Migne Reading Room

PG 53 · cols. 218–223 · Read from the page

In Genesin Homilia XXV (ΟΜΙΛΙΑ ΚΕʹ; Gen. 6:13–7:5)

In Genesin Homilia XXV (ΟΜΙΛΙΑ ΚΕʹ; Gen. 6:13–7:5)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 53:218Read from the page
δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
be glory, might, honour, now and ever, and unto the ages of ages. Amen.
ΟΜΙΛΙΑ ΚΕʹ.
Homily 25.
Νῶε δὲ ἦν ἐτῶν ἑξακοσίων, καὶ ὁ κατακλυσμὸς τοῦ ὕδατος ἐγένετο ἐπὶ τῆς γῆς.
And Noah was six hundred years old, and the flood of water came to pass upon the earth.
αʹ. Τῆς ὑποθέσεως βούλομαι πάλιν ἅψασθαι, περὶ ἧς πρώην διελέχθην ὑμῶν τῇ ἀγάπῃ, καὶ τὴν κατὰ τὸν δίκαιον Νῶε πάλιν ἱστορίαν εἰς μέσον ἀγαγεῖν. Πολὺς γὰρ ὁ τῆς ἀρετῆς τοῦ δικαίου πλοῦτος, καὶ προσήκει ἡμᾶς κατὰ δύναμιν ἡμετέραν πάντα κατὰ μικρὸν διερευνησαμένους πολλὴν ὑμῖν τὴν εὐπορίαν ἐντεῦθεν παρασχεῖν. Ἀλλὰ συντείνατέ μοι, παρακαλῶ, τὴν διάνοιαν, ἵνα μηδὲν ὑμᾶς διαφύγῃ τῶν ἐγκειμένων νοημάτων. Ἀναγκαῖον δὲ πρότερον ὑπομνῆσαι ὑμῶν τὴν ἀγάπην, μέχρι τίνος ἡμῖν πρώην ἔληξε τὰ τῆς διδασκαλίας, ἵνα ἐκεῖθεν πάλιν ἀναλαβόντες σήμερον τὸν λόγον, οὕτως ὑφάνωμεν τοῖς εἰρημένοις καὶ τὰ νῦν μέλλοντα ῥηθήσεσθαι. Οὕτω γὰρ ὑμῖν εὐσύνοπτα ἔσται καὶ τὰ νῦν λεγόμενα. Ποῦ οὖν τὸ τέλος ἔσχεν ἡμῖν τὰ τῆς διδασκαλίας; Εἶπε, φησὶ, Κύριος ὁ Θεὸς τῷ Νῶε· Εἴσελθε σὺ καὶ πᾶς ὁ οἶκός σου εἰς τὴν κιβωτὸν, ὅτι σε εἶδον δίκαιον ἐναντίον ἐμοῦ ἐν τῇ γενεᾷ ταύτῃ· ἀπὸ δὲ τῶν κτηνῶν τῶν καθαρῶν εἰσάγαγε πρὸς σὲ ἑπτὰ ἑπτὰ, καὶ ἀπὸ τῶν κτηνῶν τῶν μὴ καθαρῶν δύο δύο. Ἔτι γὰρ ἑπτὰ ἡμερῶν, ἐπάγω ὑετὸν ἐπὶ τὴν γῆν τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας, καὶ ἐξαλείψω πᾶσαν τὴν ἐξανάστασιν, ἣν ἐποίησα, ἀπὸ προσώπου τῆς γῆς, ἀπὸ ἀνθρώπου ἕως κτήνους. Καὶ ἐποίησε Νῶε πάντα ὅσα ἐνετείλατο αὐτῷ Κύριος ὁ Θεός. Μέχρι τούτου στήσαντες τὸν λόγον ἐνταῦθα κατεπαύσαμεν τὴν διδασκαλίαν. Μέμνησθε γὰρ ἴσως καὶ αὐτοὶ, ὅτε τὴν αἰτίαν εἰρήκαμεν ὑμῶν τῇ ἀγάπῃ, τίνος ἕνεκεν ἀπὸ μὲν τῶν καθαρῶν ἑπτὰ προσέταξεν εἰσαχθῆναι, ἀπὸ δὲ τῶν ἀκαθάρτων δύο δύο. Φέρε οὖν λοιπὸν σήμερον τοῖς ἑξῆς ἀναγνωσθεῖσιν ἐπεξέλθωμεν, καὶ ἴδωμεν τί διηγεῖται ἡμῖν ἡ θεία Γραφὴ μετὰ τὴν εἴσοδον τοῦ Νῶε εἰς τὴν κιβωτόν. Νῦν γὰρ, εἰ καί ποτε ἄλλοτε, μάλιστα πολλὴν ἐπιδείκνυσθαι ἡμᾶς προσήκει τὴν σπουδὴν, ὅτε διὰ τὸν τῆς νηστείας καιρὸν καὶ τῆς ἡδίστης ὑμῶν τυντυχίας συνεχῶς ἀπολαύομεν, καὶ τῆς περὶ τὴν τρυφὴν ἀδηφαγίας ἀπηλλάγμεθα, καὶ διεγηγερμένων ἔχοντες τὸν λογισμὸν δυνάμεθα μετὰ ἀκριβείας προσέχειν τοῖς λεγομένοις. Πόθεν οὖν ἡμῖν ἡ ἀρχὴ γέγονε τῶν σήμερον ἀναγνωσθέντων, ἀναγκαῖον εἰπεῖν. Νῶε δὲ ἦν ἐτῶν ἑξακοσίων, φησὶ, καὶ ὁ κατακλυσμὸς τοῦ ὕδατος ἐγένετο ἐπὶ τῆς γῆς. Προσέχετε, παρακαλῶ, καὶ μὴ ἁπλῶς παραδράμωμεν τὸ εἰρημένον· ἔχει γάρ τινα πλοῦτον ἐγκεκρυμμένον ταυτὶ τὰ βραχέα ῥήματα, καὶ ἐὰν συντείνωμεν ἡμῶν τὴν διάνοιαν, καὶ ἐξ αὐτοῦ τούτου δυνησόμεθα καταμαθεῖν τῆς τε φιλανθρωπίας τοῦ Δεσπότου τὴν ὑπερβολὴν, καὶ τῆς τῶν τότε ἀνθρώπων κακίας τὴν πολλὴν ἐπίτασιν. Νῶε δὲ ἦν ἐτῶν, φησὶν, ἑξακοσίων. Οὐχ ἁπλῶς ἡμᾶς τὸν ἀριθμὸν τῶν ἐτῶν ἐδίδαξε τοῦ δικαίου, οὐδὲ ἵνα αὐτὸ τοῦτο μάθωμεν, πόσων ἦν ἐτῶν ὁ δίκαιος, ἀλλ' ἐπειδὴ προλαβοῦσα ἐδίδαξεν ἡμᾶς ἡ θεία Γραφὴ ἤδη εἰποῦσα, ὅτι Νῶε δὲ ἦν ἐτῶν πεντακοσίων, καὶ μετὰ τὸ γνώριμον ἡμῖν ποιῆσαι τῶν ἐτῶν τὸν ἀριθμὸν, τότε διηγήσατο τῶν ἀνθρώπων τὴν πολλὴν περὶ τὴν κακίαν ῥοπὴν, καὶ ὅτι ἔγκειται ἡ διάνοια τοῦ ἀνθρώπου ἐπιμελῶς ἐπὶ τὰ πονηρὰ ἐκ νεότητος· διό φησιν ὁ Θεὸς, Οὐ μὴ καταμείνῃ τὸ Πνεῦμά μου ἐν τοῖς ἀνθρώποις τούτοις,
1. I wish once more to touch upon the subject concerning which I conversed with your charity the other day, and to bring forward once more the history relating to the righteous Noah. For great is the wealth of the righteous man's virtue, and it behooves us according to our power, searching out everything little by little, to afford you great abundance thence. Yet strain your mind with me, I exhort, lest any of the thoughts laid up herein escape you. First, however, it is necessary to remind your charity at what point our teaching came to an end the other day, so that taking up the discourse again from there today, we may thus weave together what is now about to be spoken with what has been said. For thus what is now spoken will also be easily surveyed by you. Where then did our teaching reach its end? The Lord God said, it says, unto Noah: Enter thou and all thy house into the ark, because thee have I seen righteous before Me in this generation; and from the clean cattle bring in unto thyself seven by seven, and from the cattle that are not clean two by two. For yet seven days, I bring rain upon the earth forty days and forty nights, and I will blot out every living substance which I have made from off the face of the earth, from man unto cattle. And Noah did all things whatsoever the Lord God commanded him. Having halted our discourse at this point, there we brought our teaching to rest. For perhaps you yourselves too remember when we told your charity the cause on what account He enjoined seven to be brought in from the clean on the one hand, and two by two from the unclean on the other. Come then, today let us go through what was read next in order, and see what Divine Scripture relates to us after Noah's entrance into the ark. For now, if ever at any other time, it especially behooves us to display great zeal, when on account of the season of the fast we both continually enjoy your most sweet company and have been rid of gluttony in luxury, and keeping our reasoning wide awake we are able to attend with exactness to what is spoken. Whence therefore the beginning of what was read today arose for us, it is necessary to state. And Noah was six hundred years old, it says, and the flood of water came to pass upon the earth. Attend, I exhort, and let us not merely pass by what has been spoken; for these brief words hold a certain hidden wealth, and if we strain our mind, even from this very point we shall be able to learn thoroughly both the surpassingness of the Master's loving-kindness and the great intensification of the wickedness of the men of that time. And Noah was, it says, six hundred years old. Not idly did it teach us the number of the righteous man's years, nor that we might learn this very thing—how many years old the righteous man was—but because Divine Scripture beforehand had already taught us, saying that Noah was five hundred years old, and after making known to us the number of his years, then related the great inclination of men towards wickedness, and that the mind of man is sedulously set upon wicked things from youth; wherefore God says: My Spirit shall by no means abide in these men,
Notes, col. 218

