄρει προοδοποιοῦσα ἡ χάρις, καὶ μετ' εὐκολίας ἅπαντα εἰργάζοντο, δι' αὐτῶν τῶν κωλυμάτων μείζονα δεχόμενοι τὴν προθυμίαν. Καὶ γάρ ποτε μὲν μαστιζόμενοι ἀνεχώρουν χαίροντες οὐ διὰ τὰς μάστιγας ἁπλῶς, ἀλλ' Ὅτι ὑπὲρ τοῦ ὀνόματος τοῦ Χριστοῦ κατηξιώθησαν ἀτιμασθῆναι· ἄλλοτε δὲ εἰς δεσμωτήριον ἐμβληθέντες, ἐπειδὴ ὑπ' ἀγγέλου ἐξηνέχθησαν, πάλιν τῶν αὐτῶν εἴχοντο, καὶ εἰς τὸ ἱερὸν ἀφικνούμενοι τὸν τῆς διδασκαλίας λόγον κατέβαλον, σαγηνεύοντες τὰ πλήθη εἰς τὴν εὐσέβειαν· καὶ πάλιν κατεχόμενοι, οὐ μόνον οὐδὲ ἐντεῦθεν ὀκνηρότεροι ἐγίνοντο, ἀλλὰ καὶ πλείονα τὴν παῤῥησίαν ἐπεδείκνυντο, ἐν μέσῳ μαινομένου δήμου καὶ τοὺς ὀδόντας τρίζοντος ἑστῶτες καὶ λέγοντες· Πειθαρχεῖν δεῖ Θεῷ μᾶλλον ἢ ἀνθρώποις. Εἶδες παῤῥησίας μέγεθος; εἶδες τοὺς ἰδιώτας, τοὺς ἁλιεῖς ὑπερορῶντας τοσούτων δήμων μαινομένων, καὶ πρὸς φόνους καὶ σφαγὰς ἑτοίμων; Ἀλλὰ σὺ ταῦτα ἀκούων, ἀγαπητὲ, μὴ τούτοις λογίζου τὰ γινόμενα, ἀλλὰ τῇ ἄνωθεν χάριτι τῇ νευρούσῃ καὶ ἀλειφούσῃ αὐτῶν τὴν προθυμίαν. Ἐπεὶ καὶ αὐτὸς οὗτος ὁ μακάριος Πέτρος, ἡνίκα τὸν ἐκ κοιλίας μητρὸς χωλεύοντα ὄρθιον
5. Whenever God commands, therefore, seek not to search out affairs according to human sequence. For being superior to nature, He stands in no need of the sequence of nature, rather even through the very things that hinder He prepares affairs to increase. In the very same manner now also out of these three He filled up the whole inhabited world. For from these three, it says, were men scattered abroad upon all the earth. Did you see God's power? Did you see how, even though many were the hindrances, there is nothing that cuts short His purpose? One may see the same thing taking place in the case of the faith as well. For though such were those who warred against it, and so many those who plotted—both kings, and tyrants, and peoples rising up against it and doing everything so as to quench the spark of the faith—through the very ones plotting, through those wishing to hinder it, so great a flame of piety was raised up as to lay hold of the whole inhabited world, and the uninhabited too! For even if thou go off to the Indians, even if to the Scythians, even if to the very ends of the inhabited world, even if unto Ocean itself, everywhere shalt thou find Christ's teaching illumining the souls of all. For the marvellous and paradoxical thing is that the word of piety reformed even the barbarian nations themselves, and they learned true philosophy, and standing aloof from their ancient custom ranged themselves over on the side of piety. And just as through these three the Creator of all prepared the multitude of men to advance, in the very same manner in the case of the faith also through the eleven—the fishermen, the unlettered, the private laymen, who dared not even open their mouth—He drew the whole inhabited world to Himself! And these unlettered men, and laymen, and fishermen stopped the mouths of the philosophers, and as though winged ran across the whole inhabited world, sowing abroad the word of piety, and cutting out the thorns, and plucking up the ancient customs, and planting the laws of Christ everywhere; and neither their being few, nor their lay unskilledness, nor the austerity of the injunctions, nor the fact that the whole race of men had been preoccupied beforehand by ancient custom had strength to prove a hindrance to them; rather grace, clearing the way beforehand, did away with all these things, and with