Migne Reading Room

PG 53 · cols. 251–256 · Read from the page

In Genesin Homilia XXVIII (ΟΜΙΛΙΑ ΚΗʹ; Gen. 9:8–19)

In Genesin Homilia XXVIII (ΟΜΙΛΙΑ ΚΗʹ; Gen. 9:8–19)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 53:251Read from the page
τῶν πάντα λόγον ὑπερβαινόντων, ἀλλὰ παντὶ τρόπῳ τοῦτο κατορθῶσαι σπουδάζωμεν, καὶ βιασάμενοι τὸν λογισμὸν παιδεύσωμεν εἴκειν τῷ τοῦ Θεοῦ ἐπιτάγματι. Διὰ γὰρ τοῦτο κἀγὼ νῦν ἐποιησάμην ταύτην τὴν παραίνεσιν, καὶ τὴν παραβολὴν εἰς μέσον ἤγαγον, καὶ τοῦ κατορθώματος ἔδειξα τὸ μέγεθος, καὶ ὅσον ἡμῖν ἐκ τούτου κέρδος γίνεται, ἵνα, ὡς ἔτι καιρὸς, ἕκαστος ἡμῶν, εἴ τινα ἔχοι ἐχθρωδῶς πρὸς αὐτὸν διακείμενον, σπουδὴν ποιήσηται διὰ τῆς πολλῆς θεραπείας καταλλάξαι αὐτὸν ἑαυτῷ. Καὶ μή μοι λεγέτω τις, ὅτι καὶ ἅπαξ καὶ δεύτερον παρεκάλεσα, καὶ οὐ προσήκατο· εἰ ἀπὸ εἰλικρινείας τοῦτο πράττωμεν, μὴ πρότερον παυσώμεθα, μέχρις ἂν τῇ πολλῇ προσεδρίᾳ νικήσαντες, ἐφελκυσώμεθα αὐτὸν, καὶ ἀποστήσωμεν τῆς πρὸς ἡμᾶς ἀπεχθείας. Μὴ γὰρ ἐκείνῳ τι χαριζόμεθα; Εἰς ἡμᾶς διαβαίνει τὰ τῆς εὐεργεσίας· τοῦ Θεοῦ τὴν εὔνοιαν ἐπισπώμεθα, τῶν ἁμαρτημάτων τὴν συγχώρησιν ἑαυτοῖς προαποτιθέμεθα, παῤῥησίαν πολλὴν πρὸς τὸν Δεσπότην ἐκ τούτου λαμβάνομεν. Ἂν τοῦτο κατορθώσωμεν, δυνησόμεθα μετὰ καθαροῦ συνειδότος καὶ τῇ ἱερᾷ ταύτῃ καὶ φρικτῇ τραπέζῃ προσελθεῖν, καὶ τὰ ῥήματα ἐκεῖνα τὰ τῇ εὐχῇ συνεζευγμένα μετὰ παῤῥησίας φθέγξασθαι. Ἴσασιν οἱ μεμυημένοι τὸ λεγόμενον. Διὸ τῷ ἑκάστου συνειδότι καταλιμπάνω εἰδέναι, πῶς μὲν κατωρθωκότες τὴν ἐντολὴν μετὰ παῤῥησίας προέσθαι ταῦτα δυνάμεθα κατὰ τὸν καιρὸν ἐκεῖνον τὸν φοβερόν. Εἰ δὲ ῥᾳθυμήσαιμεν, πόσης ἡμῖν οὐκ ἂν γένοιτο κατακρίσεως αἴτιον ἐναντία τοῖς ῥήμασι διαπραττομένοις, τολμᾷν ἁπλῶς καὶ εἰκῆ προφέρειν τὰ τῆς εὐχῆς ῥήματα, καὶ μεῖζον ἑαυτοῖς ἐπισωρεύειν τὸ πῦρ, καὶ τὴν ἀγανάκτησιν ἐκκαλεῖσθαι τοῦ Δεσπότου; Χαίρω καὶ εὐφραίνομαι ὁρῶν ὑμᾶς μεθ' ἡδονῆς ἀκούοντας τὰ λεγόμενα, καὶ διὰ τοῦ κρότου δεικνύντας, ὅτι ἕτοιμοι γενέσθαι σπουδάζετε, καὶ εἰς ἔργον ἀγαγεῖν τὴν δεσποτικὴν ταύτην παραίνεσιν. Τοῦτο γάρ ἐστι τὸ ἰατρεῖον τῶν ἡμετέρων ψυχῶν, τοῦτο φάρμακον τοῖς ἡμετέροις τραύμασιν, αὕτη ἀρίστη ὁδὸς τῆς πρὸς τὸν Θεὸν εὐαρεστήσεως, τοῦτο μέγιστον δεῖγμα φιλοθέου ψυχῆς, τὸ διὰ τὸν τοῦ Δεσπότου νόμον πάντα καταδέχεσθαι, καὶ μὴ ὑποσύρεσθαι ὑπὸ τῆς τῶν λογισμῶν ἀσθενείας, ἀλλ' ἀνωτέρους γίνεσθαι τῶν παθῶν, ἐννοοῦντας τὰς ἐφ' ἑκάστης ἡμέρας παρὰ τοῦ Θεοῦ εἰς ἡμᾶς εὐεργεσίας γεγενημένας. Καὶ ὅσωπερ ἂν ἐπιδειξώμεθα, οὐδὲ τὸ πολλοστὸν φθάσαι μέρος δυνησόμεθα τῶν τε ἤδη παρασχεθέντων ἡμῖν, τῶ⟨ν⟩ τε καθ' ἑκάστην ἡμέραν εἰς ἡμᾶς γινομένων, καὶ τῶν τεταμιευμένων ἡμῖν ἀγαθῶν, εἰ βουληθείημεν εἰς ἔργον ἀγαγεῖν τὰ παρ' αὐτοῦ προστεταγμένα. Ἕκαστος τοίνυν ἐντεῦθεν ἐξιὼν, ἔργον τοῦτο ποιησάσθω, καὶ ὡς ἐπὶ θησαυρὸν μέγιστον σπευδέτω, καὶ μηδὲ τὸ τυχὸν ἀναβαλλέσθω. Κἂν καμεῖν δέῃ, κἂν ζητῆσαι, κἂν μακρὰν ὁδὸν ἀπελθεῖν, κἂν δυσκολίαι τινὲς ὦσι, πάντα ταῦτα τὰ κωλύματα ἀνέλωμεν. Ἑνὸς μόνου γινώμεθα, πῶς τὸ παρὰ τοῦ Δεσπότου ἐπιταχθὲν εἰς ἔργον ἀγαγεῖν δυνηθῶμεν, καὶ τῆς ὑπακοῆς τὸν μισθὸν κομίσασθαι. Μὴ γὰρ οὐκ οἶδα ὅτι βαρὺ καὶ ἐπαχθὲς φαίνεται τὸ πρὸς τὸν ἐχθρωδῶς διακείμενον καὶ πολεμίως ἀπελθεῖν καὶ στῆναι καὶ διαλεχθῆναι; Ἀλλ' ἐὰν ἐννοήσῃς τοῦ ἐπαγγέλματος τὸ ἀξίωμα, καὶ τῆς ἀμοιβῆς τὸ μέγεθος, καὶ ὅτι οὐκ εἰς ἐκεῖνον, ἀλλ' εἰς σὲ ἀνατρέχει τὰ τῆς εὐεργεσίας, πάντα σοι κοῦφα καὶ ῥᾴδια φανεῖται. Ταῦτα τοίνυν στρέφοντες ἐν τοῖς λογισμοῖς τοῖς ἡμετέροις, περιγινώμεθα τῆς συνηθείας, καὶ εὐσεβεῖ λογισμῷ τῶν ἐπιταγμάτων τοῦ Χριστοῦ πληρωταὶ γινώμεθα, ἵνα καὶ τῶν παρ' αὐτοῦ ἀμοιβῶν ἀξιωθῶμεν, χάριτι καὶ φιλανθρωπίᾳ τῆς αὐτοῦ ἀγαθότητος, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
that surpass all speech, rather in every way let us be zealous to accomplish this rightly, and forcing our reasoning let us instruct it to yield to God's injunction. For on this account I too have now made this exhortation, and brought forward the parable, and shown the magnitude of the righteous deed and how great a gain accrues to us from this, so that while there is still time, each of us, if he have anyone hostilely disposed towards him, may make haste through abundant courtesy to reconcile him to himself. And let noone say to me: Both once and a second time have I entreated him, and he did not accept it; if we do this out of sincerity, let us not cease beforehand until, having prevailed by great assiduity, we draw him over and win him away from his hatred towards us. Are we forsooth doing him some favour? Unto us passes over the fruit of the benefaction: we draw to ourselves the goodwill of God, we lay up beforehand for ourselves the forgiveness of our sins, we receive from this great frankness towards the Master. If we accomplish this rightly, we shall be able with a pure conscience both to approach this sacred and awesome table, and with frankness to utter those words yoked to the prayer. The initiated know what is spoken. Wherefore I leave it to each man's conscience to know how, on the one hand, having rightly accomplished the commandment, we are able with frankness to send forth these words at that fearsome season; and if, on the other hand, we should grow slothful, of how great condemnation would it not prove the cause for us, while perpetrating deeds contrary to the words, to dare lightly and at random to bring forth the words of the