Migne Reading Room

PG 53 · cols. 147–152 · Read from the page

In Genesin Homilia XVIII (ΟΜΙΛΙΑ ΙΗʹ; Gen. 3:20–4:2)

In Genesin Homilia XVIII (ΟΜΙΛΙΑ ΙΗʹ; Gen. 3:20–4:2)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 53:147Read from the page
Μέχρις ἐκείνου ταῦτα ὑπομενεῖς, ἕως ἂν τὸ τέλος τῆς ζωῆς σοι ἐπαχθήσεται, καὶ εἰς ἐκείνην διαλυθῇς, ἐξ ἧς καὶ ἐπλάσθης. Εἰ γὰρ καὶ σώματός σοι φύσιν ἐχαρισάμην διὰ τὴν ἐμαυτοῦ φιλανθρωπίαν, ἀλλ' αὐτὸ τὸ σῶμα ἀπὸ γῆς ὂν, γῆ πάλιν ἔσται. Γῆ γὰρ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ. Ἵνα γὰρ μὴ ταῦτα γένηται, διὰ τοῦτο εἶπον, Μὴ ἅψησθε τοῦ ξύλου, εἰπὼν, ὅτι Ἧ ἂν ἡμέρᾳ φάγητε ἀπ' αὐτοῦ, θανάτῳ ἀποθανεῖσθε. Οὐ γὰρ ἐβουλόμην τοῦτο· ἀλλ' ἐπειδὴ τὰ μὲν παρ' ἐμοῦ ἅπαντα γεγένηται, σὺ δὲ σαυτῷ ταῦτα προεξένησας, ἐπὶ μηδένα ἕτερον τὴν αἰτίαν ἔπαγε, ἀλλὰ τῇ σαυτοῦ ῥᾳθυμίᾳ πᾶν ἐπίγραφε. Ἀλλὰ πάλιν ἡμῖν ἕτερον ζήτημα ἐντεῦθεν τίκτεται, ὅπερ, εἰ βούλεσθε, συντόμως διαλύσαντες τὸ τηνικαῦτα καταπαύσομεν τὸν λόγον. Εἶπε, φησὶν, ὁ Θεός· Ἧ ἂν ἡμέρᾳ φάγητε ἀπ' αὐτοῦ, θανάτῳ ἀποθανεῖσθε· δείκνυνται δὲ ζήσαντες μετὰ τὴν παρακοὴν, καὶ τὸ τῆς βρώσεως μετασχεῖν, πολλῶν ἐτῶν ἀριθμόν. Τοῦτο δοκεῖ μὲν ἁπλῶς τοῖς ἐπιπολαίως ἐντυγχάνουσι τοῖς ἐγκειμένοις ἔχειν ζήτησίν τινα· εἰ δέ τις εὐγνωμόνως τὴν ἀκοὴν ὑπόσχοιτο, σαφές ἐστι τὸ εἰρημένον καὶ οὐδεμίαν τῷ προσέχοντι ζήτησιν ἔχον. Εἰ γὰρ καὶ πολὺν ἐτῶν χρόνον ἔζησαν, ἀλλ' ὅμως ἀφ' ἧς ἤκουσαν τὸ, Γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ, καὶ τὴν ἀπόφασιν ἐδέξαντο τοῦ θανάτου, καὶ θνητοὶ γεγόνασι, καὶ ἐξ ἐκείνου ἄν τις εἴπεν αὐτοὺς τεθνηκέναι. Τοῦτο οὖν καὶ ἡ Γραφὴ αἰνιττομένη εἶπεν, ὅτι Ἧ δ' ἂν ἡμέρᾳ φάγητε, θανάτῳ ἀποθανεῖσθε· ἀντὶ τοῦ, Τὴν ἀπόφασιν δέξεσθε τοῦ θνητοὶ λοιπὸν εἶναι. Καθάπερ γὰρ ἐπὶ τῶν δικαστηρίων τῶν ἀνθρωπίνων, ἐπειδὰν ἀπόφασίν τις δεξάμενος τοῦ πάντως τὴν κεφαλὴν ἀποτμηθῆναι, εἶτα εἰς τὸ δεσμωτήριον ἐμβληθῇ, κἂν ἐπὶ πολὺν χρόνον διαμένῃ, οὐδὲν ἄμεινον τῶν νεκρῶν καὶ τεθνηκότων διάξει, τῇ ἀποφάσει τεθνηκώς· τὸν αὐτὸν δὴ τρόπον καὶ οὗτοι, ἐξ ἐκείνης τῆς ἡμέρας, ἐξ ἧς τὴν ἀπόφασιν ἐδέξαντο τῆς θνητότητος, εἰ καὶ πολὺν διήρκεσαν χρόνον, ἀλλὰ τῇ ἀποφάσει τεθνήκασιν. Οἶδα ὅτι πολλὰ τὰ εἰρημένα καὶ εἰς πολὺ μῆκος ἡμῖν ἐξετάθη τὰ τῆς διδασκαλίας· διὸ ἐπειδὴ τῇ τοῦ Θεοῦ χάριτι κατὰ δύναμιν ἡμετέραν ἅπαντα εἰς μέσον ὑμῖν προθέντες τέλος ἐπεθήκαμεν τοῖς ἀναγνωσθεῖσι, συστείλωμεν ἐνταῦθα τὸν λόγον.
Until that time you shall endure these things, until the end of life is brought upon you, and you are dissolved into that earth out of which you were also moulded. For even though I graciously bestowed upon you the nature of a body on account of My loving-kindness, yet the body itself, being from earth, shall be earth again. For earth you are, and to earth you shall depart. For that these things might not come to pass, on this account I said: Do not touch the tree, saying: On whatever day you eat from it, you shall die the death. For I did not will this; but since all things on My part have been done, whereas you procured these things for yourself, bring the blame upon no one else, but ascribe the whole to your own indolence. Yet again another question is born for us from this point, after briefly resolving which, if you please, we shall then bring our discourse to a close. God said, it says: On whatever day you eat from it, you shall die the death; yet they are shown to have lived a number of many years after their disobedience and partaking of the food. To those who encounter what lies in the text superficially, this seems simply to involve some question; yet if anyone lends his ear with fair mindedness, what is said is clear and holds no question at all for one who pays heed. For even though they lived a long span of years, nevertheless from the day they heard the words, Earth you are, and to earth you shall depart, they both received the sentence of death and became mortal, and from that time one might say that they had died. Hinting at this, therefore, Scripture also said: On whatever day you eat, you shall die the death; instead of saying: You shall receive the sentence of being mortal henceforth. For just as in human courts of justice, whenever someone, having received sentence that he is by all means to be beheaded, is then cast into prison, even if he remains for a long time, he will pass his life no better than corpses and the dead, having died by the sentence; in the very same way these also, from that day on which they received the sentence of mortality, even though they lasted a long time, yet by the sentence have died. I know that the things spoken are many and the matters of our teaching have been drawn out to great length for us; wherefore, since by the grace of God we have set forth all things before you according to our power and have placed an end upon the things read, let us draw in our discourse here.