ease they wrought all things, receiving greater eagerness through the very hindrances. For at one time, scourged, they withdrew rejoicing—not merely on account of the scourges, but Because they were deemed worthy to suffer dishonour on behalf of the name of Christ; and at another time, cast into prison, once they were brought out by an angel they clung again to the same tasks, and arriving at the temple cast down the seed of the word of teaching, netting the multitudes unto piety; and arrested once more, not only did they not grow more sluggish thence either, nay they even displayed greater frankness, standing in the midst of a raging populace gnashing their teeth, and saying: One must obey God rather than men. Did you see magnitude of frankness? Did you see the laymen, the fishermen looking down upon so many raging populaces ready for murders and slaughters? Yet thou, beloved, on hearing these things, reckon what took place not to these men, but to the grace from above that nerved and anointed their eagerness. Since even this blessed Peter himself, when he restored upright the man lame from his mother's womb,
PG 53:259Read from the page
ἀποκατέστησε, πάντων ἐκπληττομένων καὶ θαυμαζόντων αὐτοὺς, ἐπιδεικνύμενος τὴν οἰκείαν εὐγνωμοσύνην φησίν· Ἄνδρες, τί ἀτενίζετε ἡμῖν, ὡς ἰδίᾳ δυνάμει ἢ εὐσεβείᾳ πεποιηκόσι τοῦ περιπατεῖν αὐτόν; Τίνος ἕνεκεν, φησὶν, οὕτω κατεπλάγητε καὶ ἐκπεπληγμένοι ἐστὲ ἐπὶ τῷ γεγονότι; Μὴ γὰρ ἡμεῖς ἐσμεν οἱ τοῦτο ἐργασάμενοι, ἢ ἰδίᾳ δυνάμει πρὸς ὑγίειαν αὐτὸν ἐπαναγαγόντες, καὶ βαδίζειν παρασκευάσαντες; Τί ἡμῖν ἀτενίζετε; Οὐδὲν πλέον ἡμεῖς εἰσηνέγκαμεν, ἢ ὅτι τὴν γλῶτταν ἐδανείσαμεν· ὁ δὲ τὸ πᾶν ἐργασάμενος, ὁ Δεσπότης ἐστὶ καὶ δημιουργὸς τῆς φύσεως. Ἐκεῖνος Ὁ Θεὸς Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ, οὓς πατριάρχας ἐπιγράφεσθε, ἐκεῖνος Ὃν ὑμεῖς παραδεδώκατε καὶ ἠρνήσασθε κατὰ πρόσωπον Πιλάτου, κρίναντος ἐκείνου ἀπολύειν· ἐκεῖνός ἐστιν ὁ ταῦτα ἐργασάμενος· ὃν Ὑμεῖς, τὸν ἅγιον καὶ δίκαιον, ἠρνήσασθε, καὶ ᾐτήσασθε ἄνδρα φονέα χαρισθῆναι ὑμῖν, τὸν δὲ ἀρχηγὸν τῆς ζωῆς κατεκρίνατε, ὃν ὁ Θεὸς ἤγειρεν ἐκ νεκρῶν, οὗ ἡμεῖς μάρτυρές ἐσμεν. Καὶ ἐπὶ τῇ πίστει τοῦ ὀνόματος αὐτοῦ τοῦτον, ὃν θεωρεῖτε καὶ οἴδατε, ἐστερέωσε τὸ ὄνομα αὐτοῦ· καὶ ἡ πίστις ἡ δι' αὐτοῦ ἔδωκεν αὐτῷ τὴν ὁλοκληρίαν ἀπέναντι πάντων ὑμῶν.
while all were struck with amazement and marvelled at them, displaying his own gratitude says: Men, why gaze you intently at us, as though by our own power or piety we had made him to walk? On what account, says he, were you thus struck with amazement and stand astonished over what has taken place? Is it we who wrought this, or by our own power brought him back to health and prepared him to walk? Why gaze you intently at us? We contributed nothing further save that we lent our tongue; while He Who wrought the whole is the Master and Creator of nature! That One—The God of Abraham and Isaac and Jacob, whom you claim as your patriarchs—that One Whom you delivered up and denied to Pilate's face, when he judged to release Him—He it is Who has wrought these things! Whom You—the Holy and Righteous One—denied, and asked that a murderer be granted unto you, while the Author of life you condemned, Whom God raised from the dead, whereof we are witnesses! And upon faith in His name, this man whom you behold and know has His name made strong; and the faith that is through Him has given him this soundness in the presence of you all.