prayer, and heap up a greater fire upon ourselves, and call forth the indignation of the Master! I rejoice and am glad seeing you hearing with pleasure what is spoken, and showing through your applause that you are zealous to prove ready and bring into effect this exhortation of the Master. For this is the healing-place of our souls, this a remedy for our wounds, this an excellent road of well-pleasingness towards God, this a very great token of a God-loving soul: on account of the Master's law to welcome all things, and not be dragged down by the weakness of our reasonings, but to rise superior to the passions, reflecting upon the benefactions wrought for us every day by God. And howsoever much we may display, not even the smallest fraction shall we be able to reach either of the good things already afforded us, or of those taking place for us every day, or of those treasured up for us, should we will to bring into effect what has been enjoined by Him. Let each one, therefore, on going forth hence, make this his work, and speed as unto a very great treasure, and put off not even the least part. Even if one must toil, even if one must seek him out, even if one must go a long road, even if there be certain hardships, let us do away with all these hindrances. Let us give ourselves to one thing alone: how we may be able to bring into effect what has been enjoined by the Master, and bear off the reward of obedience. Do I not know that it appears burdensome and irksome to go off towards one hostilely and warlikely disposed, and stand and converse with him? Yet if thou reflect upon the dignity of the promise, and the magnitude of the recompense, and that the fruits of the benefaction run back not to him, but to thee, all things will appear light and easy to thee. Turning these things over therefore in our reasonings, let us get the better of habit, and with pious reasoning become fulfillers of Christ's injunctions, so that we may also be deemed worthy of the recompenses that come from Him, by the grace and loving-kindness of His goodness, with Whom to the Father together with the Holy Spirit be glory, might, honour, now and ever and unto the ages of ages. Amen.
PG 53:252Read from the page
ΟΜΙΛΙΑ ΚΗʹ.
Homily 28.
Καὶ εἶπεν ὁ Θεὸς τῷ Νῶε, καὶ τοῖς υἱοῖς αὐτοῦ μετ' αὐτοῦ, λέγων· Καὶ ἰδοὺ ἐγὼ ἀνίστημι τὴν διαθήκην μου ὑμῖν, καὶ τῷ σπέρματι ὑμῶν μεθ' ὑμᾶς, καὶ πάσῃ ψυχῇ ζώσῃ μεθ' ὑμῶν, ἀπό τε ὀρνέων καὶ ἀπὸ κτηνῶν, καὶ πᾶσι τοῖς θηρίοις τῆς γῆς.
And God said unto Noah, and unto his sons with him, saying: And behold, I establish My covenant with you, and with your seed after you, and with every living soul with you, both of birds and of cattle, and with all the wild beasts of the earth.
αʹ. Τὴν εὐλογίαν εἰς τὸ μέσον προθέντες χθὲς, ἧς ὁ Νῶε ἠξιώθη παρὰ τοῦ Δεσπότου μετὰ τὴν ἔξοδον τὴν ἀπὸ τῆς κιβωτοῦ θυσιαστήριον οἰκοδομήσας, καὶ τὰς εὐχαριστηρίους θυσίας ἀναγαγὼν, καὶ τὴν οἰκείαν εὐγνωμοσύνην ἐπιδειξάμενος, οὐκ ἰσχύσαμεν περαιτέρω προελθεῖν, καὶ παντὶ ἐπεξελθεῖν τῷ ἀναγνώσματι, καὶ δεῖξαι τοῦ φιλανθρώπου Θεοῦ τὴν συγκατάβασιν καὶ τὴν κηδεμονίαν, ἣν περὶ τὸν δίκαιον ἐπεδείξατο. Ἐπειδὴ γὰρ εἰς πολὺ μῆκος ἡμῖν ὁ λόγος ἐξετάθη, ταχέως αὐτὸν συνεστείλαμεν, ὥστε μὴ τῷ πλήθει καταχῶσαι τὴν μνήμην ὑμῶν, μηδὲ τοῖς μετὰ ταῦτα λεγομένοις λυμήνασθαι τοῖς ἤδη ῥηθεῖσιν. Οὐδὲ γὰρ τοῦτο ἁπλῶς ἐσπουδάσαμεν μόνον, τὸ πολλὰ εἰπεῖν, ἀλλὰ τοσαῦτα βουλόμεθα λέγειν, ὅσα δυνατὸν καὶ ὑμᾶς τῇ μνήμῃ παρακατασχεῖν, καὶ κερδάναντας ἐντεῦθεν ἀπελθεῖν. Εἰ γὰρ δὴ μέλλομεν καὶ ἡμεῖς πλείονα τοῦ δέοντος λέγειν, καὶ ὑμεῖς μηδὲν ἐκ τῶν λεγομένων καρποῦσθαι, τί τὸ ὄφελος; Εἰδότες τοίνυν ὅτι διὰ τὴν ὠφέλειαν τὴν ὑμετέραν τοῦτον ἀνεδεξάμεθα τὸν κάματον, καὶ αὐταρκοῦσαν ἀμοιβὴν εἰληφέναι νομίζομεν, εἰ τὴν ὑμετέραν θεασοίμεθα προκοπὴν μετὰ ἀκριβείας κατέχουσαν τὰ λεγόμενα, καὶ ἐν τοῖς κόλποις τῆς ὑμετέρας διανοίας ἐναπόθεσθε συνεχῶς ταῦτα κινοῦντες καὶ ἀναμαρυκώμενοι. Ἡ γὰρ μνήμη τῶν ἤδη ῥηθέντων παρασκευάσει μετὰ πλείονος εὐκολίας ὑμᾶς δέχεσθαι καὶ τὰ μέλλοντα ῥηθήσεσθαι, καὶ οὕτω τοῦ χρόνου προϊόντος καὶ ἑτέροις διδάσκαλοι γενήσεσθε. Τοῦτο γὰρ ἡμῶν ἡ πᾶσα ἀγρυπνία καὶ ἡ σπουδὴ, ὥστε πάντας ὑμᾶς τελείους καὶ ἀπηρτισμένους γενέσθαι, καὶ μηδὲν ὑμᾶς λανθάνειν τῶν ἐν ταῖς θείαις Γραφαῖς κειμένων. Ἡ γὰρ τούτων γνῶσις, εἰ βουληθείημεν νήφειν καὶ ἐγρηγορέναι, καὶ πρὸς τὴν ἀρίστην πολιτείαν τὰ μέγιστα ἡμῖν συμβαλεῖται, καὶ προθυμοτέρους ἐργάσεται πρὸς τοὺς τῆς ἀρετῆς πόνους. Ὅταν γὰρ παιδευθῶμεν ὅτι ἕκαστος τῶν δικαίων τῶν πολλὴν παῤῥησίαν πρὸς τὸν Θεὸν κτησαμένων, διὰ πειρασμῶν καὶ θλίψεων ὁδεύσας ἅπαντα τὸν βίον, καὶ πολλὴν τὴν ὑπομονὴν καὶ τὴν εὐχαριστίαν ἐπιδειξάμενος, οὕτω τῶν ἀμοιβῶν ἠξιώθη, πῶς οὐχὶ καὶ αὐτοὶ σπουδάσομεν τὴν αὐτὴν αὐτοῖς ὁδὸν ἐλθεῖν, ἵνα καὶ τῶν αὐτῶν αὐτοῖς τύχωμεν ἀμοιβῶν; Διὸ παρακαλῶ καθ' ἑκάστην ἡμέραν προσθήκην τινὰ ἐργάζεσθαι, καὶ αὔξειν ὑμῶν τὴν κατὰ Θεὸν οἰκοδομὴν, καὶ τὰ μὲν ἤδη κατορθωθέντα μετὰ ἀσφαλείας καὶ πολλῆς τῆς φυλακῆς διατηρεῖν, τὰ δὲ λείποντα προστιθέναι, ἵνα οὕτως εἰς αὐτὴν τὴν κορυφὴν τῆς ἀρετῆς φθάσητε, εἰς καύχημα ἡμέτερον, εἰς οἰκοδομὴν τῆς Ἐκκλησίας, εἰς δόξαν Χριστοῦ. Καὶ γὰρ ὁρῶν ὑμῶν τὸ ἀκόρεστον περὶ τὴν πνευματικὴν διδασκαλίαν, οὐ παύομαι καθ' ἑκάστην ἡμέραν, καίτοι πενίαν πολλὴν ἐμαυτῷ συνειδὼς, τὴν ἑστίασιν ὑμῖν τὴν ἀπὸ τῶν θείων Γραφῶν παρατιθεὶς, καὶ ἅπερ ἂν ἡ τοῦ Θεοῦ χάρις διὰ τὴν οἰκείαν φιλανθρωπίαν καὶ διὰ τὴν ὑμετέραν ὠφέλειαν χορηγήσῃ, ταῦτα ταῖς ὑμετέραις ἀκοαῖς παρατιθέμενος. Φέρε οὖν καὶ σήμερον δείξωμεν ὑμῶν τῇ ἀγάπῃ τῆς τοῦ Θεοῦ φιλανθρωπίας τὴν ὑπερβολὴν, ἣν περὶ τὴν ἀνθρωπίνην φύσιν ἐπιδείκνυται, αὐτὰ τὰ παρὰ τοῦ Θεοῦ ῥηθέντα τῷ Νῶε εἰς μέσον προτιθέντες. Καὶ εἶπεν ὁ Θεὸς τῷ Νῶε, καὶ τοῖς υἱοῖς αὐτοῦ. Μετὰ τὸ εὐλογῆσαι αὐτὸν καὶ τοὺς υἱοὺς αὐτοῦ, καὶ εἰπεῖν, Αὐξάνεσθε καὶ πληθύνεσθε,
