μακαρίου Παύλου φημὶ, λέγοντος· Ὅσοι γὰρ ἀνόμως ἥμαρτον, ἀνόμως καὶ ἀπολοῦνται· καὶ ὅσοι ἐννόμως ἥμαρτον, διὰ νόμου κριθήσονται. Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· Οὐ τὴν αὐτὴν δώσουσι δίκην οἱ πρὸ τοῦ νόμου, καὶ οἱ μετὰ τὸν νόμον, ἀλλὰ βαρυτέρας ὑποστήσονται τιμωρίας οἱ μετὰ τὴν τοῦ νόμου δόσιν ἁμαρτάνοντες. Ὅσοι γὰρ ἀνόμως ἥμαρτον, ἀνόμως καὶ ἀπολοῦνται· τουτέστιν, ἡμερωτέραν αὐτοῖς ποιεῖ τὴν τιμωρίαν τὸ μὴ ἔχειν τὴν ἀπὸ τοῦ νόμου διδασκαλίαν τε καὶ βοήθειαν. Καὶ ὅσοι ἐν νόμῳ ἥμαρτον, διὰ νόμου κριθήσονται. Οὗτοι δὲ, φησὶν, ἐπειδὴ καὶ τὸν νόμον ἔσχον διδάσκαλον, καὶ οὐδὲ οὕτως ἐσωφρονίσθησαν, ἀλλὰ τὰ αὐτὰ ἐκείνοις ἥμαρτον, μείζονα καὶ τὴν δίκην τίσουσι. Ἀλλ' ἀκούσωμεν καὶ τῶν σήμερον ἀναγνωσθέντων. Καὶ ἐκάλεσε, φησὶν, Ἀδὰμ τὸ ὄνομα τῆς γυναικὸς αὐτοῦ, Εὔα, ὅπερ ἐστὶ ζωὴ, ὅτι αὕτη μήτηρ πάντων τῶν ζώντων. Ὅρα τῆς θείας Γραφῆς τὴν ἀκρίβειαν, πῶς οὐδὲ τοῦτο παρῆκεν, ἀλλ' ἐδίδαξεν ἡμᾶς, ὅτι καὶ τῇ γυναικὶ προσηγορίαν ὁ Ἀδὰμ ἐπέθηκεν. Ἐκάλεσε, γὰρ, φησὶ, τὸ ὄνομα τῆς γυναικὸς αὐτοῦ, Εὔα, ὅπερ ἐστὶ ζωὴ, ὅτι αὕτη μήτηρ πάντων τῶν ζώντων· τουτέστιν, αὕτη ἀρχή ἐστι πάντων τῶν ἐξ αὐτῆς ἐσομένων, καὶ ῥίζα καὶ θεμέλιος τῆς μετὰ ταῦτα γενεᾶς. Εἶτα μετὰ τὸ διδάξαι ἡμᾶς τὴν ἐπιτεθεῖσαν τῇ γυναικὶ προσηγορίαν, πάλιν δείκνυσιν ἡμῖν τοῦ Θεοῦ τὴν ἀγαθότητα, ὅπως οὐ περιορᾷ ἐν τοσαύτῃ αἰσχύνῃ καὶ γυμνότητι τοὺς ὑπ' αὐτοῦ δημιουργηθέντας. Καὶ ἐποίησε, φησὶ, Κύριος ὁ Θεὸς τῷ Ἀδὰμ καὶ τῇ γυναικὶ αὐτοῦ χιτῶνας δερματίνους, καὶ ἐνέδυσεν αὐτούς. Καθάπερ γὰρ πατὴρ εὔσπλαγχνος παῖδα ἔχων εὐγενῆ, καὶ μετὰ πάσης ἐπιμελείας ἀνατρεφόμενον, καὶ τρυφῆς ἁπάσης ἀπολαύοντα, καὶ ἑστίᾳ λαμπρᾷ κεχρημένον, καὶ σηρικὰ ἱμάτια περιβεβλημένον, καὶ μετὰ ἀδείας τῇ περιουσίᾳ καὶ τῷ πλούτῳ κεχρημένον τῷ πατρικῷ, ὁρῶν ὕστερον ἀπὸ τῆς ἀνέσεως ταύτης τῆς πολλῆς εἰς κρημνὸν κακίας ἐξοκείλαντα, πάντων ἐκείνων ἀποστερήσας καὶ τῇ ἑαυτοῦ ἐξουσίᾳ ὑποτάξας, καὶ τῆς ἐσθῆτος γυμνώσας, ἱμάτιον εὐτελὲς αὐτῷ πολλάκις καὶ δουλικὸν περιτίθησιν, ὥστε μὴ πάντῃ γυμνὸν εἶναι καὶ ἀσχημονεῖν· οὕτω δὴ καὶ ὁ φιλάνθρωπος Θεὸς, ἐπειδὴ ἀναξίους ἑαυτοὺς κατέστησαν τοῦ λαμπροῦ ἐκείνου καὶ φαιδροῦ ἐνδύματος, τοῦ περιστέλλοντος αὐτοὺς, καὶ παρασκευάζοντος ἀνωτέρους εἶναι τῶν σωματικῶν ἀναγκῶν, γυμνώσας αὐτοὺς τῆς δόξης ἐκείνης ἁπάσης, καὶ τῆς ἀπολαύσεως, ἧς πρότερον μετεῖχον, πρὶν ἢ πεσεῖν τὸ πτῶμα τοῦτο τὸ χαλεπὸν, πολὺν περὶ αὐτοὺς τὸν οἶκτον ἐπιδεικνύμενος, καὶ ἐλεῶν αὐτοὺς τῆς ἐκπτώσεως, καὶ ὁρῶν πολλὴν τὴν ἀσχημοσύνην περιβεβλημένους, καὶ οὐκ εἰδότας, ὅ τι καὶ πράξουσι, πρὸς τὸ μὴ γυμνοὺς εἶναι καὶ ἐνασχημονεῖν, χιτῶνας αὐτοῖς ἐργάζεται δερματίνους καὶ ἀμφιέννυσι. Τοιαῦτα γὰρ τὰ παρὰ τοῦ διαβόλου μηχανήματα· ἐπειδὰν γὰρ εὕρῃ τοὺς αὐτῷ πειθομένους, διὰ τῆς βραχείας ἡδονῆς ὑποσκελίσας, καὶ εἰς αὐτὸν τῆς κακίας τὸν βυθὸν καταγαγὼν, καὶ πάσης αἰσχύνης καὶ ἀτιμίας πληρώσας, ἀφίησι κεῖσθαι κάτω, ἐλεεινὸν θέαμα τοῖς ὁρῶσιν. Ἀλλ' ὁ τῶν ἡμετέρων ψυχῶν κηδεμὼν, ὁρῶν αὐτοὺς ἐν ἀμηχανίᾳ πολλῇ, οὐδὲ οὕτω περιιδεῖν ἀνέχεται, ἀλλὰ σκέπην αὐτοῖς ἐπινοεῖ, διὰ τῆς εὐτελείας τοῦ ἐνδύματος δεικνὺς αὐτοῖς οἵων ἑαυτοὺς κατέστησαν ἀξίους ἐνδυμάτων.