ϛʹ. Πολλὴ τῆς παῤῥησίας ἡ ὑπερβολή· μεγάλη καὶ ἄφατος τῆς ἄνωθεν αὐτοῖς παρασχεθείσης χάριτος ἡ δύναμις· σαφεστάτη τῆς ἀναστάσεως ἡ ἀπόδειξις ἡ τοῦ μακαρίου τούτου παῤῥησία γένοιτ' ἄν. Τί γὰρ ἂν τούτου μεῖζον σημεῖον ἐπιζητήσειεν ἄν τις λαβεῖν, ὅταν ὁ πρὸ τοῦ σταυροῦ καὶ κόρης εὐτελοῦς ἀπειλὴν μὴ δυνηθεὶς ἐνεγκεῖν, νῦν οὕτω κατεξανίσταται τοῦ τῶν Ἰουδαίων δήμου, καὶ τοσαύτῃ παῤῥησίᾳ καὶ πρὸς τοσοῦτον πλῆθος, μόνος ὢν, οὕτως ἀτάκτως μεμηνὸς, ἐπαποδύεται, καὶ τοιαῦτα φθέγγεται, ἃ τὴν μανίαν αὐτῶν ἐπὶ πλεῖον διεγείρειν δύναται; Εἶδες, ἀγαπητὲ, πῶς, ὅπερ ἐν προοιμίοις ἔλεγον, τοῦτο καὶ νῦν δείκνυται; Ἐπειδάν τις πυρωθῇ τῷ πρὸς τὸν Θεὸν πόθῳ, οὐκέτι λοιπὸν ὁρᾷν ἀνέχεται τὰ τοῖς ὀφθαλμοῖς τούτοις τοῖς σωματικοῖς ὑποπίπτοντα, ἀλλ' ἑτέρους ὀφθαλμοὺς κτησάμενος, τοὺς τῆς πίστεως λέγω, ἐκεῖνα διὰ παντὸς φαντάζεται καὶ πρὸς ἐκεῖνα τὴν διάνοιαν ἔχει τεταμένην, καὶ ἐν γῇ βαδίζων ὡς ἐν οὐρανοῖς τὸ πολίτευμα ἔχων, οὕτω πάντα διαπράττεται, ὑπ' οὐδενὸς τῶν ἀνθρωπίνων ἐμποδιζόμενος πρὸς τὸν κατ' ἀρετὴν δρόμον. Ὁ γὰρ τοιοῦτος οὐ τὰ λαμπρὰ τοῦ βίου λοιπὸν ὁρᾷ, οὐ τὰ δυσχερῆ καὶ ἐναντία, ἀλλὰ πάντα παρατρέχει, πρὸς τὴν ἑαυτοῦ πατρίδα ἐπειγόμενος. Καὶ καθάπερ ὁ μετὰ πολλοῦ τοῦ τόνου τὸν σωματικὸν τοῦτον δρόμον τρέχων οὐδένα τῶν ἀπαντώντων ὁρᾷ, κἂν μυριάκις αὐτῷ προσπταίσῃ, ἀλλὰ πρὸς τὸν δρόμον ἔχων τεταμένον αὐτοῦ τὸν λογισμὸν, εὐκόλως ἅπαντα παραδραμὼν ἐπείγεται πρὸς τὸν προκείμενον αὐτῷ σκοπόν· τὸν αὐτὸν δὴ τρόπον καὶ ὁ τὸν κατ' ἀρετὴν δρόμον τρέχειν σπουδάζων, καὶ ἀπὸ γῆς εἰς οὐρανὸν ἀνελθεῖν ἐπιθυμῶν, πάντα τὰ ὁρώμενα κάτω ἀφίησι, καὶ ὅλος τοῦ δρόμου γίνεται, καὶ οὐ πρότερον ἵσταται, οὐδὲ κατέχεται ὑπό τινος τῶν ὁρωμένων, μέχρις ἂν εἰς αὐτὴν ἀνελθεῖν δυνηθῇ τὴν κορυφήν. Τῷ γὰρ οὕτω διακειμένῳ καὶ τὰ δοκοῦντα εἶναι φοβερὰ κατὰ τὸν παρόντα βίον, εὐκαταφρόνητα γίνεται, καὶ ὁ τοιοῦτος οὔτε ξίφος δέδοικεν, οὔτε κρημνὸν, οὔτε θηρίων ὀδόντας, οὐ βασάνους, οὐ δημίων χεῖρας, οὐκ ἄλλο τι τῶν κατὰ τὸν βίον λυπηρῶν· ἀλλὰ κἂν ἄνθρακας ἴδῃ ὑπεστορεσμένους, ὡς λειμῶνας ὁρῶν καὶ παραδείσους, οὕτως ἐπιπηδᾷ· κἂν ἕτερόν τι τῶν κολαστηρίων εἶδος ἐπαγόμενον θεάσηται, οὐ ναρκᾷ πρὸς
6. Great is the surpassingness of his frankness; great and ineffable the power of the grace afforded them from above; most clear a demonstration of the resurrection would this blessed man's frankness prove! For what greater sign than this could one seek to receive, when he who before the cross was unable to bear even the threat of a mean serving-girl now rises up thus against the populace of the Jews, and