1. Having set forward yesterday the blessing whereof Noah was deemed worthy from the Master after his going forth from the ark, when he had built an altar, and offered up the sacrifices of thanksgiving, and displayed his own gratitude, we had not strength to advance further, and go through the entire reading, and show the condescension and providential care of the humane God which He displayed towards the righteous man. For since our discourse had stretched out to great length, we swiftly drew it in, lest by multitude of words we should bury your memory, and by what was spoken afterwards mar what had already been said. For we were not zealous merely for this alone—to say many things—rather we wish to say only so much as it is possible for you too to retain in memory, and so depart hence with profit. For if we on our part are to say more than is needful, and you on yours are to reap no fruit from what is spoken, what is the gain? Knowing therefore that we took up this toil for the sake of your benefit, we deem that we have received a sufficient recompense if we should behold your progress holding fast with exactness what is spoken, and if you lay these things up in the bosom of your mind, continually stirring them up and chewing the cud upon them. For the remembrance of what has already been said will prepare you with greater ease to receive what is about to be spoken as well, and thus as time goes on you will become teachers to others also. For this is all our watchfulness and zeal, that you may all become perfect and thoroughly furnished, and that nothing of what lies in the Divine Scriptures may escape you. For the knowledge of these things, should we will to be sober and watchful, will both contribute most greatly for us towards the best way of life, and render us more eager for the labours of virtue. For whenever we are instructed that each of the righteous men who acquired great frankness towards God travelled through trials and afflictions all his life long, and having displayed great endurance and thanksgiving was thus deemed worthy of the recompenses, how shall we ourselves too not be zealous to walk the same road as they, so that we may obtain the same recompenses as they? Wherefore I exhort you every day to work some addition, and increase your edification according to God, and on the one hand to preserve with safety and great watchfulness the things already rightly accomplished, and on the other to add what is lacking, so that thus you may reach the very summit of virtue, unto our boasting, unto the edification of the Church, unto the glory of Christ. For indeed, seeing your insatiable desire for spiritual teaching, I cease not every day—though conscious of great poverty in myself—setting before you the banquet drawn from the Divine Scriptures, and setting before your ears whatsoever the grace of God through His own loving-kindness and for your benefit may supply. Come then, today also let us show your charity the surpassingness of God's loving-kindness which He displays towards human nature, setting forward the very words spoken by God unto Noah. And God said unto Noah, and unto his sons. After blessing him and his sons, and saying, Increase and multiply,
PG 53:253Read from the page
καὶ τὴν ἀρχὴν τὴν κατὰ τῶν ἀλόγων ἁπάντων ἐγχειρίσαι, καὶ τὴν ἐξουσίαν δοῦναι τοῦ, ὡς λάχανα χόρτου, οὕτω τούτων ποιεῖσθαι τὴν μετάληψιν, καὶ ἐντείλασθαι ὥστε κρέα ἐν αἵματι μὴ φαγεῖν, κηδόμενος ἔτι καὶ τοῦ δικαίου καὶ τῶν μετὰ ταῦτα μελλόντων ἔσεσθαι, καὶ φιλοτιμούμενος ἀεὶ ταῖς εὐεργεσίαις τὴν ἡμετέραν φύσιν, προστίθησι πάλιν εὐεργεσίας μείζους καί φησι· Καὶ εἶπεν ὁ Θεὸς τῷ Νῶε, καὶ τοῖς υἱοῖς αὐτοῦ μετ' αὐτοῦ, λέγων· Ἰδοὺ ἐγὼ ἀνιστῶ τὴν διαθήκην μου ὑμῖν, καὶ τῷ σπέρματι ὑμῶν μεθ' ὑμᾶς, καὶ πάσῃ ψυχῇ ζώσῃ μεθ' ὑμῶν, ἀπὸ ὀρνέων καὶ ἀπὸ κτηνῶν, καὶ πᾶσι τοῖς θηρίοις τῆς γῆς, ὅσα μεθ' ὑμῶν, ἀπὸ πάντων τῶν ἐξελθόντων ἀπὸ τῆς κιβωτοῦ· καὶ στήσω τὴν διαθήκην μου πρὸς ὑμᾶς· καὶ οὐκ ἀποθανεῖται πᾶσα σὰρξ ἔτι ἀπὸ τοῦ ὕδατος τοῦ κατακλυσμοῦ· καὶ οὐκ ἔτι ἔσται κατακλυσμὸς ὕδατος, καταφθεῖραι πᾶσαν τὴν γῆν. Ἐπειδὴ εἰκὸς ἦν τὸν δίκαιον ἔτι ἐναγώνιον εἶναι, καὶ τῷ δέει καταβεβλῆσθαι αὐτοῦ τὴν διάνοιαν, καὶ εἴ ποτε συμβαίη μικράν τινα ἐπομβρίαν γενέσθαι, ἔμελλεν ἂν ἀλύειν καὶ ἀναχαιτίζειν, ὡς πάλιν τοιούτου κλυδωνίου τὴν οἰκουμένην καταλαμβάνοντος, ἵνα καὶ αὐτὸς ἔχῃ θαῤῥεῖν καὶ οἱ εἰς τὸ ἑξῆς ἅπαντες, ὁ ἀγαθὸς Δεσπότης εἰδὼς ὅτι καὶ τὸ τυχὸν αὐτὸν λυποῦν θορυβῆσαι δυνήσεται· ἡ γὰρ πεῖρα τῶν παρελθόντων ἱκανὴ πολλὴν δειλίαν ἐμβαλεῖν· ἐπεὶ οὖν εἰκὸς ἦν τὸν μακάριον τοῦτον καὶ ἀπὸ τοῦ τυχόντος ὑετοῦ καταπλαγῆναι καὶ δειλιάσαι, διὰ τοῦτο ὁ ἀγαθὸς Θεὸς μονονουχὶ θαῤῥεῖν αὐτὸν παρασκευάζων, καὶ παντὸς δέους αὐτὸν ἀπαλλάττων, καὶ ἐν ἀδείᾳ πολλῇ καὶ εὐθυμίᾳ καθιστὰς, ὑπισχνεῖται αὐτῷ μηκέτι τοιαύτην τιμωρίαν ἐπαγαγεῖν.