blessed Paul, I mean, who says: For as many as sinned without the law shall also perish without the law; and as many as sinned under the law shall be judged by the law. And what he says is of this sort: Those before the law and those after the law shall not pay the same penalty, but those who sin after the giving of the law shall undergo heavier punishments. For as many as sinned without the law shall also perish without the law; that is to say, not having the instruction and help that come from the law makes their punishment milder for them. And as many as sinned in the law shall be judged by the law. These, he says, since they had the law also as a teacher, and not even thus were chastened, but sinned the same sins as those others, shall also pay a greater penalty. Yet let us hear also the things read today. And Adam called, it says, the name of his wife Eve, which is life, because she is the mother of all the living. See the precision of divine Scripture, how it did not pass over even this, but taught us that Adam bestowed an appellation upon the woman as well. For he called, it says, the name of his wife Eve, which is life, because she is the mother of all the living; that is to say, she is the beginning of all who shall spring from her, and the root and foundation of the generation after these things. Then, after teaching us the appellation bestowed upon the woman, it once again shows us the goodness of God, how He does not overlook those fashioned by Him in so great shame and nakedness. And the Lord God made, it says, for Adam and his wife tunics of skin, and clothed them. For just as a compassionate father who has a well-born son, reared with all care, enjoying every luxury, using a splendid household, arrayed in silken garments, and freely using his paternal abundance and wealth, on seeing him afterwards run aground from this great ease onto a precipice of wickedness, deprives him of all those things, subjects him to his own authority, and stripping him of his raiment, often puts round him a mean and servile garment, so that he may not be altogether naked and behave unseemly; just so also God Who loves mankind, since they had rendered themselves unworthy of that bright and radiant garment which clad them and prepared them to be superior to bodily necessities, having stripped them of all that glory and of the enjoyment of which they formerly partook before falling this grievous fall, displaying great pity towards them, taking compassion on them for their fall, and seeing them arrayed in great unseemliness and not knowing what at all they should do so as not to be naked and act unseemly therein, fashions tunics of skin for them and clothes them. For such are the machinations that come from the devil: whenever he finds those who obey him, having tripped them up through brief pleasure, brought them down into the very pit of wickedness, and filled them with all shame and dishonour, he leaves them to lie below, a pitiable spectacle to those who behold them. Yet the Guardian of our souls, seeing them in great helplessness, does not endure to overlook them even thus, but devises a covering for them, showing them through the meanness of the garment of what sort of garments they had rendered themselves worthy.