On the reading

Printed τυντυχίας, for συντυχίας.

Printed διεγηγερμένων, for διεγηγερμένον.

PG 53:219Read from the page
διὰ τὸ εἶναι αὐτοὺς σάρκας, προμηνύων αὐτοῖς τῆς ἀγανακτήσεως αὐτοῦ τὴν ὑπερβολήν· εἶτα ἵνα δῷ αὐτοῖς καιρὸν ἀρκοῦντα πρὸς τὸ μεταβαλέσθαι, καὶ τὴν πεῖραν διαφυγεῖν τῆς ἀγανακτήσεως, φησίν· Ἔσονται δὲ αἱ ἡμέραι αὐτῶν ἔτη ἑκατὸν εἴκοσι· ἀντὶ τοῦ, μακροθυμήσω ἔτι μετὰ τὰ πεντακόσια ἔτη. Οὐδὲ γὰρ ἐπαύσατο ὁ δίκαιος οὗτος ἐν τοῖς πεντακοσίοις ἔτεσι διὰ τῆς οἰκείας προσηγορίας πάντας αὐτοὺς ὑπομιμνήσκων, καὶ ἐνάγων, εἴπερ ἐβούλοντο προσέχειν, ὥστε καὶ τῆς κακίας ἀποστῆναι καὶ πρὸς τὴν ἀρετὴν μετατάξασθαι. Ἀλλ' ὅμως, φησὶ, καὶ νῦν ἔτι ἑκατὸν εἴκοσι ἐτῶν ἀριθμὸν ὑπισχνοῦμαι μακροθυμήσειν, ἵνα τῷ μεταξὺ χρόνῳ εἰς δέον χρησάμενοι, καὶ τὴν κακίαν φύγωσι, καὶ τῆς ἀρετῆς ἀντιλάβωνται. Καὶ οὐ μόνον τῇ ὑποσχέσει τῶν ἐτῶν ἑκατὸν εἴκοσι ἠρκέσθη, ἀλλὰ καὶ τῷ δικαίῳ προστάττει κιβωτὸν τεκτήνασθαι, ἵνα καὶ αὐτὴ ἡ ὄψις τῆς κιβωτοῦ πάλιν ἀρκοῦσαν αὐτοῖς ὑπόμνησιν παράσχῃ, καὶ μηδεὶς ἀγνοήσῃ τῆς μελλούσης τιμωρίας ἐπάγεσθαι τὸ μέγεθος. Αὐτὸ γὰρ τοῦτο, τὸν δίκαιον ἐκεῖνον καὶ εις τὴν ἄκραν τῆς κορυφῆς φθάσαντα τοσαύτην ποιεῖσθαι σπουδὴν περὶ τὴν τῆς κιβωτοῦ κατασκευὴν, ἱκανὸν πάντας τοὺς νοῦν ἔχοντας εἰς ἀγωνίαν καὶ φόβον ἐμβαλεῖν, καὶ πεῖσαι ἐξευμενίσασθαι τὸν οὕτως ἥμερον καὶ φιλάνθρωπον Δεσπότην. Εἰ γὰρ οἱ βάρβαροι ἐκεῖνοι, οἱ Νινευΐται λέγω· πάλιν γὰρ αὐτοὺς ἀναγκαῖον εἰς μέσον ἀγαγεῖν, ἵνα ταύτῃ καὶ μᾶλλον δειχθῇ καὶ τούτων ἡ ὑπερβάλλουσα κακία, κἀκείνων ἡ πολλὴ εὐγνωμοσύνη. Καὶ γὰρ ὁ Δεσπότης ἡμῶν τότε ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τῇ φοβερᾷ, τῇ τῆς κρίσεως λέγω, δούλους καὶ δούλους εἰς μέσον ἄγων, οὕτω τὴν κατάκρισιν ἐργάζεται, ὅταν δειχθῶσιν οἱ τῶν αὐτῶν ἀπολαύσαντες καὶ τῶν αὐτῶν μετασχόντες μὴ τὴν αὐτὴν ἀρετὴν μετελθόντες· πολλάκις δὲ καὶ ⟨ἐ⟩ξ ἀνίσων ποιεῖται τὰς συγκρίσεις, ἵνα πλείονα τὴν κατάκρισιν τοῖς ἐῤῥᾳθυμηκόσιν ἐπαγάγῃ. Διὰ τοῦτο καὶ ἐν τοῖς Εὐαγγελίοις ἔλεγεν· Ἄνδρες Νινευΐται ἀναστήσονται ἐν τῇ κρίσει μετὰ τῆς γενεᾶς ταύτης, καὶ κατακρινοῦσιν αὐτὴν, ὅτι μετενόησαν εις τὸ κήρυγμα Ἰωνᾶ, καὶ ιδοὺ πλεῖον Ἰωνᾶ ὧδε· μονονουχὶ λέγων, ὅτι οἱ βάρβαροι οἱ μηδεμιᾶς ἐπιμελείας ἀπολαύσαντες, οἱ μὴ προφητικῶν διδαγμάτων ἀκούσαντες, οἱ σημεῖα μὴ θεασάμενοι, οι θαύματα μὴ ιδόντες, ἀλλ' ἑνὸς ἀνθρώπου ἐκ ναυαγίου διασωθέντος ῥήματα ἀκούσαντες πολλὴν αὐτοῖς τὴν ἀπόγνωσιν παρασχεῖν δυνάμενα, καὶ εἰς ἀμηχανίαν ἐμβαλεῖν, ὡς καὶ ὑπεριδεῖν τῶν παρ' αὐτοῦ λεγομένων, οὐ μόνον οὐ κατεφρόνησαν τῶν τοῦ προφήτου ῥημάτων, ἀλλὰ καὶ εις τριῶν ἡμερῶν στενοχωρίαν ἀποληφθέντες, οὕτως ἀκριβῆ καὶ συντεταμένην τὴν μετάνοιαν ἐπεδείξαντο, ὥστε τὴν ἀπόφασιν ἀνακαλέσασθαι τοῦ Δεσπότου. Οὗτοι οὖν, φησὶ, κατακρινοῦσι ταύτην τὴν γενεὰν, τὴν τοσαύτης ἀπολαύσασαν ἐπιμελείας, τὴν προφητικαῖς ἐντραφεῖσαν βίβλοις, τὴν σημεῖα καὶ τέρατα καθ' ἑκάστην ἡμέραν θεωμένην. Εἶτα ἵνα καὶ τούτων τῆς ἀπιστίας δείξῃ τὴν ὑπερβολὴν, κἀκείνων τὴν ἄφατον εὐγνωμοσύνην, ἐπήγαγεν, Ὅτι μετενόησαν εις τὸ κήρυγμα Ἰωνᾶ, καὶ ιδοὺ πλεῖον Ἰωνᾶ ὧδε· ἐκεῖνοι μὲν, φησὶν, εὐτελῆ ἄνθρωπον θεασάμενοι τὸν Ἰωνᾶν, καὶ ἐδέξαντο τὸ παρ' αὐτοῦ κήρυγμα, καὶ ἀκριβεστάτην ἐπεδείξαντο τὴν μετάνοιαν· οὗτοι δὲ οἱ πολλῷ
because they are flesh, foretelling to them the excess of His indignation; then, in order to give them sufficient time for changing their course and escaping the experience of His indignation, He says: Yet their days shall be a hundred and twenty years—instead of, I will show long-suffering still after the five hundred years. For neither did this righteous man cease during the five hundred years through his own name reminding them all and urging them on, if indeed they wished to pay heed, both to stand aloof from wickedness and to go over towards virtue. Yet nevertheless, He says, even now I promise to show long-suffering for the number of a hundred and twenty years more, so that, having used the intervening time as they ought, they may both flee wickedness and cleave to virtue. And not only was He content with the promise of a hundred and twenty years, but He also orders the righteous man to build an ark, so that the very sight of the ark also may once more afford them a sufficient reminder, and no one may be ignorant of the magnitude of the punishment about to be brought upon them. For this very fact—that that righteous man, who had reached the very peak of the summit of virtue, exercised so great an earnestness about the building of the ark—was sufficient to cast all men of sense into anguish and fear, and to persuade them to appease so gentle and man-loving a Master. For if those barbarians—I mean the Ninevites, for it is necessary to bring them forward once more, so that in this way both the surpassing wickedness of these men and the great gratitude of those may be shown all the more! For indeed our Master then, in that dread day—I mean that of judgement—bringing servants and servants into the midst, works condemnation in this way, when those who enjoyed the same things and partook of the same things are shown not to have pursued the same virtue; nay often He makes the comparisons from unequals also, in order to bring all the greater condemnation upon those who have been lax. On this account in the Gospels also He said: The men of Nineveh shall rise up in the judgement with this generation and shall condemn it, because they repented at the preaching of Jonah; and behold, something more than Jonah is here—all but saying that the barbarians who had enjoyed no care, who had not heard prophetic teachings, who had not beheld signs, who had not seen wonders, but had heard the words of a single man saved out of shipwreck—words able to afford them great despair and cast them into helplessness, so as even to disregard the things said by him—not only did not despise the words of the prophet, but, shut up within the straightness of three days, displayed a repentance so exact and strenuous as to call back the sentence of the Master. These men, therefore, He says, shall condemn this generation, which has enjoyed so great a care, which has been reared on prophetic books, which beholds signs and wonders day by day. Then, to show both the excess of these men's unbelief and those men's unspeakable gratitude, He subjoined: Because they repented at the preaching of Jonah; and behold, something more than Jonah is here; for those men, He says, having beheld a mean man, Jonah, both received the preaching from him and displayed most exact repentance, whereas these who saw One far
Notes, col. 219

