Migne Reading Room

PG 53 · cols. 240–245 · Read from the page

In Genesin Homilia XXVII (ΟΜΙΛΙΑ ΚΖ·; Gen. 8:20–9:7)

In Genesin Homilia XXVII (ΟΜΙΛΙΑ ΚΖ·; Gen. 8:20–9:7)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 53:240Read from the page
φθάσασιν εὐγνώμονας γεγενημένους, ἐπιδαψιλεύεται τὰς παρ' ἑαυτοῦ δωρεάς. Σπουδάζωμεν τοίνυν καὶ ἡμεῖς τὴν κατὰ δύναμιν εὐχαριστίαν ἀναφέρειν τῷ Δεσπότῃ ὑπὲρ τῶν ὑπαρξάντων ἡμῖν παρ' αὐτοῦ ἀγαθῶν, ἵνα καὶ μειζόνων ἀξιωθῶμεν, καὶ μηδέποτε ἐπιλανθανώμεθα τῶν παρὰ τοῦ Θεοῦ εὐεργεσιῶν εἰς ἡμᾶς γεγενημένων, ἀλλὰ ἀεὶ ταῦτα στρέφωμεν ἐπὶ τῆς διανοίας τῆς ἡμετέρας, ἵνα ὑπὸ τῆς μνήμης συνωθούμενοι διηνεκῆ τὴν εὐχαριστίαν ποιώμεθα, εἰ καὶ τοσαῦται τὸ πλῆθός εἰσιν, ὡς μηδὲ ἀρκεῖν τὸν λογισμὸν τὸν ἡμέτερον ἐξαριθμήσασθαι τὴν εἰς ἡμᾶς φιλοτιμίαν αὐτοῦ γεγενημένην. Τί γὰρ ἄν τις λογίσαιτο τὰ ἤδη εἰς ἡμᾶς γεγενημένα, τὰ ἐπηγγελμένα, τὰ καθ' ἑκάστην ἡμέραν γινόμενα· ὅτι ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παρήγαγεν, ὅτι καὶ σῶμα καὶ ψυχὴν ἐχαρίσατο, ὅτι λογικοὺς ἡμᾶς ἐδημιούργησεν, ὅτι τὸν ἀέρα τοῦτον ἀναπνεῖν ἐχαρίσατο, ὅτι τὴν κτίσιν ἅπασαν διὰ τὴν ἀνθρωπίνην φύσιν παρήγαγεν, ὅτι αὐτὸς μὲν ἐβουλήθη ἐκ προοιμίων τῆς τοῦ παραδείσου διαίτης ἀπολαύειν τὸν ἄνθρωπον, καὶ ἀνώδυνον βίον ἔχειν, καὶ μόχθου παντὸς ἀπηλλαγμένον, καὶ μηδὲν ἔλαττον ἔχειν τῶν ἀγγέλων καὶ τῶν ἀσωμάτων ἐκείνων δυνάμεων ἐν σώματι τυγχάνοντα, ἀλλὰ καὶ ἀνώτερον εἶναι τῶν σωματικῶν ἀναγκῶν; Εἶτα ἐπειδὴ διὰ ῥᾳθυμίαν ὑπήχθη τῇ ἀπάτῃ τοῦ διαβόλου τῇ διὰ τοῦ ὄφεως προσαχθείσῃ, οὐδὲ οὕτω διέλιπε τὸν ἡμαρτηκότα, τὸν παραβεβηκότα εὐεργετῶν, ἀλλὰ καὶ δι' ὧν ἐτιμωρήσατο, καθάπερ καὶ χθὲς ἐλέγομεν, τῆς οἰκείας φιλανθρωπίας τὴν ὑπερβολὴν ἐπεδείξατο, καὶ πολλὰ ἕτερα καὶ ἀναρίθμητα εὐεργεσιῶν εἴδη εἰς αὐτὸν κατέθετο. Καὶ λοιπὸν τοῦ χρόνου προϊόντος, καὶ τοῦ γένους αὐξανομένου, καὶ εἰς κακίαν ἀποκλίναντος, ἐπειδὴ ἑώρα ἀνίατα γινόμενα τὰ τραύματα, καθάπερ ζύμην τινὰ πονηρὰν, τοὺς τῆς κακίας ἐργάτας ἠφάνισε, καταλιπὼν τὸν δίκαιον τοῦτον, ῥίζαν καὶ ἀρχὴν γενέσθαι τοῦ τῶν ἀνθρώπων γένους. Καὶ πάλιν σκόπει πόσην περὶ αὐτὸν ἐπιδείκνυται τὴν φιλοτιμίαν. Ἀπὸ τοῦ δικαίου τούτου καὶ τῶν τούτου υἱῶν ἅπασαν τὴν τῶν ἀνθρώπων φύσιν εἰς τοσοῦτον πλῆθος ἐπιδιδόναι παρεσκεύασε, καὶ κατὰ μικρὸν τοὺς δικαίους ἐκλεξάμενος, τοὺς πατριάρχας λέγω, διδασκάλους ἐπέστησε τῷ λοιπῷ τῶν ἀνθρώπων γένει, διὰ τῆς οἰκείας ἀρετῆς ἅπαντας ἐναγαγεῖν δυναμένους, καὶ καθάπερ ἰατροὺς, τοὺς νενοσηκότας θεραπεύειν δυναμένους. Ποτὲ μὲν εἰς τὴν Παλαιστίνην, ποτὲ δὲ εἰς Αἴγυπτον κατάγει, ὁμοῦ καὶ τῶν αὐτοῦ δούλων ἐγγυμνάζων τὴν ὑπομονὴν, καὶ τὴν οἰκείαν δύναμιν περιφανεστέραν δεικνύς· καὶ διηνεκῶς οὕτω διετέλεσε φροντίζων τῆς τῶν ἀνθρώπων σωτηρίας, προφήτας ἀναδεικνὺς, καὶ σημεῖα καὶ θαύματα δι' αὐτῶν ἐπιτελεῖσθαι ποιῶν. Εἶτα, ἵνα συντεμὼν εἴπω· καθάπερ γὰρ τῆς θαλάττης τὰ κύματα, κἂν μυριάκις βιασώμεθα, οὐκ ἄν ποτε δυνηθείημεν ἐξαριθμεῖσθαι, οὕτως οὐδὲ τὸ ποικίλον τῶν εὐεργεσιῶν τοῦ Θεοῦ, ὧν περὶ τὴν ἡμετέραν φύσιν ἐπεδείξατο. Τὸ δὲ τελευταῖον, ἐπειδὴ εἶδε μετὰ τοσαύτην πρόνοιαν ἔτι πολλῆς καὶ ἀφάτου φιλανθρωπίας δεομένην τὴν τῶν ἀνθρώπων φύσιν, καὶ οὐδὲν πλέον ἰσχύσαντας, οὐ τοὺς πατριάρχας, οὐ τοὺς προφήτας, οὐ τὰ θαύματα ἐκεῖνα τὰ παράδοξα, οὐ τὰς τιμωρίας καὶ τὰς νουθεσίας τὰς καθ' ἕκαστον ἐπαγομένας, καὶ τὰς αἰχμαλωσίας ἐκείνας τὰς ἐπαλλήλους, ὥσπερ οἰκτείρας τὸ γένος τὸ ἡμέτερον, τῶν ψυχῶν καὶ τῶν σωμάτων ἰατρὸν, τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ ἐκ τῶν κόλπων ἀναστήσας, ὡς εἰπεῖν, τῶν πατρικῶν, δούλου μορφὴν ἀναλαβόντα παρεσκεύασεν ἐκ παρθένου τεχθῆναι, καὶ σὺν ἡμῖν ἀναστραφῆναι, καὶ
past gifts having proved grateful, He lavishes in addition the gifts from Himself. Let us too, therefore, be earnest to offer up thanksgiving according to our strength to the Master for the blessings we have received from Him, that we may both be deemed worthy of greater ones and never forget the benefactions that have come to us from God, but ever turn them over in our mind, so that, urged on together by remembrance, we may make our thanksgiving perpetual, even if they are so many in multitude that our reasoning does not even suffice to number out His munificence that has come towards us. For how could one reckon up the things that have already come to pass towards us, the things promised, the things coming to pass each day: that He brought us forth from non-being into being, that He freely granted both body and soul, that He fashioned us rational, that He freely granted us to breathe this air, that He brought forth the whole creation for the sake of human nature, that He Himself willed from the start that man should enjoy the way of life of paradise, and have a painless life, rid of all toil, and have nothing less than the angels and those bodiless powers though existing in a body, nay, even be superior to bodily necessities? Then, since through sloth he was led away by the deceit of the devil brought to bear through the serpent, not even so did He cease doing good to him who had sinned, him who had transgressed, but even through the very things by which He punished him, just as we were saying yesterday as well, He displayed the excess of His own humanity, and laid up many