Migne Reading Room

PG 53 · cols. 135–140 · Read from the page

In Genesin Homilia XVII (ΟΜΙΛΙΑ ΙΖʹ; Gen. 3:8–19)

In Genesin Homilia XVII (ΟΜΙΛΙΑ ΙΖʹ; Gen. 3:8–19)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 53:135Read from the page
μάθητε τὴν ἄφατον τοῦ Θεοῦ συγκατάβασιν, ἀναγκαῖον ἀκοῦσαι τῶν ἀνεγνωσμένων. Καὶ ἤκουσαν, φησὶ, τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ περιπατοῦντος ἐν τῷ παραδείσῳ τὸ δειλινὸν, καὶ ἐκρύβησαν ὅ τε Ἀδὰμ καὶ ἡ γυνὴ αὐτοῦ ἀπὸ προσώπου Κυρίου ἐν μέσῳ τοῦ ξύλου τοῦ παραδείσου. Μὴ ἁπλῶς παραδράμωμεν, ἀγαπητοὶ, τὰ ειρημένα παρὰ τῆς θείας Γραφῆς, μηδὲ ταῖς λέξεσιν ἐναπομείνωμεν, ἀλλ' ἐννοῶμεν, ὅτι διὰ τὴν ἀσθένειαν τὴν ἡμετέραν ἡ ταπεινότης τῶν λέξεων ἔγκειται, καὶ θεοπρεπῶς ἅπαντα γίνεται διὰ τὴν σωτηρίαν τὴν ἡμετέραν. Εἰπὲ γάρ μοι, ει βουληθείημεν τῇ προφορᾷ τῶν ῥημάτων κατακολουθῆσαι, καὶ μὴ θεοπρεπῶς ἐκλαβεῖν τὰ λεγόμενα, πῶς οὐ πολλὰ ἕψεται τὰ ἄτοπα; Ἰδοὺ γὰρ ἐξ αὐτοῦ τοῦ προοιμίου τῶν ἀνεγνωσμένων σκοπήσωμεν· Καὶ ἤκουσαν, φησὶ, τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ περιπατοῦντος ἐν τῷ παραδείσῳ τὸ δειλινὸν, καὶ ἐκρύβησαν. Τί λέγεις; ὁ Θεὸς περιπατεῖ; καὶ πόδας αὐτῷ περιάψομεν; καὶ οὐδὲν ὑψηλὸν ἐκ τούτου ἐννοήσομεν; Οὐ περιπατεῖ ὁ Θεός· μὴ γένοιτο. Πῶς γὰρ ἂν, ὁ πανταχοῦ παρὼν καὶ τὰ πάντα πληρῶν; οὗ ὁ οὐρανὸς θρόνος, ἡ δὲ γῆ ὑποπόδιον, οὗτος τῷ παραδείσῳ ἐμπεριέχεται; Καὶ τίς ταῦτα ἂν εἴποι τῶν νοῦν ἐχόντων; Τί οὖν ἐστι τὸ, Ἤκουσαν τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ περιπατοῦντος ἐν τῷ παραδείσῳ τὸ δειλινόν; Αἴσθησιν αὐτοῖς τοιαύτην ἠβουλήθη παρασχεῖν, ἵνα εις ἀγωνίαν αὐτοὺς ἐμβάλῃ· ὃ δὴ καὶ γέγονε. Τοσαύτην γὰρ ἔσχον τὴν αἴσθησιν, ὡς τοῦ Θεοῦ παραγενομένου κρύπτεσθαι ἐπιχειρεῖν. Ἐπεισῆλθε γὰρ ἡ ἁμαρτία καὶ ἡ παράβασις, καὶ κατεσκεδάσθη αὐτοῖς ἡ αισχύνη.
you may learn the unspeakable condescension of God, it is necessary to hear the things that have been read. And they heard, it says, the voice of the Lord God walking in paradise in the cool of the evening, and both Adam and his wife hid themselves from the presence of the Lord in the midst of the tree of paradise. Let us not simply run past, beloved, the things spoken by divine Scripture, nor stop short at the expressions, but let us consider that the lowliness of the expressions lies therein on account of our weakness, and everything takes place in a manner befitting God for the sake of our salvation. For tell me, if we should wish to follow the mere utterance of the words and not take the things said in a manner befitting God, how will not many absurdities follow? For behold, let us examine from the very outset of the things read: And they heard, it says, the voice of the Lord God walking in paradise in the cool of the evening, and hid themselves. What do you say? Does God walk? And shall we attach feet to Him, and form no exalted thought from this? God does not walk—far be it! For how could He Who is everywhere present and fills all things—Whose throne is heaven, and the earth His footstool—be contained within paradise? And who among those possessing sense would say these things? What then is the meaning of, They heard the voice of the Lord God walking in paradise in the cool of the evening? He willed to afford them such a perception in order to cast them into anguish—which very thing also came to pass. For they had so great a perception as to attempt to hide themselves as though God had arrived. For sin and transgression had entered in besides, and shame was poured over them.
Ὁ γὰρ ἀδέκαστος δικαστὴς, τὸ συνειδὸς λέγω, κατεξανιστάμενος λαμπρᾷ τῇ φωνῇ ἐβόα', καὶ κατηγόρει, καὶ ἐδείκνυ, καὶ ὡσανει πρὸ τῶν ὀφθαλμῶν ὑπέγραφεν αὐτοῖς τῶν ἁμαρτημάτων τὸ μέγεθος. Διὰ τοῦτο γὰρ ὁ φιλάνθρωπος Δεσπότης ἄνωθεν καὶ ἐκ προοιμίων διαπλάττων τὸν ἄνθρωπον, τὸ συνειδὸς αὐτῷ ἐνέθετο κατήγορον ἀδιάλειπτον, παραλογισθῆναι μὴ δυνάμενον, μηδὲ ἀπάτην ὑπομεῖναί ποτε. Ἀλλὰ κἂν πάντας ἀνθρώπους λαθεῖν τις δυνηθείη τὴν ἁμαρτίαν ἐργασάμενος καὶ τὴν ἄτοπον πρᾶξιν ἐπιτελέσας, ἐκεῖνον τὸν κατήγορον λαθεῖν οὐ δύναται, ἀλλὰ περιέρχεται διηνεκῶς αὐτὸν ἔνδον ἔχων ἐνοχλοῦντα, καταξαίνοντα, μαστίζοντα, οὐδέποτε ἠρεμοῦντα, ἀλλὰ καὶ ἐν ἀγορᾷ, καὶ ἐν συλλόγοις, καὶ ἐν τραπέζῃ, καὶ καθεύδοντι, καὶ διανισταμένῳ ἐπιτιθέμενον, καὶ δίκην ἀπαιτοῦντα τῶν πεπλημμελημένων, καὶ ὑπ' ὄψιν ἄγοντα καὶ τῶν ἡμαρτημένων τὴν ἀτοπίαν, καὶ τὴν ἑπομένην αὐτῷ κόλασιν. καὶ καθάπερ ιατρὸς ἄριστο⟨ς⟩ οὐ παύεται τὰ παρ' ἑαυτοῦ φάρμακα ἐπιτιθείς· κἂν ἴδῃ διακρουόμενον, οὐδὲ οὕτως ἀφίσταται, ἀλλὰ διηνεκῆ τὴν ἐπιμέλειαν ποιεῖται.
For the incorruptible judge—I mean conscience—rising up against them cried out with a clear voice, and accused, and showed, and as it were sketched before their eyes the magnitude of their sins. For on this account the Master, the Lover of mankind, from above and from the outset fashioning man, implanted conscience in him as an unceasing accuser, able neither to be outwitted by false reasoning nor ever to submit to deceit. Nay, even though one who has wrought sin and accomplished an unseemly deed might be able to escape the notice of all men, that accuser he cannot escape, but goes about continually having it within troubling, lacerating, scourging, never keeping quiet, but setting upon him both in the marketplace, and in assemblies, and at table, both when sleeping and when rising up, demanding justice for his offences, and bringing before his sight both the unseemliness of the sins committed and the punishment that follows upon it; and like an excellent physician it does not cease applying the remedies from itself, and even if it sees him thrusting it aside, not even thus does it stand aloof, but maintains continual care.
βʹ. Τοῦτο γὰρ αὐτοῦ ἔργον, ἀδιάλειπτον ὑπόμνησιν εισάγειν, καὶ μὴ συγχωρεῖν αὐτῷ λήθην ποτὲ ποιήσασθαι τῶν ειργασμένων, ἀλλ' ὑπ' ὄψιν αὐτῷ τιθέναι, ἵνα κἂν ταύτῃ ὀκνηροτέρους ἡμᾶς ἐργάσηται πρὸς τὸ τοῖς αὐτοῖς περιπεσεῖν. Εἰ γὰρ καὶ τὴν ἐντεῦθεν ἔχοντες συμμαχίαν, καὶ τὴν ἀπὸ τοῦ συνειδότος βοήθειαν, καὶ τὸν σφοδρὸν τοῦτον κατήγορον ἐπικείμενον, καὶ μαστίζοντα ἡμῶν τὸ συνειδὸς, καταξαίνοντα τὴν καρδίαν, καὶ δημίου παντὸς βαρύτερον ἐπικείμενον, οὐδὲ οὕτως οἱ πολλοὶ τῆς ῥᾳθυμίας περιγινόμεθα· ει μὴ ταύτην εἴχομεν τὴν βοήθειαν, ποῦ οὐκ ἂν ταχέως ἐξωκείλαμεν; Διά τοι τοῦτο καὶ ὁ
2. For this is its work: to bring in unceasing remembrance, and never to allow him to fall into forgetfulness of the things wrought, but to set them before his sight, so that at least in this way it may render us more reluctant to fall into the same sins. For if, even while possessing the alliance from this source, and the aid from conscience, and having this vehement accuser pressing upon us, scourging our conscience, lacerating the heart, and pressing more heavily than any executioner, not even thus do most of us get the better of our laxity—if we did not have this aid, whither would we not speedily have run aground? On this very account also the
Notes, col. 135