ιʹ. Ἐνῆν μὲν γὰρ καὶ ἕτερα προσθέντας δεῖξαι πάλιν καὶ ταύτην αὐτὴν τὴν τιμωρίαν τὴν ἐπαχθεῖσαν, καὶ τὸ θνητοὺς γενέσθαι πολλὴν ἔχουσαν ἄβυσσον φιλανθρωπίας· ἀλλὰ ἵνα μὴ τῷ πολλῷ πλήθει καταχώσωμεν ὑμῶν τὴν διάνοιαν, φέρε, παρακαλέσωμεν ὑμᾶς ἐντεῦθεν ἐξελθόντας μὴ εἰς ἀνονήτους συλλόγους ἑαυτοὺς ἐκδιδόναι, μηδὲ εἰς φλυαρίας ἀκαίρους, ἀλλὰ καθ' ἑαυτοὺς συνιέντας μετ' ἀλλήλων συλλέγειν τὰ εἰρημένα, καὶ εἰς ὑπόμνησιν ἑαυτοὺς ἄγειν, τί μὲν ὁ δικαστὴς ἀπεκρίνατο, τί δὲ οἱ ὑπεύθυνοι ἀπελογήσαντο, καὶ πῶς ὁ μὲν ἐπ' ἐκείνην τὴν αἰτίαν μετήγαγεν, ἐκείνη δὲ ἐπὶ τὸν ὄφιν, καὶ πῶς καὶ τοῦτον ἐτιμωρήσατο, καὶ ὅτι διηνεκῆ καὶ τῷ παντὶ αἰῶνι συμπαρεκτεινομένην αὐτῷ τὴν τιμωρίαν ἐπήγαγε, καὶ σφοδρὰν τὴν κατ' αὐτοῦ ἀγανάκτησιν ἐποιήσατο, καὶ διὰ τούτου δεικνὺς τὴν πρὸς τοὺς ἀπατηθέντας κηδεμονίαν. Δι' ὧν γὰρ τὸν ἀπατήσαντα οὕτως ἠμύνατο, δῆλον ὅτι εἰς τοὺς πάνυ αὐτῷ περισπουδάστους τὴν ἀπάτην εἰργάσατο. Εἶτα ἐντεῦθεν μνημονεύσατε τοῦ ἐπιτιμίου τῆς γυναικὸς, καὶ τῆς κολάσεως τῆς ἐπαχθείσης αὐτῇ, μᾶλλον δὲ τῆς νουθεσίας, καὶ οὕτω τὰ πρὸς τὸν Ἀδὰμ εἰρημένα μνημονεύσαντες, καὶ τῆς
10. For it were possible, by adding other things as well, to show once again that both this very punishment that was inflicted and their becoming mortal hold a great abyss of loving-kindness; yet lest we overwhelm your mind with the great multitude of words, come, let us exhort you, when you go forth from here, not to give yourselves up to unprofitable gatherings nor to unseasonable idle talk, but coming together by yourselves to gather up with one another the things that have been spoken, and to bring yourselves to remembrance of what the Judge answered, and what defence the accused made, and how the man shifted the blame onto her, and she onto the serpent, and how He punished him also, and that He brought upon him a punishment perpetual and coextensive with the whole age, and displayed vehement indignation against him, through this also showing His care towards those who had been deceived. For by the fact that He so avenged Himself upon the deceiver, it is plain that the latter wrought his deceit against those exceedingly cherished by Him. Then from there call to mind the penalty of the woman, and the chastisement laid upon her, or rather the admonition, and thus having called to mind the things spoken to Adam, and
PG 53:148Read from the page
ἀποφάσεως εἰς ἔννοιαν ἐλθόντες, Ὅτι γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ, ἐντεῦθεν ἐκπλάγητε τὴν ἄφατον τοῦ Θεοῦ φιλανθρωπίαν, ὅτι ἡμᾶς τοὺς ἐκ τῆς γῆς ὄντας, καὶ εἰς γῆν διαλυομένους, εἰ βουληθείημεν ἀρετὴν μετελθεῖν, καὶ κακίαν φυγεῖν, τῶν ἀπορρήτων ἐκείνων ἀγαθῶν ἀξιοῦν ἐπηγγείλατο τῶν ἡτοιμασμένων τοῖς ἠγαπηκόσιν αὐτὸν, Ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη. Χάριν τοίνυν πολλὴν ὀφείλομεν ἡμῶν ὁμολογεῖν τῷ Δεσπότῃ ὑπὲρ τῶν τηλικούτων εὐεργεσιῶν, καὶ μηδέποτε λήθῃ ταῦτα παραπέμπειν, ἀλλὰ διὰ τῶν ἀγαθῶν ἔργων καὶ τῆς πολλῆς τῶν φαύλων ἀποφυγῆς, τοῦτον ἐξιλεωσώμεθα καὶ εὐμενῆ ἡμῖν καταστήσωμεν. Πῶς γὰρ οὐ πάσης τοῦτο ἀγνωμοσύνης δεῖγμα, εἰ αὐτὸς μὲν, Θεὸς ὢν καὶ ἀθάνατος, τὴν φύσιν ἀναλαβέσθαι τὴν θνητὴν ἡμῶν καὶ γήϊνον οὐσίαν οὐ παρῃτήσατο, καὶ τῆς ἀρχαίας νεκρώσεως ἀπαλλάξαι, καὶ ὑπὲρ τὸν οὐρανὸν ταύτην ἀναβιβάσαι, καὶ τῇ πατρικῇ συνεδρίᾳ τιμῆσαι, καὶ ὑπὸ πάσης τῆς οὐρανίας στρατιᾶς προσκυνεῖσθαι καταξιῶσαι, ἡμεῖς δὲ τὰ ἐναντία τούτῳ ἀνταμεῖψαι οὐ κατῃδέσθημεν, ἀλλὰ καὶ τὴν ἀθάνατον ψυχὴν, ὡς ἄν τις εἴποι, τῇ σαρκὶ προσκολλήσαντες, γήϊνον αὐτὴν καὶ νεκρὰν καὶ ἀνενέργητον γενέσθαι κατεσκευάσαμεν; Μὴ, παρακαλῶ, μὴ οὕτως ἀγνώμονες ὦμεν περὶ τὸν τοσαῦτα ἡμᾶς εὐεργετηκότα, ἀλλὰ τοῖς αὐτοῦ νόμοις ἑπόμενοι, τὰ αὐτῷ δοκοῦντα καὶ εὐάρεστα ὄντα διαπραττώμεθα, ἵνα καὶ τῶν αἰωνίων ἀγαθῶν ἀξίους ἡμᾶς ἀναδείξῃ· ὧν γένοιτο πάντας ἡμᾶς ἀξιωθῆναι, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
having come to realize the sentence, For earth you are, and to earth you shall depart, marvel from this at the ineffable loving-kindness of God, that us who are from the earth and are dissolved into earth, if we should will to pursue virtue and flee wickedness, He promised to deem worthy of those unutterable good things prepared for those who love Him, Which eye has not seen, and ear has not heard, and have not arisen upon the heart of man. Great gratitude, therefore, do we owe to confess to our Master for benefits so great, and never to consign them to oblivion, but through good works and great avoidance of evil things let us propitiate Him and render Him gracious to us. For how is this not a proof of utter ingratitude, if He Himself, though being God and immortal, did not decline to take up our mortal nature and earthly substance, and to deliver it from the ancient deadness, and to exalt it above heaven, and to honour it with the Paternal throne-fellowship, and to deem it worthy to be worshipped by all the heavenly host, whereas we were not ashamed to repay Him the opposite, but even by gluing our immortal soul, as one might say, to the flesh, caused it to become earthly and dead and inactive? Let us not, I pray, let us not be so ungrateful towards Him Who has bestowed so many benefits upon us, but following His laws, let us accomplish the things that seem good and well-pleasing to Him, so that He may also declare us worthy of the eternal good things; of which may it befall us all to be deemed worthy, by the grace and loving-kindness of our Lord Jesus Christ, with Whom to the Father, together with the Holy Spirit, be glory, dominion, honour, now and ever, and unto the ages of ages. Amen.