with so great frankness, though alone, strips for the contest against so great a multitude raging in such disorder, and utters such things as are able to rouse up their madness yet further? Did you see, beloved, how what I said in the prelude is shown now also? Whenever one is set on fire with longing for God, he no longer thereafter endures to look at the things that fall beneath these bodily eyes, rather, having acquired other eyes—I mean those of faith—he pictures those things continually and keeps his mind stretched towards them, and walking upon earth as though holding his citizenship in the heavens, so accomplishes all things, hindered by none of human things as regards the course of virtue. For such a man looks no longer at the splendid things of life, nor at the hard and adverse things, rather he runs past all things, hastening towards his own fatherland. And just as he who with great strain runs this bodily race sees none of those who meet him, even if he stumble against someone ten thousand times, rather, keeping his reasoning stretched towards the race, easily runs past all things and speeds towards the goal set before him, in the very same manner he too who is zealous to run the race of virtue and desires to ascend from earth into heaven leaves all things seen down below, and belongs wholly to the race, and neither stops beforehand nor is held back by any of the things seen until he is able to ascend to the very summit. For to one so disposed even the things that seem fearsome in the present life become easy to despise, and such a man dreads neither sword, nor precipice, nor wild beasts' teeth, nor tortures, nor executioners' hands, nor any other of the grievous things in life; rather, even if he sees burning coals spread beneath, as though seeing meadows and paradises, so does he leap upon them; and even if he beholds some other form of torments brought on, he grows not numb at
PG 53:260Read from the page
τὴν ὄψιν, οὐδὲ ἐπιστρέφεται. Ὁ γὰρ τῶν μελλόντων πόθος μετέστησεν αὐτοῦ τὴν διάνοιαν, καὶ ὡς ἁπλῶς καὶ εἰκῆ τὸ σῶμα περικείμενος, οὕτως ἀνώτερος γίνεται τῶν παθῶν, καὶ τῇ ἄνωθεν χάριτι φρουρούμενος οὐδὲ αἴσθησιν λαμβάνει τῶν ἀλγηδόνων τῶν σωματικῶν.
his sight, nor does he turn round. For desire for the things to come transported his understanding, and as though wearing the body merely and to no purpose, he thus becomes superior to the passions, and guarded by grace from above he receives not even a sense of bodily pains.