On the reading

Printed ειρημένα, for εἰρημένα.

Printed ει, for εἰ.

Printed εις, for εἰς.

Printed αισχύνη, for αἰσχύνη.

Printed ἐβόα', for ἐβόα.

Printed ὡσανει, for ὡσανεὶ.

Printed κόλασιν. καὶ, for κόλασιν· καὶ.

Printed ιατρὸς, for ἰατρὸς.

Printed εισάγειν, for εἰσάγειν.

Printed ειργασμένων, for εἰργασμένων.

PG 53:136Read from the page
πρωτόπλαστος νῦν αἴσθησιν λαβὼν τοιαύτην, καὶ τὴν παρουσίαν τοῦ Δεσπότου ἐννοήσας, εὐθέως κρύπτεται. Τίνος ἕνεκεν, εἰπέ μοι; Ἐπειδὴ ἑώρα σφοδρὸν αὐτῷ τὸν κατήγορον ἐφεστῶτα, τὸ συνειδὸς λέγω. Οὐδένα γὰρ ἕτερον εἶχε τὸν διελέγχοντα καὶ μάρτυρα ὄντα τῶν ἐπταισμένων, ἀλλ' ἐκεῖνον μόνον, ὃν ἔνδοθεν περιέφερεν. Ἄλλως δὲ μετὰ τῆς τοῦ συνειδότος κατηγορίας καὶ ἡ ἀφαίρεσις τῆς δόξης τῆς πρότερον αὐτοὺς καθάπερ ἱμάτιον λαμπρὸν περιστελλούσης ἐδίδασκεν αὐτοὺς διὰ τῆς γυμνότητος τῆς ἁμαρτίας ἧς εἰργάσαντο τὸ μέγεθος. Ἐπεὶ οὖν μετὰ τὴν ἁμαρτίαν ἐκείνην τὴν χαλεπὴν αἰσχύνῃ περιεβλήθησαν, κρύπτεσθαι ἐπεχείρουν. Ἤκουσαν γὰρ, φησὶ, τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ περιπατοῦντος ἐν τῷ παραδείσῳ τὸ δειλινὸν, καὶ ἐκρύβησαν ὅ τε Ἀδὰμ καὶ ἡ γυνὴ αὐτοῦ ἀπὸ προσώπου Κυρίου τοῦ Θεοῦ ἐν μέσῳ τοῦ παραδείσου.
first-formed man, having now received such perception, and having perceived the presence of the Master, straightway hides himself. For what cause, tell me? Because he saw the accuser standing over him vehement—conscience, I mean. For he had no one else convicting him and being a witness of his stumblings, but that one alone whom he carried about within. And besides, along with the accusation of conscience, the taking away also of the glory which formerly wrapped them round just as a bright garment taught them through their nakedness the magnitude of the sin which they had wrought. Since, therefore, after that grievous sin they were clothed round with shame, they attempted to hide themselves. For they heard, it says, the voice of the Lord God walking in paradise in the cool of the evening, and Adam and his wife hid themselves from the face of the Lord God in the midst of paradise.
Οὐδὲν ἁμαρτίας χεῖρον, ἀγαπητέ· αὕτη γὰρ ἐπεισελθοῦσα οὐ μόνον αἰσχύνης ἡμᾶς πληροῖ, ἀλλὰ καὶ ἀνοήτους ἐργάζεται τοὺς πρότερον συνετοὺς, καὶ σοφίας πολλῆς πεπληρωμένους. Ἐννόησον γάρ μοι πόσῃ τῇ ἀνοίᾳ λοιπὸν κέχρηται ὁ τοσαύτης μετέχων σοφίας πρὸ τούτου, ὁ διὰ τῶν πραγμάτων ἡμῖν τὴν παρασχεθεῖσαν αὐτῷ σοφίαν ἐπιδεικνύμενος, ὁ τοιαῦτα προφητεύσας· Ἀκούσας, φησὶ, τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ περιπατοῦντος ἐν τῷ παραδείσῳ τὸ δειλινὸν, ἐκρύβη αὐτὸς καὶ ἡ γυνὴ αὐτοῦ ἀπὸ προσώπου Κυρίου τοῦ Θεοῦ ἐν μέσῳ τοῦ ξύλου τοῦ παραδείσου. Πόσης οὐκ ἂν εἴη τοῦτο ἀνοίας, τὸν Θεὸν τὸν πανταχοῦ παρόντα, τὸν Δημιουργὸν, τὸν ἀπὸ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι τὰ πάντα παραγαγόντα, τὸν τὰ λανθάνοντα ἐπιστάμενον, τὸν πλάσαντα καταμόνας τὰς καρδίας τῶν ἀνθρώπων, καὶ συνιέντα εἰς πάντα τὰ ἔργα αὐτῶν, τὸν ἐτάζοντα καρδίας καὶ νεφρούς, τὸν αὐτὰ τὰ κινήματα τῆς καρδίας ἡμῶν ἐπιστάμενον, τοῦτον κρύπτεσθαι ἐπεχείρουν; Ἀλλὰ μὴ θαυμάσῃς, ἀγαπητέ· τοιοῦτον γὰρ τῶν ἁμαρτανόντων τὸ ἔθος· κἂν μὴ δύνωνται λανθάνειν, ὅμως σπουδάζουσι λανθάνειν. Ὅτι γὰρ οὐ φέροντες τὴν αἰσχύνην ἣν μετὰ τὴν ἁμαρτίαν ἑαυτοὺς περιέβαλον, γυμνώσαντες ἑαυτοὺς τῆς ἀφθάρτου δόξης ἐκείνης, τοῦτο ἐποίουν, ἐννόει καὶ ποῦ κρύπτονται· ἐν μέσῳ τοῦ παραδείσου. Καθάπερ γὰρ μαστιγίαι τινὲς καὶ οἰκέται, ἀγνώμονες, οὐ δυνάμενοι λαθεῖν τὸν οἰκεῖον δεσπότην, ὧδε κἀκεῖσε περὶ τὰς γωνίας τοῦ οἴκου περιτρέχειν ἐπιχειροῦσι, τοῦ φόβου κατασείοντος αὐτῶν τὴν διάνοιαν· τὸν αὐτὸν δὴ τρόπον καὶ οὗτοι οὐδεμίαν εὑρίσκοντες ἀποφυγήν, ἐν αὐτῷ τῷ οἴκῳ περιστρέφονται, τοῦτ' ἔστιν ἐν τῷ παραδείσῳ. Οὐχ ἁπλῶς δὲ πρόσκειται ὁ καιρός· Ἤκουσαν γὰρ, φησὶ, τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ περιπατοῦντος ἐν τῷ παραδείσῳ τὸ δειλινόν· ἀλλ' ἵνα μάθῃς τοῦ Δεσπότου τὴν φιλανθρωπίαν, ὅτι οὐδὲ τὸ τυχὸν ἀνεβάλετο, ἀλλ' εὐθέως εἶδε τὸ γεγονὸς, καὶ τοῦ ἕλκους τὸ μέγεθος, καὶ ἐπὶ τὴν ἰατρείαν ἔσπευσεν, ἵ⟨να⟩ μὴ νομὴν ἐργασάμενον τὸ ἕλκος, ἀνίατον τὸ τραῦμα κ⟨α⟩-τασκευάσῃ· διὰ τοῦτο προκαταλαμβάνειν ἐπείγεται, κ⟨αὶ⟩ εὐθέως πρὸς τὴν νομὴν τοῦ ἕλκους ἵσταται, καὶ οὐδὲ πρὸς βραχὺ κατέλιπεν ἀπρονόητον, τὴν οἰκείαν ἀγαθότητα μιμούμενος. Καὶ γὰρ τοσαύτην ἀπεδείξατο τὴν μανίαν ὁ ἐχθρὸς τῆς σωτηρίας τῆς ἡμετέρας, ἀεὶ βασκαίνων τοῖς ἡμετέροις ἀγαθοῖς, ὡς ἐξ αὐτῶν τῶν προοιμίων τὴν ἐπιβουλὴν ἐργάσασθαι, καὶ διὰ τῆς ὀλεθρίου συμβουλῆς τῆς θαυμαστῆς ἐκείνης διαγωγῆς αὐτοὺς ἀποστερῆσαι. Ἀλλ' ὁ εὐμήχανος Θεὸς, ὁ κατὰ τὴν αὐτοῦ σοφίαν τὰ ἡμέτερα οἰκονομῶν, ὁρῶν μὲν καὶ τοῦ διαβόλου τὴν γεγενημένην κακουργίαν, καὶ τοῦ ἀνθρώπου δὲ τὴν ῥᾳθυμίαν, δι' ἧς εἰς τοσαύτην αἰσχύνην ἑαυτὸν περιέβαλε συναπατηθεὶς τῇ γυναικὶ, ἐφίσταται, καὶ καθάπερ δικαστὴς ἥμερος καὶ φιλάνθρωπος καθίζει δικαστήριον φόβου καὶ φρίκης γέμον, καὶ τὴν ἐξέτασιν μετὰ ἀκριβείας ποιεῖται· ἡμᾶς διὰ τούτου παιδεύων, μὴ πρότερον τοὺς