ΟΜΙΛΙΑ ΙΗʹ.
Homily XVIII.
Καὶ ἐκάλεσεν Ἀδὰμ τὸ ὄνομα τῆς γυναικὸς αὐτοῦ, Ζωὴ, ὅτι αὕτη μήτηρ πάντων τῶν ζώντων. Καὶ ἐποίησε Κύριος ὁ Θεὸς τῷ Ἀδὰμ καὶ τῇ γυναικὶ αὐτοῦ χιτῶνας δερματίνους, καὶ ἐνέδυσεν αὐτούς. Καὶ εἶπεν ὁ Θεός· Ἰδοὺ Ἀδὰμ γέγονεν ὡς εἷς ἐξ ἡμῶν.
And Adam called the name of his wife Life, because she is the mother of all the living. And the Lord God made for Adam and his wife tunics of skin, and clothed them. And God said: Behold, Adam has become as one of Us.
αʹ. Εἴδετε χθὲς Δικαστοῦ φιλανθρωπίαν; εἴδετε ἐξέτασιν ἀγαθότητος γέμουσαν; εἴδετε τιμωριῶν διαφοράν; πῶς μὲν ὁ διὰ τῆς ἀπάτης ὑποσκελίσας ἐτιμωρήθη, πῶς δὲ ἡ τοῖς ὑποσκελισθεῖσιν ἐπαχθεῖσα τιμωρία πολλὴν δείκνυσι τὴν τοῦ Θεοῦ φιλανθρωπίαν; εἴδετε πόσης ἡμῖν ὠφελείας γέγονεν ὑπόθεσις τὸ παραστῆναι τῷ δικαστηρίῳ, καὶ ἰδεῖν ὅπως προεχώρησεν ἡ ἐξέτασις; Ἔγνωμεν γὰρ, ὅσων τε καὶ ἡλίκων ἀγαθῶν ἑαυτοὺς ἀπεστέρησαν ὅ τε Ἀδὰμ, ἥ τε Εὔα, διὰ τῆς παραβάσεως τῆς δοθείσης ἐντολῆς, γυμνωθέντες τῆς δόξης ἐκείνης τῆς ἀφάτου, καὶ τῆς ζωῆς τῆς οὐδὲν ἔλαττον σχεδὸν ἐχούσης τῶν ἀγγέλων. Εἴδομεν τὴν ἀνεξικακίαν τοῦ Δεσπότου, ἐπαιδεύθημεν ὅσον κακόν ἐστι ῥᾳθυμία, καὶ ὅπως καὶ τῶν ἤδη ὑπηργμένων ἀγαθῶν γυμνοὺς καὶ ἐρήμους ἡμᾶς ἐργάζεται, καὶ ἐν πολλῇ καθίστησι τῇ αἰσχύνῃ. Διὸ, παρακαλῶ, νήφωμεν, καὶ τὰ ἐκείνων πτώματα ἡμῖν γενέσθω φάρμακα, καὶ ἡ ἐκείνων ῥᾳθυμία ἡμῖν γενέσθω ἀσφαλείας ὑπόθεσις· ἐπειδὴ καὶ μείζων ἡ τιμωρία τοῖς εἰς τὸ ἑξῆς τὰ αὐτὰ πλημμελοῦσιν, ὅσῳ μηδὲ τοῖς ὑποδείγμασι σωφρονέστεροι γενέσθαι ἠβουλήθησαν. Οὐδὲ γὰρ οἱ μετὰ ταῦτα τὰ αὐτὰ τοῖς προτέροις ἁμαρτάνοντες τὴν αὐτὴν εἰσπράττονται δίκην. Καὶ τοῦτο συντόμως μαθεῖν ἔξεστιν ἀπὸ τοῦ σοφοῦ διδασκάλου τῆς οἰκουμένης, τοῦ
1. Did you see yesterday a Judge's loving-kindness? Did you see an inquiry brimming with goodness? Did you see a difference of punishments: how on the one hand he who tripped them up through deceit was punished, and how on the other hand the punishment laid upon those who were tripped up shows the great loving-kindness of God? Did you see of how great a benefit it became the occasion for us to stand beside the tribunal and to see how the inquiry proceeded? For we learned of how many and how great good things both Adam and Eve deprived themselves through the transgression of the commandment given, having been stripped of that ineffable glory and of a life holding almost nothing less than the angels. We saw the forbearance of the Master, we were taught how great an evil indolence is, and how it renders us stripped and bereft even of the good things already at hand, and sets us in great shame. Wherefore, I pray, let us be sober, and let their falls become medicines for us, and let their indolence become a ground of safety for us; since greater also is the punishment for those who commit the same offences hereafter, inasmuch as they did not wish to become more chastened even by the examples. For neither are those who afterwards sin the same sins as those before exacted the same penalty. And this one may briefly learn from the wise teacher of the inhabited world, the
PG 53:149Read from the page
μακαρίου Παύλου φημὶ, λέγοντος· Ὅσοι γὰρ ἀνόμως ἥμαρτον, ἀνόμως καὶ ἀπολοῦνται· καὶ ὅσοι ἐννόμως ἥμαρτον, διὰ νόμου κριθήσονται. Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· Οὐ τὴν αὐτὴν δώσουσι δίκην οἱ πρὸ τοῦ νόμου, καὶ οἱ μετὰ τὸν νόμον, ἀλλὰ βαρυτέρας ὑποστήσονται τιμωρίας οἱ μετὰ τὴν τοῦ νόμου δόσιν ἁμαρτάνοντες. Ὅσοι γὰρ ἀνόμως ἥμαρτον, ἀνόμως καὶ ἀπολοῦνται· τουτέστιν, ἡμερωτέραν αὐτοῖς ποιεῖ τὴν τιμωρίαν τὸ μὴ ἔχειν τὴν ἀπὸ τοῦ νόμου διδασκαλίαν τε καὶ βοήθειαν. Καὶ ὅσοι ἐν νόμῳ ἥμαρτον, διὰ νόμου κριθήσονται. Οὗτοι δὲ, φησὶν, ἐπειδὴ καὶ τὸν νόμον ἔσχον διδάσκαλον, καὶ οὐδὲ οὕτως ἐσωφρονίσθησαν, ἀλλὰ τὰ αὐτὰ ἐκείνοις ἥμαρτον, μείζονα καὶ τὴν δίκην τίσουσι. Ἀλλ' ἀκούσωμεν καὶ τῶν σήμερον ἀναγνωσθέντων. Καὶ ἐκάλεσε, φησὶν, Ἀδὰμ τὸ ὄνομα τῆς γυναικὸς αὐτοῦ, Εὔα, ὅπερ ἐστὶ ζωὴ, ὅτι αὕτη μήτηρ πάντων τῶν ζώντων. Ὅρα τῆς θείας Γραφῆς τὴν ἀκρίβειαν, πῶς οὐδὲ τοῦτο παρῆκεν, ἀλλ' ἐδίδαξεν ἡμᾶς, ὅτι καὶ τῇ γυναικὶ προσηγορίαν ὁ Ἀδὰμ ἐπέθηκεν. Ἐκάλεσε, γὰρ, φησὶ, τὸ ὄνομα τῆς γυναικὸς αὐτοῦ, Εὔα, ὅπερ ἐστὶ ζωὴ, ὅτι αὕτη μήτηρ πάντων τῶν ζώντων· τουτέστιν, αὕτη ἀρχή ἐστι πάντων τῶν ἐξ αὐτῆς ἐσομένων, καὶ ῥίζα καὶ θεμέλιος τῆς μετὰ ταῦτα γενεᾶς. Εἶτα μετὰ τὸ διδάξαι ἡμᾶς τὴν ἐπιτεθεῖσαν τῇ γυναικὶ προσηγορίαν, πάλιν δείκνυσιν ἡμῖν τοῦ Θεοῦ τὴν ἀγαθότητα, ὅπως οὐ περιορᾷ ἐν τοσαύτῃ αἰσχύνῃ καὶ γυμνότητι τοὺς ὑπ' αὐτοῦ δημιουργηθέντας. Καὶ ἐποίησε, φησὶ, Κύριος ὁ Θεὸς τῷ Ἀδὰμ καὶ τῇ γυναικὶ αὐτοῦ χιτῶνας δερματίνους, καὶ ἐνέδυσεν αὐτούς. Καθάπερ γὰρ πατὴρ εὔσπλαγχνος παῖδα ἔχων εὐγενῆ, καὶ μετὰ πάσης ἐπιμελείας ἀνατρεφόμενον, καὶ τρυφῆς ἁπάσης ἀπολαύοντα, καὶ ἑστίᾳ λαμπρᾷ κεχρημένον, καὶ σηρικὰ ἱμάτια περιβεβλημένον, καὶ μετὰ ἀδείας τῇ περιουσίᾳ καὶ τῷ πλούτῳ κεχρημένον τῷ πατρικῷ, ὁρῶν ὕστερον ἀπὸ τῆς ἀνέσεως ταύτης τῆς πολλῆς εἰς κρημνὸν κακίας ἐξοκείλαντα, πάντων