On the reading

Printed εις, for εἰς.

Printed ιδοὺ, for ἰδοὺ.

Printed οι, for οἱ.

Printed ιδόντες, for ἰδόντες.

PG 53:220Read from the page
πλείω τοῦ Ιωνᾶ, καὶ αὐτὸν τὸν τῶν ὅλων δημιουργὸν ὁρῶντες σὺν αὐτοῖς συναναστρεφόμενον, καὶ τοσαῦτα καὶ τοιαῦτα θαυμάσια ἐφ' ἑκάστης ἐργαζόμενον, λεπροὺς καθαίροντα, νεκροὺς ἐγείροντα, τὰ πηρώματα τῆς φύσεως διορθούμενον, δαίμονας ἐλαύνοντα, νόσους ιώμενον, μετ' ἐξουσίας πολλῆς ἁμαρτημάτων ἄφεσιν χαριζόμενον, οὐδὲ τὴν αὐτὴν τοῖς βαρβάροις πίστιν ἐπεδείξαντο.
greater than Jonah, and the very Creator of the universe conversing among them, and working day by day so many and such great wonders—cleansing lepers, raising the dead, setting right the maimings of nature, driving out demons, healing diseases, with great authority graciously bestowing forgiveness of sins—did not display even the same faith as the barbarians.
βʹ. Ἀλλ' ἐπὶ τὴν ἀκολουθίαν ἐπανέλθωμεν τοῦ λόγου, ἵνα ειδῇς καὶ τούτων τῆς ἀγνωμοσύνης τὴν ἐπίτασιν, καὶ ἐκείνων τῆς εὐγνωμοσύνης τὸ ἐπίπονον· καὶ ὅτι κἀκεῖνοι μὲν ἐν τρισὶν ἡμέραις στενοχωρηθέντες, οὐδὲ οὕτως ἀπηγόρευσαν αὐτῶν τὴν σωτηρίαν, ἀλλ' ἐπὶ τὴν μετάνοιαν σπεύσαντες καὶ τὰ ἡμαρτημένα ἀπενίψαντο, καὶ τῆς φιλανθρωπίας τοῦ Δεσπότου ἀξίους ἑαυτοὺς κατέστησαν· οὗτοι δὲ αὐτοὶ ἑκατὸν εἴκοσι ἐτῶν προθεσμίαν λαβόντες πρὸς μετάνοιαν, οὐδὲ οὕτως ἀπώναντή τι πλέον. Διὸ καὶ ὁ Δεσπότης ὁρῶν αὐτῶν τῆς κακίας τὴν ὑπερβολὴν, καὶ ἐπειδὴ εἶδεν εις πολλὴν κακίαν ἐξοκείλαντας, ταχεῖαν αὐτοῖς ἐπάγει τὴν διόρθωσιν, τῆς κακῆς αὐτῶν ζύμης τὴν πονηρίαν ἀφανίσας, καὶ ἐκποδὼν ποιήσας. Διὰ τοῦτό φησι· Νῶε δὲ ἦν ἐτῶν ἑξακοσίων, καὶ ὁ κατακλυσμὸς τοῦ ὕδατος ἐγένετο ἐπὶ τῆς γῆς. Τέως ἐμάθομεν ὅτι ἡνίκα μὲν ἡ ἀγανάκτησις γέγονε τοῦ Δεσπότου, καὶ ἡ πρόῤῥησις, πεντακοσίων ἦν ἐτῶν. Ὅτε δὲ ἐπήχθη ὁ κατακλυσμὸς, ἑξακοσίων, ὡς ἑκατὸν ἔτη ἐν τῷ μέσῳ γενέσθαι, καὶ μηδὲ ἐν τοῖς ἑκατὸν ἔτεσι κερδᾶναι αὐτούς τι πλέον, τοσαύτης ἀπολαύοντας διδασκαλίας ἐκ τῆς κατασκευαζομένης ὑπὸ τοῦ Νῶε κιβωτοῦ. Ἀλλ' ἴσως ἄν τις μαθεῖν ἐπιζητήσειε, τίνος ἕνεκεν ειπὼν, Ἑκατὸν εἴκοσι ἔτη ἔσονται αι ἡμέραι αὐτῶν, καὶ ἐπαγγειλάμενος τοσαῦτα μακροθυμήσειν, πρὸ τῆς τούτων συμπληρώσεως τὴν πανωλεθρίαν ἐπήγαγε. Καὶ τοῦτο τῆς αὐτοῦ φιλανθρωπίας μέγιστον ἂν εἴη δεῖγμα. Ἐπειδὴ γὰρ εἶδε καθ' ἑκάστην ἡμέραν ἀνίατα ἁμαρτάνοντας, καὶ οὐ μόνον οὐδὲν κερδαίνοντας ἐκ τῆς ἀφάτου μακροθυμίας, ἀλλὰ καὶ ἐπιτείνοντας τὰ ἕλκη, διὰ τοῦτο συνέτεμε τὸν χρόνον, ὥστε μὴ μείζονι τιμωρίᾳ ὑπευθύνους αὐτοὺ⟨ς⟩ καταστῆναι. Καὶ ποία, φησὶ, μείζων ἦν ταύτης τιμωρία; Ἔστιν, ἀγαπητὲ, καὶ μείζων, καὶ φοβερωτέρα, καὶ διαρκὴς, ἡ κατὰ τὸν μέλλοντα αιῶνα. Ὅτι γὰρ κἂν ἐνταῦθα δίκην τινὲς ὑποσχῶσιν, οὐδὲ τὴν ἐκεῖ τιμωρίαν διαφεύξονται, ἀλλὰ κουφοτέραν ὑποστήσονται διὰ τῶν ἐνταῦθα συμβάντων, τὸ μέγεθος τῶν ἐκεῖ κολαστηρίων ὑποτεμνόμενοι, ἄκουε τοῦ Χριστοῦ λέγοντος καὶ ταλανίζοντος τὴν Βηθσαϊδᾶ· Οὐαί σοι, Χωραζεὶμ, φησὶν, οὐαί σοι, Βηθσαϊδᾶ, ὅτι ει ἐν Σοδόμοις ἐγένοντο αι δυνάμεις αι γενόμεναι ἐν ὑμῖν, πάλαι ἂν ἐν σάκκῳ καὶ σποδῷ μετενόησαν. Διὸ λέγω ὑμῖν, ἀνεκτότερον ἔσται γῇ Σοδόμων καὶ Γομόῤῥας ἐν ἡμέρᾳ κρίσεως ἢ ὑμῖν. Ὁρᾷς, ἀγαπητὲ, πῶς τῷ ειπεῖν, Ἀνεκτότερον, ἔδειξεν ὅτι καὶ οἱ τοσαύτην ἐνταῦθα δίκην δόντες, καὶ τὸν ἐμπρησμὸν ἐκεῖνον τὸν καινὸν καὶ ξένον ὑπομείναντες, κἀκεῖ τινα τιμωρίαν ὑποστήσονται, κουφοτέραν δὲ ὅμως διὰ τὸ προλαβόντας ἐνταῦθα τοσαύτης πειραθῆναι τῆς ἀγανακτήσεως; Ἵν' οὖν μὴ καὶ οὗτοι ἐπιτείνοντες τὰ
2. Yet let us return to the sequence of our discourse, so that you may know both the intensity of these men's ingratitude and the laboriousness of those men's gratitude: that while those men, shut up within three days, not even thus despaired of their salvation, but hastening to repentance both washed away the sins committed and rendered themselves worthy of the Master's loving-kindness, these men here, having received an appointed term of a hundred and twenty years for repentance, not even thus profited aught more. Wherefore the Master also, seeing the excess of their wickedness, and since He saw them having run aground into great wickedness, brings swift correction upon them, exterminating and putting out of the way the wickedness of their evil leaven. On this account it says: And Noah was six hundred years old, and the flood of water came to pass upon the earth. Meanwhile we have learned that when the indignation of the Master and the foretelling took place, he was five hundred years old; whereas when the flood was brought on, he was six hundred, so that a hundred years elapsed in between, and not even in those hundred years did they gain aught more, though enjoying so great an instruction from the ark being built by Noah. Yet perhaps someone might seek to learn for what sake, after saying, Their days shall be a hundred and twenty years, and promising to show long-suffering for so long, before their completion He brought on utter destruction. This too would be the greatest proof of His loving-kindness! For since He saw them sinning incurably day by day, and not only gaining nothing from His unspeakable long-suffering, but even aggravating their sores, on this account He cut short the time, lest they should render themselves liable to a greater punishment. And what punishment, one says, was greater than this? There is one, beloved, both greater, and more dreadful, and lasting—that in the age to come. For that even if certain persons undergo punishment here they will not escape the punishment there either, yet will undergo it more lightly on account of the things that befell them here, curtailing the magnitude of the torments there, hear Christ speaking and pronouncing woe upon Bethsaida: Woe to you, Chorazin, He says, woe to you, Bethsaida! Because if the mighty works wrought in you had been wrought in Sodom, long ago would they have repented in sackcloth and ashes. Wherefore I say to you, it shall be more tolerable for the land of Sodom and Gomorrah in the day of judgement than for you. Do you see, beloved, how by saying, More tolerable, He showed that even those who paid so great a penalty here, and underwent that strange and foreign conflagration, will undergo some punishment there also, yet a lighter one nevertheless because they had previously experienced so great an indignation here? Lest, therefore, these men also, by aggravating their
Notes, col. 220

On the reading

Printed Ιωνᾶ, for Ἰωνᾶ.

Printed ιώμενον, for ἰώμενον.

Printed ειδῇς, for εἰδῇς.

Printed ἀπώναντή, for ἀπώναντό.

Printed εις, for εἰς.

Printed ειπὼν, for εἰπὼν.

Printed αι, for αἱ.

Printed αιῶνα, for αἰῶνα.

Printed ει, for εἰ.

Printed ειπεῖν, for εἰπεῖν.