Nothing is worse than sin, beloved; for when it comes in besides, it not only fills us with shame, but also renders senseless those who formerly were prudent and filled with much wisdom. For consider for me what great senselessness he has henceforth employed who before this partook of so great wisdom, who displayed to us through deeds the wisdom granted to him, who prophesied such things: Having heard, it says, the voice of the Lord God walking in paradise in the cool of the evening, both he himself and his wife hid themselves from the face of the Lord God in the midst of the tree of paradise. Of how great senselessness would this not be: God, Who is everywhere present, the Creator, Who brought all things forth from non-being into being, Who knows the things that lie hidden, Who fashioned severally the hearts of men and understands unto all their works, Who searches hearts and reins, Who knows the very motions of our heart—from Him they attempted to hide themselves? Yet do not marvel, beloved; for such is the custom of those who sin: even if they are unable to escape notice, nevertheless they are zealous to escape notice. For that they did this because they could not endure the shame wherewith after the sin they had clothed themselves round, having stripped themselves of that incorruptible glory, consider also where they hide themselves: in the midst of paradise. For just as certain whipping-knaves and ungrateful household servants, unable to escape the notice of their own master, attempt to run round hither and thither about the corners of the house, fear shaking their understanding; in the very same way these also, finding no escape, turn round in the house itself, that is, in paradise. And not merely is the season added—For they heard, it says, the voice of the Lord God walking in paradise in the cool of the evening—but so that you may learn the loving-kindness of the Master, that He did not delay even the slightest while, but straightway saw what had come to pass, and the magnitude of the ulcer, and hastened to the healing, lest the ulcer, having wrought a spreading sore, should render the wound incurable; on this account He hastens to anticipate it, and straightway stands against the spreading of the ulcer, and not even for a brief while left it uncared for, imitating His own goodness. For the enemy of our salvation, ever eyeing our good things with malice, displayed such madness as from the very outset to work his plot, and through his pernicious counsel to deprive them of that wondrous way of life. Yet the resourceful God, Who according to His wisdom orders our affairs, seeing both the wickedness of the devil that had come to pass, and the sloth of the man, through which, deceived along with the woman, he had cast himself round into so great shame, stands over him, and just as a gentle and humane judge sets a tribunal full of fear and shuddering, and makes the examination with exactness; instructing us through this not first our
PG 53:137Read from the page
ὁμογενεῖς καταδικάζειν, πρὶν ἂν ἀκριβῆ τὴν ἐξέτασιν ποιησώμεθα.
kinsmen to condemn before we have made the examination exact.
γʹ. Ἀκούσωμεν τοίνυν, ει δοκεῖ, τίνα μὲν ὁ δικαστὴς ἐπερωτᾷ, τίνα δὲ οἱ κατάδικοι ἀποκρίνονται, καὶ ποίας τιμωρίας δέχονται, καὶ ποίᾳ καταδίκῃ ὑπεύθυνος γίνεται ὁ τὴν τοσαύτην ἐπιβουλὴν εἰς αὐτοὺς ἐργασάμενος. Ἀλλὰ συντείνατέ μοι, παρακαλῶ, τὴν διάνοιαν, καὶ διὰ πολλοῦ τοῦ φόβου τοῖς λεγομένοις προσέχετε. Εἰ γὰρ δικαστὴν ὁρῶντες ἐπίγειον ἐφ' ὑψηλοῦ βήματος καθήμενον, καὶ τοὺς καταδίκους εἰς μέσον ἄγοντα, καὶ καταξαίνοντα, καὶ τιμωρούμενον, μετὰ πολλοῦ τοῦ δέους παρεστήκαμεν ἀκοῦσαι βουλόμενοι, τί μὲν ὁ δικαστὴς λέγει, τί δὲ ὁ ὑπεύθυνος ἀποκρίνεται· πολλῷ μᾶλλον νῦν τοῦτο ποιεῖν ἡμᾶς δίκαιον, ὁρῶντας τὸν Δημιουργὸν τῆς φύσεως δίκην εἰσπραττόμενον τῶν ὑπ' αὐτοῦ δημιουργηθέντων. Ἀλλ' ἐὰν προσέχητε μετὰ ἀκριβείας, ὄψεσθε πόσον τὸ μέσον τῆς τοῦ Θεοῦ φιλανθρωπίας, καὶ τῆς τῶν ἀνθρώπων περὶ τοὺς ὁμογενεῖς αὐστηρότητος. Καὶ ἐκάλεσε Κύριος ὁ Θεὸς τὸν Ἀδὰμ, καὶ εἶπεν αὐτῷ, Ἀδὰμ, ποῦ εἶ; Ἐξ αὐτῆς τῆς ἐρωτήσεως ἄξιον ἐκπλαγῆναι τοῦ Θεοῦ τὴν ὑπερβάλλουσαν φιλανθρωπίαν, οὐχ ὅτι ἐκάλεσε μόνον, ἀλλ' ὅτι καὶ δι' ἑαυτοῦ ἐκάλεσεν· ὅπερ ἄνθρωποι οὐκ ἄν ποτε ἀνάσχοιντο ἐπὶ τῶν ὁμογενῶν, καὶ τῆς αὐτῆς αὐτοῖς φύσεως κοινωνούντων. Ἴστε γὰρ ὅτι, ἐπειδὰν ἐφ' ὑψηλοῦ τοῦ βήματος καθήμενοι δίκην εἰσπράττονται τοὺς τὰ φαῦλα ἐργασαμένους, οὐκ ἀξιοῦσιν αὐτοὺς τῆς οἰκείας ἀποκρίσεως, καὶ διὰ τοῦτο δεικνύντες αὐτοῖς, ὅσῃ ἀτιμίᾳ ἑαυτοὺς περιέβαλον διὰ τῆς τῶν πονηρῶν πράξεων ἐργασίας· ἀλλ' ὁ μὲν δικαστὴς ἀποκρίνεται, ἕτερος δέ τις ἑστὼς διαβιβάζει τὰ παρὰ τοῦ δικαστοῦ τῷ ὑπευθύνῳ, καὶ τὰ παρ' ἐκείνου πάλιν διαπορθμεύει τῷ δικαστῇ· καὶ τοιοῦτον ἂν ἴδοι τις τῶν δικαζόντων πανταχοῦ τὸ ἔθος. Ἀλλ' ὁ Θεὸς οὐχ οὕτως, ἀλλὰ τί; Αὐτὸς δι' ἑαυτοῦ καλεῖ· Καὶ ἐκάλεσε, φησὶ, Κύριος ὁ Θεὸς τὸν Ἀδὰμ καὶ εἶπεν αὐτῷ, Ἀδὰμ, ποῦ εἶ; Ὅρα πόση δύναμις ἐναπόκειται ἐν τῇ βραχείᾳ ταύτῃ λέξει. Καὶ αὐτὸ μὲν γὰρ τὸ καλέσαι πολλῆς καὶ ἀφάτου φιλανθρωπίας, καὶ τὸ τῷ καταισχυνομένῳ, καὶ μηδὲ ἆραι τὸ στόμα τολμῶντι, μηδὲ διανοῖξαι γλῶτταν, καὶ ἀφορμὴν δοῦναι, διὰ τῆς ἐρωτήσεως, πολλῆς ἀγαθότητος· τὸ δὲ καὶ λέγειν, Ποῦ εἶ; πολλὴν ἔχει τὴν ἰσχὺν μετὰ τῆς φιλανθρωπίας. Μονονουχὶ γὰρ αἰνίττεται αὐτῷ διὰ τούτου λέγων πρὸς αὐτόν· Τί γέγονεν; Ἑτέρωθί σε κατέλιπον, καὶ ἑτέρωθι νῦν εὑρίσκω· ἑτέρᾳ δόξῃ ἠμφιεσμένον καταλιπὼν, νῦν εὗρον ἐν γυμνότητι. Ποῦ εἶ; Πόθεν σοι συνέβη τοῦτο; Τίς σε εἰς τοσαύτην ἤγαγε μεταβολήν; Ποῖος λῃστὴς καὶ τοιχωρύχος οὕτως ἀθρόον ἅπασαν τοῦ πλούτου τὴν περιουσίαν ἀφελόμενος, ἐν τοσαύτῃ σε πενίᾳ κατέστησε; Πόθεν σοι τῆς γυμνώσεως ἡ αἴσθησις γέγονε; Τίς σοι αἴτιος τῆς ἀφαιρέσεως τοῦ θαυμαστοῦ ἐκείνου ἐνδύματος, ὃ περιβεβλημένος ἐτύγχανες; Τίς ἡ ἀθρόα αὕτη μεταβολή; Ποία καταιγὶς οὕτω σφοδρὰ ταχέως ἅπαντά σου τὸν φόρτον κατέδυσε; Τί γέγονεν, ὅτι τὸν τοσαῦτα εὐεργετήσαντα, καὶ εἰς τοσαύτην ἀναγαγόντα τιμὴν κρύπτεσθαι ἐπιχειρεῖς; Τίνα δεδοικὼς νῦν λανθάνειν σπουδάζεις; Μὴ γὰρ κατήγορος παρέστηκε; μὴ γὰρ μάρτυρες ἐφεστήκασι; Πόθεν σοι ἡ τοσαύτη δειλία καὶ ὁ φόβος κατεσκεδάσθη; Τῆς φωνῆς σου ἤκουσα, φησὶ, περιπατοῦντος ἐν τῷ παραδείσῳ, καὶ ἐφοβήθην ὅτι γυμνός εἰμι, καὶ ἐκρύβην. Πόθεν σοι ἡ γνῶσις τῆς γυμνώσεως γέγονεν; εἰπέ μοι· τί τὸ καινὸν καὶ παράδοξον; Τίς ἂν τοῦτο ἠδυνήθη ποτὲ ἀναγ-
3. Let us hear, therefore, if it seems good, what things the judge inquires, and what things the condemned answer, and what punishments they receive, and to what condemnation he becomes liable who wrought so great a plot against them. Yet strain your understanding for me, I beseech you, and with great fear give heed to the things said. For if, when seeing an earthly judge sitting upon a lofty tribunal, and bringing the condemned into the midst, and lacerating and punishing them, we have stood by with great dread, wishing to hear what the judge says and what the accused answers; much more is it righteous for us to do this now, when seeing the Creator of nature exacting justice from those fashioned by Him. Yet if you give heed with exactness, you will see how great the distance is between the loving-kindness of God and the severity of men concerning their kinsmen. And the Lord God called Adam, and said to him: Adam, where art thou? From the very inquiry it is worthy to be struck with amazement at the surpassing loving-kindness of God, not only that He called, but that He also called through Himself—what men would never endure to do in the case of their kinsmen who share the same nature with them. For you know that, whenever they sit upon their lofty tribunal and exact justice from those who have wrought base things, they do not deem them worthy of their own answer, showing them through this also with how great dishonour they have clothed themselves round through the practice of wicked deeds; but the judge answers, while some other man standing by conveys the words from the judge to the accused, and again ferries the words from him to the judge; and such one may see to be everywhere the custom of those who judge. Yet God does not so; nay, what? He Himself calls through Himself: And the Lord God called Adam, it says, and said to him: Adam, where art thou? Behold how great force lies stored up in this brief utterance. For even the very calling belongs to great and ineffable loving-kindness, and giving an opening also through the inquiry to him who was put to shame, and did not dare even to lift up his mouth nor to open his tongue, belongs to great goodness; while saying also, Where art thou? holds much strength along with loving-kindness. For He all but hints to him through this, saying to him: What has come to pass? Elsewhere I left you, and elsewhere I now find you; having left you arrayed in another glory, I now found you in nakedness. Where art thou? Whence did this befall you? Who led you into so great a change? What robber and housebreaker, having so all at once stripped away all the abundance of your wealth, set you in so great poverty? Whence has the perception of your stripping come to you? Who was the cause for you of the taking away of that wondrous garment wherewith you chanced to be clad? What is this sudden change? What squall so vehement swiftly sunk your whole cargo? What has come to pass, that from Him Who conferred so great benefits, and led you up to so great honour, you attempt to hide yourself? Fearing whom are you now zealous to escape notice? Has an accuser stood by? Have witnesses stood over you? Whence has so great cowardice and fear been poured down upon you? I heard Thy voice, he says, as Thou wast walking in paradise, and I was afraid because I am naked, and I hid myself. Whence has the knowledge of your stripping come to you? Tell me: what is this new and paradoxical thing? Who could ever have been able to announ-
Notes, col. 137

