συγκαταβάσεως τὴν ὑπερβολήν· οὐδὲν περὶ τῶν ἀοράτων δυνάμεων διαλέγεται, οὐδὲ λέγει, ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τοὺς ἀγγέλους, ἢ τοὺς ἀρχαγγέλους· οὐχ ἁπλῶς, οὐδὲ εἰκῆ ταύτην ἡμῖν ἔτεμε τῆς διδασκαλίας τὴν ὁδόν. Ἐπειδὴ γὰρ Ἰουδαίοις διελέγετο τοῖς περὶ τὰ παρόντα ἐπτοημένοις, καὶ οὐδὲν νοητὸν φαντασθῆναι δυναμένοις, ἀπὸ τῶν αἰσθητῶν τέως αὐτοὺς ἐνάγει πρὸς τὸν τῶν ὅλων δημιουργὸν, ἵνα ἐκ τῶν δημιουργημάτων τὸν τεχνίτην τοῦ παντὸς καταμαθόντες προσκυνήσωσι τὸν ἐργασάμενον, καὶ μὴ ἐναπομείνωσι τοῖς κτίσμασιν. Εἰ γὰρ καὶ τούτου γινομένου οὐκ ἐπαύσαντο τὰ κτίσματα θεοποιοῦντες, καὶ περὶ τὰ ἀτιμότατα τῶν ἀλόγων τὸ σέβας ἐπιδεικνύμενοι, ποῦ οὐκ ἂν μανίας ἐξώκειλαν, εἰ μὴ τοσαύτῃ τῇ συγκαταβάσει ἐχρήσατο;
surpassing greatness of the condescension: he converses not at all concerning the invisible powers, nor does he say, in the beginning God made the angels, or the archangels; not merely, nor in vain, did he cut this road of teaching for us. For since he was conversing with Jews who were eagerly set upon present things, and able to conceive nothing intelligible, from sensible things meanwhile he leads them on towards the Creator of the universe, so that, having learned thoroughly from the things fashioned the Artificer of the all, they might worship Him Who wrought them, and not remain stayed among the creatures. For if, even when this came to pass, they did not cease deifying the creatures, and displaying veneration concerning the most dishonourable of brute beasts, to what pitch of madness would they not have drifted away, if he had not employed so great condescension?
γʹ. Καὶ μὴ ξενισθῇς, ἀγαπητὲ, εἰ Μωσῆς ταύτην ἔρχεται τὴν ὁδὸν, ἐν ἀρχῇ καὶ ἐν προοιμίοις τοῖς παχυτέροις Ἰουδαίοις διαλεγόμενος, ὅπου γε καὶ ὁ Παῦλος ἐν τῇ χάριτι, ἡνίκα τοσαύτη ἡ ἐπίδοσις γέγονε τοῦ κηρύγματος, μέλλων τοῖς ἐν Ἀθήναις διαλέγεσθαι, ἀπὸ τῶν ὁρωμένων ποιεῖται πρὸς αὐτοὺς τὴν διδασκαλίαν οὕτω λέγων· Ὁ Θεὸς ὁ ποιήσας τὸν κόσμον, καὶ πάντα τὰ ἐν αὐτῷ, οὗτος οὐρανοῦ καὶ γῆς Κύριος ὑπάρχων, οὐκ ἐν χειροποιήτοις ναοῖς κατοικεῖ, οὐδὲ ὑπὸ χειρῶν ἀνθρώπων θεραπεύεται. Ἐπειδὴ γὰρ ᾔδει ταύτην αὐτοῖς κατάλληλον οὖσαν τὴν διδασκαλίαν, ταύτην ἦλθε τὴν ὁδόν. Πρὸς γὰρ τοὺς δεχομένους τὰ παρ' αὐτοῦ διδάγματα, οὕτως ὑπὸ τοῦ Πνεύματος ὁδηγούμενος καὶ τὴν διδασκαλίαν ἐποιεῖτο. Καὶ ἵνα μάθῃς, ὅτι ἡ τῶν προσώπων διαφορὰ καὶ ἡ τῶν ἀκουόντων παχύτης τούτου αἰτία γίνεται, ἄκουε αὐτοῦ, ἡνίκα πρὸς Κολοσσαεῖς ἐπέστελλε, μηκέτι ταύτην ἐρχομένου τὴν ὁδὸν, ἀλλ' ἑτέρως αὐτοῖς διαλεγομένου καὶ λέγοντος· Ὅτι ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα τὰ ἐν τοῖς οὐρανοῖς, καὶ τὰ ἐπὶ τῆς γῆς, τὰ ὁρατὰ καὶ τὰ ἀόρατα, εἴτε θρόνοι, εἴτε κυριότητες, εἴτε ἀρχαὶ, εἴτε ἐξουσίαι, τὰ πάντα δι' αὐτοῦ καὶ εἰς αὐτὸν ἐκτίσθη. Καὶ Ἰωάννης δὲ ὁ τῆς βροντῆς υἱὸς ἐβόα λέγων· Πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν. Ἀλλ' οὐχ ὁ Μωσῆς οὕτως· εἰκότως· οὐδὲ γὰρ ἦν εὔλογον τοῖς ἔτι γαλακτοτροφεῖσθαι δεομένοις στερεᾶς μεταδοῦναι τροφῆς. Καθάπερ γὰρ οἱ διδάσκαλοι οἱ παρὰ τῶν γονέων τὰ παιδία δεχόμενοι τὰ πρῶτα στοιχεῖα αὐτοῖς παραδιδόασιν, οἱ δὲ παρ' ἐκείνων τὰ παιδία λαμβάνοντες, τὰ τελειότερα