ἐκείνων ἀποστερήσας καὶ τῇ ἑαυτοῦ ἐξουσίᾳ ὑποτάξας, καὶ τῆς ἐσθῆτος γυμνώσας, ἱμάτιον εὐτελὲς αὐτῷ πολλάκις καὶ δουλικὸν περιτίθησιν, ὥστε μὴ πάντῃ γυμνὸν εἶναι καὶ ἀσχημονεῖν· οὕτω δὴ καὶ ὁ φιλάνθρωπος Θεὸς, ἐπειδὴ ἀναξίους ἑαυτοὺς κατέστησαν τοῦ λαμπροῦ ἐκείνου καὶ φαιδροῦ ἐνδύματος, τοῦ περιστέλλοντος αὐτοὺς, καὶ παρασκευάζοντος ἀνωτέρους εἶναι τῶν σωματικῶν ἀναγκῶν, γυμνώσας αὐτοὺς τῆς δόξης ἐκείνης ἁπάσης, καὶ τῆς ἀπολαύσεως, ἧς πρότερον μετεῖχον, πρὶν ἢ πεσεῖν τὸ πτῶμα τοῦτο τὸ χαλεπὸν, πολὺν περὶ αὐτοὺς τὸν οἶκτον ἐπιδεικνύμενος, καὶ ἐλεῶν αὐτοὺς τῆς ἐκπτώσεως, καὶ ὁρῶν πολλὴν τὴν ἀσχημοσύνην περιβεβλημένους, καὶ οὐκ εἰδότας, ὅ τι καὶ πράξουσι, πρὸς τὸ μὴ γυμνοὺς εἶναι καὶ ἐνασχημονεῖν, χιτῶνας αὐτοῖς ἐργάζεται δερματίνους καὶ ἀμφιέννυσι. Τοιαῦτα γὰρ τὰ παρὰ τοῦ διαβόλου μηχανήματα· ἐπειδὰν γὰρ εὕρῃ τοὺς αὐτῷ πειθομένους, διὰ τῆς βραχείας ἡδονῆς ὑποσκελίσας, καὶ εἰς αὐτὸν τῆς κακίας τὸν βυθὸν καταγαγὼν, καὶ πάσης αἰσχύνης καὶ ἀτιμίας πληρώσας, ἀφίησι κεῖσθαι κάτω, ἐλεεινὸν θέαμα τοῖς ὁρῶσιν. Ἀλλ' ὁ τῶν ἡμετέρων ψυχῶν κηδεμὼν, ὁρῶν αὐτοὺς ἐν ἀμηχανίᾳ πολλῇ, οὐδὲ οὕτω περιιδεῖν ἀνέχεται, ἀλλὰ σκέπην αὐτοῖς ἐπινοεῖ, διὰ τῆς εὐτελείας τοῦ ἐνδύματος δεικνὺς αὐτοῖς οἵων ἑαυτοὺς κατέστησαν ἀξίους ἐνδυμάτων.
blessed Paul, I mean, who says: For as many as sinned without the law shall also perish without the law; and as many as sinned under the law shall be judged by the law. And what he says is of this sort: Those before the law and those after the law shall not pay the same penalty, but those who sin after the giving of the law shall undergo heavier punishments. For as many as sinned without the law shall also perish without the law; that is to say, not having the instruction and help that come from the law makes their punishment milder for them. And as many as sinned in the law shall be judged by the law. These, he says, since they had the law also as a teacher, and not even thus were chastened, but sinned the same sins as those others, shall also pay a greater penalty. Yet let us hear also the things read today. And Adam called, it says, the name of his wife Eve, which is life, because she is the mother of all the living. See the precision of divine Scripture, how it did not pass over even this, but taught us that Adam bestowed an appellation upon the woman as well. For he called, it says, the name of his wife Eve, which is life, because she is the mother of all the living; that is to say, she is the beginning of all who shall spring from her, and the root and foundation of the generation after these things. Then, after teaching us the appellation bestowed upon the woman, it once again shows us the goodness of God, how He does not overlook those fashioned by Him in so great shame and nakedness. And the Lord God made, it says, for Adam and his wife tunics of skin, and clothed them. For just as a compassionate father who has a well-born son, reared with all care, enjoying every luxury, using a splendid household, arrayed in silken garments, and freely using his paternal abundance and wealth, on seeing him afterwards run aground from this great ease onto a precipice of wickedness, deprives him of all those things, subjects him to his own authority, and stripping him of his raiment, often puts round him a mean and servile garment, so that he may not be altogether naked and behave unseemly; just so also God Who loves mankind, since they had rendered themselves unworthy of that bright and radiant garment which clad them and prepared them to be superior to bodily necessities, having stripped them of all that glory and of the enjoyment of which they formerly partook before falling this grievous fall, displaying great pity towards them, taking compassion on them for their fall, and seeing them arrayed in great unseemliness and not knowing what at all they should do so as not to be naked and act unseemly therein, fashions tunics of skin for them and clothes them. For such are the machinations that come from the devil: whenever he finds those who obey him, having tripped them up through brief pleasure, brought them down into the very pit of wickedness, and filled them with all shame and dishonour, he leaves them to lie below, a pitiable spectacle to those who behold them. Yet the Guardian of our souls, seeing them in great helplessness, does not endure to overlook them even thus, but devises a covering for them, showing them through the meanness of the garment of what sort of garments they had rendered themselves worthy.
PG 53:150Read from the page
Καὶ ἐποίησε Κύριος ὁ Θεὸς τῷ Ἀδὰμ καὶ τῇ γυναικὶ αὐτοῦ χιτῶνας δερματίνους, καὶ ἐνέδυσεν αὐτούς. Ὅρα πόση τῆς θείας Γραφῆς ἡ συγκατάβασις. Ἀλλ' ὅπερ πολλάκις εἶπον, καὶ νῦν λέγω· θεοπρεπῶς ἅπαντα νοῶμεν, καὶ τὸ, Ἐποίησεν, ἀντὶ τοῦ, Προσέταξεν, νοῶμεν. Ἐκέλευσε χιτῶνας δερματίνους αὐτοὺς περιβαλέσθαι ὑπόμνημα διηνεκὲς τῆς παρακοῆς.