other and unnumbered forms of benefactions towards him. And henceforth as time went on, and the race increased and inclined towards wickedness, since He saw the wounds becoming incurable, He blotted out the workers of wickedness like some evil leaven, leaving behind this righteous man to become a root and beginning of the race of men. And consider again how great munificence He displays towards him! From this righteous man and his sons He caused the whole nature of men to advance to so great a multitude, and little by little, choosing out the righteous—I mean the patriarchs—He set them as teachers over the rest of the race of men, able through their own virtue to lead all men on, and, just like physicians, able to heal those who had fallen sick. Now He brings them down into Palestine, now into Egypt, at once both exercising the endurance of His servants and showing His own power more illustrious; and thus He continued unceasingly caring for the salvation of men, raising up prophets and causing signs and wonders to be wrought through them. Then, to speak concisely—for just as we could never be able to number out the waves of the sea, even if we forced ourselves ten thousand times, so neither can we number out the manifold variety of the benefactions of God which He displayed towards our nature—last of all, since He saw that after such great providence human nature still stood in need of great and ineffable humanity, and that neither the patriarchs had availed anything further, nor the prophets, nor those marvellous wonders, nor the punishments and admonitions brought to bear upon each occasion, and those successive captivities, taking pity as it were upon our race, raising up from the paternal bosom, so to speak, the Physician of souls and bodies, His only-begotten Son, He caused Him, taking up the form of a servant, to be born of a Virgin, and to converse with us, and
PG 53:241Read from the page
πάντα ὑπομεῖναι τὰ ἡμέτερα, ἵνα τὴν ἡμετέραν φύσιν κάτω που κειμένην ὑπὸ τοῦ τῶν ἁμαρτημάτων πλήθους ἀναγαγεῖν δυνηθῇ ἀπὸ τῆς γῆς εἰς τὸν οὐρανόν. Καὶ τοῦτο ἐκπληττόμενος ὁ τῆς βροντῆς υἱὸς, καὶ ἐννοῶν τῆς ἀγάπης τοῦ Θεοῦ τὴν ὑπερβολὴν, ἣν περὶ τὸ τῶν ἀνθρώπων γένος ἐπεδείξατο, ἐβόα καὶ ἔλεγεν· Οὕτω γὰρ ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον. Ὅρα πόσου θαύματος γέμει ἡ λέξις· Οὕτω, φησὶ, τὸ μέγεθος ἀναλογιζόμενος, ὅπερ ἤμελλεν ἐρεῖν· διὰ τοῦτο οὕτως ἤρξατο. Εἰπὲ οὖν ἡμῖν, ὦ μακάριε Ἰωάννη· Οὕτω, πῶς; εἰπὲ τὸ μέτρον, εἰπὲ τὸ μέγεθος, δίδαξον ἡμᾶς τὴν ὑπερβολήν. Οὕτω γὰρ ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον, ὥστε τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ δέδωκεν, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται, ἀλλ' ἔχῃ ζωὴν αἰώνιον.
to endure all our lot, so that He might be able to lead our nature, lying low down beneath the multitude of sins, up from the earth into heaven. And struck with amazement at this, the son of thunder, pondering the excess of the love of God which He displayed towards the race of men, cried aloud and said: For God so loved the world. See with how great marvel the phrasing teems! 'So,' he says, reckoning up the magnitude of what he was about to say; on this account he began thus. Tell us, therefore, O blessed John: 'So'—in what way? Tell the measure, tell the magnitude, teach us the excess! For God so loved the world that He gave His only-begotten Son, that every one who believes in Him may not perish, but may have eternal life.
Εἶδες τὴν αἰτίαν τῆς τοῦ Υἱοῦ παρουσίας ταύτην οὖσαν, ὥστε τοὺς μέλλοντας ἀπόλλυσθαι σωτηρίας ἀφορμὴν εὑρεῖν διὰ τῆς εἰς αὐτὸν πίστεως; Τί ἄν τις λογίσαιτο εἰς ἔννοιαν ἐλθὼν τῆς φιλοτιμίας ἐκείνης τῆς μεγάλης καὶ θαυμαστῆς, καὶ πάντα νικώσης λόγον, ἣν ἐχαρίσατο τῇ φύσει τῇ ἡμετέρᾳ διὰ τῆς τοῦ βαπτίσματος δωρεᾶς, πάντων ἡμῖν τῶν πλημμελημάτων τὴν ἀπαλλαγὴν δωρησάμενος; Ἀλλὰ τί εἴπω, Οὔτε ἡ διάνοια ἐξαρκεῖ, οὐδὲ ὁ λόγος ἐξισχύει τὰ λοιπὰ ἐξαριθμήσασθαι. Ὅσα γὰρ ἂν εἴπω, τοσαῦτά ἐστι τὰ λείποντα, ὡς νικᾷν τῶν ἤδη ῥηθέντων τὴν ὑπερβολήν. Τί οὖν ἄν τις ἐννοήσειε τῆς μετανοίας τὴν ὁδὸν, ἣν ἐχαρίσατο διὰ τὴν ἄφατον αὐτοῦ φιλανθρωπίαν τῷ ἡμετέρῳ γένει, καὶ μετὰ τὴν τοῦ βαπτίσματος δωρεὰν τὰς ἐντολὰς τὰς θαυμαστὰς, δι' ὧν, εἰ βουληθείημεν, δυνησόμεθα τὴν παρ' αὐτοῦ ῥοπὴν ἐπισπάσασθαι;
Have you seen that the reason of the Son's coming was this: that those about to perish might find a means of salvation through faith in Him? What could one reckon up upon coming to a thought of that great and wondrous munificence, surpassing all speech, which He freely granted to our nature through the gift of baptism, freely bestowing upon us riddance of all our transgressions? Yet what shall I say? Neither does the mind suffice nor has speech strength to number out the rest. For however much I may say, so many are the things remaining as to surpass the excess of what has already been spoken. How then could one conceive of the way of repentance which He freely granted through His ineffable humanity to our race, and after the gift of baptism those wondrous commandments through which, if we were willing, we shall be able to draw down the favouring inclination from Him?
