συνεφαπτομένη ἐνεύρου αὐτοῦ τὴν προθυμίαν, καὶ ἀρκοῦσαν παρεῖχε παραμυθίαν, οὐκ ἀφιεῖσα καταπεσεῖν τοὺς λογισμοὺς, καὶ οὐδὲ ἀγεννές τι καὶ ἄνανδρον λογίσασθαι. Ἐπειδὴ γὰρ προλαβὼν τὰ παρ' ἑαυτοῦ παρέσχε, τῆς ἀρετῆς τὴν ἀκρίβειαν, τῆς δικαιοσύνης τὴν ἐπίτασιν, τῆς πίστεως τὴν ὑπερβολὴν, καὶ τὰ παρὰ τοῦ Δεσπότου λοιπὸν αὐτῷ μετὰ δαψιλείας ἐχορηγεῖτο, ἡ ὑπομονὴ, ἡ ἀνδρεία, τὸ πράως ἅπαντα φέρειν, τὸ ἀνασχέσθαι τῆς οἰκήσεως τῆς ἐν τῇ κιβωτῷ, τὸ μηδεμίαν λύμην ἐκεῖθεν δέξασθαι, τὸ μὴ διαφθαρῆναι, μηδὲ δυσχερᾶναι τὴν μετὰ τῶν ἀλόγων διαγωγήν.
joining in to help braced his zeal, and afforded sufficient consolation, not suffering his thoughts to sink, nor to reckon anything base and unmanly. For since first on his own part he had contributed exactness of virtue, intensity of righteousness, and exceeding measure of faith, the gifts from the Master too were thenceforth supplied to him in abundance: endurance, courage, bearing all things meekly, putting up with the dwelling in the ark, receiving no harm therefrom, not perishing, nor being vexed at his way of life with the irrational creatures.
ζʹ. Τοῦτον οὖν, παρακαλῶ, τὸν δίκαιον καὶ ἡμεῖς μιμώμεθα, καὶ τὰ παρ' ἑαυτῶν σπουδάζωμεν εἰσφέρειν, ἵνα ἀξίους ἑαυτοὺς κατασκευάσωμεν τῶν παρὰ τοῦ Θεοῦ δωρεῶν. Διὰ τοῦτο γὰρ ἀναμένει τὰς παρ' ἡμῶν ἀφορμὰς, ἵνα πολλὴν ἐπιδείξηται τὴν φιλοτιμίαν. Μὴ τοίνυν διὰ ῥᾳθυμίαν ἀποστερῶμεν ἑαυτοὺς τῶν παρ' αὐτοῦ δωρεῶν, ἀλλὰ σπεύδωμεν, καὶ ἐπειγώμεθα τῆς ἀρχῆς ἐπιλαβέσθαι, καὶ τῆς ὁδοῦ τῆς ἐπὶ τὴν ἀρετὴν ἅψασθαι. ἵνα τῆς ἄνωθεν συμμαχίας ἀπολαύοντες, καὶ πρὸς τὸ τέλος φθάσαι δυνηθῶμεν. Οὐδὲ γὰρ οἷόν τέ τι χρηστὸν ἡμᾶς ποτε κατορθῶσαι μὴ τῆς ἄνωθεν ῥοπῆς ἀπολαύσαντας. Καθάπερ οὖν εἰς ἄγκυραν ἀσφαλῆ καὶ βεβαίαν ἐξαρτήσαντες ἑαυτοὺς τῆς εἰς τὸν Θεὸν ἐλπίδος, οὕτως ὦμεν, καὶ μὴ πρὸς τὸν πόνον βλέπωμεν τῆς ἀρετῆς, ἀλλὰ τὴν μετὰ τὸν πόνον ἀμοιβὴν λογιζόμενοι κούφως ἅπαντα φέρωμεν. Ἐπεὶ καὶ ἔμπορος, ἐπειδὰν τὸν λιμένα ἐκβαίνῃ, καὶ τοῦ πελάγους ἐν μέσῳ γένηται, οὐ τοὺς πειρατὰς, καὶ τὰ ναυάγια, καὶ τὰ θηρία τὰ κατὰ θάλασσαν, καὶ τὰς τῶν ἀνέμων ἐμβολὰς, καὶ τοὺς ἐπαλλήλους χειμῶνας, καὶ ἀποτυχίας λογίζεται μόνον, ἀλλὰ καὶ τὰ μετὰ τὸ διαφυγεῖν ταῦτα προσγινόμενα κέρδη, καὶ τῇ ἐλπίδι τρεφόμενος ἅπαντα μετ' εὐκολίας καταδέχεται τὰ προλαβόντα μοχθηρὰ, ἵνα πλείονα περιβάληται χρήματα, καὶ οὕτως οἴκαδε ἐπανέλθῃ. Καὶ ὁ γηπόνος δὲ οὐ τοὺς κατὰ τὴν γεωργίαν μόχθους ἐννοεῖ μόνον, καὶ τὰς ἐπομβρίας, καὶ τῆς γῆς τὴν ἀποτυχίαν, καὶ τῆς ἐρυσίβης τὴν ἔφοδον, καὶ τῶν ἀκρίδων τὴν λύμην, ἀλλὰ καὶ τὴν ἅλω καὶ τὰ δράγματα ὑπογράφων τοῖς λογισμοῖς, ἅπαντα φέρει γενναίως, οὐδεμίαν τῶν πόνων αἴσθησιν λαμβάνων διὰ τὴν τῶν χρηστῶν προσδοκίαν, καίτοι ἀδήλου τῆς ἐλπίδος οὔσης, ἀλλ' ὅμως ταῖς χρηστοτέραις ἐλπίσι τρεφόμενος, οὐκ ἀπαγορεύει πρὸς τοὺς πόνους, ἀλλὰ πάντα τὰ παρ' ἑαυτοῦ εἰσφέρει, ἀναμένων τῶν πόνων λαβεῖν τὰς ἀμοιβάς. Καὶ ὁ στρατιώτης δὲ πάλιν ὅπλα περιτίθεται, καὶ εἰς τὸν πόλεμον ἔξεισι, καὶ οὐκ ἐννοεῖ μόνον τὰ τραύματα καὶ τὰς σφαγὰς, καὶ τὰς τῶν πολεμίων ἐφόδους, καὶ τὰς ἄλλας ταλαιπωρίας, ἀλλὰ τὴν νίκην καὶ τὰ τρόπαια ἑαυτῷ ὑπογράφων, οὕτω τὴν τῶν ὅπλων παντευχίαν περιβάλλεται, καὶ ἀδηλίας πολλῆς οὔσης καὶ ἀποτυχίας, πάντα τοιοῦτον ἀπωσάμενος λογισμὸν, καὶ χρηστὰς ἐλπίδας ἑαυτῷ ὑπογράφων, πάντα ὄκνον ἀποτίθεται, καὶ λαβὼν τὰ ὅπλα πρὸς τὴν τῶν πολεμίων παράταξιν ὁρμᾷ. Εἰ τοίνυν, ἀγαπητοὶ, καὶ ἔμπορος, καὶ γηπόνος, καὶ στρατιώτης, ἔνθα καὶ ἄδηλος ἡ ἐλπὶς, καὶ ἀποτυχίαι πλείους, καὶ τὰ κωλύματα, καθάπερ ἠκούσατε, πολλὰ καὶ διάφορα, καὶ ὅμως οὐδεὶς τούτων ἀπαγορεύων πρὸς τοὺς πόνους ἀφίσταται τῆς χρηστοτέρας ἐλπίδος, ποίας ἂν ἡμεῖς συγγνώμης τύχοιμεν ἀποκνοῦντες πρὸς τὴν ἀρετὴν, καὶ οὐχὶ πάντα πόνον αὐτομάτως καταδεχόμενοι, οὕτως ἀσφαλοῦς οὔσης τῆς ἐλπίδος, καὶ τοσούτων ἀποκειμένων ἡμῖν τῶν ἀγαθῶν, καὶ μετὰ πολλῆς τῆς περιουσίας νικώσης τῆς ἀμοιβῆς πάντα τὰ παρ' ἡμῶν γινόμενα; Ἄκουε τοίνυν τοῦ μακαρίου Παύλου λέγοντος μετὰ τοσαύτας καὶ τηλικαύτας θλίψεις, καὶ τὰς ἀπαγωγὰς, καὶ τὰ δεσμωτήρια, καὶ τοὺς θανάτους