and entrusting to him dominion over all the irrational beasts, and giving authority to partake of them just as herbs of grass, and enjoining them not to eat flesh in its blood—caring still both for the righteous man and for those who were to exist after these things, and ever lavishing benefactions upon our nature—He adds again greater benefactions and says: And God said unto Noah, and unto his sons with him, saying: Behold, I raise up My covenant with you, and with your seed after you, and with every living soul with you, of birds and of cattle, and with all the wild beasts of the earth, as many as are with you, of all that went forth from the ark; and I will establish My covenant with you: and all flesh shall die no more from the water of the flood, and there shall no more be a flood of water to destroy all the earth. Since it was likely that the righteous man was still anxious in spirit, and his mind cast down by fear, and if ever some slight rainstorm should chance to take place he would have been distraught and shrunk back as though such a surge were overtaking the inhabited world once more—in order that both he himself and all hereafter might take courage, the good Master, knowing that even the least thing grieving him would be able to trouble him (for experience of things past is sufficient to cast in great timidity)—since therefore it was likely that this blessed man would be struck with dismay and grow fearful even from an ordinary rain, on this account the good God, all but preparing him to take courage, and ridding him of every fear, and setting him in great security and cheerfulness, promises him no longer to bring on such a punishment.
βʹ. Καὶ τοῦτο μὲν ἤδη καὶ πρὸ τῆς εὐλογίας ὑπέσχετο λέγων, καθάπερ ἠκούσατε, ὅτι Οὐ προστιθῶ καταράσασθαι τὴν γῆν· εἰ καὶ οἱ ἄνθρωποι τὰ τῆς κακίας ἐπιτείνουσιν, ἀλλ' ὅμως ἐγὼ οὐκέτι τοιούτῳ ἐπιτιμίῳ ὑποβάλλω τὸ τῶν ἀνθρώπων γένος. Δεικνὺς γὰρ αὐτοῦ τὴν ἄφατον φιλανθρωπίαν καὶ πάλιν τοῦτο ὑπισχνεῖται, ἵνα θαῤῥεῖν ἔχῃ ὁ δίκαιος, καὶ μὴ λογίζεσθαι καθ' ἑαυτὸν καὶ λέγειν· Καὶ ἤδη εὐλογίας ἀξιώσας τὸ γένος τὸ ἡμέτερον, καὶ εἰς πλῆθος ἐπιδιδόναι παρασκευάσας, τὴν πανωλεθρίαν ταύτην ἐπήγαγεν. Ἵν' οὖν πάντα θόρυβον ἐκβάλῃ ἐκ τῶν αὐτοῦ λογισμῶν, καὶ πληροφορηθῇ ὡς οὐκέτι ἔσται τοῦτο· ὥσπερ γὰρ, φησὶ, τὸν κατακλυσμὸν διὰ φιλανθρωπίαν ἐπήγαγον, ὥστε τὴν κακίαν ἐγκόψαι, καὶ μὴ περαιτέρω αὐτοὺς προβῆναι, οὕτω καὶ νῦν διὰ τὴν ἐμαυτοῦ φιλανθρωπίαν ἐπαγγέλλομαι μηκέτι τοῦτο ποιήσειν, ἵνα πάσης ἀθυμίας ἐκτὸς διάγοντες, οὕτω τὴν παροῦσαν ζωὴν διανύητε. Διὰ τοῦτό φησιν· Ἰδοὺ ἀνίστημι τὴν διαθήκην μου, τοῦτ' ἔστι, συνθήκας ποιοῦμαι. Καθάπερ ἐπὶ τῶν ἀνθρωπίνων πραγμάτων ἐπειδάν τις ἐπαγγέλληταί τι, συντίθεται καὶ πολλὴν παρέχει τὴν πληροφορίαν· οὕτω καὶ ὁ ἀγαθὸς Δεσπότης φησίν· Ἰδοὺ ἀνίστημι τὴν διαθήκην μου. Καὶ καλῶς εἶπεν, Ἀνίστημι, ἀντὶ τοῦ, Ἰδοὺ ἐγὼ ἀνανεῶ τὴν ὑπὸ τῶν παραπτωμάτων πανωλεθρίαν αὐτῶν γεγενημένην, καὶ Ἀνίστημι τὴν διαθήκην μου ὑμῖν καὶ τῷ σπέρματι ὑμῶν μεθ' ὑμᾶς. Ὅρα φιλανθρωπίαν Δεσπότου· οὐ μόνον μέχρις ὑμῶν, φησὶν, ἵστημι τὰς συνθήκας, ἀλλὰ καὶ πρὸς τοὺς μεθ' ὑμᾶς γινομένους ταύτας βεβαίας ἀποφαίνω. Εἶτα ἵνα τὴν οἰκείαν ἐπιδείξηται φιλοτιμίαν, φησί· Καὶ πάσῃ ψυχῇ ζώσῃ μεθ' ὑμῶν, ἀπὸ ὀρνέων καὶ ἀπὸ κτηνῶν, καὶ πᾶσι τοῖς θηρίοις τῆς γῆς, ὅσα μεθ' ὑμῶν ἀπὸ πάντων τῶν ἐξελθόντων ἐκ τῆς κιβωτοῦ· καὶ στήσω τὴν διαθήκην μου πρὸς ὑμᾶς, καὶ οὐκ ἀποθανεῖται πᾶσα σὰρξ ἔτι ἀπὸ τοῦ ὕδατος τοῦ κατακλυσμοῦ, καὶ οὐκέτι ἔσται κατα-
2. And this indeed He had already promised even before the blessing, saying, just as you heard: I will not proceed further to curse the earth; even though men intensify the ways of wickedness, nevertheless I no longer subject the race of men to such a penalty. For showing His ineffable loving-kindness He promises this once more, so that the righteous man may take courage, and not reckon within himself and say: Even earlier, having deemed our race worthy of blessing and prepared it to advance into a multitude, He brought on this utter destruction! So that He may cast every tumult out of his reasonings, therefore, and he may be fully assured that this shall no longer come to pass—for just as, says He, I brought on the flood out of loving-kindness so as to check wickedness and keep them from advancing further, so