βʹ. Εἶδες, ἀγαπητὲ, ἄβυσσον εὐεργεσιῶν; εἶδες πόσας ἀπαριθμησάμενοι, οὐδέπω οὐδὲ τὸ πολλοστὸν εἰπεῖν ἠδυνήθημεν; Πῶς γὰρ ἀνθρωπίνη γλῶττα δυνήσεται τὰ παρὰ τοῦ Θεοῦ εἰς ἡμᾶς γεγενημένα λόγῳ διελθεῖν; Τούτων τοίνυν τοσούτων καὶ τηλικούτων ὄντων, πάλιν πολλῷ μείζους καὶ ἀπορρητότεραί εἰσιν αἱ εὐεργεσίαι, ἃς μετὰ τὴν ἐντεῦθεν μετάστασιν ἐν τῷ μέλλοντι αἰῶνι ἐπηγγείλατο τοῖς τὴν ὁδὸν τῆς ἀρετῆς βαδίζουσι. Καὶ ἵνα δι' ὀλίγων ῥημάτων τοῦ μεγέθους αὐτῶν τὴν ὑπερβολὴν ἡμῖν παραστήσῃ, φησὶν ὁ μακάριος Παῦλος· Ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν. Εἶδες δωρεῶν ὑπερβολήν; εἶδες πᾶσαν ἔννοιαν ἀνθρωπίνην ὑπερβαινούσας αὐτοῦ τὰς εὐεργεσίας· Ἐπὶ καρδίαν γὰρ, φησὶν, ἀνθρώπου οὐκ ἀνέβη. Ἐὰν τοίνυν βουλώμεθα ταύτας ἀναλογίζεσθαι, καὶ τὴν κατὰ δύναμιν τὴν ἡμετέραν εὐχαριστίαν ποιῆσαι, δυνησόμεθα τὴν αὐτοῦ εὔνοιαν ἐπὶ πλέον ἐπισπάσασθαι, καὶ πρὸς τὴν ἀρετὴν μᾶλλον διεγερθῆναι. Ἡ γὰρ τῶν εὐεργεσιῶν μνήμη ἱκανὴ προτρέψασθαι πρὸς τοὺς τῆς ἀρετῆς πόνους, καὶ παρασκευάσαι πάντων ὑπεριδεῖν τῶν παρόντων, καὶ πρὸς τὸν τοσαῦτα εὐεργετηκότα κεχηνέναι, καὶ τὸν περὶ αὐτὸν πόθον ακμάζοντα καθ' ἑκάστην ἡμέραν ἐπιδείκνυσθαι. Ἐντεῦθεν γὰρ καὶ ὁ δίκαιος οὗτος τοσαύτης ἀπήλαυσε τῆς ἄνωθεν εὐνοίας καὶ τῆς τιμῆς, ἐπειδὴ πολλὴν ὑπὲρ τῶν φθασάντων τὴν εὐγνωμοσύνην ἐπεδείξατο. Ἀλλ' ἵνα σαφέστερος ἡμῖν ὁ λόγος γένηται, αὐτὴν τὴν ἀρχὴν τῶν σήμερον ἀνεγνωσμένων ἀναγκαῖον προθεῖναι ἐπὶ τῆς ὑμετέρας ἀγάπης. Ἐπειδὴ γὰρ ἐξῆλθεν ἐκ τῆς κιβωτοῦ κατὰ τὸ πρόσταγμα τοῦ Δεσπότου, μετὰ τῶν υἱῶν, καὶ τῆς ἑαυτοῦ γυναικὸς, καὶ γυναικῶν τῶν παίδων, καὶ πάντων τῶν θηρίων καὶ τῶν πετεινῶν, καὶ ἐδέξατο παρὰ τοῦ Θεοῦ μετὰ τῆς
2. Have you seen, beloved, an abyss of benefactions? Have you seen how many we have numbered out, and not yet have we been able to tell even the tiniest fraction? For how shall a human tongue be able to go through in speech the things that have come to pass from God towards us? Now great and mighty as these things are, far greater again and more ineffable are the benefactions which He has promised in the age to come, after our removal hence, to those who walk the road of virtue. And that in a few words he may set before us the excess of their magnitude, the blessed Paul says: Things which eye has not seen, and ear has not heard, and which have not come up into the heart of man—things which God has prepared for those who love Him. Have you seen an excess of gifts? Have you seen His benefactions surpassing every human thought? For into the heart of man, he says, they have not come up. If, therefore, we are willing to reckon these things up and to make thanksgiving according to our strength, we shall be able to draw down His goodwill all the more, and to be roused up more towards virtue. For the remembrance of benefactions suffices to urge us on towards the toils of virtue, and to move us to despise all present things, and to long eagerly for Him Who has wrought so many benefits, and each day to display our yearning for Him at its height. For hence this righteous man too enjoyed so great goodwill and honour from above, since he displayed great grateful disposition for past gifts. Yet that our discourse may become clearer to us, it is necessary to set forth before your charity the very beginning of what was read aloud today. For once he came forth out of the ark according to the Master's command, with his sons, and his own wife, and his children's wives, and all the wild beasts and the birds, and received from God together with his
Notes, col. 241

On the reading

Printed ακμάζοντα, for ἀκμάζοντα.

PG 53:242Read from the page
ἐξόδου καὶ τὴν εὐλογίαν ἐκείνην τὴν πολλὴν αὐτῷ παραμυθίαν κομίζουσαν, τὴν λέγουσαν, Αὐξάνεσθε καὶ πληθύνεσθε, διδάσκουσα ἡμᾶς ἡ θεία Γραφὴ τοῦ δικαίου τὴν εὐγνωμοσύνην, φησί· Καὶ ᾠκοδόμησε Νῶε θυσιαστήριον τῷ Κυρίῳ, καὶ ἔλαβεν ἀπὸ πάντων τῶν κτηνῶν τῶν καθαρῶν, καὶ ἀπὸ πάντων τῶν πετεινῶν τῶν καθαρῶν, καὶ ἀνήνεγκεν ὁλοκάρπωσιν ἐπὶ τὸ θυσιαστήριον. Σκόπει μετὰ ἀκριβείας, ἀγαπητὲ, ἐκ τῶν νῦν ῥημάτων πάλιν, πῶς ἐν αὐτῇ τῇ φύσει ὁ τῶν ἁπάντων δημιουργὸς ἐναπέθετο τὴν γνῶσιν ἡμῖν ἀκριβῆ τῆς ἀρετῆς. Πόθεν γὰρ, εἰπέ μοι, τοῦτο τῷ δικαίῳ ἐπῆλθεν; Οὐδεὶς ἦν ἕτερος, πρὸς ὃν ἰδεῖν εἶχεν. Ἀλλὰ καθάπερ ἐν ἀρχῇ ὁ ὑπὸ τοῦ πρωτοπλάστου τεχθεὶς, Ἄβελ λέγω, οἴκοθεν κινούμενος τὴν προσαγωγὴν ἐποιήσατο μετὰ πολλῆς τῆς ἀκριβείας· οὕτω δὴ καὶ νῦν ὁ δίκαιος οὗτος ἐξ οἰκείας γνώμης καὶ προαιρέσεως ὑγιοῦς κατὰ τὴν ἀνθρωπίνην δύναμιν, ὡς ἐνόμισε, διὰ τῶν θυσιῶν τὰς εὐχαριστίας ἀναφέρει τῷ Δεσπότῃ. Καὶ ὅρα αὐτὸν μετὰ πολλῆς φιλοσοφίας ἅπαντα διαπραττόμενον. Οὔτε γὰρ οἰκοδομῆς αὐτῷ ἐδέησε λαμπρᾶς, οὐ ναοῦ, οὐκ οἴκου τινὸς θαυμαστοῦ, οὐκ ἄλλου οὐδενός· ᾔδει γὰρ, ᾔδει σαφῶς, ὅτι γνώμην ἐπιζητεῖ μόνον ὁ Δεσπότης· καὶ ἐσχεδιασμένον οἰκοδομήσας τὸ θυσιαστήριον, καὶ λαβὼν ἀπὸ τῶν κτηνῶν τῶν καθαρῶν, καὶ ἀπὸ τῶν πετεινῶν τῶν καθαρῶν, τὰς ὁλοκαρπώσεις ἀνήνεγκε· καὶ, ὅσον εἶχε δυνάμεως, τῆς οἰκείας προαιρέσεως τὴν εὐγνωμοσύνην ἐπεδείξατο· ἣν ἀποδεξάμενος ὁ φιλάνθρωπος Θεὸς καὶ τὴν γνώμην ἐστεφάνωσε, καὶ τὴν παρ' ἑαυτοῦ πάλιν φιλοτιμίαν ἐπιδείκνυται. Φησὶ γὰρ ἡ Γραφή· Καὶ ὠσφράνθη Κύριος ὀσμὴν εὐωδίας. Ὅρα πῶς ἡ γνώμη τοῦ προσάγοντος τὸν καπνὸν, καὶ τὴν κνίσσαν, καὶ πᾶσαν τὴν ἐντεῦθεν τικτομένην ἀηδίαν πολλῆς τῆς εὐωδίας ἐνέπλησε. Διὰ τοῦτο καὶ Παῦλος ἔλεγε γράφων· Ὅτι Χριστοῦ εὐωδία ἐσμὲν ἐν τοῖς σωζομένοις καὶ ἐν τοῖς ἀπολλυμένοις, οἷς μὲν ὀσμὴ θανάτου εἰς θάνατον, οἷς δὲ ὀσμὴ ζωῆς εἰς ζωήν. Ὀσμὴν εὐωδίας.
coming forth that blessing as well which brought him great consolation—the one that says, Increase and multiply—divine Scripture, teaching us the grateful disposition of the righteous man, says: And Noah built an altar to the Lord, and took from all the clean cattle, and from all the clean birds, and offered up a whole burnt-offering upon the altar. Consider with exactness, beloved, from the present words again, how in nature itself the Creator of all deposited for us exact knowledge of virtue. For whence, tell me, did this occur to the righteous man? There was no one else to whom he could look. Nay, just as in the beginning he who was born of the first-formed man—I mean Abel—moved from within, made his offering with great exactness, even so now too this righteous man, out of his own purpose and sound choice according to human strength, as he judged best, through sacrifices offers up thanksgivings to the Master. And see him accomplishing all things with great wisdom. For he had no need of a splendid building, nor of a temple, nor of any wondrous house, nor of anything else; for he knew, he knew clearly, that the Master seeks purpose alone; and having built an improvised altar, and taken from the clean cattle and from the clean birds, he offered up the whole burnt-offerings; and, with all the strength he had, he displayed the grateful disposition of his own choice—which the humane God welcomed, and both crowned his purpose and again displays the munificence from Himself. For Scripture says: And the Lord smelled a scent of sweet savour. See how the purpose of him who offered filled the smoke, and the steam of fat, and all the unpleasantness bred therefrom with abundant sweet savour! On this account Paul too in writing said: For we are a sweet savour of Christ among those being saved and among those perishing—to the one a scent from death to death, to the other a scent from life to life. A scent of sweet savour.
Μὴ τῇ παχύτητι τῆς λέξεως προσπταίῃς, ἀλλὰ τῇ σαυτοῦ ἀσθενείᾳ τῶν ῥημάτων τὴν συγκατάβασιν λογισάμενος, νόει ἐντεῦθεν, ὅτι δεκτὴ γέγονεν ἡ προσαγωγὴ τοῦ δικαίου. Ἵνα γὰρ καὶ δι' αὐτῶν τῶν πραγμάτων εἰδέναι ἔχωμεν τὸ ἀνενδεὲς τοῦ Δεσπότου, καὶ ὅτι δι' οὐδὲν ἕτερον ταῦτα γίνεσθαι συνεχώρησεν, ἀλλ' ἵνα εἰς εὐγνωμοσύνην ἀγάγῃ τοὺς ἀνθρώπους· διὰ τοῦτο ἀφίησιν αὐτὰς τῷ πυρὶ καταναλίσκεσθαι, ἵνα καὶ αὐτοὶ οἱ προσάγοντες μάθωσιν ἐκ τῶν γινομένων, ὡς διὰ τὴν αὐτῶν ὠφέλειαν ἅπαντα γίνεται. Τίνος δὲ ἕνεκεν, εἰπέ μοι, καὶ ὅλως συγχωρεῖ ταῦτα γίνεσθαι; Καὶ τοῦτο πάλιν συγκαταβαίνων τῇ ἀσθενείᾳ τῇ ἀνθρωπίνῃ· ἐπειδὴ γὰρ ἔμελλον κατὰ μικρὸν οἱ ἄνθρωποι εἰς ῥᾳθυμίαν ἀποκλίνοντες καὶ θεοὺς ἑαυτοῖς ἐπιφημίζειν, καὶ τούτοις τὰς θυσίας ἐπιτελεῖν, προλαβὼν καταδέχεται ἑαυτῷ ταῦτα προσάγεσθαι, ἵνα οὕτω γοῦν ἀποστήσῃ τῆς ὀλεθρίας πλάνης τοὺς μέλλοντας ὑποσύρεσθαι. Καὶ ὅτι διὰ συγκατάβασιν πάντα ταῦτα παρ' αὐτοῦ συνεχωρήθη, σκόπει τοῦ χρόνου προϊόντος ὅτι καὶ περιτομὴν νομοθετεῖσθαι κατεδέξατο, οὐχ ὡς πρὸς τὴν τῆς ψυχῆς σωτηρίαν συντελέσαι τι ταύτης δυναμένης, ἀλλ' ἵνα ὥσπερ σημεῖόν τι καὶ σφραγῖδα περιφέρωσι, δεῖγμα τῆς οἰκείας εὐγνωμοσύνης, οἱ τῶν Ἰουδαίων παῖδες, καὶ μὴ ἐξῇ αὐτοῖς συναναφύρεσθαι ταῖς τῶν ἐθνῶν ἐπιμιξίαις.
Do not stumble at the grossness of the phrasing, but, reckoning the condescension of the words to your own weakness, understand hence that the offering of the righteous man proved acceptable. For that through the facts themselves we might be able to know the Master's lack of need, and that for no other reason did He permit these things to take place save that He might lead men to grateful disposition—on this account He suffers them to be consumed by fire, so that those very men who offer them may learn from what takes place that all things come to pass for their own benefit. And for what sake, tell me, does He permit these things to take place at all? This too again by condescending to human weakness: for since men, inclining little by little towards sloth, were about both to proclaim gods for themselves and to perform sacrifices to them, anticipating them He consents that these things be offered to Himself, so that thus at least He might draw away from destructive error those about to be swept away. And that all these things were permitted by Him through condescension, consider how as time went on He even consented that circumcision be enacted as law—not as though it were able to contribute anything towards the salvation of the soul, but that the children of the Jews might carry it about like some sign and seal, a proof of their own grateful disposition, and that it might not be permitted them to mingle indiscriminately in intercourse with the nations.