Διὸ παρακαλῶ, ἵν' εὐκόλως τοὺς κατὰ τὴν ἀρετὴν πόνους ἐνεγκεῖν δυνηθῶμεν, πολὺν τὸν περὶ τὸν Θεὸν ἐπιδειξώμεθα πόθον, καὶ ἐκεῖ τὴν διάνοιαν ἡμῶν τείναντες ὑπὸ μηδενὸς τῶν ἐν τῷ παρόντι βίῳ πρὸς τὸν ἐκεῖσε δρόμον ὑποσκελιζώμεθα, ἀλλὰ τῶν μελλόντων ἀγαθῶν τὴν διηνεκῆ ἀπόλαυσιν λογιζόμενοι, πάντα τὰ ἀλγεινὰ τοῦ παρόντος βίου πράως φέρωμεν, καὶ μήτε ἀδοξία ἡμᾶς λυπείτω, μήτε πενία πιεζέτω, μήτε νόσος σώματος τῆς ψυχῆς τὸ φρόνημα χαυνούτω, μήτε τὸ καταφρονεῖσθαι παρὰ τῶν πολλῶν καὶ ἐξευτελίζεσθαι ὀκνηροτέρους περὶ τὴν τῆς ἀρετῆς κατόρθωσιν ἀπεργαζέσθω· ἀλλὰ πάντα ταῦτα, ὥσπερ κόνιν, ἀποτιναξάμενοι, καὶ γενναῖον καὶ ὑψηλὸν φρόνημα ἀναλαβόντες, οὕτω πρὸς ἅπαντα πολλὴν τὴν ἀνδρείαν ἐπιδειξώμεθα, καὶ καθάπερ χθὲς παρεκάλεσα τὴν ὑμετέραν ἀγάπην, τὰς πρὸς τοὺς ἐχθροὺς καταλλαγὰς μετὰ πολλῆς τῆς σπουδῆς ποιησώμεθα, καὶ τὰ λοιπὰ τῆς ψυχῆς πάθη ἐξορίσωμεν τῆς ἡμετέρας· κἂν ἐπιθυμία ἄτοπος ἐνοχλῇ, ταύτην φυγαδεύωμεν· κἂν θυμὸς πρὸς ὀργὴν διεγείρῃ, καταστέλλωμεν τὴν φλεγμονὴν τῇ ᾠδῇ τῶν πνευματικῶν παραινέσεων, δεικνύντες τοῦ πάθους τὸν ὄλεθρον. Ἀνὴρ γὰρ, φησὶ, θυμώδης, οὐκ εὐσχήμων· καὶ πάλιν· Ὁ ὀργιζόμενος τῷ ἀδελφῷ αὐτοῦ εἰκῆ, ἔνοχος ἔσται εἰς τὴν γέενναν τοῦ πυρός. Κἂν χρημάτων ἐπιθυμία ταράσσῃ τὸν λογισμὸν, φεύγειν σπουδάζωμεν τὴν ὀλεθρίαν ταύτην λύμην, καὶ καθάπερ ῥίζαν τῶν κακῶν ἁπάντων ἐκτέμνωμεν. Καὶ ἕκαστον δὲ τῶν ἐνοχλούντων ἡμῖν παθῶν διορθοῦν σπουδάζωμεν, ἵνα καὶ τῶν βλαβερῶν ἀπεχόμενοι, καὶ τὰς ἀγαθὰς πράξεις μεταδιώκοντες, δυνηθῶμεν κατὰ τὴν ἡμέραν ἐκείνην τὴν φοβερὰν τῆς παρὰ τοῦ Θεοῦ φιλανθρωπίας ἀξιωθῆναι, χάριτι καὶ οἰκτιρμοῖς τοῦ μονογενοῦς αὐτοῦ Υἱοῦ, μεθ' οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Wherefore I beseech you, so that we may be able to bear with ease the labours of virtue, let us display great desire for God, and having stretched our understanding thither, let us be tripped up in our course thither by none of the things in the present life; but reckoning upon the continual enjoyment of the good things to come, let us bear meekly all the painful things of the present life, and let neither disrepute grieve us, nor poverty oppress us, nor bodily disease slacken the resolve of our soul, nor being despised by the many and held cheap render us more sluggish regarding the accomplishment of virtue; rather, having shaken off all these things like dust, and having taken up a noble and lofty spirit, let us thus display great courage in the face of all things, and just as yesterday I exhorted your charity, let us make reconciliation with our enemies with great zeal, and banish the remaining passions from our soul: even if a perverse desire trouble us, let us put it to flight; even if wrath stir us up to anger, let us quell the inflammation by the chant of spiritual exhortations, showing the ruin of the passion. For a wrathful man, it says, is not seemly; and again: He who is angry with his brother without cause shall be liable to the Gehenna of fire. Even if the desire for money trouble our reasoning, let us be zealous to flee this ruinous bane, and cut it out like a root of all evils. And let us be zealous to set right each one of the passions that trouble us, so that both abstaining from harmful things and pursuing good deeds, we may be able on that dread day to be deemed worthy of the loving-kindness that comes from God, by the grace and mercies of His only-begotten Son, with Whom to the Father, together with the Holy Spirit, be glory, dominion, honour, now and always, and unto the ages of ages. Amen.