PG 53:221Read from the page
ἁμαρτήματα μείζονο⟨ς⟩ τιμωρίας ἑαυτοὺς ὑπευθύνους καταστήσωσιν, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος Δεσπότης ὁρῶν αὐτῶν τὸ ἀμετανόητον, ὃν ὑπέσχετο μακροθυμήσειν, χρόνον συνέτεμεν. Ὥσπερ γὰρ ἐπὶ τῶν τὴν οἰκείαν εὐγνωμοσύνην ἐπιδεικνυμένων διὰ τὴν προσοῦσαν αὐτῷ ἀγαθότητα ἀνακαλεῖται τὰς παρ' αὐτοῦ ἀποφάσεις, καὶ μεταβαλλομένους προσίεται, καὶ τῆς ἐπικειμένης ἀπαλλάττει τιμωρίας· οὕτω πάλιν ἐπειδὰν ἐπαγγέλληται ἢ ἀγαθά τινα παρέξειν, ἢ προθεσμίαν μετανοίας, ἴδῃ δὲ ἀναξίους γεγονότας, καὶ τότε πάλιν ἀνακαλεῖται αὐτοῦ τὰς ὑποσχέσεις. Διὰ τοῦτο καὶ διὰ τοῦ προφήτου ἔλεγε· Πέρας λαλήσω ἐπὶ ἔθνη, καὶ ἐπὶ βασιλείας, τοῦ ἀπολλύειν καὶ κατασκάπτειν· καὶ ἐὰν μετανοήσωσι, μετανοήσω κἀγὼ ἐφ' οἷς ἐλάλησα ποιῆσαι αὐτοῖς· καὶ πάλιν, Πέρας λαλήσω ἐπὶ ἔθνη καὶ ἐπὶ βασιλείας, τοῦ ἀνοικοδομεῖν· καὶ ἐὰν ἁμάρτωσι, μετανοήσω κἀγὼ ἐφ' οἷς ἐλάλησα ποιῆσαι αὐτοῖς. Εἶδες πῶς παρ' ἡμῶν τὰς ἀφορμὰς λαμβάνει καὶ τῆς φιλανθρωπίας ἣν περὶ ἡμᾶς ἐπιδείκνυται, καὶ τῆς ἀγανακτήσεως; Διά τοι τοῦτο καὶ νῦν ἐπειδὴ οὐκ εἰς δέον ἐχρήσαντο τῇ τοῦ χρόνου παρατάσει, συντέμνει τὸν καιρόν. Διὰ τοῦτο καὶ ὁ μακάριος Παῦλος ἔλεγε πρὸς τοὺς ἀναλγήτως διακειμένους, καὶ τὴν διὰ τῆς μετανοίας δεδομένην ἡμῖν σωτηρίαν οὐ προσιεμένους· Ἢ τοῦ πλούτου τῆς χρηστότητος αὐτοῦ, καὶ τῆς ἀνοχῆς, καὶ τῆς μακροθυμίας καταφρονεῖς, ἀγνοῶν, ὅτι τὸ χρηστὸν τοῦ Θεοῦ εις μετάνοιάν σε ἄγει; Κατὰ δὲ τὴν σκληρότητά σου καὶ ἀμετανόητον καρδίαν θησαυρίζεις σεαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς καὶ ἀποκαλύψεως καὶ δικαιοκρισίας τοῦ Θεοῦ; Εἶδες πῶς καὶ ὁ θαυμάσιος οὗτος τῆς οἰκουμένης διδάσκαλος σαφῶς ἡμᾶς ἐδίδαξεν, ὅτι οἱ τῇ μακροθυμίᾳ τοῦ Θεοῦ τῇ πρὸς μετάνοιαν ἡμῖν παρασχεθείσῃ μὴ χρώμενοι εις δέον, μείζονι δίκῃ καὶ τιμωρίᾳ ἑαυτοὺς ὑπευθύνους καθιστῶσι; Διὰ τοῦτο καὶ νῦν ὁ φιλάνθρωπος Θεὸς μονονουχὶ ἀπολογούμενος, καὶ δεικνὺς τὴν αιτίαν, δι' ἣν πρὸ τῆς τῶν καιρῶν συμπληρώσεως ἐπήγαγε τὸν κατακλυσμὸν, ἐπισημαίνεται ἡμῖν τῶν ἐτῶν τοῦ δικαίου τὸν ἀριθμὸν, καί φησι· Νῶε δὲ ἦν ἐτῶν ἑξακοσίων. Οἱ γὰρ ἐν τοῖς ἑκατὸν ἔτεσι μεταβαλέσθαι μὴ βουληθέντες, τί πλέον ἂν ἐκέρδανον ἀπὸ τῶν εἴκοσι ἐτῶν, ἢ τὸ πλείονα τὴν προσθήκην ἐργάσασθαι; Δεικνὺς γὰρ αὐτοῦ τῆς ἀφάτου φιλανθρωπίας καὶ ἀγαθότητος τὴν ὑπερβολὴν, καὶ πρὸ ἑπτὰ ἡμερῶν μηνῦσαι αὐτοῖς τὴν ἐπαγωγὴν τοῦ κατακλυσμοῦ οὐ παρῃτήσατο, ἵνα κἂν τῇ στενοχωρίᾳ τοῦ καιροῦ συσταλέντες τινὰ μεταβολὴν ἐπιδείξωνται.
sins, should render themselves liable to a greater punishment, as a good and man-loving Master, seeing their impenitence, He cut short the time for which He had promised to show long-suffering. For just as in the case of those who display their own gratitude He calls back through the goodness inherent in Him the sentences pronounced by Him, and welcomes them when they change, and rids them of the impending punishment: so once more, whenever He promises to afford either certain good things or an appointed term for repentance, yet sees that they have become unworthy, then too He calls back His promises. On this account through the prophet also He said: At the end I will speak concerning nations and concerning kingdoms, to destroy and dig down; and if they repent, I also will repent of the things I spoke to do to them; and again: At the end I will speak concerning nations and concerning kingdoms, to build up; and if they sin, I also will repent of the things I spoke to do to them. Did you see how from us He takes the occasions both of the loving-kindness which He displays towards us and of His indignation? On this very account now also, since they did not use the prolonging of time as they ought, He cuts short the season. On this account blessed Paul also said to those insensibly disposed who do not welcome the salvation given to us through repentance: Or do you despise the riches of His kindness, and His forbearance, and His long-suffering, not knowing that the kindness of God leads you to repentance? But according to your hardness and impenitent heart you treasure up for yourself wrath in the day of wrath and revelation and righteous judgement of God. Did you see how this marvellous teacher of the inhabited world also taught us clearly that those who do not use as they ought the long-suffering of God granted to us for repentance render themselves liable to greater penalty and punishment? On this account now also the man-loving God, all but making defence and showing the cause for which He brought on the flood before the completion of the times, marks out for us the number of the years of the righteous man, and says: And Noah was six hundred years old. For what more would those who were unwilling to change during the hundred years have gained from the twenty years, save to work a greater addition to their sins? Showing, however, the excess of His unspeakable loving-kindness and goodness, not even seven days beforehand did He decline to make known to them the bringing on of the flood, so that, chastened at least by the straightness of the season, they might display some change.
γʹ. Καὶ ὅρα φιλανθρωπίαν Δεσπότου, πῶς διαφόρως καθάπερ ἰατρὸς ἄριστος μεθώδευσεν αὐτῶν τὴν νόσον. Ἐπειδὴ γὰρ ἀνίατα ἦν αὐτῶν τὰ τραύματα, τοσοῦτον μῆκος αὐτοῖς προθεσμίας παρέσχετο, βουλόμενος κἂν διὰ τοῦ πλήθους τοῦ χρόνου εις αἴσθησιν αὐτοὺς ἐλθόντας ἀνακαλέσασθαι αὐτοῦ τῆς ἀγανακτήσεως τὴν ἀπόφασιν. Ἔθος γὰρ αὐτῷ ἀει, ἐπειδὴ κήδεται τῆς σωτηρίας τῆς ἡμετέρας, προλέγειν ἃς μέλλει ἐπάγειν τιμωρίας, διὰ τοῦτο μόνον, ἵνα μὴ ἐπαγάγῃ· ὡς εἴ γε ἐπαγαγεῖν ἐβούλετο, οὐκ ἂν εἶπεν· ἀλλ' ἐπίτηδες προλέγει, ἵνα ἡμεῖς μαθόντες, καὶ τῷ φόβῳ σωφρονισθέντες μεταβάλωμεν αὐτοῦ τὴν ἀγανάκτησιν, καὶ τὰς ἀποφάσεις αὐτοῦ ἀκύρους καταστήσωμεν. Οὐδὲν γὰρ οὕτως αὐτὸν εὐφραίνει ὡς ἡ ἐπιστροφὴ ἡ ἡμετέρα, καὶ ἡ ἀπὸ τῆς κακίας ἐπὶ τὴν ἀρετὴν ἐπάνοδος. Σκόπει οὖν πῶς καὶ τούτων τὴν νόσον ἐμεθόδευσε, πρότερον μὲν τῷ τοσοῦτον δοῦναι χρόνον προθεσμίας πρὸς μετάνοιαν, ἔπειτα ἐπειδὴ εἶ-
3. And see the loving-kindness of the Master, how in diverse ways like an excellent physician He treated their disease! For since their wounds were incurable, He afforded them so great a length of appointed time, wishing that, coming to perception at least through the multitude of time, they might call back the sentence of His indignation. For it is ever His custom, since He cares for our salvation, to foretell the punishments which He is about to bring on, for this sole reason: that He may not bring them on; since if indeed He wished to bring them on, He would not have spoken; rather, He purposely foretells them so that we, having learned and been chastened by fear, may turn away His indignation and render His sentences void. For nothing so gladdens Him as our conversion and our return from wickedness to virtue. Observe, then, how He treated these men's disease also: first by giving so long a time of appointed grace for repentance; next, when He
Notes, col. 221

On the reading

Printed εις, for εἰς.