On the reading

Printed ει, for εἰ.

PG 53:138Read from the page
γεῖλαί σοι, εἰ μὴ σὺ σαυτῷ ταύτης αἴτιος ἐγένου τῆς αἰσχύνης; εἰ μὴ ἀπὸ τοῦ ξύλου, οὗ ἐνετειλάμην σοι τούτου μόνου μὴ φαγεῖν, ἀπ' αὐτοῦ ἔφαγες; Ὅρα φιλανθρωπίαν Δεσπότου καὶ ἀνεξικακίας ὑπερβολήν. Δυνάμενος γὰρ εὐθέως μηδὲ ἀποκρίσεως ἀξιῶσαι τὸν τοσαῦτα ἡμαρτηκότα, ἀλλ' ὑπὸ τὸ ἐπιτίμιον ἀγαγεῖν, ὃ προλαβὼν ὥρισεν, εἰ παραβαίη, μακροθυμεῖ, καὶ ἀνέχεται, καὶ ἐρωτᾷ, καὶ ἀπόκρισιν δέχεται, καὶ πάλιν ἐοωτᾷ μονονουχὶ εἰς ἀπολογίαν αὐτὸν ἐκκαλούμενος, ἵνα ἀφορμὴν λαβὼν, τὴν οἰκείαν φιλανθρωπίαν καὶ μετὰ τὴν τοσαύτην παράβασιν περὶ αὐτὸν ἐπιδείξηται· παιδεύων ἡμᾶς καὶ διὰ τούτου, ἐπειδὰν δικάζωμεν τοῖς ὑπευθύνοις, μὴ ἀνημέρως αὐτοῖς προσφέρεσθαι, μηδὲ τὴν τῶν θηρίων ὠμότητα περὶ αὐτοὺς ἐπιδείκνυσθαι, ἀλλὰ πολλῇ τῇ μακροθυμίᾳ καὶ τῇ φειδοῖ κεχρῆσθαι, ἅτε δὴ ὡς οἰκείοις μέλεσι δικάζοντας, καὶ τὸ ὁμογενὲς ἐννοοῦντας φιλανθρωπίᾳ τὴν τιμωρίαν κεραννύναι. Οὐδὲ γὰρ ἁπλῶς τοσαύτῃ συγκαταβάσει ἡ θεία Γραφὴ κέχρηται, ἀλλὰ διὰ τῆς παχύτητος τῶν λέξεων διδάσκουσα ἡμᾶς τήν τε τοῦ Θεοῦ φιλανθρωπίαν, καὶ εἰς ζῆλον ἄγουσα, ὥστε κατὰ δύναμιν ἀνθρωπίνην μιμεῖσθαι τοῦ Δεσπότου τὴν ἀγαθότητα· Καὶ εἶπεν αὐτῷ, Τίς ἀνήγγειλέ σοι, ὅτι γυμνὸς εἶ, εἰ μὴ ἀπὸ τοῦ ξύλου οὗ ἐνετειλάμην σοι τούτου μόνου μὴ φαγεῖν, ἀπ' αὐτοῦ ἔφαγες; Πόθεν ἂν, φησὶν, ἠδυνήθης τοῦτο γνῶναι, καὶ τοσαύτῃ αἰσχύνῃ περιβληθῆναι, εἰ μὴ πολλῇ τῇ ἀκρασίᾳ ἐχρήσω, καὶ κατεφρόνησάς μου τῆς ἐντολῆς;
ce this to you, unless you yourself became to yourself the cause of this shame? Unless from the tree whereof alone I commanded you not to eat, from it you ate? Behold the loving-kindness of the Master and His surpassing forbearance. For though able straightway not even to deem him who had sinned so greatly worthy of an answer, but to bring him under the penalty which He had determined beforehand if he should transgress, He is long-suffering, and endures, and inquires, and receives an answer, and again inquires, all but calling him forth to a defence, so that, having taken an opening, He may display His own loving-kindness towards him even after so great a transgression; instructing us through this also, whenever we judge those liable to account, not to bear ourselves savagely towards them, nor to display the cruelty of wild beasts concerning them, but to employ much long-suffering and sparing, inasmuch as judging our own members, and, bearing in mind our kindred nature, to mingle punishment with loving-kindness. For neither has divine Scripture merely employed so great condescension, but through the grossness of the expressions both instructing us in the loving-kindness of God and leading us unto zeal, so as according to human power to imitate the goodness of the Master: And He said to him, Who announced to you that you are naked, unless from the tree whereof alone I commanded you not to eat, from it you ate? Whence, He says, could you have been able to know this, and to be clothed round with so great shame, unless you employed much incontinence, and despised My commandment?
δʹ. Σκόπει, ἀγαπητὲ, τῆς ἀγαθότητος τοῦ Θεοῦ τὴν ὑπερβολήν, ὅπως καθάπερ φίλος φίλῳ διαλεγόμενος, καὶ ἐγκαλῶν ὡς παραβάντι τὰ παρ' αὐτοῦ ἐνταλθέντα, οὕτω πρὸς αὐτὸν τὴν διάλεξιν ποιεῖται. Τίς ἀνήγγειλέ σοι ὅτι γυμνὸς εἶ, εἰ μὴ ἀπὸ τοῦ ξύλου, οὗ ἐνετειλάμην σοι τούτου μόνου μὴ φαγεῖν, ἀπ' αὐτοῦ ἔφαγες; Οὐ μικρὰν ἔμφασιν ἔχει καὶ τὸ λέγειν· Τούτου μόνου. Μὴ γὰρ ἐστενοχώρησά σου, φησὶ, τὴν ἀπόλαυσιν; Οὐχὶ πᾶσαν ἄδειάν σοι παρέσχον, καὶ πάντων τῶν ἐν τῷ παραδείσῳ τὴν ἐξουσίαν δεδωκὼς, ἑνὸς τούτου μόνου ἀπέχεσθαι ἐνετειλάμην, ἵνα εἰδέναι ἔχῃς, ὅτι ὑπὸ δεσπότην εἶ, καὶ ὀφείλεις ὑπακοήν τινα ἐπιδεικνύναι; Τίς οὖν ἡ τοσαύτη ῥᾳθυμία, ὥστε τοσαύτην ἔχοντα ἀπόλαυσιν, μὴ ἀνασχέσθαι μηδὲ τούτου τοῦ ἑνὸς ἀποσχέσθαι, ἀλλ' οὕτω ταχέως εἰς τὴν παρ' ἐμοῦ δοθεῖσαν ἐντολὴν ἐξυβρίσαι, καὶ τοσούτοις κακοῖς ἑαυτὸν περιβαλεῖν; Τί σοι τὸ ὄφελος γέγονεν; Οὐ προλαβὼν ταῦτα εἶπον; οὐ τῷ φόβῳ τοῦ ἐπιτιμίου προαναστεῖλαι ἠβουλήθην, καὶ ἀσφαλεστέρους ἐργάσασθαι; οὐκ εἶπον τὸ μέλλον ὑμῖν συμβήσεσθαι; οὐ διὰ τοῦτο τὴν βρῶσιν ἐκώλυσα, ἵνα μὴ τούτοις περιπέσητε; Τίς ἄν σε συγγνώμης ἀξιώσειε, τὸν μετὰ τοσαύτας παραγγελίας οὕτως ἀγνώμονα γενόμενον; Οὐ καθάπερ πατὴρ παιδὶ γνησίῳ, οὕτω πάντα διεστειλάμην, καὶ ἐδίδαξα τῶν μὲν ἄλλων ἀπογεύσασθαι, τούτου δὲ ἀποσχέσθαι, ἵνα μὴ πᾶσί σου τοῖς ἀγαθοῖς λυμαίνηται; Ἀλλ' ἴσως ἀγαθὴν καὶ ἀξιοπιστοτέραν ἡγησάμενος τῆς ἐμῆς ἐντολῆς τὴν ἑτέρου συμβουλὴν, καὶ προσδοκήσας μειζόνων ἐφικέσθαι τοῦτο πεποίηκας, καὶ τὰς ἐμὰς ἐντολὰς παρωσάμενος κατετόλμησας τῆς τοῦ ξύλου βρώσεως. Ἰδοὺ διὰ τῆς πείρας ὧν πέπονθας, ἔμαθες ὅσον τῆς συμβουλῆς ἐκείνης τὸ ὀλέθριον. Εἴδετε δικαστοῦ φιλανθρωπίαν; εἴδετε ἡμερότητα καὶ ἀνεξικακίαν ἄφατον; εἴδετε συγκατάβασιν πάντα λόγον καὶ διάνοιαν ὑπερβαίνουσαν; εἴδετε πῶς διὰ τῆς ἐρωτήσεως καὶ τοῦ λέγειν, Τίς ἀνήγγειλέ σοι ὅτι γυμνὸς εἶ, εἰ μὴ ἀπὸ τοῦ ξύλου, οὗ ἐνετειλάμην σοι τούτου μόνου μὴ φαγεῖν, ἀπ' αὐτοῦ ἔφαγες, θύρας αὐτῷ ἀνοῖξαι βούλεται ἀπολογίας, ἵνα καὶ πρὸς τὸν οὕτως ἡμαρτη-
4. Consider, beloved, the surpassing greatness of the goodness of God, how, conversing just as a friend with a friend, and bringing a charge against him as having transgressed the things enjoined by Him, He thus makes His converse with him. Who announced to you that you are naked, unless from the tree whereof alone I commanded you not to eat, from it you ate? No small force also has the saying: Whereof alone. Did I straiten your enjoyment, He says? Did I not afford you every licence, and, having given you authority over all the things in paradise, command you to abstain from this one alone, so that you might be able to know that you are under a master, and owe to display some obedience? What then is so great sloth, that, when having so great enjoyment, you did not endure to abstain even from this one thing, but so swiftly insulted the commandment given by Me, and cast yourself round into so great evils? What profit has come to you? Did I not say these things beforehand? Did I not wish by fear of the penalty to check you in advance, and render you more secure? Did I not say what was about to befall you? Did I not on this account forbid the eating, lest you should fall into these things? Who would deem you worthy of pardon, who after so many injunctions have become so ungrateful? Did I not just as a father to a true-born child thus distinguish all things, and teach you to taste of the others, but to abstain from this one, lest it should mar all your good things? Yet perhaps, having esteemed the counsel of another good and more trustworthy than My commandment, and having expected to attain to greater things, you have done this, and, having thrust aside My commandments, you ventured rashly upon the eating of the tree. Behold, through the experience of what you have suffered, you have learned how pernicious that counsel was. Did you see the loving-kindness of a judge? Did you see gentleness and ineffable forbearance? Did you see condescension surpassing every word and understanding? Did you see how through the inquiry and the saying, Who announced to you that you are naked, unless from the tree whereof alone I commanded you not to eat, from it you ate, He wishes to open doors of defence for him, so that even towards him who had so sinn-
Notes, col. 138