And the Lord God made for Adam and his wife tunics of skin, and clothed them. See how great is the condescension of divine Scripture. Yet what I have often said, I say now also: let us understand all things in a manner befitting God, and let us understand the word He made as standing for He commanded. He bade them put on tunics of skin as a perpetual reminder of their disobedience.
βʹ. Ἀκουέτωσαν οἱ πλουτοῦντες, οἱ ἐντρυφῶντες τοῖς τῶν σκωλήκων νήμασι, καὶ τὰ σηρικὰ περιβαλλόμενοι, καὶ μανθανέτωσαν πῶς ἐξ ἀρχῆς καὶ ἐκ προοιμίων παιδεύων τὴν ἀνθρωπίνην φύσιν ὁ φιλάνθρωπος Δεσπότης, ἐπειδὴ διὰ τὴν παράβασιν τῷ ἐπιτιμίῳ τοῦ θανάτου γέγονεν ὑπεύθυνος ὁ πρωτόπλαστος, ἐχρῆν δὲ ἱμάτιον αὐτῷ περιτεθῆναι τὸ τὴν αἰσχύνην καλύπτον, δερματίνους αὐτοῖς ἐποίησε χιτῶνας, διδάσκων ἡμᾶς φεύγειν τὸν ὑγρὸν καὶ διαλελυμένον βίον, καὶ μὴ τὸν ἀνειμένον καὶ βλακείας γέμοντα μεταδιώκειν, ἀλλὰ τὸν αὐστηρὸν μᾶλλον ἀσπάζεσθαι. Ἀλλ' ἴσως ἀχθόμενοι πρὸς τὰ λεγόμενα οἱ πλουτοῦντες ἐροῦσι· Τί οὖν; δερματίνους ἡμᾶς χιτῶνας κελεύεις περιβαλέσθαι; Οὐ τοῦτο λέγω· οὐδὲ γὰρ ἐκεῖνοι εἰς τὸ διηνεκὲς ἐκείνοις τοῖς χιτῶσιν ἐκέχρηντο· ὁ γὰρ φιλάνθρωπος Δεσπότης ἀεὶ ταῖς προλαβούσαις εὐεργεσίαις ἑτέρας προστίθησιν. Ἐπειδὴ γὰρ λοιπὸν ὑπευθύνους ἑαυτοὺς κατέστησαν ταῖς σωματικαῖς ἀνάγκαις, τῆς ἀπαθείας ἐκείνης καὶ τῆς ἀγγελικῆς διαγωγῆς ἀποστερηθέντες, μετὰ ταῦτα ᾠκονόμησεν, ἀπὸ τῶν ἐρίων τῶν προβάτων τὰ ἐνδύματα τοῖς ἀνθρώποις κατασκευάζεσθαι, οὐδενὸς ἑτέρου ἕνεκεν, ἢ ὥστε σκέπην γενέσθαι, καὶ μὴ τὸ λογικὸν τοῦτο ζῶον κατὰ τὸ αὐτὸ τοῖς ἀλόγοις ἐν γυμνότητι καὶ ἀσχημοσύνῃ διάγειν. Ἡ τοίνυν τῶν ἱματίων περιβολὴ ὑπόμνησις ἡμῖν γενέσθω διηνεκὴς τῆς τῶν ἀγαθῶν ἐκπτώσεως, καὶ τῆς τιμωρίας διδασκαλία, ἣν διὰ τὴν παρακοὴν τὸ τῶν ἀνθρώπων γένος ἐδέξατο. Λεγέτωσαν τοίνυν ἡμῖν οἱ τοσαύτῃ κεχρημένοι τῇ φαντασίᾳ, ὡς μηδὲ εἰδέναι λοιπὸν τὰ ἀπὸ τοῦ ἐρίου τῶν προβάτων ἐνδύματα, ἀλλὰ τὰ σηρικὰ περιβαλλόμενοι καὶ εἰς τοσοῦτον ἐξοκείλαντες μανίας, ὡς καὶ χρυσίον συνυφαίνειν τοῖς ἐνδύμασι· μάλιστα γὰρ τὸ τῶν γυναικῶν γένος ταύτην ἡμῖν ἐπιδείκνυται τὴν βλακείαν· τίνος γὰρ ἕνεκεν, εἰπέ μοι, τούτοις τὸ σῶμα καλλωπίζεις, καὶ χαίρεις τῇ ἐντεῦθεν περιβολῇ, καὶ οὐκ ἐννοεῖς ὅτι ἀντὶ μεγίστης τιμωρίας διὰ τὴν παράβασιν ἡ σκέπη αὕτη ἐπενοήθη; Διὰ τί γὰρ μὴ ἀκούεις Παύλου λέγοντος· Ἔχοντες διατροφὰς καὶ σκεπάσματα, τούτοις ἀρκεσθησόμεθα; Ὁρᾷς ὅτι ἑνὸς μόνου δεῖ φροντίζειν, τοῦ μὴ γυμνὸν εἶναι τὸ σῶμα, τοῦ σκέπεσθαι μόνον, μηκέτι δὲ καὶ περὶ διαφορᾶς ἐσθῆτος φροντίδα ποιεῖσθαι; Ἀλλ' ἐπὶ τὴν ἀκολουθίαν ἔλθωμεν· Καὶ εἶπεν ὁ Θεός· Ἰδοὺ Ἀδὰμ γέγονεν ὡς εἷς ἐξ ἡμῶν, τοῦ γινώσκειν καλὸν καὶ πονηρόν. Καὶ νῦν μήποτε ἐκτείνῃ τὴν χεῖρα αὐτοῦ, καὶ λάβῃ ἀπὸ τοῦ ξύλου τῆς ζωῆς, καὶ φάγῃ καὶ ζήσεται εἰς τὸν αἰῶνα. Καὶ ἐξαπέστειλεν αὐτὸν Κύριος ὁ Θεὸς ἐκ τοῦ παραδείσου τῆς τρυφῆς, ἐργάζεσθαι τὴν γῆν ἐξ ἧς ἐλήφθη. Ὅρα πάλιν Θεοῦ συγκατάβασιν. Καὶ εἶπε, φησὶ, Κύριος ὁ Θεός· Ἰδοὺ Ἀδὰμ γέγονεν ὡς εἷς ἐξ ἡμῶν, τοῦ γινώσκειν καλὸν καὶ πονηρόν. Εἶδες πόση τῆς λέξεως ἡ ταπείνωσις; Ταῦτα δὲ ἅπαντα θεοπρεπῶς νοῶμεν. Βούλεται γὰρ ἐνταῦθα διὰ τῶν ῥημάτων τούτων τῆς ἀπάτης ἡμᾶς ὑπομνῆσαι, ἣν ἠπατήθησαν ὑπὸ τοῦ διαβόλου διὰ τοῦ ὄφεως. Ἐπειδὴ γὰρ ἔλεγεν ἐκεῖνος, ὅτι Ἐὰν φάγητε, ἔσεσθε
2. Let the rich hear, who revel in the threads of worms and wrap themselves in silken garments, and let them learn how from the beginning and from the very prelude the Master Who loves mankind, instructing human nature, since through the transgression the first-formed man had become liable to the penalty of death and a garment covering his shame had to be put round him, made tunics of skin for them, teaching us to flee the soft and dissolute life, and not to pursue the lax life full of slackness, but rather to embrace the austere one. Yet perhaps, vexed at what is said, the rich will say: What then? Do you bid us put on tunics of skin? I do not say this; for neither did those persons make use of those tunics perpetually; for the Master Who loves mankind ever adds other benefits to His preceding ones. For since they had henceforth rendered themselves liable to bodily necessities, having been deprived of that impassibility and angelic way of life, after these things He arranged that garments should be prepared for men from the wool of sheep, for no other sake than that there might be a covering, and that this rational living being might not pass its life in nakedness and unseemliness in the same way as irrational creatures. Let the wrapping of garments, therefore, become for us a perpetual reminder of our fall from good things, and an instruction in the punishment which the race of men received through disobedience. Let them tell us, then—those who indulge in such great ostentation as no longer even to