Printed αιτίαν, for αἰτίαν.

Printed ἀει, for ἀεὶ.

PG 53:222Read from the page
δεν ἀναισθήτως διακειμένους, καὶ οὐδὲν ἀπὸ τοῦ πλήθους τοῦ χρόνου κερδαίνοντας, καὶ πρὸς αὐταῖς ταῖς θύραις, ὡ⟨ς⟩ ειπεῖν, τοῦ κατακλυσμοῦ, προλέγει οὐ πρὸ τριῶν ἡμερῶν, καθάπερ ἐπὶ τῶν Νινευϊτῶν, ἀλλὰ πρὸ ἑπτά. Καὶ γὰρ θαῤῥῶν ἂν εἴποιμι διὰ τὸ ειδέναι τοῦ Δεσπότου τοῦ ἡμετέρου τῆς φιλανθρωπίας τὴν ὑπερβολὴν, ὅτι καὶ ἐν ταῖς ἑπτὰ ἡμέραις, ει ἐβουλήθησαν ἀκριβῆ τὴν μετάνοιαν ἐπιδείξασθαι, διέφυγον ἂν τοῦ κατακλυσμοῦ τὴν πεῖραν. Ἐπεὶ οὖν οὔτε ἡ παράτασις τοῦ τοσούτου χρόνου, οὔτε ἡ στενοχωρία τοῦ καιροῦ καθικέσθαι αὐτῶν τῆς κακίας ἠδυνήθη, ἐπήγαγε κατακλυσμὸν ἐν τῷ ἑξακοσιοστῷ ἔτει τοῦ Νῶε. Νῶε δὲ, φησὶ, ἦν ἐτῶν ἑξακοσίων, καὶ ὁ κατακλυσμὸς τοῦ ὕδατος ἐγένετο ἐπὶ τῆς γῆς. Εἴδετε, ἀγαπητοὶ, πόσης ἡμῖν ὠφελείας ὑπόθεσις γέγονε τὸ γνῶναι τὸν ἀριθμὸν τῶν ἐτῶν τοῦ δικαίου, καὶ ὅσων ἐτῶν ἦν, ἡνίκα ὁ κατακλυσμὸς ἐπῆλθε; Φέρε δὴ καὶ τοῖς ἀκολούθως ειρημένοις ἐπεξέλθωμεν. Ἐπειδὴ γὰρ ἤρξατο ὁ κατακλυσμὸς, φησὶν, Εισῆλθε δὲ Νῶε, καὶ οι υιοὶ αὐτοῦ, καὶ ἡ γυνὴ αὐτοῦ, καὶ αι γυναῖκες τῶν υιῶν αὐτοῦ εις τὴν κιβωτὸν, διὰ τὸ ὕδωρ τοῦ κατακλυσμοῦ. Καὶ ἀπὸ τῶν πετεινῶν τῶν καθαρῶν, καὶ ἀπὸ τῶν πετεινῶν τῶν μὴ καθαρῶν, καὶ ἀπὸ τῶν ἑρπετῶν δύο δύο. Ἀπὸ πάντων εισῆλθε πρὸς Νῶε εις τὴν κιβωτὸν ἄρσεν καὶ θῆλυ, καθ' ἃ ἐνετείλατο Κύριος τῷ Νῶε. Οὐχ ἁπλῶς προσέθηκε τὸ, Καθ' ἃ ἐνετείλατο Κύριος τῷ Νῶε, ἀλλ' ἵνα πάλιν αὐξήσῃ τοῦ δικαίου τὸν ἔπαινον, καὶ ὅτι πάντα οὕτως ἐπλήρωσε, καθάπερ διετάξατο ὁ Δεσπότης, καὶ οὐδὲν παρέλιπε τῶν παρ' αὐτοῦ ειρημένων αὐτῷ. Καὶ ἐγένετο μετὰ τὰς ἑπτὰ ἡμέρας, καθάπερ ὑπέσχετο, φησὶν, ὁ Δεσπότης, καὶ τὸ ὕδωρ τοῦ κατακλυσμοῦ ἐγένετο ἐπὶ τῆς γῆς, ἐν τῷ ἑξακοσιοστῷ ἔτει ἐν τῇ ζωῇ τοῦ Νῶε, τοῦ δευτέρου μηνὸς, ἑβδόμῃ καὶ εικάδι τοῦ μηνός. Ὅρα τῆς Γραφῆς τὴν ἀκρίβειαν, πῶς οὐ μόνον τὸν ἐνιαυτὸν ἡμᾶς ἐδίδαξε, καθ' ὃν ὁ κατακλυσμὸς γέγονεν, ἀλλὰ καὶ τὸν μῆνα κατάδηλον ἐποίησε καὶ τὴν ἡμέραν. Εἶτα ἵνα τῇ διηγήσει τοὺς μετὰ ταῦτα σωφρονεστέρους ἐργάσηται, καὶ τὸν φόβον αὐξήσῃ τῶν γεγενημένων, φησίν· Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐῤῥάγησαν πᾶσαι αι πηγαὶ τῆς ἀβύσσου, καὶ οι καταῤῥάκται τοῦ οὐρανοῦ ἠνεῴχθησαν, καὶ ἐγένετο ὁ ὑετὸς ἐπὶ τῆς γῆς τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας. Ὅρα πόσῃ κέχρηται καὶ νῦν ἡ ἁγία Γραφὴ τῇ συγκαταβάσει, καὶ πρὸς τὴν συνήθειαν τὴν ἀνθρωπίνην πάντα διαλέγεται. Οὐκ ἐπειδὴ καταῤῥάκται εισὶν ἐν τῷ οὐρανῷ, ἀλλ' ἀπὸ τῶν συντρόφων ἡμῖν ὀνομάτων ἅπαντα διαλέγεται, μονονουχὶ λέγουσα, ὅτι προσέταξε μόνον ὁ Δεσπότης, καὶ εὐθέως ἡ τῶν ὑδάτων φύσις ὑπήκουσε τῷ ἐπιτάγματι τοῦ δημιουργοῦ, καὶ πάντοθεν συῤῥέουσα πάντα τὸν κόσμον ἐπέκλυσε. Καὶ τὸ ἐν τεσσαράκοντα ἡμέραις καὶ νυξὶν ἐπαγαγεῖν τὸν κατακλυσμὸν, καὶ τοῦτο πάλιν μέγιστον εἶδος τῆς αὐτοῦ φιλανθρωπίας. Ἐβούλετο γὰρ διὰ πολλὴν ἀγαθότητα κἂν ἐνίους ἐξ αὐτῶν σωφρονισθέντας διαφυγεῖν τὴν παντελῆ ἀπώλειαν, ὁρῶντας ἐν ὀφθαλμοῖς καὶ τῶν ὁμογενῶν τὴν ἀπώλειαν, καὶ τὴν μέλλουσαν αὐτοὺς καταλήψεσθαι πανωλεθρίαν. Εικὸς γὰρ ἐν μὲν τῇ πρώτῃ ἡμέρᾳ φανερόν τι μέρος ἐπικλυσθῆναι, καὶ ἐν τῇ δευτέρᾳ προσθήκην τινὰ γενέσθαι· ὡσαύτως καὶ ἐν τῇ τρίτῃ, καὶ ἐφεξῆς. Καὶ διὰ τοῦτο εις τεσσαράκοντα ἡμέρας παρέτεινε καὶ τεσσαράκοντα νύκτας, ἵνα πᾶσαν αὐτῶν ἀπολογίας πρόφασιν περικόψῃ. Εἰ γὰρ ἐβούλετο ⟨κ⟩αὶ προσέταξεν, ἠδύνατο καὶ ἐν μιᾷ ῥοπῇ τὰ πάντα ἐπικλύσαι, ἀλλὰ τὴν οικείαν φιλανθρωπίαν μιμούμενος καὶ τῇ τοσαύτῃ παρατάσει τῶν ἡμερῶν ἐχρήσατο. Εἶτά φησιν, Ἐν τῇ ἡμέρᾳ ταύτῃ εισῆλθε Νῶε εις τὴν κιβωτὸν, καὶ Σὴμ, καὶ Χὰμ, καὶ Ἰάφεθ, καὶ ἡ γυνὴ