On the reading

Printed ἐοωτᾷ, for ἐρωτᾷ.

PG 53:139Read from the page
κότα τὴν οἰκείαν φιλανθρωπίαν ἐπιδείξηται; Ἀκούσωμεν τοίνυν καὶ τοῦ καταδίκου, τί πρὸς ταῦτα ἀποκρίνεται. Καὶ εἶπε, φησὶν, ὁ Ἀδάμ· Ἡ γυνή, ἣν ἔδωκας μετ' ἐμοῦ, αὕτη μοι ἔδωκεν ἀπὸ τοῦ ξύλου, καὶ ἔφαγον. Ἐλεεινὰ τὰ ῥήματα, καὶ πολλοῦ τοῦ οἴκτου γέμοντα, καὶ ἱκανὰ πρὸς φιλανθρωπίαν ἐπισπάσασθαι τὸν Δεσπότην, τὸν οὕτως ἥμερον, καὶ ἀγαθότητι νικῶντα τὰ ἡμέτερα πλημμελήματα. Ἐπειδὴ γὰρ διὰ τῆς πολλῆς μακροθυμίας κατέσεισεν αὐτοῦ τὴν διάνοιαν, καὶ ἔδειξεν αὐτῷ τοῦ ἁμαρτήματος τὸ μέγεθος, μονονουχὶ ἀπολογίαν Ἀδὰμ συντιθείς, φησὶ πρὸς αὐτόν, Ἡ γυνὴ ἣν ἔδωκας μετ' ἐμοῦ, αὕτη μοι ἔδωκεν ἀπὸ τοῦ ξύλου, καὶ ἔφαγον. Οἶδα, φησὶν, ἡμαρτηκὼς, ἀλλ' ἡ γυνὴ ἣν ἔδωκας μετ' ἐμοῦ, περὶ ἧς αὐτὸς εἶπας, Ποιήσωμεν αὐτῷ βοηθὸν κατ' αὐτὸν, αὕτη μοι αἰτία τοῦ ὀλίσθου γέγονεν. Ἡ γυνὴ ἣν ἔδωκας μετ' ἐμοῦ. Πότε γὰρ προσεδόκησα ταύτην τῇ αἰσχύνῃ με ταύτῃ περιβαλεῖν, τὴν διὰ τοῦτο δημιουργηθεῖσαν, ἵνα μοι τὴν παρ' ἑαυτῆς παραμυθίαν εἰσαγάγῃ; Σύ μοι αὐτὴν δέδωκας, σὺ αὐτὴν ἤγαγες πρός με. Αὕτη τοίνυν, οὐκ οἶδα πόθεν κινουμένη, ἔδωκέ μοι ἀπὸ τοῦ ξύλου, καὶ ἔφαγον. Ταῦτα δοκεῖ μὲν ἀπολογίαν τινὰ ἔχειν, πάσης δὲ ἀπεστέρηται συγγνώμης. Ποίας γὰρ ἂν εἴης συγγνώμης ἄξιος, φησὶ, τῶν ἐμῶν ἐντολῶν ἐπιλαθόμενος, καὶ τῶν παρ' ἐμοῦ ῥηθέντων προτιμοτέραν ἡγησάμενος τὴν παρὰ τῆς γυναικὸς δόσιν; Εἰ γὰρ καὶ ἡ γυνὴ ἔδωκεν, ἀλλ' ἡ ἐντολὴ ἡ ἐμὴ καὶ ὁ φόβος τοῦ ἐπιτιμίου ἱκανὸς ἦν παρασκευάσασθαι φυγεῖν τὴν μετάληψιν. Μὴ γὰρ οὐκ ᾔδεις; μὴ γὰρ ἠγνόεις; Προλαβὼν διὰ τοῦτο εἶπον κηδόμενος ὑμῶν, ἵνα μὴ τούτοις περιπέσητε· ὥστε, εἰ καὶ ἡ γυνή σοι πρὸς τὴν παράβασιν τῆς ἐντολῆς ὑπηρετήσατο, ἀλλ' οὐδὲ οὕτως ἀνεύθυνος ἔσῃ. Ἀξιοπιστοτέραν γὰρ ἐχρῆν ἡγήσασθαι τὴν παρ' ἐμοῦ ἐντολὴν, καὶ οὐ μόνον αὐτὸν σὲ παραιτήσασθαι τὴν βρῶσιν, ἀλλὰ καὶ τῇ γυναικὶ δεῖξαι τῶν ἡμαρτημένων τὸ μέγεθος. Κεφαλὴ γὰρ εἶ τῆς γυναικὸς, καὶ διὰ σὲ ἐκείνη παρήχθη· σὺ δὲ τὴν τάξιν ἀνέστρεψας, καὶ οὐ μόνον ἐκείνην οὐ διώρθωσας, ἀλλὰ καὶ συγκατεσπάσθης· καὶ δέον τὸ λοιπὸν σῶμα τῇ κεφαλῇ ἕπεσθαι, τὸ ἐναντίον γέγονε, καὶ ἡ κεφαλὴ τῷ λοιπῷ σώματι ἐξηκολούθησε, καὶ τὰ ἄνω κάτω γέγονε. Διὰ τοῦτο, ἐπειδὴ τὴν τάξιν ἅπασαν ἀνέστρεψας, ἐν τούτοις εἶ νῦν, ὁ πρὸ τούτου τοσαύτῃ δόξῃ περιβεβλημένος. Τίς σε οὖν κατ' ἀξίαν ὀδύρηται τῆς ἀφαιρέσεως τῶν τοσούτων ἀγαθῶν; Ἀλλ' ὅμως, εἰ καὶ ταῦτά σοι ἅπαντα συμβέβηκε, μηδενὶ ἑτέρῳ τὴν αἰτίαν ἐπίγραφε, ἀλλὰ σαυτῷ καὶ τῇ σῇ ῥᾳθυμίᾳ· οὐ γὰρ ἂν, εἰ μὴ ἠβουλήθης, ἡ γυνή σε ἠδύνατο εἰς τὸν ὄλισθον τοῦτον ἀγαγεῖν. Μὴ γὰρ παρεκάλεσε; μὴ γὰρ διελέχθη; μὴ γὰρ ἠπάτησεν; Ἔδωκε μόνον, καὶ εὐθέως μετὰ τοσαύτης εὐκολίας ἐπὶ τὴν μετάληψιν ὑπήχθης, οὐδεμίαν μνήμην ποιησάμενος τῆς ἐμῆς ἐντολῆς, ἀλλ' ἐνόμισας ἠπατῆσθαι παρ' ἐμοῦ, καὶ διὰ τοῦτο μὴ συγχωρηθῆναί σοι τὴν βρῶσιν, ἵνα μὴ μειζόνων ἐπιτύχῃς. Καὶ πῶς ἂν ἔχοι λόγον παρ' ἐμοῦ ἠπατῆσθαί σε, τοῦ τοσαύτας εὐεργεσίας εἰς σὲ καταθεμένου; Καὶ τοῦτο δὲ αὐτὸ ὅσης ἦν εὐεργεσίας μέγεθος τὸ προλαβεῖν καὶ διαστείλασθαι τὴν ἀποχὴν, ὥστε μὴ τούτοις περιπεσεῖν, οἷς νῦν ἑαυτὸν περιέβαλες; Ἀλλὰ πάντα ταῦτα παρ' οὐδὲν θέμενος, ἰδοὺ διὰ τῆς πείρας ἔμαθες τῶν ἡμαρτημένων σοι τὸ μέγεθος· λοιπὸν μηδὲ τῇ γυναικὶ μόνῃ τὴν αἰτίαν ἐπίγραφε, ἀλλὰ καὶ τῇ ῥᾳθυμίᾳ τῇ σαυτοῦ.
ed He may display His own loving-kindness? Let us hear, therefore, the condemned man also, what he answers to these things. And Adam said, it says: The woman whom Thou gavest to be with me, she gave me from the tree, and I ate. Pitiable are the words, and full of much compassion, and sufficient to draw on unto loving-kindness the Master, Who is so gentle and overcomes our transgressions by goodness. For since through much long-suffering He shook his understanding, and showed him the magnitude of his sin, Adam, all but putting together a defence, says to Him: The woman whom Thou gavest to be with me, she gave me from the tree, and I ate. I know, he says, that I have sinned, yet the woman whom Thou gavest to be with me, concerning whom Thou Thyself saidst, Let Us make for him a helper according to him—she has become for me the cause of my slip. The woman whom Thou gavest to be with me. For when did I expect that she would clothe me round with this shame—she who was fashioned on this account, so that she might bring in for me the comfort from herself? Thou gavest her to me; Thou leddest her to me. She, therefore, moved I know not whence, gave me from the tree, and I ate. These things seem indeed to have some defence, yet they are deprived of all pardon. For of what pardon would you be worthy, He says, having forgotten My commandments, and having esteemed the gift from the woman more precious than the words spoken by Me? For even if the woman gave, yet My