7. Let us too therefore, I beseech you, imitate this righteous man, and let us be zealous to contribute what lies with us, that we may render ourselves worthy of the gifts from God. For on this account He awaits opportunities from us, that He may display great munificence. Let us not then through sloth deprive ourselves of the gifts from Him, but let us make haste and press on to lay hold of the beginning, and to set foot upon the road that leads to virtue, that enjoying alliance from above, we may be able also to reach the end. For neither is it possible for us ever to accomplish anything good without enjoying the inclination from above. Having fastened ourselves, therefore, as if upon a safe and steadfast anchor, to the hope that is in God, so let us stand, and let us not look to the toil of virtue, but reckoning the recompense that follows the toil let us bear all things lightly. Since a merchant too, whenever he leaves the harbour and comes into the midst of the ocean, does not reckon only the pirates, and the shipwrecks, and the monsters of the sea, and the onsets of the winds, and the successive storms, and misfortunes, but also the gains accruing after escaping these things; and nourished by hope he readily accepts all the preceding hardships, so that he may compass greater wealth, and thus return home. And the tiller of the soil too does not consider only the labours of husbandry, and the heavy rains, and the failure of the earth, and the inroad of blight, and the ravage of locusts, but also picturing in his thoughts the threshing-floor and the sheaves, he bears all things nobly, taking no sense of the toils because of the expectation of good things; and though his hope is uncertain, yet nourished by better hopes, he does not give up in the face of the toils, but contributes all that lies with him, waiting to receive the rewards of his toils. And the soldier too again puts on armour and goes out to war, and does not consider only the wounds and the slaughters, and the onrushes of the enemy, and the other hardships, but picturing to himself victory and trophies, thus he puts on the full panoply of arms; and though there is great uncertainty and misfortune, thrusting aside every such thought, and picturing good hopes to himself, he lays aside all hesitation, and taking up his arms rushes towards the battle-line of the enemy. If therefore, beloved, both merchant, and tiller of the soil, and soldier—where hope too is uncertain, and misfortunes are many, and hindrances, just as you heard, are many and various, and yet none of these faints at the toils and draws back from the better hope—what pardon could we obtain if we shrink back towards virtue, and do not of our own accord accept every toil, when our hope is so secure, and so many good things are laid up for us, and the recompense surpasses with great superabundance all the things done on our part? Hear therefore the blessed Paul saying after so many and so great tribulations, and halings away, and prisons, and deaths