now also out of Mine own loving-kindness do I promise no longer to do this, so that living outside all despondency you may thus pass through the present life. On this account He says: Behold, I establish My covenant—that is, I make compacts. Just as in human affairs whenever one promises something he makes a compact and affords great assurance, so the good Master also says: Behold, I establish My covenant. And well did He say, I raise up, instead of: Behold, I renew what through their transgressions had become their utter destruction, and I raise up My covenant with you and with your seed after you. See the loving-kindness of the Master: not only as far as you, says He, do I set up the compacts, but towards those also who come after you do I render them sure. Then, that He may display His own munificence, He says: And with every living soul with you, of birds and of cattle, and with all the wild beasts of the earth, as many as are with you of all that went forth out of the ark; and I will establish My covenant with you, and all flesh shall die no more from the water of the flood, and there shall no longer be a flood-
PG 53:254Read from the page
κλυσμὸς ὕδατος, καταφθεῖραι πᾶσαν τὴν γῆν. Εἶδες συνθηκῶν μέγεθος; εἶδες ὑποσχέσεων ἄφατον φιλοτιμίαν; Σκόπει πῶς πάλιν ἐκτείνει αὐτοῦ τὴν φιλανθρωπίαν καὶ μέχρι τῶν ἀλόγων καὶ τῶν θηρίων, καὶ εἰκότως. Ὅπερ γὰρ πολλάκις εἶπον, τοῦτο καὶ νῦν φημι. Ἐπειδὴ γὰρ διὰ τὸν ἄνθρωπον ταῦτα παρήχθη, διὰ τοῦτο καὶ ταῦτα κοινωνεῖ νῦν τῆς εὐεργεσίας τῆς εἰς τὸν ἄνθρωπον γινομένης. Καὶ δοκεῖ μὲν κοινὴ γενέσθαι ἡ διαθήκη καὶ πρὸς αὐτὸν καὶ πρὸς τὰ ἄλογα, οὐκ ἔστι δὲ τοῦτο. Καὶ γὰρ καὶ τοῦτο διὰ τὴν αὐτοῦ παραμυθίαν γίνεται, ἵνα εἰδέναι ἔχῃ πόσης ἀπολαύει τιμῆς, οὐ μόνον μέχρις αὐτοῦ τῆς εὐεργεσίας ἱσταμένης, ἀλλὰ δι' αὐτὸν καὶ τούτων ἁπάντων συναπολαυόντων τῆς φιλοτιμίας τοῦ Δεσπότου. Καὶ οὐκ ἀποθανεῖται, φησὶ, πᾶσα σὰρξ ἔτι ἀπὸ τοῦ ὕδατος τοῦ κατακλυσμοῦ, καὶ οὐκέτι ἔσται κατακλυσμὸς, καταφθεῖραι πᾶσαν τὴν γῆν. Εἶδες πῶς καὶ ἅπαξ καὶ δεύτερον καὶ πολλάκις ὑπισχνεῖται τοιαύτην μηκέτι ἐπαγαγεῖν πανωλεθρίαν, ἵνα τὸν θόρυβον τῶν λογισμῶν ἐκβάλῃ τοῦ δικαίου, καὶ παρασκευάσῃ θαῤῥεῖν ὑπὲρ τῶν μελλόντων; Εἶτα οὐ πρὸς τὴν οἰκείαν φύσιν ἀφορῶν, ἀλλὰ πρὸς τὴν ἀσθένειαν τὴν ἡμετέραν, οὐκ ἀρκεῖται τῇ διὰ τῶν λόγων ὑποσχέσει, ἀλλὰ τὴν περὶ ἡμᾶς συγκατάβασιν ἐπιδεικνύμενος, καὶ σημεῖον παρέχει τὸ δυνάμενον παντὶ τῷ αἰῶνι συμπαρεκτεινόμενον τοῦ τοιούτου δέους ἀπαλλάσσειν τὸ τῶν ἀνθρώπων γένος, ἵνα κἂν πολὺς ὑετὸς κατενεχθῇ, κἂν σφοδρότερος ὁ χειμὼν γένηται, ἢ καὶ ἐὰν ἡ πλημμύρα τῶν ὑδάτων εἰς πλῆθος ἐπιδιδῷ, μηδὲ οὕτως ἔχωμεν δεδοικέναι, ἀλλὰ θαῤῥεῖν πρὸς τὸ δοθὲν σημεῖον ἀφορῶντες. Καὶ εἶπε Κύριος ὁ Θεὸς τῷ Νῶε· Τοῦτο τὸ σημεῖον τῆς διαθήκης ἧς ἐγὼ δίδωμι ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ. Ὅρα πόσῃ τιμῇ περὶ τὸν δίκαιον κέχρηται. Ὡσανεὶ γὰρ ἄνθρωπος ἀνθρώπῳ διαλεγόμενος, οὕτω καὶ πρὸς αὐτὸν ποιεῖται τὰς συνθήκας, καί φησι· Τοῦτο τὸ σημεῖον τῆς διαθήκης ἧς ἐγὼ δίδωμι ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ, καὶ ἀνὰ μέσον πάσης ψυχῆς ζώσης, ἥ ἐστι μεθ' ὑμῶν, εἰς γενεὰς αἰωνίους. Εἶδες πάσῃ τῇ ζωῇ τὸ μέλλον δίδοσθαι σημεῖον παρεκτεινόμενον εἰς γενεὰς αἰωνίους; Οὐ μόνον κοινῇ πᾶσι τοῖς ζῶσι τὸ σημεῖον δίδωσιν, ἀλλὰ καὶ διηνεκὲς καὶ διαιωνίζον τῇ τοῦ κόσμου συστάσει. Τί οὖν ἐστι τὸ σημεῖον; Τὸ τόξον μου τίθημι ἐν τῇ νεφέλῃ, καὶ ἔσται ἐν σημείῳ διαθήκης ἀνὰ μέσον ἐμοῦ καὶ τῆς γῆς. Ἰδοὺ μετὰ τῆς ὑποσχέσεως τῆς διὰ τῶν λόγων καὶ τοῦτο δίδωμι τὸ σημεῖον, τὴν ἶριν λέγω, ἥν τινές φασι γίνεσθαι τοῦ ἡλίου πρὸς τὰ νέφη τὰς ἀκτῖνας ἀφιέντος. Εἰ ὁ λόγος μου, φησὶν, οὐκ ἀρκεῖ, ἰδοὺ καὶ σημεῖον δίδωμι τοῦ μηκέτι τιμωρίαν τοιαύτην ἐπάξειν. Τοῦτο τοίνυν ὁρῶντες τὸ σημεῖον, τοῦ δέους ἀπαλλάττεσθε. Καὶ ἔσται ἐν τῷ συννεφεῖν με, φησὶν, νεφέλας ἐπὶ τῆς γῆς, καὶ ὀφθήσεται τὸ τόξον μου ἐν τῇ νεφέλῃ, καὶ μνησθήσομαι τῆς διαθήκης μου, ἥ ἐστιν ἀνὰ μέσον ἐμοῦ καὶ ὑμῶν, καὶ ἀνὰ μέσον πάσης ψυχῆς ζώσης ἐν πάσῃ σαρκί. Τί λέγεις, ὦ μακάριε προφῆτα; Ἀναμνησθήσομαι, φησὶ, τῆς διαθήκης μου, τοῦτ' ἔστι, τῆς συνθήκης μου, τῆς ἐπαγγελίας, τῆς ὑποσχέσεως· οὐκ ἐπειδὴ αὐτὸς δεῖται ἀναμνήσεως, ἀλλ' ἵνα ἡμεῖς πρὸς ἐκεῖνο τὸ δοθὲν σημεῖον βλέποντες, μηδὲν ὑποπτεύωμεν χαλεπὸν, ἀλλ' εὐθέως εἰς ὑπόμνησιν ἐρχόμενοι τῆς τοῦ Θεοῦ ἐπαγγελίας, θαῤῥῶμεν ὡς οὐδὲν τοιοῦτο πεισόμεθα.