ΟΜΙΛΙΑ ΚΘʹ.
HOMILY 29.
Καὶ ἤρξατο Νῶε ἄνθρωπος γεωργὸς γῆς, καὶ ἐφύτευσεν ἀμπελῶνα, καὶ ἔπιεν ἐκ τοῦ οἴνου, καὶ ἐμεθύσθη.
And Noah, a man tilling the earth, began and planted a vineyard, and drank of the wine, and became drunk.
αʹ. Πρὸς τὸ τέλος λοιπὸν ἐφθάσαμεν τῆς κατὰ τὸν δίκαιον ὑποθέσεως· διὸ, παρακαλῶ, συντείνατέ μοι τὴν διάνοιαν, καὶ μετὰ ἀκριβείας προσέχετε τοῖς λεγομένοις. Οὐδὲ γὰρ μικρὰ, οὐδὲ τὰ τυχόντα ἐστὶ καρπώσασθαι καὶ ἐκ τῶν σήμερον ἀνεγνωσμένων· τὰ γὰρ τοῖς παλαιοῖς συμβεβηκότα, εἰ βουλοίμεθα νήφειν, μεγίστης ἡμῖν διδασκαλίας ὑπόθεσις γίνεται Διὰ γὰρ τοῦτο οὐ μόνον τὰ κατορθώματα τῶν ἁγίων γέγραπται, ἀλλὰ καὶ τὰ ἁμαρτήματα, ἵνα τὰ μὲν φεύγωμεν, τὰ δὲ ζηλώσωμεν· καὶ οὐ τοῦτο μόνον, ἀλλὰ δείκνυσί σοι ἡ θεία Γραφὴ καὶ δικαίους πολλάκις σφαλέντας, καὶ ἁμαρτωλοὺς πολλὴν μεταβολὴν ἐπιδειξαμένους, ἵνα ἑκατέρωθεν ἀρκοῦσαν δεξώμεθα τὴν ἀσφάλειαν, καὶ μήτε ὁ ἑστὼς θαῤῥῇ ὁρῶν καὶ δικαίους καταπεσόντας, μήτε ὁ ἐν ἁμαρτήμασιν ὢν ἀπαγορεύῃ, ἰδὼν πολλοὺς ἀνενεγκόντας καὶ πρὸς αὐτὴν τὴν ἄκραν κορυφὴν φθάσαι δυνηθέντας. Μηδεὶς τοίνυν, παρακαλῶ, κἂν πολλὰ κατορθώματα ἑαυτῷ συνειδὼς ᾖ, θαῤῥείτω, ἀλλ' ἐναγώνιος ἔστω,
1. We have now reached the end of the subject concerning the righteous man; wherefore, I beseech you, rouse your understanding for me, and attend with exactness to what is spoken. For neither small nor ordinary are the gains to be reaped even from what has been read today; for the things that befell the ancients, if we would be wakeful, become for us a subject of the greatest instruction. For on this account not only the righteous achievements of the saints have been written down, but also their sins, so that we may flee the latter and emulate the former; and not this only, but divine Scripture also shows you righteous men often tripping, and sinners displaying a great change, so that from both sides we may receive sufficient security, and neither he who stands may be overconfident when he sees even righteous men fallen, nor he who is amid sins may despair when he sees many recovering themselves and able to attain to the very supreme summit. Let no one, therefore, I beseech you, even if he be conscious within himself of many righteous achievements, be overconfident, but let him remain watchful in the struggle,