commandment and the fear of the penalty was sufficient to cause you to flee the partaking. Did you not know? Were you ignorant? Caring for you, I said this beforehand on this account, lest you should fall into these things; so that, even if the woman ministered to you towards the transgression of the commandment, not even so will you be free from account. For you ought to have esteemed the commandment from Me more trustworthy, and not only yourself to have declined the eating, but also to have shown the woman the magnitude of the sins. For you are the head of the woman, and on your account she was brought forth; whereas you upturned the order, and not only did not set her right, but were also dragged down along with her; and whereas the rest of the body ought to follow the head, the opposite has come to pass, and the head followed the rest of the body, and things above have turned upside down. On this account, since you upturned the whole order, you are now in this plight—you who before this were clothed round with so great glory. Who then could worthily bewail you for the taking away of so great good things? Nevertheless, even if all these things have befallen you, inscribe the blame to no one else, but to yourself and your own sloth; for unless you had wished it, the woman would not have been able to lead you into this slip. Did she exhort you? Did she discourse with you? Did she deceive you? She merely gave, and straightway with so great facility you were led on to the partaking, having made no remembrance at all of My commandment, but you supposed that you had been deceived by Me, and that on this account the eating had not been permitted to you, lest you should attain to greater things. And how could it have reason that you had been deceived by Me, Who have laid up so great benefactions upon you? And how great a magnitude of benefaction was this very thing also: to anticipate and enjoin abstinence, so that you should not fall into these things wherein you have now cast yourself round? Yet having set all these things at nought, behold, through experience you have learned the magnitude of the things sinned by you; henceforth inscribe the blame not to the woman alone, but also to your own sloth.
εʹ. Ἐπειδὴ τοίνυν ἀρκούντως πρὸς τὸν Ἀδὰμ διελέχθη, καὶ τὴν ὁμολογίαν ἐκεῖνος ἐποιήσατο τῶν ἡμαρτημένων, ὡς ἐνόμισε τὴν αἰτίαν εἰς τὴν γυναῖκα μεταθείς· ὅρα
5. Since, therefore, He had conversed sufficiently with Adam, and he had made the confession of his sins, having transferred, as he supposed, the blame unto the woman; behold
PG 53:140Read from the page
τὸν ἀγαθὸν Δεσπότην, πόσῃ τῇ συγκαταβάσει πάλιν κέχρηται, καὶ ἀξιοῖ καὶ ταύτην τῆς παρ' αὐτοῦ ἀποκρίσεως. Καὶ εἶπε, φησὶν, ὁ Θεὸς τῇ γυναικί· Τί τοῦτο ἐποίησας; Ἤκουσας, φησὶ, τοῦ ἀνδρὸς ἐπὶ σὲ τὴν αἰτίαν μεταφέροντος, καὶ τὸ πᾶν ἐπιγράφοντός σοι τῇ πρὸς βοήθειαν αὐτοῦ δεδομένῃ, καὶ διὰ τοῦτο παραχθείσῃ, ἵνα τὴν παρὰ σαυτῆς παραμυθίαν εἰσαγάγῃς αὐτῷ, οἷα δὴ ὁμογενὴς καὶ τῆς αὐτῆς αὐτῷ φύσεως κοινωνοῦσα. Τίνος οὖν ἕνεκεν τοῦτο ἐποίησας, ὦ γύναι; καὶ διὰ τί καὶ σαυτῇ καὶ τῷ ἀνδρὶ τοσαύτης αἰσχύνης αἰτία κατέστης; Τί σοι τὸ ὄφελος γέγονεν ἀπὸ τῆς τοσαύτης ἀκρασίας; τί σοι τῆς ἀπάτης τὸ κέρδος, ἣν ἑκοῦσα ἠπατήθης, καὶ τὸν ἄνδρα κοινωνὸν τῆς ἀπάτης εἰργάσω; Τί οὖν ἡ γυνή· Ὁ ὄφις ἠπάτησέ με, καὶ ἔφαγον. Ὅρα καὶ ταύτην ἐν πολλῇ δειλίᾳ καθεστῶσαν, καὶ ἀπολογουμένην ὑπὲρ τῶν ἡμαρτημένων. Καθάπερ γὰρ ὁ ἀνὴρ τὴν αἰτίαν ἐπὶ τὴν γυναῖκα ἔδοξε μετάγειν λέγων· Ἡ γυνὴ ἤνεγκε, καὶ ἔδωκέ μοι, καὶ ἔφαγον· οὕτω καὶ αὕτη οὐδεμίαν εὑρίσκουσα ἀποφυγὴν ὁμολογεῖ τὸ γεγενημένον, καί φησιν, Ὁ ὄφις ἠπάτησέ με, καὶ ἔφαγον. Τὸ πονηρὸν ἐκεῖνο, φησὶ, θηρίον τοῦτον ἡμῖν τὸν ὄλισθον προεξένησεν, ἐκείνου ἡ ὀλέθριος συμβουλὴ εἰς ταύτην ἡμᾶς τὴν αἰσχύνην ἤνεγκεν, ἐκεῖνός με ἠπάτησε, καὶ ἔφαγον. Μὴ ἁπλῶς παρατρέχωμεν, ἀγαπητοὶ, τὰ λεγόμενα, ἀλλ' ἀκριβῶς διερευνώμενοι πολλὴν ἐντεῦθεν καρπωσώμεθα τὴν ὠφέλειαν. Δικαστήριον γάρ ἐστι φοβερὸν, καὶ φρίκης γέμον, καὶ δεῖ πάντα μετὰ ἀσφαλείας ἀκούσαντας πολὺν τὸν ἀπὸ τῶν λεγομένων θησαυρὸν ἐναποτίθεσθαι τῇ διανοίᾳ. Σκόπει γὰρ καὶ τὸν ἄνδρα λέγοντα, ὅτι Ἡ γυνὴ ἣν ἔδωκας μετ' ἐμοῦ, αὕτη μοι ἔδωκε, καὶ ἔφαγον. Οὐδαμοῦ ἀνάγκη, οὐδαμοῦ βία, ἀλλὰ προαίρεσις καὶ γνώμη· ἔδωκε μόνον, οὐκ ἠνάγκασεν, οὐκ ἐβιάσατο. Καὶ αὕτη πάλιν ἀπολογίαν συντιθεῖσα, οὐκ εἶπεν· Ὁ ὄφις ἠνάγκασέ με, καὶ ἔφαγον. Ἀλλὰ τί; Ὁ ὄφις ἠπάτησέ με· τοῦ δὲ ἀπατηθῆναι, καὶ μὴ ἀπατηθῆναι κυρία ἦν. Ὁ ὄφις, φησὶν, ἠπάτησέ με. Ὁ γὰρ ἐχθρὸς τῆς σωτηρίας τῆς ἡμετέρας ἐνεργήσας διὰ τοῦ πονηροῦ ἐκείνου θηρίου, καὶ τὴν συμβουλὴν εἰσαγαγὼν ἠπάτησεν, οὐκ ἠνάγκασεν, οὐδὲ ἐβιάσατο, ἀλλὰ διὰ τῆς ὀλεθρίας συμβουλῆς τὴν ἀπάτην εἰς ἔργον ἤγαγεν, ἐπειδὴ εὗρε τὴν γυναῖκα εὐκόλως δυναμένην δέξασθαι τὴν ἀπάτην τὴν πάσης συγγνώμης ἀπεστερημένην. Ὁ ὄφις ἠπάτησέ με, καὶ ἔφαγον. Ὅρα τοίνυν τὸν ἀγαθὸν Δεσπότην ἀρκούμενον αὐτῶν τοῖς ῥήμασι, καὶ οὐδὲν περαιτέρω καταναγκάζοντα λέγειν. Ἐπειδὴ γὰρ οὐκ ἀγνοῶν ταῦτα ἠρώτα, ἀλλ' εἰδὼς, καὶ σφόδρα εἰδὼς, ἵνα δὲ τὴν οἰκείαν φιλανθρωπίαν ἐπιδείξηται, συγκαταβαίνει αὐτῶν τῇ ἀσθενείᾳ, καὶ ἐκκαλεῖται αὐτοὺς εἰς ὁμολογίαν τῶν ἐπταισμένων. Διὰ τοῦτο οὖν οὐδὲν πλέον ἐρωτᾷ. Ἐχρῆν γὰρ ἄρα μαθεῖν καὶ τὸ εἶδος τῆς ἀπάτης· ἀλλ' ἵνα ἡμῖν δείξῃ ὅτι οὐκ ἀγνοίας ἦν ἡ ἐρώτησις, ἀρκεῖται τοῖς ῥηθεῖσιν. Εἰποῦσα γὰρ, Ὁ ὄφις ἠπάτησέ με, καὶ ἔφαγον, ἐκείνην ᾐνίξατο τὴν ὀλεθρίαν συμβουλὴν, ἣν ἐδέξατο παρὰ τοῦ διαβόλου διὰ τοῦ ὄφεως, ὅτι Ἔσεσθε μετὰ τὴν βρῶσιν ὡς θεοί. Εἴδετε μεθ' ὅσης ἀκριβείας ἠρωτήθη ὁ Ἀδάμ; μεθ' ὅσης ἀνεξικακίας εἰσήχθη εἰς τὸ δικαστήριον καὶ ἡ γυνή; πῶς ἑκάτερος αὐτῶν τὴν ἀπολογίαν ἐποιήσατο; Βλέπετε λοιπὸν ἐνταῦθα τῆς ἀφάτου φιλανθρωπίας τοῦ δικαστοῦ τὴν ὑπερβολήν. Ἐπειδὴ γὰρ εἶπεν ἡ γυνὴ, ὅτι Ὁ ὄφις ἠπάτησέ με, καὶ ἔφαγον· οὐκέτι λοιπὸν ἀποκρίσεως ἀξιοῖ τὸν ὄφιν, οὐδὲ ἀπολογίας χώραν
the good Master, how great condescension He again employs, and deems her also worthy of the answer from Him. And God said, it says, to the woman: Why did you do this? You heard, He says, your husband transferring the blame unto you, and inscribing the whole to you who were given for his help, and brought forth on this account, so that you might bring in for him the comfort from yourself, inasmuch as akin and sharing the same nature with him. For what cause, then, did you do this, O woman? And why did you become the cause of so great shame both to yourself and to your husband? What profit has come to you from so great incontinence? What gain to you from the deceit wherewith of your own will you were deceived, and wrought your husband also a sharer of the deceit? What then says the woman? The serpent deceived me, and I ate. Behold her also set in much cowardice, and making a defence on behalf of her sins. For just as the man seemed to shift the blame unto the woman, saying: The woman brought, and gave to me, and I ate; so she also, finding no escape, confesses what has come to pass, and says: The serpent deceived me, and I ate. That wicked beast, she says, procured this slip for us; his pernicious counsel brought us into this shame; he deceived me, and I ate. Let us not merely run past the things said, beloved, but, searching them out exactly, let us reap much benefit therefrom. For it is a fearful tribunal, and full of shuddering, and we must, having heard all things with secure care, store up in our understanding much treasure from the things said. For consider the man also saying: The woman whom Thou gavest to be with me, she gave to me, and I ate. Nowhere is there necessity, nowhere force, but choice and purpose: she merely gave, she did not compel, she did not force. And she again, putting together a defence, did not say: The serpent compelled me, and I ate. Nay, what? The serpent deceived me; whereas she was mistress of being deceived and not being deceived. The serpent, she says, deceived me. For the enemy of our salvation, having worked through that wicked beast, and having brought in his counsel, deceived—he did not compel, nor did he force, but through his pernicious counsel brought the deceit into effect, since he found the woman easily able to receive the deceit that is deprived of all pardon. The serpent deceived me, and I ate. Behold, therefore, the good Master content with their words, and compelling them to say nothing further. For since He inquired these things not in ignorance, but knowing, and knowing full well, yet so that He might display His own loving-kindness, He condescends to their weakness and calls them forth unto confession of their stumblings. On this account, therefore, He inquires nothing more. For else He ought to have learned also the kind of deceit; yet so that He may show us that the inquiry was not out of ignorance, He is content with what has been spoken. For having said, The serpent deceived me, and I ate, she hinted at that pernicious counsel which she received from the devil through the serpent: You shall be after the eating as gods. Did you see with how great exactness Adam was questioned? With how great forbearance the woman also was brought into the tribunal? How each of them made his defence? Behold henceforth here the surpassing greatness of the ineffable loving-kindness of the judge. For since the woman said, The serpent deceived me, and I ate, no longer henceforth does He deem the serpent worthy of an answer, nor room for a defence