τῶν μαθημάτων αὐτοῖς ἐνηχοῦσι· τὸν αὐτὸν δὴ τρόπον καὶ ὁ μακάριος Μωσῆς, καὶ ὁ τῶν ἐθνῶν διδάσκαλος, καὶ ὁ τῆς βροντῆς υἱὸς πεποιήκασιν. Ὁ μὲν γὰρ ἐκ προοιμίων παραλαβὼν τὴν φύσιν τὴν ἀνθρωπίνην, τὰ πρῶτα στοιχεῖα τοὺς ἀκούοντας ἐπαίδευσεν· οὗτοι δὲ παρὰ Μωσέως παραλαβόντες, λοιπὸν τὰ τελειότερα παρεδίδοσαν. Τέως οὖν ἐμάθομεν τῆς συγκαταβάσεως τὴν αἰτίαν, καὶ ὅτι Πνεύματι φθεγγόμενος καταλλήλως τοῖς ἀκούουσιν, ἅπαντα ἐξετίθετο, πάσας ὁμοῦ τὰς δίκην ζιζανίων ἐπιφυομένας αἱρέσεις τῇ Ἐκκλησίᾳ κάτωθεν ἀνασπῶν διὰ τοῦ εἰπεῖν· Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν. Κἂν γὰρ Μανιχαῖος προσέλθῃ λέγων τὴν ὕλην προϋπάρχειν, κἂν Μαρκίων, κἂν Οὐαλεντῖνος, κἂν Ἑλλήνων παῖδες, λέγε πρὸς αὐ-
3. And do not be struck with surprise, beloved, if Moses comes this road, conversing in the beginning and in the preludes with the grosser Jews, seeing that Paul also under grace, when so great an advance of the preaching had come to pass, being about to converse with those in Athens, makes his teaching to them from the things seen, saying thus: The God Who made the world and all things in it, He, being Lord of heaven and earth, dwells not in temples made with hands, nor is He served by human hands. For since he knew that this teaching was suited to them, he came this road. For in accordance with those receiving the teachings from him, thus, guided by the Spirit, he also fashioned his teaching. And that you may learn that the difference of persons and the grossness of the hearers becomes the cause of this, hear him, when he wrote to the Colossians, no longer coming this road, but conversing with them otherwise and saying: For in Him were created all things in the heavens and upon the earth, the visible and the invisible, whether thrones, or dominions, or principalities, or authorities: all things were created through Him and unto Him. And John too, the son of thunder, cried aloud, saying: All things came into being through Him, and without Him came into being not even one thing. Yet Moses did not do so; reasonably; for neither was it reasonable to impart solid nourishment to those still needing to be fed with milk. For just as teachers who receive children from their parents hand on to them the first elements, whereas those who take the children from them sound into their ears the more perfect of lessons; in the very same way both the blessed Moses, and the teacher of the Gentiles, and the son of thunder have done. For the one, having received human nature from the outset, instructed his hearers in the first elements; whereas these, having received them from Moses, henceforth handed on the more perfect things. Meanwhile, therefore, we have learned the cause of the condescension, and that, uttering in the Spirit suitably to his hearers, he set forth all things, plucking up at once from beneath all the heresies springing up like darnel upon the Church, through saying: In the beginning God made the heaven and the earth. For even if Manichaeus should approach saying that matter pre-exists, even if Marcion, even if Valentinus, even if the children of the Greeks, say to them