ing of water to destroy all the earth. Did you see the magnitude of the compacts? Did you see the ineffable munificence of the promises? Observe how once more He extends His loving-kindness even as far as the irrational beasts and the wild beasts—and rightly so! For what I have often said, this I say now as well: since these were brought forth on account of man, on this account these too now share in the benefaction wrought for man. And the covenant seems indeed to be made in common both towards him and towards the irrational beasts, yet this is not so. For this too takes place for his consolation, so that he may know how great an honour he enjoys, the benefaction not stopping at him alone, but all these creatures also enjoying the Master's munificence along with him on his account. And all flesh shall die no more, says He, from the water of the flood, and there shall no longer be a flood to destroy all the earth. Did you see how both once and a second time and many times He promises no longer to bring on such an utter destruction, so as to cast the tumult of reasonings out of the righteous man and prepare him to take courage concerning the things to come? Then, looking not to His own nature, but to our weakness, He is not satisfied with the promise made through words, rather, displaying His condescension towards us, He affords a sign also, able by stretching alongside all time to rid the race of men of such fear, so that even if heavy rain be borne down, even if the tempest prove more violent, or even if the swelling of the waters advance into a flood, not even so may we have cause to fear, rather take courage as we look to the sign given. And the Lord God said unto Noah: This is the sign of the covenant which I give between Me and thee. See how great an honour He employs towards the righteous man! For just as a man conversing with a man, so too does He make compacts with him, and says: This is the sign of the covenant which I give between Me and thee, and between every living soul which is with you, unto everlasting generations. Did you see the sign that was to be given unto all life stretching out unto everlasting generations? Not only does He give the sign in common to all living things, but He also makes it continual and coeval with the frame of the world. What then is the sign? My bow do I set in the cloud, and it shall be for a sign of a covenant between Me and the earth. Behold, along with the promise made through words I give this sign as well—I mean the rainbow, which some say comes into being when the sun sends forth its rays against the clouds. If My word, says He, does not suffice, behold, I give a sign also that I will no longer bring on such a punishment. Seeing this sign, therefore, be rid of fear. And it shall be when I gather clouds, says He, upon the earth, that My bow shall be seen in the cloud, and I will remember My covenant which is between Me and you, and between every living soul in all flesh. What sayest thou, O blessed prophet? I will call to mind, says He, My covenant—that is, My compact, My pledge, My promise—not because He Himself stands in need of reminding, but so that we, looking unto that sign given, may suspect nothing grievous, rather, coming straightway to remembrance of God's promise, may take courage that we shall suffer no such thing.
γʹ. Εἶδες Θεοῦ συγκατάβασιν, ὅσην ποιεῖται κηδεμονίαν τοῦ γένους τοῦ ἡμετέρου, πόσον μέγεθος φιλανθρωπίας ἐπεδείξατο, οὐκ ἐπειδὴ εἶδε τὴν τῶν ἀνθρώπων μεταβολὴν, ἀλλ' ἵνα διὰ πάντων ἡμᾶς διδάξῃ τῆς ἀγαθότητος
3. Did you see God's condescension, how great providential care He takes of our race, how great a magnitude of loving-kindness He displayed—not because He saw the change of men, but that through all things He might teach us the
PG 53:255Read from the page
αὐτοῦ τὴν ὑπερβολήν; Καὶ οὐκ ἔσται ἔτι ὕδωρ εἰς κατακλυσμὸν, ὥστε ἐξαλεῖψαι πᾶσαν σάρκα· τοιοῦτος ὄμβρος οὐκέτι ἔσται. Ἐπειδὴ οἶδε τοῦτο δεδοικυῖαν τὴν ἀνθρωπίνην φύσιν, ὅρα πῶς συνεχῶς ποιεῖται τὴν ὑπόσχεσιν, μονονουχὶ λέγων· κἂν ἴδητε πολλὴν τῶν ὄμβρων τὴν φορὰν, μηδὲ οὕτω χαλεπόν τι ὑποπτεύσητε. Οὐ γὰρ ἔσται τὸ ὕδωρ εἰς κατακλυσμὸν, ὥστε ἐξαλεῖψαι πᾶσαν σάρκα· τοιοῦτος ὄμβρος οὐκέτι ἔσται, τοιαύτης ἀγανακτήσεως οὐκέτι πειραθήσεται ἡ τῶν ἀνθρώπων φύσις. Καὶ ἔσται, φησὶ, τὸ τόξον μου ἐν τῇ νεφέλῃ, καὶ ὄψομαι τοῦ μνησθῆναι διαθήκην αἰώνιον ἀνὰ μέσον τοῦ Θεοῦ, καὶ ἀνὰ μέσον πάσης ψυχῆς ζώσης ἐν πάσῃ σαρκί. Σκόπει πῶς βουλόμενος εἰς θάρσος καὶ εἰς πληροφορίαν ἀγαγεῖν τὴν ἀνθρωπίνην φύσιν, πόσῃ ταπεινότητι τῶν λόγων κέχρηται. Καὶ ὄψομαι, φησὶ, τοῦ μνησθῆναι διαθήκης μου. Ἡ ὄψις οὖν εἰς μνήμην αὐτὸν ἄγει; Οὐχ ἵνα τοῦτο ὑποπτεύσωμεν· μὴ γένοιτο· ἀλλ' ἵνα ὅταν ἴδωμεν τὸ σημεῖον τοῦτο, θαῤῥεῖν ἔχωμεν τῇ τοῦ Θεοῦ ἐπαγγελίᾳ, καὶ ὡς οὐχ οἷόν τε διαπεσεῖν τὰς τοῦ Θεοῦ ὑποσχέσεις. Καὶ εἶπεν ὁ Θεὸς, φησὶ, τῷ Νῶε· Τοῦτο τὸ σημεῖον τῆς διαθήκης, ἧς διεθέμην ἀνὰ μέσον ἐμοῦ, καὶ ἀνὰ μέσον πάσης σαρκὸς, ἥ ἐστιν ἐπὶ τῆς γῆς. Ἔλαβες, φησὶ, τὸ σημεῖον, ὅπερ δέδωκα μεταξὺ ἐμοῦ καὶ πάσης σαρκὸς τῆς οὔσης ἐπὶ τῆς γῆς. Μηκέτι ταράττου τὴν διάνοιαν, μηδὲ θορυβοῦ τὸν λογισμὸν ἀλλὰ πρὸς τοῦτο βλέπων καὶ αὐτὸς ἔχε χρηστὰς τὰς ἐλπίδας, καὶ οἱ μετὰ σὲ πάντες τῆς ἐντεῦθεν παραμυθίας ἀπολαυέτωσαν, καὶ ἡ ὄψις τοῦ σημείου παρεχέτω θαῤῥεῖν, ὡς οὐκέτι τοιοῦτον κλυδώνιον τὴν οἰκουμένην καταλήψεται. Κἂν γὰρ ἐπιτείνηται τῶν ἀνθρώπων τὰ ἁμαρτήματα, ἀλλ' ἐγὼ ἅπερ ὑπεσχόμην ταῦτα πληρώσω, καὶ οὐκέτι τοιαύτην κατὰ πάντων ἀγανάκτησιν ποιήσομαι. Εἴδετε ἀγαθότητος ὑπερβολήν; εἴδετε συγκαταβάσεως μέγεθος; εἴδετε κηδεμονίας ἐπίτασιν; εἴδετε φιλοτιμίας ἐπαγγελίαν; Οὐ γὰρ μέχρι δύο καὶ τριῶν καὶ δέκα γενεῶν ἐξέτεινεν αὐτοῦ τὴν εὐεργεσίαν, ἀλλὰ τῇ συστάσει τοῦ κόσμου ταύτην παρεκταθῆναι ὑπέσχετο, ἵνα ἐξ ἑκατέρων σωφρονιζώμεθα, καὶ ἐξ ὧν ἐκεῖνοι διὰ τὸ τῶν ἁμαρτημάτων πλῆθος τοιαύτην ἐπεδέξαντο τιμωρίαν, καὶ ἐξ ὧν ἡμεῖς διὰ τὴν ἄφατον αὐτοῦ φιλανθρωπίαν τοιαύτης ἠξιώθημεν ὑποσχέσεως. Τοὺς γὰρ νοῦν ἔχοντας καὶ αἱ εὐεργεσίαι μᾶλλον ἢ αἱ τιμωρίαι ἐφέλκονται πρὸς τὴν ὑπακοὴν τῶν ἐπιταγμάτων.
surpassingness of His goodness? And there shall no more be water unto a flood, so as to blot out all flesh: such a rainstorm shall be no longer. Since He knows that human nature stands in dread of this, see how continually He makes the promise, all but saying: Even if you see a great rush of rainstorms, not even so suspect anything grievous. For the water shall not be unto a flood, so as to blot out all flesh: such a rainstorm shall be no longer, such indignation shall human nature experience no longer. And My bow, says He, shall be in the cloud, and I will see it so as to remember the everlasting covenant between God and every living soul in all flesh. Observe, wishing to lead human nature unto courage and full assurance, how great lowliness of words He has employed! And I will see it, says He, so as to remember My covenant. Does the sight then lead Him to remembrance? Not that we should suspect this—far be it!—but so that whenever we see this sign we may take courage in God's promise, and be assured that it is not possible for the promises of God to fall through. And God said, it says, unto Noah: This is the sign of the covenant which I have ordained between Me and all flesh which is upon the earth. Thou hast received, says He, the sign which I have given between Me and all flesh that is upon the earth. Be troubled no longer in thy mind, nor disturbed in thy reasoning, rather, looking unto this, both hold good hopes thyself, and let all who come after thee enjoy the consolation that comes thence, and let the sight of the sign afford courage that no longer shall such a surge overtake the inhabited world. For even if the sins of men be intensified, yet what I have promised, these things I will fulfil, and no longer will I make such indignation against all. Did you see surpassingness of goodness? Did you see magnitude of condescension? Did you see intensity of providential care? Did you see promise of munificence? For not as far as two or three or ten generations did He extend His benefaction, rather He promised that it should be stretched out alongside the frame of the world, so that from both sides we may be chastened—both from the fact that those men through the multitude of their sins received such a punishment, and from the fact that we through His ineffable loving-kindness were deemed worthy of such a promise. For benefactions even more than punishments draw those who have sense unto obedience to the injunctions.
Μὴ τοίνυν ἀγνώμονες γινώμεθα. Εἰ γὰρ καὶ πρὶν ἤ τι ἀγαθὸν ἡμᾶς ἐπιδείξασθαι, μᾶλλον δὲ καὶ κολάσεως ἄξια ἐργασαμένους τοσαύτης ἠξίωσε τῆς εὐεργεσίας, εἰ εὐγνώμονες γενώμεθα, καὶ τὴν ἐπὶ τοῖς προλαβοῦσιν εὐχαριστίαν ἐπιδειξώμεθα, καὶ πολλὴν τὴν ἐπὶ τὸ βέλτιον μεταβολὴν ποιησώμεθα, πόσης οὐκ ἂν πάλιν ἡμᾶς ἀξιώσῃ τῆς παρ' αὐτοῦ φιλοτιμίας; Εἰ γὰρ ἀναξίους ὄντας εὐεργετεῖ, καὶ ἡμαρτηκότας φιλανθρωπεύεται· εἰ τῆς κακίας ἀποστάντες τὴν ἀρετὴν μεταδιώξομεν, τίνων οὐκ ἐπιτευξόμεθα; Διὰ γὰρ τοῦτο προλαμβάνων πολλὰς εἰς ἡμᾶς τὰς εὐεργεσίας κατατίθεται, καὶ ἡμαρτηκότας πάλιν ἀξιοῖ συγγνώμης, καὶ τὰς τιμωρίας παρὰ πόδας οὐκ ἐπάγει, ἵνα διὰ πάντων ἡμᾶς ἐφελκύσηται, καὶ δι' ὧν εὐεργετεῖ, καὶ δι' ὧν μακροθυμεῖ. Πολλάκις δὲ καὶ δι' ὧν ἐνίους κολάζει, ἑτέρους ἐνάγειν βούλεται, ἵνα τῷ ἐκείνων φόβῳ σωφρονισθέντες τῆς τιμωρίας τὴν πεῖραν διαφύγωσιν. Εἶδες εὐμήχανον αὐτοῦ φιλανθρωπίαν, πῶς πάντα τὰ παρ' αὐτοῦ γινόμενα δι' ἓν τοῦτο μόνον
Let us not prove ungrateful, therefore. For if even before we displayed anything good—nay rather, when we had wrought deeds worthy of chastisement—He deemed us worthy of so great a benefaction, if we prove grateful, and display thanksgiving for the things that have gone before, and make a great change for the better, of how great munificence from Him will He not again deem us worthy? For if He does good to us while unworthy, and deals humanely with us when we have sinned, if standing aloof from wickedness we pursue virtue, what things shall we not obtain? For on this account He beforehand lays down many benefactions towards us, and when we have sinned deems us worthy of pardon once more, and does not bring punishments on right away at our heels, so that through all things He may draw us to Himself—both through the things wherein He does good, and through those wherein He shows long-suffering. And often even through the things whereby He punishes some, He wills to lead others on, so that chastened by fear of those men they may escape experience of punishment. Did you see His resourceful loving-kindness, how all things done by Him come to pass for this one end alone—
PG 53:256Read from the page
γίνεται, διὰ τὴν σωτηρίαν τὴν ἡμετέραν; Ταῦτα τοίνυν ἐννοοῦντες, μὴ ῥᾳθυμῶμεν, μηδὲ ἀμελῶμεν ἀρετῆς, μηδὲ τοὺς παρ' αὐτοῦ τεθέντας νόμους παρατρέχωμεν. Ἐὰν γὰρ ἴδῃ ἐπιστρέφοντας ἡμᾶς, καὶ ἡσυχάζοντας, καὶ ⟨ὅ⟩λως ἀρχήν τίνα ποιουμένους, καὶ αὐτὸς τὰ παρ' ἑαυτοῦ συνεισφέρει, κοῦφα καὶ ῥᾴδια ἡμῖν ἅπαντα κατασκευάζων, καὶ οὐκ ἀφιεὶς οὐδὲ αἴσθησιν λαβεῖν τῶν τῆς ἀρετῆς πόνων. Ὅταν γὰρ ψυχὴ πρὸς τὸν Θεὸν τείνῃ τὴν διάνοιαν, οὐκ ἔτι λοιπὸν ἀπατηθῆναι δύναται ὑπὸ τῆς ὄψεως τῶν ὁρωμένων, ἀλλὰ πάντα παρατρέχουσα, ἀκριβέστερον τούτων τῶν πρὸ τῶν ὀφθαλμῶν ἡμῶν κειμένων ἐκεῖνα φαντάζεται τὰ μὴ βλεπόμενα τοῖς σωματικοῖς ὀφθαλμοῖς, καὶ μεταβολὴν οὐκ ἐπιστάμενα, ἀλλὰ διηνεκῶς μένοντα, καὶ πεπηγότα, καὶ ἀκίνητα τυγχάνοντα. Τοιοῦτοι γὰρ οἱ τῆς διανοίας ὀφθαλμοί· πρὸς τὴν ἐκείνων θέαν διηνεκῶς ἀφορῶσι, καὶ ταῖς ἐκεῖθεν μαρμαρυγαῖς καταυγαζόμενοι πάντα τὰ τοῦ παρόντος βίου, ὡς ὄναρ καὶ σκιὰν, παρατρέχουσιν, οὐκέτι ἀπάτην ὑπομένοντες, οὐδὲ παραλογισθῆναι δυνάμενοι· ἀλλὰ κἂν πλοῦτον ἴδωσιν, εὐθέως καταγελῶσιν, εἰδότες ὅτι δραπέτου παντὸς ἀγνωμονέστερον ἀπὸ τούτου εἰς ἐκεῖνον μεταπηδᾷ, καὶ οὐδέποτε ἵσταται, ἀλλὰ καὶ μυρία κακὰ τοὺς κεκτημένους διατίθησι, καὶ εἰς αὐτὸν, ὡς εἰπεῖν, τῆς κακίας τὸν κρημνὸν αὐτοὺς ὤσας καταβάλλει. Κἂν σώματος εὐμορφίαν θεάσωνται, πάλιν οὐκ ἐπιστρέφονται, λογιζόμενοι τὸ ἐπίκηρον, τὸ εὐμετάβλητον, καὶ ὅτι ἀθρόον νόσος ἐπελθοῦσα πᾶσαν ἐκείνην τὴν εὐμορφίαν ἠφάνισε, καὶ πρὸ τῆς νόσου γῆρας καταλαβὸν ἀηδῆ καὶ ἀτερπῆ τὴν πρὸ τούτου εὔμορφον ὄψιν ἀπειργάσατο, καὶ θάνατος δὲ ἐπελθὼν ἅπασαν τὴν τοῦ σώματος ὥραν διέφθειρε. Κἂν δόξαν ἴδωσί τινα περιβεβλημένον, κἂν δυναστείαν, κἂν εἰς αὐτὴν τῶν ἀξιωμάτων τὴν κορυφὴν ἀνεληλυθότα, καὶ πάσης εὐημερίας ἀπολαύοντα, καὶ τοῦτον παρατρέχουσιν ὡς οὐδὲν βέβαιον ἔχοντα, οὐδὲ ἀκίνητον, ἀλλ' ἐπ' ἐκείνοις μέγα φρονοῦντα τοῖς ποταμίων ῥευμάτων μᾶλλον παρατρέχουσι. Τί γὰρ τῆς δόξης ἁπάσης τοῦ παρόντος βίου εὐτελέστερον, ὅταν τῷ ἄνθει τοῦ χόρτου παραβάλληται; Πᾶσα γὰρ δόξα ἀνθρώπου, φησὶν, ὡς ἄνθος χόρτου.