know garments made from the wool of sheep, but who wrap themselves in silken ones and have run aground into such a pitch of madness as even to weave gold into their garments (for above all the race of women displays this slackness to us)—for what sake, tell me, do you beautify your body with these things, and rejoice in the raiment therefrom, and do not reflect that this covering was devised in place of the greatest punishment on account of the transgression? For why do you not hear Paul saying: Having nourishment and coverings, with these we shall be content? Do you see that one must take thought for one thing alone—that the body not be naked, that it merely be covered—and no longer take thought also for variety of attire? Yet let us come to the sequence: And God said: Behold, Adam has become as one of Us, to know good and evil. And now, lest perchance he stretch forth his hand, and take from the tree of life, and eat, and live for ever. And the Lord God sent him forth out of the paradise of delight, to till the earth from which he was taken. See once again the condescension of God. And the Lord God said, it says: Behold, Adam has become as one of Us, to know good and evil. Did you see how great is the lowliness of the expression? Yet let us understand all these things in a manner befitting God. For He wills here through these words to remind us of the deceit whereby they were deceived by the devil through the serpent. For since that one said: If you eat, you shall be
PG 53:151Read from the page
ὡς θεοὶ, καὶ ἰσοθεΐας ἐλπίδι τῆς βρώσεως κατετόλμησαν· διὰ τοῦτο καὶ ὁ Θεὸς πάλιν ἐντρέψαι αὐτοὺς βουλόμενος, καὶ εἰς αἴσθησιν ἀγαγεῖν τῶν ἐπταισμένων, καὶ τῆς παρακοῆς τὸ μέγεθος δεῖξαι, καὶ τῆς ἀπάτης τὴν ὑπερβολὴν, φησίν· Ἰδοὺ γέγονεν Ἀδὰμ ὡς εἷς ἐξ ἡμῶν. Μεγάλη τοῦ ῥήματος ἡ ἐντροπὴ, καθικέσθαι δυναμένη τοῦ παραβάντος. Διὰ τοῦτο, φησὶ, κατεφρόνησας τῆς ἐντολῆς τῆς ἐμῆς ἰσοθεΐαν φαντασθείς; Ἰδοὺ γέγονας ὃ προσεδόκησας· μᾶλλον δὲ οὐχ ὃ προσεδόκησας, ἀλλ' ὅπερ ἦς ἄξιος γενέσθαι. Ἰδοὺ, φησὶ, γέγονεν Ἀδὰμ ὡς εἷς ἐξ ἡμῶν, τοῦ γινώσκειν καλὸν καὶ πονηρόν. Τοῦτο γὰρ ὁ ἀπατεὼν διάβολος αὐτοῖς ἔλεγε διὰ τοῦ ὄφεως, ὅτι Διανοιχθήσονται ὑμῶν οἱ ὀφθαλμοὶ, καὶ ἔσεσθε ὡς θεοὶ, γινώσκοντες καλὸν καὶ πονηρόν. Καὶ νῦν μή ποτε ἐκτείνῃ τὴν χεῖρα, καὶ ἅψηται τοῦ ξύλου τῆς ζωῆς, καὶ φάγῃ, καὶ ζήσεται εἰς τὸν αἰῶνα. Ὅρα μοι ἐνταῦθα φιλανθρωπίαν Δεσπότου. Δεῖ γὰρ μετὰ ἀκριβείας διερευνῆσαι τὸ εἰρημένον, ἵνα μηδὲν ἡμᾶς λαθεῖν δυνηθῇ τῶν ἐν τῷ βάθει τούτῳ κεκρυμμένων. Ἡνίκα τὴν ἐντολὴν ἐδίδου τῷ Ἀδὰμ ὁ Θεὸς, οὐδενὸς ἑτέρου ἀποσχέ⟨σ⟩θαι αὐτὸν προσέταξεν, ἢ μόνον τοῦ ξύλου, οὗ τῆς βρώσεως κατατολμήσας τὸ ἐπιτίμιον τοῦ θανάτου ἐδέξατο· ὅπερ ἐντελλόμενος αὐτῷ ὥρισεν, εἰ παραβαίη, περὶ τοῦ τῆς ζωῆς ξύλου οὐδὲν διαστειλάμενος. Ἐπειδὴ γὰρ, ὡς ἡγοῦμαι καὶ ἔστι συνιδεῖν, ἀθάνατον αὐτὸν ἐδημιούργησεν, ἐξῆν αὐτῷ, εἴπερ ἐβούλετο, μετὰ τῶν ἄλλων καὶ ἐκείνου μεταλαμβάνειν, δυναμένου διηνεκῆ τὴν ζωὴν αὐτῷ προξενεῖν· διόπερ οὐδεμίαν ἐντολὴν περὶ ἐκείνου δέχεται.
as gods, and in the hope of equality with God they presumed upon the eating; on this account God also in turn, wishing to put them to shame, and to bring them to a sense of their stumblings, and to show the magnitude of their disobedience and the excess of the deceit, says: Behold, Adam has become as one of Us. Great is the shaming force of the utterance, able to strike home at the transgressor. On this account, He says, did you despise My commandment, imagining equality with God? Behold, you have become what you expected; or rather not what you expected, but what you were worthy to become. Behold, He says, Adam has become as one of Us, to know good and evil. For this is what the deceiver the devil told them through the serpent: Your eyes shall be opened, and you shall be as gods, knowing good and evil. And now, lest perchance he stretch forth his hand, and touch the tree of life, and eat, and live for ever. See for me here the loving-kindness of the Master. For we must search out what is spoken with precision, so that nothing of the things hidden in this depth may be able to escape us. When God was giving the commandment to Adam, He ordered him to abstain from nothing else save only the tree, by presuming upon the eating of which he received the penalty of death—which in giving him the command He appointed should he transgress—giving no charge at all concerning the tree of life. For since, as I suppose and as one may perceive, He had fashioned him immortal, it was permitted him, if indeed he willed, to partake of that tree also along with the others, as it was able to procure perpetual life for him; wherefore he receives no commandment at all concerning that tree.