PG 53:243Read from the page
γʹ. Διὰ τοῦτο καὶ ὁ μακάριος Παῦλος σημεῖον αὐτὸ καλεῖ λέγων· Καὶ σημεῖον ἔδωκε περιτομῆς, σφραγῖδα. Ὅτι γὰρ πρὸς τὴν δικαιοσύνην οὐδὲν αὕτη συντελεῖ, ἰδοὺ καὶ οὗτος ὁ δίκαιος μηδέπω τῆς περιτομῆς νομοθετηθείσης πρὸς τοσαύτην ἔφθασεν ἀρετήν. Καὶ τί λέγω; Αὐτὸς ὁ πατριάρχης Ἀβραὰμ, πρὶν ἢ τὴν περιτομὴν δέξασθαι, ἀπὸ τῆς πίστεως μόνης ἐδικαιώθη. Πρὸ γὰρ τῆς περιτομῆς, φησὶ, καὶ Ἐπίστευσε δὲ Ἀβραὰμ τῷ Θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην. Τί τοίνυν μέγα φρονεῖς, ὦ Ἰουδαῖε, ἐπὶ τῇ περιτομῇ; Μάνθανε, ὅτι πρὸ ταύτης πολλοὶ δίκαιοι γεγόνασι. Καὶ γὰρ ὁ Ἄβελ ἐκ πίστεως τὴν προσαγωγὴν ἐποιήσατο, καθάπερ καὶ Παῦλός φησιν· Πίστει πλείονα θυσίαν Ἄβελ παρὰ Κάϊν προσήνεγκε τῷ Θεῷ· καὶ Ἐνὼχ μετετέθη, καὶ ὁ Νῶε κατὰ τὴν πολλὴν δικαιοσύνην τὸ κλυδώνιον ἐκεῖνο τὸ χαλεπὸν διέφυγε· καὶ ὁ Ἀβραὰμ πρὸ ταύτης ἀπὸ τῆς εἰς τὸν Θεὸν πίστεως ἀνεκηρύχθη. Οὕτως ἄνωθεν καὶ ἐξ ἀρχῆς ἀπὸ πίστεως τὸ τῶν ἀνθρώπων γένος τῆς σωτηρίας ἐπέτυχε. Διά τοι τοῦτο καὶ τὰς θυσίας συνεχώρησεν ὁ φιλάνθρωπος Δεσπότης αὐτῷ προσάγεσθαι, ἵνα ἐπειδὴ ἔτι ἀτελέστερον διέκειτο ἡ φύσις ἡ ἡμετέρα, ὁμοῦ καὶ τὴν οἰκείαν εὐγνωμοσύνην ἔχῃ ἐπιδείκνυσθαι, καὶ τῆς πρὸς τὰ εἴδωλα θεραπείας πάντῃ διαφύγῃ τὴν λύμην. Εἰ γὰρ, καὶ τοσαύτης γενομένης συγκαταβάσεως, ὅμως οἱ πολλοὶ οὐ διέφυγον τὸν ὄλισθον, εἰ μὴ τοῦτο γέγονε, πῶς ἄν τις τὴν ἐκεῖθεν διέφυγε βλάβην; Καὶ ὠσφράνθη Κύριος ὁ Θεὸς ὀσμὴν εὐωδίας. Ἀλλ' οὐκ ἐπὶ τῶν ἀγνωμόνων Ἰουδαίων οὕτως· ἀλλὰ τί; Ἄκουε τοῦ προφήτου λέγοντος, Θυμίαμα εἰς βδέλυγμά μοι ἐστὶ, μονονουχὶ δεικνύοντος τῆς προαιρέσεως τῶν προσαγόντων τὴν μοχθηρίαν. Καθάπερ γὰρ ἐνταῦθα ἡ τοῦ δικαίου ἀρετὴ τὸν καπνὸν καὶ τὴν κνίσσαν ὀσμὴν εὐωδίας εἰργάσατο, οὕτως ἐπ' ἐκείνων ἡ τῶν προσαγόντων πονηρία τὸ θυμίαμα τὸ εὐῶδες εἰς βδέλυγμα ὀσφρανθῆναι παρεσκεύασε. Πανταχοῦ τοίνυν σπουδάζωμεν, παρακαλῶ, γνώμην ὑγιῆ ἐπιδείκνυσθαι. Αὕτη γὰρ αἰτία γίνεται πάντων τῶν ἀγαθῶν. Ὁ γὰρ ἀγαθὸς Δεσπότης οὐ τοῖς παρ' ἡμῶν γινομένοις προσέχειν εἴωθεν ὡς τῇ ἔνδοθεν διανοίᾳ, ἀφ' ἧς ὁρμώμενοι ταῦτα διαπραττόμεθα, καὶ πρὸς ἐκείνην βλέπων ἢ προσίεται τὰ ὑφ' ἡμῶν γινόμενα, ἢ ἀποστρέφεται. Κἄν τε οὖν εὐχώμεθα, κἄν τε νηστεύωμεν, κἄν τε ἐλεημοσύνην ἐργαζώμεθα (αὗται γὰρ ἡμῶν εἰσιν αἱ πνευματικαὶ θυσίαι), κἄν τε ἕτερόν τι πνευματικὸν ἔργον ἐπιτελῶμεν, ἀπὸ γνώμης ὑγιοῦς ὁρμώμενοι τοῦτο διαπραττώμεθα, ἵνα καὶ τῶν καμάτων ἄξιον τὸν στέφανον κομισώμεθα. Καὶ γὰρ ἂν εἴη τῶν ἀτοπωτάτων τὸν μὲν πόνον ἡμᾶς ὑπομένειν, τῆς δὲ ἀμοιβῆς ἀποστερεῖσθαι, ὅταν μὴ κατὰ τοὺς ὑπ' αὐτοῦ δοθέντας νόμους τὴν ἀρετὴν μετίωμεν. Ἔστι γὰρ, ἔστι διὰ τὴν ἄφατον τοῦ Θεοῦ φιλανθρωπίαν καὶ τὸ ἔργον μὴ ἐπιτελέσαντας, ἀπὸ τῆς γνώμης μόνον τὸν στέφανον κομίσασθαι· καὶ ἵνα μάθῃς, σκόπει μοι τοῦτο ἐπὶ τῆς ἐλεημοσύνης· ὅταν γὰρ ἴδῃς τὸν ἐπὶ τῆς ἀγορᾶς ἐῤῥιμμένον καὶ ἐσχάτῃ πενίᾳ κατεχόμενον, καὶ συναλγῇς, τείνας τε τὴν διάνοιαν εἰς τὸν οὐρανὸν εὐχαριστήσῃς τῷ Δεσπότῃ καὶ ὑπὲρ τῶν κατὰ σαυτὸν, καὶ ὑπὲρ τῆς ὑπομονῆς τοῦ πένητος, κἂν μὴ δύναιο ἐπαρκέσαι καὶ λῦσαι τὸν λιμὸν, ἀπὸ τῆς γνώμης ἀπηρτισμένον ἔλαβες τὸν μισθόν. Διὰ γὰρ τοῦτο καὶ ὁ Δεσπότης ἔλεγεν· Ὃς ἐὰν ποτίσῃ ποτήριον ψυχροῦ μόνον εἰς ὄνομα μαθητοῦ, ἀμὴν λέγω ὑμῖν, οὐ μὴ ἀπολέσῃ τὸν μισθὸν αὐτοῦ. Μή τι ψυχροῦ πο-
3. On this account the blessed Paul also calls it a sign, saying: And he gave the sign of circumcision, a seal. For to show that this contributes nothing towards righteousness, behold, this righteous man also, before circumcision had yet been ordained by law, attained to so great a virtue. And why do I say this? The patriarch Abraham himself, before receiving circumcision, was justified from faith alone. For before circumcision it says, And Abraham believed God, and it was reckoned to him for righteousness. Why, therefore, do you think highly of yourself, O Jew, over circumcision? Learn that before it many became righteous. For indeed Abel made his offering out of faith, just as Paul also says: By faith Abel offered to God a greater sacrifice than Cain; and Enoch was translated, and Noah in accordance with his great righteousness escaped that grievous tempest; and Abraham before it was proclaimed aloud from his faith in God. Thus from of old and from the beginning the race of men attained salvation from faith. On this very account the Master Who loves humanity permitted sacrifices also to be offered to Him, so that, since our nature was still in a more imperfect state, it might at the same time both have a way to display its own gratitude and utterly escape the ruin of service to idols. For if, even when so great a condescension had taken place, the many nevertheless did not escape the slip, how, had this not come to pass, would anyone have escaped the harm that comes from there? And the Lord God smelled an odour of sweet savour. Yet in the case of the ungrateful Jews it was not so; how then? Hear the prophet saying, Incense is an abomination to Me, all but showing the depravity of the choice of those who offered it. For just as here the