for the sake of our salvation? Reflecting on these things, therefore, let us not grow slothful, nor neglect virtue, nor run past the laws laid down by Him. For if He sees us turning back, and growing calm, and making any beginning at all, He Himself too contributes what lies on His part, preparing all things light and easy for us, and suffering us not even to take perception of the labours of virtue. For whenever a soul stretches its mind towards God, it can no longer thereafter be deceived by the sight of things seen, rather, running past all things, more accurately than these things that lie before our eyes it pictures those things unseen by bodily eyes, which know no change, but abide continually, and stand fast and immovable. For such are the eyes of the mind: they look continually unto the contemplation of those things, and illumined by the gleamings that come thence they run past all the things of the present life as a dream and a shadow, enduring deception no longer, nor capable of being outwitted; rather, even if they see wealth, straightway they laugh it to scorn, knowing that more thanklessly than any runaway slave it leaps across from this man to that, and never stands still, nay it even afflicts its possessors with ten thousand evils, and thrusting them, so to speak, over the very precipice of wickedness casts them down. Even if they behold comeliness of body, again they pay it no heed, reckoning its perishable and fickle character, and that sickness coming on all at once blots out all that comeliness, and even before sickness old age overtaking it renders displeasing and unlovely the aspect that was comely before, and death too coming on destroys all the bloom of the body. Even if they see someone arrayed in glory, or potent sway, or having ascended to the very summit of dignities and enjoying every prosperity, him too they run past as holding nothing sure or immovable, rather thinking highly over things that flow past faster than river streams. For what is meaner than all the glory of the present life, when it is compared to the flower of grass? For all the glory of man, it says, is as the flower of grass.
δʹ. Εἴδετε, ἀγαπητοὶ, πῶς μετὰ ἀκριβείας ὁρῶσιν οἱ τῆς πίστεως ὀφθαλμοὶ, ἐπειδὰν πρὸς τὸν Θεὸν ᾖ τεταμένη ἡ διάνοια; εἴδετε πῶς ὑπ' οὐδενὸς τῶν ὁρωμένων παραλογισθῆναι δύνανται, ἀλλὰ τὴν ὀρθὴν τῶν πραγμάτων ἔχουσι κρίσιν, οὐδεμίαν ἀπάτην ὑπομένοντες; Ἀλλ', εἰ δοκεῖ, πάλιν ἐπὶ τὴν ἀκολουθίαν ἐπανέλθωμεν τοῦ λόγου, καὶ ὀλίγα προσθέντες καταπαύσωμεν τὴν διδασκαλίαν, ὥστε καὶ τὴν μνήμην τῶν εἰρημένων ἐντεθῆναι ὑμῶν τῇ διανοίᾳ. Ἐπειδὴ γὰρ ἐτέλεσεν ἡ θεία Γραφὴ τὴν περὶ τοῦ θείου σημείου διήγησιν, βούλεται πάλιν διδάξαι ἡμᾶς τὰ κατὰ τὸν δίκαιον καὶ τοὺς τούτου υἱοὺς, καί φησιν· Ἦσαν δὲ οἱ υἱοὶ τοῦ Νῶε οἱ ἐξελθόντες ἐκ τῆς κιβωτοῦ, Σὴμ, Χὰμ, Ἰάφεθ. Χὰμ δὲ ἦν πατὴρ τοῦ Χαναάν. Τρεῖς οὗτοί εἰσιν υἱοὶ Νῶε· ἀπὸ τούτων διεσπάρησαν ἐπὶ πᾶσαν τὴν γῆν. Ἄξιον ἐνταῦθα ζητῆσαι, τίνος ἕνεκεν τῶν τριῶν υἱῶν τοῦ Νῶε μνημονεύσασα ἡ θεία Γραφὴ ἐπήγαγε, Χὰμ δὲ ἦν πατὴρ τοῦ Χαναάν. Μὴ νομίσητε, παρακαλῶ, ἁπλῶς τοῦτο προσεῤῥῖφθαι· οὐδὲν γάρ ἐστι τῶν ἐν τῇ θείᾳ Γραφῇ κειμένων, ὃ μὴ μετά τινος εἴρηται λόγου, πολλὴν τὴν ὠφέλειαν ἐγκεκρυμμένην ἔχοντος. Τίνος οὖν ἕνεκεν ἐπεσημήνατο καὶ προσέθηκεν, ὅτι Χὰμ δὲ ἦν πατὴρ τοῦ Χαναάν; Βούλεται διὰ τούτου αἰνίξασθαι ἡμῖν τῆς ἀκρασίας αὐτοῦ τὴν ὑπερβολὴν, καὶ ὅτι οὐδὲ τῆς συμ-
4. Did you see, beloved, how accurately the eyes of faith see whenever the mind is stretched towards God? Did you see how by none of the things seen can they be outwitted, rather they hold upright judgement of affairs, enduring no deception at all? Yet, if it seems good, let us return once more to the sequence of our discourse, and having added a few words bring our teaching to rest, so that the remembrance of what has been spoken may also be implanted in your mind. For since Divine Scripture has completed the narrative concerning the divine sign, it wills again to teach us the matters relating to the righteous man and his sons, and says: Now the sons of Noah who went forth out of the ark were Shem, Ham, Japheth. And Ham was the father of Canaan. These three are the sons of Noah; from these were men scattered abroad upon all the earth. Here it is worthwhile to inquire on what account Divine Scripture, having made mention of the three sons of Noah, added: And Ham was the father of Canaan. Do not suppose, I exhort, that this was merely tossed in; for there is nothing of what lies in Divine Scripture that has not been spoken with some reason holding great benefit hidden within. On what account, then, did it mark and add that Ham was the father of Canaan? It wills through this to hint to us at the excess of his incontinence, and that not even the magnitude of the calam-
Notes, col. 256

On the reading

Printed τίνα, for τινα.