γʹ. Εἰ δέ τις βούλοιτο περίεργος ὢν ζητεῖν, διὰ τί ξύλον ζωῆς ἐκαλεῖτο, μανθανέτω μὴ πάντα μετὰ ἀκριβείας τοῖς οἰκείοις λογισμοῖς ἀκολουθοῦντα δύνασθαι τὸν ἄνθρωπον καὶ τὰ τοῦ Θεοῦ ἔργα κατοπτεύειν. Ἔδοξε γὰρ τῷ Δεσπότῃ, ἵνα γυμνασίαν ἔχῃ ὑπακοῆς καὶ παρακοῆς ὁ ὑπ' αὐτοῦ δημιουργηθεὶς ἄνθρωπος ἐν τῷ παραδείσῳ διάγων, καὶ τὰ δύο ταῦτα ξύλα ἐκεῖ ἀναδεῖξαι, τὸ μὲν τῆς ζωῆς, τὸ δὲ, ὡς εἰπεῖν, τοῦ θανάτου. Ἡ γὰρ τούτου βρῶσις καὶ ἡ παράβασις τῆς ἐντολῆς τὸν θάνατον αὐτῷ ἐπήγαγεν. Ἐπεὶ οὖν τούτου μετασχὼν θνητὸς γέγονε, καὶ ταῖς τοῦ σώματος ἀνάγκαις λοιπὸν ὑπεύθυνος, καὶ ἀρχὴν ἔλαβε τῆς ἁμαρτίας ἡ εἴσοδος, δι' ἣν καὶ ὁ θάνατος ὑπὸ τοῦ Δεσπότου συμφερόντως ᾠκονομήθη, οὐκέτι λοιπὸν ἀφίησιν ἐν τῷ παραδείσῳ τὸν Ἀδὰμ, ἀλλ' ἐξελθεῖν ἐκεῖθεν προστάττει, δεικνὺς, ὅτι δι' οὐδὲν ἕτερον τοῦτο ποιεῖ, ἢ διὰ τὴν φιλανθρωπίαν τὴν περὶ αὐτόν. Καὶ ἵνα μάθωμεν ἀκριβῶς, ἀναγκαῖον αὐτὰ πάλιν ἀναγνῶναι τὰ ῥήματα τῆς θείας Γραφῆς. Καὶ νῦν, φησὶ, μή ποτε ἐκτείνῃ τὴν χεῖρα, καὶ λάβῃ ἀπὸ τοῦ ξύλου τῆς ζωῆς, καὶ φάγῃ, καὶ ζήσεται εἰς τὸν αἰῶνα. Ἐπειδὴ γὰρ, φησὶ, πολλῆς ἀκρασίας δείγματα παρέσχε διὰ τῆς ἤδη δοθείσης ἐντολῆς, καὶ θνητὸς γέγονεν, ἵνα μὴ πάλιν, φησὶ, κατατολμήσῃ καὶ τούτου τοῦ ξύλου ἐφάψασθαι τοῦ τὴν ζωὴν παρέχοντος τὴν διηνεκῆ, καὶ μέλλῃ ἀθάνατα ἁμαρτάνειν, βέλτιον αὐτὸν ἐντεῦθεν ἔξω βληθῆναι· ὥστε κηδεμονίας μᾶλλον ἦν ἢ ἀγανακτήσεως ἡ ἐκβολὴ τοῦ παραδείσου. Τοιοῦτος γὰρ ὁ Δεσπότης ὁ ἡμέτερος· καὶ τιμωρούμενος οὐκ ἔλαττον ἢ εὐεργετῶν τὴν περὶ ἡμᾶς κηδεμονίαν ἐνδείκνυζαι, καὶ τὴν τιμωρίαν δὲ ἕνεκεν νουθεσίας ἡμῖν ἐπάγει, Ὡς εἴγε ᾔδει ἡμᾶς μὴ χείρους γενομένους τῷ ἀτιμωρητὶ ἁμαρτάνειν, οὐκ ἂν οὐδὲ ἐτιμωρήσατο· ἀλλὰ προαναστέλλων ἡμῶν τὴν ἐπὶ τὸ χεῖρον πρόοδον, καὶ τὴν πονηρίαν ἐκκόπτων τὴν ἐπὶ τὸ πρόσω, την οἰκείαν φιλανθρωπίαν μιμούμενος τιμωρεῖται·
3. And if someone, being over-curious, should wish to inquire why it was called the tree of life, let him learn that man, following his own reasonings, cannot survey all things and the works of God with precision. For it seemed good to the Master, so that the man fashioned by Him might have an exercise of obedience and disobedience while passing his life in paradise, to display these two trees there as well: the one of life, and the other, so to speak, of death. For the eating of this latter and the transgression of the commandment brought death upon him. Since, then, by partaking of this he became mortal, and henceforth liable to the necessities of the body, and the entrance of sin took its beginning—on account of which death also was beneficially arranged by the Master—He no longer leaves Adam in paradise, but orders him to go forth from there, showing that He does this on account of nothing else than His loving-kindness towards him. And that we may learn precisely, it is necessary to read once again the very words of divine Scripture. And now, He says, lest perchance he stretch forth his hand, and take from the tree of life, and eat, and live for ever. For since, He says, he furnished proofs of great intemperance through the commandment already given, and has become mortal, lest he once again, He says, presume to lay hold also of this tree that furnishes perpetual life, and be about to sin immortally, it is better that he be cast out from here; so that the expulsion from paradise was a matter of care rather than of indignation. For such is our Master: when punishing no less than when conferring benefits He displays His care for us, and He lays punishment upon us for the sake of admonition; since if He had known that we would not become worse by sinning with impunity, He would not even have punished us at all; but checking in advance our progress towards the worse, and cutting off wickedness in its onward course, imitating His own loving-kindness He punishes;
Notes, col. 151

On the reading

Printed ἐνδείκνυζαι, for ἐνδείκνυται.

Printed την, for τὴν.

PG 53:152Read from the page
ὃ δὴ καὶ νῦν πεποίηκε. Κηδόμενος γὰρ τοῦ πρωτοπλάστου, ἐκβληθῆναι τοῦ παραδείσου αὐτὸν προσέταξε. Καὶ ἐξαπέστειλεν αὐτὸν, φησὶ, Κύριος ὁ Θεὸς ἐκ τοῦ παραδείσου τῆς τρυφῆς, ἐργάζεσθαι τὴν γῆν ἐξ ἧς ἐλήφθη. Ὅρα μοι πάλιν ἐνταῦθα τῆς θείας Γραφῆς τὴν ἀκρίβειαν. Ἐξαπέστειλεν αὐτὸν, φησὶ, Κύριος ὁ Θεὸς ἐκ τοῦ παραδείσου τῆς τρυφῆς, ἐργάζεσθαι τὴν γῆν ἐξ ἧς ἐλήφθη. Ἰδοὺ τὰς ἀποφάσεις αὐτοῦ εἰς ἔργον ἄγει, καὶ ἐκ τοῦ παραδείσου τῆς τρυφῆς ἐξαγαγὼν ἐργάζεσθαι τὴν γῆν αὐτὸν ποιεῖ, ἐξ ἧς ἐλήφθη. Καὶ οὐχ ἁπλῶς εἶπεν, Ἐξ ἧς ἐλήφθη· ἀλλ' ἵνα διηνεκῆ τὴν ὑπόμνησιν ἔχῃ τῆς ταπεινοφροσύνης τὴν ἐργασίαν, καὶ εἰδέναι ἔχῃ ὡς ἐκεῖθεν αὐτῷ ἡ σύστασις, καὶ ἡ οὐσία τοῦ σώματος ἐκ τῆς γῆς ἐξ ἀρχῆς γεγένηται· ἐκείνην, φησὶν, ἐργάζεσθαι τὴν γῆν, ἐξ ἧς καὶ αὐτὸς συνέστη. Τοῦτο γὰρ καὶ ἐν τῇ ἀποφάσει ἔλεγεν, Ἐν ἱδρῶτι τοῦ προσώπου σου φάγῃ τὸν ἄρτον σου. Τὸ αὐτὸ τοίνυν καὶ νῦν λέγει διὰ τοῦ εἰπεῖν, Ἐργάζεσθαι τὴν γῆν ἐξ ἧς ἐλήφθη. Εἶτα, ἵνα μάθωμεν πόσῳ διαστήματι αὐτὸν ἀπῴκισε τοῦ παραδείσου, καὶ τοῦτο διδάσκει ἡμᾶς ἡ θεία Γραφὴ λέγουσα· Καὶ ἐξέβαλε Κύριος ὁ Θεὸς τὸν Ἀδὰμ, καὶ κατῴκισεν αὐτὸν ἀπέναντι τοῦ παραδείσου τῆς τρυφῆς.