virtue of the righteous man rendered the smoke and the fat-steam an odour of sweet savour, so in their case the wickedness of those who offered it caused the fragrant incense to be smelled as an abomination. Everywhere, therefore, I beseech you, let us be eager to display a sound resolve. For this becomes the cause of all good things. For the good Master is accustomed to attend not so much to the things done by us as to the inward mind from which we set out when we accomplish these things, and looking to that He either accepts what is done by us or turns away from it. Whether, therefore, we pray, or fast, or practise almsgiving (for these are our spiritual sacrifices), or fulfil some other spiritual work, let us accomplish this setting out from a sound resolve, so that we may receive a crown worthy of our toils as well. For indeed it would be among the most absurd things for us to undergo the labour while being deprived of the recompense, whenever we do not pursue virtue according to the laws given by Him. For it is possible—it is possible through the ineffable lovingkindness of God towards humanity—even for those who have not fulfilled the deed to receive the crown from their resolve alone; and so that you may learn, observe this, I pray you, in the case of almsgiving: for whenever you see a man cast out in the market-place and held fast in utter poverty, and you grieve with him, and stretching out your mind unto heaven give thanks to the Master both for your own affairs and for the endurance of the poor man, even if you should be unable to succour him and relieve his famine, from your resolve you have received the complete reward. For on this account the Master also said: Whosoever shall give to drink a cup of cold water only in the name of a disciple, amen I say to you, he shall by no means lose his reward. Is there anything more inexpensive than a cup of cold
PG 53:244Read from the page
τηρίου εὐτελέστερον; Ἀλλ' ἡ γνώμη τὸν μισθὸν αὐτῷ προεξένησε. Τὸ αὐτὸ καὶ ἐπὶ τοῦ ἐναντίου εὑρήσομεν. Ἀλλ' ἀναγκαῖον γοῦν ταῦτα κινεῖν ἐπὶ τῆς ὑμετέρας ἀγάπης, ἵνα τούτων τὴν ἀκρίβειαν εἰδότες πολλὴν τῆς εὐγνωμοσύνης ποιῆσθε τὴν ἀσφάλειαν. Ἄκουε γὰρ τί φησιν ὁ Χριστός· Ὁ ἐμβλέψας γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι αὐτῆς, ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ. Ὁρᾷς καὶ ἐνταῦθα πάλιν ἀπὸ τῆς μοχθηρᾶς γνώμης καὶ τὴν κατάκρισιν ἑπομένην, καὶ διὰ τὴν ἀπερίσκεπτον ὄψιν, ὡς εἰς ἔργον τῆς μοιχείας ἐξελθούσης αὐτῷ, τὴν κόλασιν ἐπηρτημένην; Ταῦτα τοίνυν ἐννοοῦντες, πανταχοῦ τὴν γνώμην ἡμῶν ἀσφαλισώμεθα, ἵνα αὕτη τὰ παρ' ἡμῶν γινόμενα παρασκευάσῃ εὐπρόσδεκτα γίνεσθαι. Εἰ γὰρ τὸν καπνὸν καὶ τὴν κνίσσαν ὀσμὴν εὐωδίας ἐποίησε, τί οὐκ ἂν ἐργάσηται τὰς πνευματικὰς ἡμῶν ταύτας λατρείας, καὶ πόσης ἡμᾶς οὐ παρασκευάσῃ ἀπολαῦσαι τῆς ἄνωθεν εὐνοίας; Καὶ ὠσφράνθη, φησὶ, Κύριος ὁ Θεὸς ὀσμὴν εὐωδίας. Εἶδες τὰ παρὰ τοῦ δικαίου γεγενημένα, πῶς, ὅσον μὲν πρὸς τὴν ὄψιν τῶν γεγονότων, εὐτελῆ τυγχάνει, ἀπὸ δὲ τῆς ὑγιοῦς αὐτοῦ γνώμης καὶ πάνυ μεγάλα δείκνυται; Σκόπει μοι λοιπὸν τοῦ φιλανθρώπου Δεσπότου τὴν ἄπειρον ἀγαθότητα. Καὶ εἶπε Κύριος ὁ Θεὸς διανοηθείς· Οὐ προσθήσω ἔτι τοῦ καταράσασθαι τὴν γῆν διὰ τὰ ἔργα τῶν ἀνθρώπων, ὅτι ἔγκειται ἡ διάνοια τοῦ ἀνθρώπου ἐπιμελῶς ἐπὶ τὰ πονηρὰ ἐκ νεότητος. Οὐ προσθήσω οὖν πατάξαι πᾶσαν σάρκα ζῶσαν καθὼς ἐποίησα, ἔτι πάσας τὰς ἡμέρας τῆς γῆς.
water? Yet his resolve procured the reward for him. We shall find the same thing in the opposite case as well. At all events it is necessary to stir up these matters before your charity, so that, knowing their exactness, you may make great safeguard of your gratitude. For hear what Christ says: He who looks upon a woman so as to covet her has already committed adultery with her in his heart. Do you see here once more both condemnation following from a depraved resolve, and on account of an unguarded gaze, just as though adultery had issued into deed for him, chastisement hanging over him? Considering these things, therefore, let us everywhere safeguard our resolve, so that this may render what is done by us well-acceptable. For if it made the smoke and the fat-steam an odour of sweet savour, what would it not accomplish with these spiritual worships of ours, and how great a favour from above would it not cause us to enjoy? And the Lord God, it says, smelled an odour of sweet savour. Did you see how the things done by the righteous man, so far as the outward appearance of what took place is concerned, are slight, yet from his sound resolve are shown to be very great indeed? Observe henceforth, I pray you, the boundless goodness of the Master Who loves humanity. And the Lord God said, having pondered in mind: I will not add any more to curse the earth on account of the works of men, because the mind of man is set diligently upon evil things from his youth. I will not add, therefore, to smite all living flesh just as I did, any more all the days of the earth.