saw them insensibly disposed and gaining nothing from the multitude of time, even at the very doors, so to speak, of the flood, He foretells it—not three days beforehand, as in the case of the Ninevites, but seven days beforehand. For indeed I might boldly say, because I know the excess of our Master's loving-kindness, that even in those seven days, had they been willing to display exact repentance, they would have escaped the experience of the flood! Since, therefore, neither the prolonging of so great a time nor the straightness of the season was able to touch their wickedness, He brought on a flood in the six hundredth year of Noah: And Noah, it says, was six hundred years old, and the flood of water came to pass upon the earth. Did you see, beloved, how great a matter of benefit it has become for us to know the number of the years of the righteous man, and how many years old he was when the flood came on? Come, then, let us proceed also to the things spoken next in sequence. For when the flood began, it says: And Noah, and his sons, and his wife, and his sons' wives entered into the ark because of the water of the flood. And of clean birds, and of unclean birds, and of creeping things, two by two, out of all there entered in unto Noah into the ark male and female, according as the Lord commanded Noah. Not simply did it add the clause, According as the Lord commanded Noah, but in order once more to increase the praise of the righteous man, and show that he fulfilled all things just as the Master ordained, and left out none of the things spoken to him by Him. And it came to pass after the seven days, just as the Master had promised, it says, that the water of the flood came to pass upon the earth, in the six hundredth year in the life of Noah, in the second month, on the seven-and-twentieth day of the month. See the exactness of Scripture, how it taught us not only the year in which the flood took place, but also made manifest the month and the day! Then, to render men afterwards more chastened by the narrative and to increase fear of the things that had happened, it says: In that day all the fountains of the abyss burst forth, and the floodgates of heaven were opened, and the rain came to pass upon the earth forty days and forty nights. See how great a condescension holy Scripture has employed now also, conversing of all things in keeping with human custom! Not because there are floodgates in heaven, but from names familiar to us it converses of all things, all but saying that the Master only gave command, and straightway the nature of the waters obeyed the injunction of the Creator, and, flowing together from every side, deluged the whole world. And the bringing on of the flood in forty days and nights—this too again is a greatest form of His loving-kindness. For out of His great goodness He wished that at least certain of them, chastened, might escape utter perdition when they saw before their eyes both the perdition of their kinsmen and the utter destruction about to overtake them. For it is likely that on the first day some visible portion was deluged, and on the second some addition took place, and likewise on the third, and so on in sequence. And on this account He stretched it out to forty days and forty nights, that He might cut off every pretext of defence on their part. For had He willed and commanded, He was able even in a single moment to deluge all things; yet, imitating His own loving-kindness, He employed so great a prolonging of days as well. Then it says: In this day Noah entered into the ark, and Shem, and Ham, and Japheth, and the wife
Notes, col. 222