which very thing He has done now as well. For caring for the first-formed man, He ordered him to be cast out of paradise. And the Lord God sent him forth, it says, out of the paradise of delight, to till the earth from which he was taken. See for me once again here the precision of divine Scripture. The Lord God sent him forth, it says, out of the paradise of delight, to till the earth from which he was taken. Behold, He brings His sentences into effect, and having led him forth out of the paradise of delight He causes him to till the earth from which he was taken. And not simply did it say, From which he was taken; but so that he might have his labour as a perpetual reminder of lowliness of mind, and might know that from there was his framing, and that the substance of his body came into being out of the earth from the beginning: to till that earth, it says, out of which he himself also was framed. For this He also said in the sentence: In the sweat of your face shall you eat your bread. The very same thing, therefore, it says now also by saying: To till the earth from which he was taken. Then, that we may learn at how great a distance from paradise He settled him away, divine Scripture teaches us this also, saying: And the Lord God cast out Adam, and settled him over against the paradise of delight.
Σκόπει πῶς ἕκαστον τῶν γινομένων ὑπὸ τοῦ κοινοῦ Δεσπότου φιλανθρωπίας ὑπόθεσις ἦν, καὶ ἕκαστον τιμωρίας εἶδος ἀγαθότητος γέμει πολλῆς. Οὐ γὰρ τὸ ἐκβαλεῖν μόνον φιλανθρωπίας καὶ ἀγαθότητος ἦν· ἀλλὰ καὶ τὸ ἀπέναντι τοῦ παραδείσου ἐγκατοικίσαι αὐτὸν, ἵνα ἀδιάλειπτον ὀδύνην ἔχῃ, καθ' ἑκάστην ἡμέραν ἀναλογιζόμενος, οἵων ἐκπεπτωκὼς εἰς οἵαν ἑαυτὸν κατάστασιν ἤγαγεν. Ἀλλ' ὅμως εἰ καὶ ὀδύνην ἀφόρητον ἡ θέα εἶχεν, ἀλλ' οὐ μικρᾶς ὠφελείας ὑπόθεσίς ἐστι, καὶ πρὸς τὸ ἑξῆς ἀσφάλεια τῷ ὀδυνωμένῳ ἡ συνεχὴς θέα ἐγίνετο, πρὸς τὸ μὴ τοῖς αὐτοῖς πάλιν αὐτὸν περιπεσεῖν. Καὶ γὰρ ὡς ἐπὶ τὸ πλεῖστον τῆς ἀνθρωπίνης φύσεως τοιοῦτον τὸ ἔθος· ἐπειδὰν γὰρ ἐν ἀπολαύσει τῶν ἀγαθῶν ὄντες μὴ εἰδῶμεν αὐτοῖς κεχρῆσθαι δεόντως, τῇ στερήσει τούτων σωφρονιζόμεθα, καὶ τότε διὰ τῆς πείρας μαθόντες αἴσθησιν λαμβάνομεν τῆς οἰκείας ῥᾳθυμίας, καὶ οὕτω διὰ τῆς τῶν πραγμάτων μεταβολῆς διδασκόμεθα τίνων μὲν ἐξεπέσαμεν, τίσι δὲ κακοῖς ἑαυτοὺς περιεπείραμεν. Ὥστε καὶ τὸ πλησίον καὶ ἀπέναντι τοῦ παραδείσου προστάξαι κατοικεῖν τὸν ἐκεῖθεν ἐκπεπτωκότα μεγίστης κηδεμονίας σημεῖον ἦν, ἵνα καὶ τὴν ἐκ τῆς θέας ὑπόμνησιν ἔχῃ, καὶ τοῦ ἐντεῦθεν κέρδους ἀπολαύῃ, καὶ μηδὲ ἐπιθυμίαν τῆς φιλοζωΐας ἔχων, καὶ ἔξω τυγχάνων, κατατολμήσῃ τῆς τοῦ ξύλου βρώσεως. Ὡς γὰρ πρὸς τὴν ἀνθρωπίνην ἀσθένειαν συγκαταβαίνουσα ἅπαντα διαλέγεται ἡμῖν ἡ θεία Γραφή. Καὶ ἔταξε τὰ Χερουβὶμ καὶ τὴν φλογίνην ῥομφαίαν τὴν στρεφομένην φυλάσσειν τὴν εἴσοδον τοῦ ξύλου τῆς ζωῆς. Ἡ ῥᾳθυμία αὐτοῖς, ἣν ἤδη περὶ τὴν δοθεῖσαν ἐντολὴν ἐπεδείξαντο, αἴτιον γέγονε τοῦ μετὰ τοσαύτης ἀσφαλείας ἀποτειχισθῆναι αὐτοῖς τὴν εἴσοδον. Ἐννόησον γάρ μοι ὅτι οὐδὲ τῇ ἀπέναντι τοῦ παραδείσου οἰκήσει ἠρκέσθη ὁ φιλάνθρωπος, ἀλλ' ἔταξε τὰς δυνάμεις ταύτας τὰ Χερουβὶμ, καὶ τὴν φλογίνην ῥομφαίαν τὴν στρεφομένην φυλάσσειν τὴν ὁδὸν τὴν ἐκεῖσε εἰσάγουσαν. Οὐχ ἁπλῶς δὲ προσέθηκε, Τὴν στρεφομένην, ἀλλ' ἵνα διδάξῃ ἡμᾶς, ὅτι πᾶσα ὁδὸς αὐτῷ ἀποτετείχιστο,
Consider how each of the things done by our common Master was an occasion of loving-kindness, and each form of punishment is full of great goodness. For not only was the casting out a mark of loving-kindness and goodness, but also the settling of him over against paradise, so that he might have unceasing grief, reckoning up each day from what things he had fallen and into what a state he had brought himself. Nevertheless, even if the sight held unbearable grief, yet it is an occasion of no small benefit, and the continual sight became a safeguard for the grieving man for the future, so that he might not fall into the same things once again. For indeed, for the most part, such is the custom of human nature: whenever, while being in the enjoyment of good things, we do not know how to use them as we ought, we are chastened by the deprivation of them, and then, having learned through experience, we perceive our own indolence, and thus through the change of circumstances we are taught from what things we fell away and on what evils we pierced ourselves. So that ordering him who had fallen from there to dwell near and over against paradise was also a sign of the greatest care, so that he might both have the reminder from the sight and enjoy the gain therefrom, and might not, even while having the craving of love of life and being outside, presume upon the eating of the tree. For condescending to human weakness, divine Scripture discourses of all things to us. And He stationed the Cherubim and the flaming sword that turns about to guard the entrance of the tree of life. Their indolence, which they had already displayed regarding the commandment given, became the cause of the entrance being walled off from them with so great security. For consider for me that the Lover of mankind was not content even with the dwelling over against paradise, but stationed these powers, the Cherubim, and the flaming sword that turns about, to guard the way leading into that place. And not simply did it add, That turns about, but in order to teach us that every way had been walled off from him,