δʹ. Πολὺς τῆς εὐεργεσίας ὁ ὄγκος, καὶ πολὺ τῆς φιλανθρωπίας τὸ μέγεθος, καὶ ἄφατος τῆς ἀνεξικακίας ἡ ὑπερβολή. Καὶ εἶπε Κύριος ὁ Θεὸς διανοηθείς. Τὸ, Διανοηθεὶς, πάλιν ἀνθρωπίνως, καὶ ὡς πρὸς τὴν ἡμετέραν φύσιν. Οὐ προσθήσω ἔτι τοῦ καταράσασθαι τὴν γῆν διὰ τὰ ἔργα τῶν ἀνθρώπων. Καὶ γὰρ ἐπὶ τοῦ πρωτοπλάστου κατηράσατο εἰπὼν, Ἀκάνθας καὶ τριβόλους ἀνατελεῖ· καὶ ἐπὶ τοῦ Κάϊν πάλιν ὁμοίως. Ἐπεὶ οὖν καὶ νῦν τὴν τοσαύτην πανωλεθρίαν ἐπήγαγεν, ἵνα παραμυθήσηται τὸν δίκαιον, καὶ θαῤῥεῖν παρασκευάσῃ, καὶ μὴ μέλλῃ λογίζεσθαι καθ' ἑαυτὸν, τί τὸ κέρδος τῆς γεγενημένης εὐλογίας; καὶ τοῦ εἰπεῖν, Αὐξάνεσθε καὶ πληθύνεσθε, εἰ μέλλοιμεν πάλιν εἰς πλῆθος ἐπιδιδόντες ἀπόλλυσθαι; Καὶ γὰρ καὶ ἤδη εἶπεν ἐπὶ τοῦ Ἀδὰμ, Αὐξάνεσθε καὶ πληθύνεσθε, καὶ ἐπήγαγε κατακλυσμόν. Ἵνα οὖν μὴ ταῦτα λογιζόμενος καὶ στρέφων ἐν τῇ διανοίᾳ διηνεκῶς τὴν ἀγωνίαν ἔχῃ, ὅρα φιλανθρωπίαν Δεσπότου. Οὐ προσθήσω, φησὶν, ἔτι καταράσασθαι τὴν γῆν διὰ τὰ ἔργα τῶν ἀνθρώπων. Ὅρα πῶς ἐπεσημήνατο, ὅτι διὰ τὴν τούτων μοχθηρίαν τὴν κατάραν ἐπήγαγε τῇ γῇ. Εἶτα ἵνα μὴ νομίσωμεν, ὅτι ἐπειδὴ ἐπὶ τὸ βέλτιον μετεβάλοντο, διὰ τοῦτο αὐτὸς ταύτην ἐποιήσατο τὴν ὑπόσχεσιν, φησίν· Ὅτι ἔγκειται ἡ διάνοια τοῦ ἀνθρώπου ἐπιμελῶς ἐπὶ τὰ πονηρὰ ἐκ νεότητος. Ξένον φιλανθρωπίας εἶδος. Ἐπειδὴ ἔγκειται, φησὶν, ἡ διάνοια τοῦ ἀνθρώπου ἐπιμελῶς ἐπὶ τὰ πονηρὰ ἐκ νεότητος, διὰ τοῦτο, Οὐκέτι προσθήσω τοῦ καταράσασθαι τὴν γῆν. Ἐγὼ μὲν γὰρ, φησὶ, τὰ παρ' ἐμαυτοῦ καὶ ἅπαξ καὶ δεύτερον ἐπεδειξάμην· ἐπειδὴ δὲ ὁρῶ τὴν κακίαν αὐξανομένην, ἐπαγγέλλομαι μηκέτι καταράσασθαι τὴν γῆν. Εἶτα δεικνὺς αὐτοῦ τῆς φιλανθρωπίας τὸ μέγεθος, ἐπήγαγεν· Οὐ προσθήσω οὖν ἔτι πατάξαι πᾶσαν σάρκα ζῶσαν, καθὼς ἐποίησα, πάσας τὰς ἡμέρας. Ὅρα μοι πῶς διὰ πάντων μεγίστην χαρίζεται τῷ δικαίῳ τὴν παραμυθίαν· μᾶλλον δὲ οὐ τῷ δι-
4. Great is the weight of the benefit, and great the magnitude of His lovingkindness towards humanity, and ineffable the excess of His forbearance! And the Lord God said, having pondered in mind. The word 'having pondered in mind' is spoken once more in human fashion, and as accommodated to our nature. I will not add any more to curse the earth on account of the works of men. For indeed in the case of the first-formed man He cursed it, saying, Thorns and thistles shall it bring forth; and in the case of Cain again likewise. Since, therefore, now also He had brought on such utter ruin, so that He may console the righteous man and cause him to take courage, and lest he should be about to reckon within himself, What is the gain of the blessing that has taken place, and of His saying, Increase and multiply, if we were to perish once more as we advance into a multitude?—for indeed He had already said in the case of Adam, Increase and multiply, and yet brought on a flood—lest, therefore, reckoning over these things and revolving them in his mind, he should be in perpetual anguish, behold the lovingkindness of the Master towards humanity: I will not add, He says, any more to curse the earth on account of the works of men. Behold how He signified that it was on account of their depravity that He brought the curse upon the earth. Next, lest we suppose that He made this promise because they had changed for the better, He says: Because the mind of man is set diligently upon evil things from his youth. A strange form of lovingkindness towards humanity! Since the mind of man, He says, is set diligently upon evil things from his youth, on this account, I will no more add to curse the earth. For I, He says, have displayed what lay on My own part once and twice; yet since I see wickedness increasing, I promise no more to curse the earth. Next, showing the magnitude of His lovingkindness towards humanity, He added: I will not add, therefore, any more to smite all living flesh, just as I did, all the days. Behold, I pray you, how through all things He graciously grants the greatest consolation to the righteous man; or rather, not to the right-
PG 53:245Read from the page
καίῳ, ἀλλὰ διὰ τὴν οἰκείαν ἀγαθότητα καὶ πάσῃ τῇ μελλούσῃ συνίστασθαι τῶν ἀνθρώπων φύσει. Τὸ γὰρ, Οὐ προσθήσω οὖν πατάξαι πᾶσαν σάρκα ζῶσαν, καὶ τὸ, Καθὼς ἐποίησα, καὶ τὸ, Πάσας τὰς ἡμέρας, τοῦτό ἐστιν ἐνδεικνυμένου, ὅτι οὐκέτι τοιοῦτον ἔσται κλυδώνιον, οὔτε τοσαύτη πανωλεθρία καταλήψεται τὴν οἰκουμένην. Εἶτα καὶ τῆς εὐεργεσίας αὐτοῦ τὸ διηνεκές· Ἐν πάσαις, φησὶ, ταῖς ἡμέραις, τοῦτ' ἔστι, πάντα τὸν αἰῶνα ἐπαγγέλλομαι μηκέτι τοσαύτην ἐπιδείξασθαι τὴν ἀγανάκτησιν, οὐδὲ οὕτω σύγχυσιν ἐργάσασθαι τῆς τῶν ὡρῶν κράσεως, καὶ τῆς τῶν στοιχείων θέσεως. Διὸ καὶ ἐπήγαγε, Σπέρμα καὶ θερισμὸς, ψῦχος καὶ καῦμα, θέρος καὶ ἔαρ ἡμέραν καὶ νύκτα οὐ καταπαύσουσιν. Ἀκίνητος, φησὶν, ἔσται αὕτη ἡ διάταξις, καὶ οὔτε ἡ γῆ διαλείψει ποτὲ τὰ παρ' ἑαυτῆς τῷ τῶν ἀνθρώπων γένει χορηγοῦσα, καὶ τῶν καμάτων καὶ τῆς γεωργίας ἀποδιδοῦσα τὰς ἀμοιβὰς, οὔτε αἱ τροπαὶ μετακινηθήσονται, ἀλλὰ ψῦχος καὶ καῦμα, καὶ θέρος καὶ ἔαρ καθ' ἕκαστον τοῦ ἐνιαυτοῦ κύκλον ἔσται. Ἐπειδὴ γὰρ κατὰ τὸν τοῦ κατακλυσμοῦ καιρὸν ταύτης ὅλης τῆς διατάξεως σύγχυσίς τις γέγονε, καὶ καθάπερ ἐν μιᾷ νυκτὶ, οὕτως ἐν παντὶ τῷ χρόνῳ ἐν τῇ κιβωτῷ διῆγεν ὁ δίκαιος οὗτος, διὰ τοῦτό φησι· νῦν οὔτε ἡ ἡμέρα, οὔτε ἡ νὺξ τὸν οἰκεῖον ἐλλείψει δρόμον, ἀλλὰ μέχρι τῆς συντελείας τοῦ αἰῶνος ἀκίνητος ἔσται τούτων ἡ λειτουργία. Εἶδες παράκλησιν ἀρκοῦσαν καὶ δυναμένην ἀναστῆσαι τοῦ δικαίου τὸ φρόνημα; εἶδες τῆς εὐγνωμοσύνης οἵαν δέχεται τὴν ἀμοιβήν; Ἄκουε καὶ ἐκ τῶν ἐπαγομένων πάλιν τὴν ἄφατον φιλοτιμίαν. Καὶ εὐλόγησε, φησὶν, ὁ Θεὸς τὸν Νῶε καὶ τοὺς υἱοὺς αὐτοῦ. Καὶ εἶπεν αὐτοῖς· Αὐξάνεσθε καὶ πληθύνεσθε, καὶ πληρώσατε τὴν γῆν, καὶ κατακυριεύσατε αὐτῆς. Καὶ ὁ τρόμος ὑμῶν καὶ ὁ φόβος ἔσται ἐπὶ πᾶσι τοῖς θηρίοις τῆς γῆς, καὶ ἐπὶ πάντα τὰ ὄρνεα τοῦ οὐρανοῦ, καὶ ἐπὶ πάντα τὰ κινούμενα ἐπὶ τῆς γῆς, καὶ ἐπὶ πάντας τοὺς ἰχθύας τῆς θαλάσσης· ὑπὸ χεῖρας ὑμῖν πάντα δέδωκα. Καὶ πᾶν ἑρπετὸν, ὅ ἐστι ζῶν, ὑμῖν ἔσται εἰς βρῶσιν. Ὡς λάχανα χόρτου δέδωκα ὑμῖν τὰ πάντα. Πλὴν κρέας ἐν αἵματι ψυχῆς οὐ φάγεσθε. Ἄξιον ἐνταῦθα θαυμάσαι τοῦ Δεσπότου τὴν ὑπερβάλλουσαν ἀγαθότητα. Ὅρα γάρ μοι πάλιν τὸν δίκαιον τοῦτον τῆς αὐτῆς εὐλογίας ἀξιούμενον τῷ Ἀδὰμ, καὶ τὴν ἀφαιρεθεῖσαν ἀρχὴν ἀνακαλεσάμενον διὰ τῆς οἰκείας ἀρετῆς, μᾶλλον δὲ διὰ τὴν ἄφατον τοῦ Δεσπότου φιλανθρωπίαν. Ὥσπερ γὰρ ἐπ' ἐκείνου ἔλεγεν, Αὐξάνεσθε καὶ πληθύνεσθε, καὶ πληρώσατε τὴν γῆν, καὶ κατακυριεύσατε αὐτῆς, καὶ ἄρχετε τῶν ἰχθύων τῆς θαλάσσης, καὶ τῶν ἑρπετῶν, καὶ πετεινῶν τοῦ οὐρανοῦ, καὶ τῶν θηρίων τῆς γῆς· οὕτω νῦν φησι· Καὶ ὁ τρόμος ὑμῶν καὶ ὁ φόβος ἔσται ἐπὶ πᾶσι τοῖς θηρίοις τῆς γῆς, καὶ ἐπὶ πάντα τὰ ὄρνεα. Καὶ πᾶν ἑρπετὸν, ὅ ἐστι ζῶν, ὑμῖν ἔσται εἰς βρῶσιν. Ὡς λάχανα χόρτου δέδωκα ὑμῖν τὰ πάντα. Πλὴν κρέας ἐν αἵματι ψυχῆς οὐ φάγεσθε. Ὅρα τὸν αὐτὸν κανόνα ἑτέρως διασωζόμενον, τὸν ἐπὶ τοῦ πρωτοπλάστου. Καθάπερ γὰρ ἐκεῖ μετὰ τὸ πάντων ἐγχειρίσαι τὴν ἀρχὴν, καὶ τῶν ἐν τῷ παραδείσῳ παρασχεῖν τὴν ἀπόλαυσιν, ἑνὸς ξύλου μόνον ἀπέχεσθαι ἐκέλευσεν· οὕτω δὴ καὶ ἐνταῦθα μετὰ τὴν εὐλογίαν, καὶ τὸ φοβερὸν αὐτὸν καταστῆσαι τοῖς θηρίοις, καὶ πάντα τὰ πετεινὰ καὶ τὰ ὄρνεα ὑπὸ χεῖρα ποιῆσαι, φησί· Πᾶν ἑρπετὸν ζῶν ὑμῖν ἔσται εἰς βρῶσιν· ὡς λάχανα χόρτου ὑμῖν δέδωκα τὰ πάντα. Ἐντεῦθεν ἀρχὴ κρεωφαγίας γίνεται, οὐχ ἵνα εἰς γαστριμαρ-
eous man alone, but through His own goodness to the whole nature of men that was about to be constituted as well. For to say, I will not add, therefore, to smite all living flesh, and, Just as I did, and, All the days, is the mark of One indicating that there will no more be such a tempest, nor will such utter ruin overtake the inhabited world. Next comes also the perpetuity of His benefit: In all the days, He says—that is, for the whole age I promise no more to display so great an indignation, nor thus to work a confusion of the tempering of the seasons and of the position of the elements. Wherefore He also added: Seedtime and harvest, cold and heat, summer and spring, shall not cease day and night. Immovable, He says, shall this ordinance be, and neither will the earth ever cease supplying what lies on its part to the race of men and rendering back the recompenses of their toils and husbandry, nor will the turnings of the year be shifted, but cold and heat, and summer and spring, shall be in each cycle of the year. For since during the season of the flood there took place a certain confusion of this whole ordinance, and this righteous man passed the entire time in the ark just as though in a single night, on this account He says: Now neither day nor night shall fail of its own course, but until the consummation of the age their ministry shall be immovable. Did you see a consolation sufficient and able to raise up the spirit of the righteous man? Did you see what sort of recompense his gratitude receives? Hear once more from what is added next His ineffable munificence. And God, it says, blessed Noah and his sons. And He said to them: Increase and multiply, and fill the earth, and exercise dominion over it. And the dread of you and the fear of you shall be upon all the beasts of the earth, and upon all the birds of heaven, and upon all things that move upon the earth, and upon all the fishes of the sea; under your hands I have given all things. And every creeping thing that is alive shall be to you for food. As herbs of grass I have given all things to you. Only flesh in the blood of life you shall not eat. It is worthy here to marvel at the surpassing goodness of the Master. For behold once more, I pray you, this righteous man deemed worthy of the same blessing as Adam, and recalling back the rule that had been taken away, through his own virtue—or rather through the ineffable lovingkindness of the Master towards humanity. For just as in that man's case He said, Increase and multiply, and fill the earth, and exercise dominion over it, and rule over the fishes of the sea, and the creeping things, and the fowls of heaven, and the beasts of the earth; so now He says: And the dread of you and the fear of you shall be upon all the beasts of the earth, and upon all the birds. And every creeping thing that is alive shall be to you for food. As herbs of grass I have given all things to you. Only flesh in the blood of life you shall not eat. Behold the same rule preserved in another way—the one given in the case of the first-formed man. For just as there, after entrusting him with rule over all things and supplying the enjoyment of the things in paradise, He commanded him to abstain from one tree alone; so indeed here as well, after the blessing, and after rendering him fearsome to the beasts and putting all the fowls and birds under his hand, He says: Every living creeping thing shall be to you for food; as herbs of grass I have given all things to you. Herefrom a beginning of meat-eating comes about, not so that He may anoint them unto glutto-