On the reading

Printed ειπεῖν, for εἰπεῖν.

Printed ειδέναι, for εἰδέναι.

Printed ει, for εἰ.

Printed ειρημένοις, for εἰρημένοις.

Printed Εισῆλθε, for Εἰσῆλθε.

Printed οι, for οἱ.

Printed υιοὶ, for υἱοὶ.

Printed αι, for αἱ.

Printed υιῶν, for υἱῶν.

Printed εις, for εἰς.

Printed εισῆλθε, for εἰσῆλθε.

Printed ειρημένων, for εἰρημένων.

Printed εικάδι, for εἰκάδι.

Printed εισὶν, for εἰσὶν.

Printed Εικὸς, for Εἰκὸς.

Printed οικείαν, for οἰκείαν.

PG 53:223Read from the page
τοῦ Νῶε, καὶ αι τρεῖς γυναῖκες τῶν υιῶν αὐτοῦ, καὶ πάντα τὰ θηρία κατὰ γένος, καθάπερ ἐνετείλατο Κύριος ὁ Θεὸς τῷ Νῶε. Ὅτε, φησὶν, ἀρχὴν ἔλαβε τὰ τοῦ κατακλυσμοῦ κατὰ τὸ πρόσταγμα τοῦ Δεσπότου, εἰσῆλθε Νῶε εἰ⟨ς⟩ τὴν κιβωτὸν μετὰ τῶν υιῶν καὶ τῆς γυναικὸς αὐτου, καὶ τῶν γυναικῶν τῶν υἱῶν αὐτοῦ, καὶ πάντα τὰ θηρία κατὰ γένος. Καὶ ἔκλεισε, φησὶ, Κύριος ὁ Θεὸς ἔξωθεν αὐτοῦ τὴν κιβωτόν.
of Noah, and the three wives of his sons, and all the wild beasts according to kind, just as the Lord God commanded Noah. When, it says, the events of the flood took their beginning according to the ordinance of the Master, Noah entered into the ark with his sons, and his wife, and the wives of his sons, and all the wild beasts according to kind. And the Lord God, it says, shut his ark from outside.
δʹ. Σκόπει καὶ ἐνταῦθα λέξεως συγκατάβασιν. Ἔκλεισεν ὁ Θεὸς ἔξωθεν αὐτοῦ τὴν κιβωτὸν, ἵνα διδάξῃ ἡμᾶς ὅτι ἐν ἀσφαλείᾳ πολλῇ κατέστησε τὸν δίκαιον. Τὸ δὲ, Ἔκλεισε, διὰ τοῦτο προσέθηκε, καὶ Ἔξωθεν, ὥστε μὴ ἐξεῖναι τῷ δικαίῳ ὁρᾷν τὴν πανωλεθρίαν γινομένην, καὶ πλείονα καὶ αὐτὸν τὴν συντριβὴν ὑπομένειν. Εἰ γὰρ καὶ ἀναλογιζόμενος ἐν διανοίᾳ τὸ χαλεπὸν ἐκεῖνο κλυδώνιον, καὶ ὑπογράφων τῷ λογισμῷ τὴν ἀπώλειαν τοῦ τῶν ἀνθρώπων γένους, τῶν ἀλόγων ἁπάντων τὴν κοινὴν τελευτὴν, καὶ ἀνθρώπων, καὶ κτηνῶν, καὶ αὐτῆς τῆς γῆς, ὡς ειπεῖν, τὸν ἀφανισμὸν, συνεχεῖτο καὶ διεταράττετο. Εἰ γὰρ καὶ πονηροὶ ἦσαν οἱ ἀπολλύμενοι, ἀλλ' αἱ τῶν δικαίων ψυχαὶ πολλὴν ειώθασι τὴν συμπάθειαν ἐπιδείκνυσθαι, ἐπειδὰν ἴδωσι τιμωρουμένους τοὺς ἀνθρώπους· καὶ εὑρήσεις ἕκαστον τῶν δικαίων καὶ τῶν προφητῶν πολλὴν ὑπὲρ αὐτῶν τὴν ἱκετηρίαν τιθεμένους, καθάπερ ὁ πατριάρχης πεποίηκεν ἐπὶ τῶν Σοδόμων, καθάπερ οἱ προφῆται πάντες ποιοῦντες διετέλεσαν. Καὶ γὰρ ὁ μὲν ἔλεγεν· Οι μοι, Κύριε, ἐξαλείφεις σὺ τὸ κατάλοιπον τοῦ Ἰσραήλ; ἕτερος δέ φησι· Ποιήσεις τοὺς ἀνθρώπους ὡς τοὺς ιχθύας τῆς θαλάσσης οὐκ ἔχοντας ἡγούμενον; Ἐπεὶ οὖν καὶ ἄνευ τούτου ὁ δίκαιος οὗτος διεταράττετο τὸν λογισμὸν, καὶ συνεχεῖτο τὴν διάνοιαν, ἵνα μὴ καὶ ἡ ὄψις καὶ ἡ θέα εἰς πλείονα αὐτὸν ἐμβάλῃ συντριβὴν, καθάπερ ἐν δεσμωτηρίῳ κατακλείει αὐτὸν ἐν τῇ κιβωτῷ, ὥστε μὴ τοῖς ὀφθαλμοῖς ὁρᾷν τὰ γινόμενα, μηδὲ εἰς δειλίαν καταστῆναι. Εικὸς γὰρ ἦν αὐτὸν ὁρῶντα τῶν ὑδάτων τὴν πλημμύραν ἀγωνιᾶσαι μὴ καὶ αὐτὸς ὑποβρύχιος γένηται. Κηδόμενος τοίνυν αὐτοῦ ὁ φιλάνθρωπος Θεὸς, οὐ συγχωρεῖ οὐδὲ θεάσασθαι τῶν ὑδάτων τὴν φορὰν, οὔτε ιδεῖν τὴν γινομένην ἀπώλειαν, καὶ τὴν τῆς οἰκουμένης πανωλεθρίαν. Ἐγὼ δὲ ὅταν λογίσωμαι τὴν ἐν τῇ κιβωτῷ τοῦ δικαίου τούτου διαγωγὴν, ἐκπλήττομαι καὶ θαυμάζω, καὶ πάλιν τῇ τοῦ Θεοῦ φιλανθρωπίᾳ τὸ πᾶν λογίζομαι. Εἰ μὴ γὰρ ἐκείνη ἦν ἡ νευροῦσα αὐτοῦ τὸν λογισμὸν, καὶ τὰ δύσκολα εὔκολα ἐργαζομένη, πῶς ἂν, ειπέ μοι, ἐνεγκεῖν ἠδυνήθη καθάπερ ἐν εἱρκτῇ τινι καὶ δεσμωτηρίῳ χαλεπῷ οὕτως αὐτόθι ἐγκεκλεισμένος; πῶς δὲ ἴσχυσεν, ειπέ μοι, ἀντισχεῖν πρὸς τὸν τοσοῦτον πάταγον τῶν κυμάτων; Εἰ γὰρ ἐν πλοίῳ τυγχάνοντες οἱ ἄνθρωποι, καὶ ιστίῳ κεχρημένοι. καὶ τὸν κυβερνήτην ὁρῶντες ἐπὶ τῶν οἰάκων καθήμενον, καὶ τῇ οἰκείᾳ τέχνῃ πρὸς τὴν τῶν ἀνέμων ῥύμην ἱστάμενον, ἐπειδὰν ἴδωσι κυμάτων σφοδρότητα, ἀποθνήσκουσι τῷ δέει, καὶ περὶ αὐτῆς, ὡς ειπεῖν, σωτηρίας δεδοίκασι· τί ἂν εἴποι τις περὶ τοῦ δικαίου τούτου; Καθάπερ γὰρ ἐν δεσμωτηρίῳ, ὡς ἔφθην ειπὼν, τυγχάνων ἐν τῇ κιβωτῷ, ὧδε κἀκεῖσε περιεφέρετο, οὐ τὸν οὐρανὸν ιδεῖν δυνάμενος, οὐχ ἑτέρωθί που τοὺς ὀφθαλμοὺς ἀνατεῖναι, ἀλλ' ἔνδον συνεχόμενος καὶ οὐδὲν ὅλως ιδεῖν ἔχων ὃ παραμυθίαν αὐτῷ τινα φέρειν ἠδύνατο. Ἐπὶ μὲν γὰρ τῶν τὴν θάλατταν πλεόντων, κἂν τὰ κύματα κορυφωθῇ, ἔξεστι καὶ εἰς τὸν οὐρανὸν ἀναβλέποντα πολλάκις, καὶ κορυφὴν ὄρους θεασάμενον, καὶ πόλιν μακρὰν κατοπτεύσαντα
4. Observe here also the condescension of the expression! God shut his ark from outside, in order to teach us that He placed the righteous man in great security. And He added the word, Shut, and, From outside, on this account: so that it might not be possible for the righteous man to see the utter destruction taking place and undergo greater crushing of heart himself also. For even when reckoning up in mind that grievous tempest, and sketching in his reasoning the perdition of the race of men, the common end of all irrational creatures, both of men and of cattle, and the extermination, so to speak, of the earth itself, he was confounded and troubled. For even though those who perished were wicked, yet the souls of the righteous are wont to display great compassion whenever they see men being punished; and you will find each of the righteous and of the prophets making earnest supplication on their behalf, just as the patriarch did in the case of Sodom, just as all the prophets continued doing. For one said: Ah me, O Lord, dost Thou blot out the remnant of Israel? while another says: Wilt Thou make men like the fishes of the sea that have no ruler? Since, therefore, even apart from this, this righteous man was troubled in his reasoning and confounded in his mind, lest the sight and the spectacle also should cast him into greater crushing of heart, He shuts him up in the ark as in a prison, so that he might neither see with his eyes the things taking place nor fall into cowardly dread. For it was likely that, seeing the swelling surge of the waters, he would be in anguish lest he himself also become submerged. Caring for him, therefore, the man-loving God does not permit him so much as to behold the rush of the waters, or to see the perdition taking place and the utter destruction of the inhabited world. Now whenever I reckon up with myself the way of life of this righteous man in the ark, I am struck with amazement and marvel, and once more I set it all down to the loving-kindness of God. For had it not been that which nerved his reasoning and made difficult things easy, how, tell me, would he have been able to endure it, shut up right there as in some wardhouse and grievous prison? And how, tell me, did he have the strength to hold out against so great a crashing of the waves? For if men on board a ship, both using a sail and seeing the pilot sitting at the helms and standing by his own skill against the rush of the winds, whenever they see the violence of waves, die of fright and fear for their very preservation, so to speak—what could one say concerning this righteous man? For being in the ark as in a prison, as I just said, he was borne round hither and thither, able neither to see the sky nor to lift up his eyes anywhere else, but hemmed in within and having nothing at all to see that could bring him any consolation. For in the case of those sailing the sea, even if the waves tower high, it is possible, both by looking up often to the sky, and by beholding a mountaintop, and by espying a distant city,
Notes, col. 223

On the reading

Printed αι, for αἱ.

Printed υιῶν, for υἱῶν.

Printed αὐτου, for αὐτοῦ.

Printed ὁρᾷν, for ὁρᾶν.

Printed ειπεῖν, for εἰπεῖν.

Printed ειώθασι, for εἰώθασι.

Printed Οι, for Οἴ.

Printed ιχθύας, for ἰχθύας.

Printed Εικὸς, for Εἰκὸς.

Printed ιδεῖν, for ἰδεῖν.

Printed ειπέ, for εἰπέ.

Printed ιστίῳ, for ἱστίῳ.

Printed κεχρημένοι., for κεχρημένοι,.

Printed ειπὼν, for εἰπὼν.