Migne Reading Room

PG 53 · cols. 21 bis–26 · Read from the page

In Genesin Homilia I — Sermo admonitorius sub initium sanctae Quadragesimae (ΟΜΙΛΙΑ αʹ)

In Genesin Homilia I — Sermo admonitorius sub initium sanctae Quadragesimae (ΟΜΙΛΙΑ αʹ)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 53:21 bisRead from the page
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΙΩΑΝΝΟΥ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ ΤΑ ΕΥΡΙΣΚΟΜΕΝΑ ΠΑΝΤΑ.
ALL THE EXTANT WORKS OF OUR FATHER AMONG THE SAINTS JOHN CHRYSOSTOM.
ΛΟΓΟΣ ΠΑΡΑΙΝΕΤΙΚΟΣ ΕΙΣ ΤΗΝ ΕΙΣΟΔΟΝ ΤΗΣ ΑΓΙΑΣ ΤΕΣΣΑΡΑΚΟΣΤΗΣ.
HORTATORY DISCOURSE UPON THE ENTRANCE OF THE HOLY FORTY DAYS.
ΟΜΙΛΙΑ αʹ.
HOMILY 1.
αʹ. Χαίρω, καὶ εὐφραίνομαι ὁρῶν σήμερον τὴν τοῦ Θεοῦ Ἐκκλησίαν τῷ πλήθει τῶν οἰκείων τέκνων κοσμουμένην, καὶ μετὰ πολλῆς τῆς περιχαρείας ἅπαντας ὑμᾶς συνδεδραμηκότας. Ὅταν γὰρ ἀποβλέψω πρὸς τὰ φαιδρὰ ὑμῶν πρόσωπα, τεκμήριον μέγιστον ποιοῦμαι τῆς κατὰ ψυχὴν ὑμῶν ἡδονῆς· καθάπερ καὶ σοφός τις ἔλεγε· Καρδίας εὐφραινομένης θάλλει πρόσωπον. Διά τοι τοῦτο καὶ αὐτὸς μετὰ πλείονος τῆς προθυμίας ἀνέστην σήμερον, ὁμοῦ καὶ τῆς εὐφροσύνης ὑμῖν κοινωνήσων ταύτης τῆς πνευματικῆς, καὶ μηνυτὴς ὑμῖν γενέσθαι βουλόμενος τῆς παρουσίας τῆς ἁγίας τεσσαρακοστῆς, τοῦ φαρμάκου λέγω τῶν ἡμετέρων ψυχῶν. Καθάπερ γὰρ πατὴρ φιλόστοργος ὁ κοινὸς ἁπάντων ἡμῶν Δεσπότης, βουλόμενος ἡμᾶς ἀπονίψασθαι τὰ ἐν παντὶ τῷ χρόνῳ ἡμῖν ἡμαρτημένα, καὶ διὰ τῆς ἁγίας νηστείας ἐπενόησεν ἡμῖν θεραπείαν. Μηδεὶς τοίνυν γινέσθω κατηφής, μηδεὶς στυγνὸς φαινέσθω, ἀλλὰ σκιρτάτω, καὶ χαιρέτω, καὶ δοξαζέτω τὸν κηδεμόνα τῶν ἡμετέρων ψυχῶν, τὸν ταύτην ἡμῖν τὴν ἀρίστην τεμόντα ὁδόν, καὶ μετὰ πολλῆς τῆς περιχαρείας ὑποδεχέσθω ταύτης τὴν παρουσίαν. Αἰσχυνέσθωσαν Ἕλληνες, ἐγκαλυπτέσθωσαν Ἰουδαῖοι, ὁρῶντες ἡμῶν τὴν ἀγάπην ἱλαρᾷ τῇ προθυμίᾳ τὴν ταύτης παρουσίαν ἀσπαζομένους, καὶ μανθανέτωσαν διὰ τῆς τῶν πραγμάτων πείρας, ὅσον τὸ μέσον ἡμῶν τε καὶ αὐτῶν. Καὶ ἐκεῖνοι μὲν ἑορτὰς καὶ πανηγύρεις ὀνομαζέτωσαν τὴν μέθην, καὶ τὴν ἄλλην ἅπασαν ἀκολασίαν, καὶ τὰς ἀσχημοσύνας, ἃς εἰκὸς ἐντεῦθεν αὐτοὺς ἐπισύρεσθαι· ἡ δὲ τοῦ Θεοῦ Ἐκκλησία ἀπεναντίας ἐκείνοις τὴν νηστείαν, τὴν τῆς γαστρὸς ὑπεροψίαν, καὶ τὴν ἑπομένην ταύτῃ πᾶσαν ἀρετὴν ἑορτὴν ὀνομαζέτω. Αὕτη γὰρ ἀληθὴς ἑορτή, ἔνθα ψυχῶν σωτηρία, ἔνθα εἰρήνη καὶ ὁμόνοια, ἔνθα βιωτικὴ πᾶσα φαντασία ἀπελήλαται· ὅπου κραυγὴ καὶ θόρυβος, καὶ μαγείρων δρόμοι, καὶ τῶν ἀλόγων σφαγαὶ ἐκποδών· ἡρεμία δὲ πᾶσα, καὶ γαλήνη, καὶ ἀγάπη, καὶ χαρά, καὶ εἰρήνη, καὶ πραότης, καὶ μυρία ἀγαθὰ ἀντ' ἐκείνων πολιτεύεται.
1. I rejoice, and I am gladdened upon seeing today the Church of God adorned with the multitude of her own children, and all of you having run together with abundant joyfulness. For whenever I look upon your bright countenances, I make it the greatest token of the pleasure in your soul; even as a certain wise man also said: When the heart is gladdened, the countenance blooms. Therefore I myself also rose up today with greater eagerness, at once both to share with you in this spiritual gladness, and wishing to become for you a herald of the arrival of the holy Forty Days, the medicine, I mean, of our souls. For just as an affectionate father, the common Master of us all, wishing us to wash away the sins committed by us throughout all time, devised healing for us also through the holy fast. Let no one therefore grow downcast, let no one appear gloomy, but let him leap for joy, and rejoice, and glorify the Guardian of our souls, Who cut this best road for us, and with abundant joyfulness let him welcome its arrival. Let the Greeks be put to shame, let the Jews veil themselves, seeing our charity greeting its arrival with cheerful zeal, and let them learn through the experience of deeds how great the distance is between us and them. And let those men indeed call drunkenness, and all the rest of licentiousness, and the indecencies which it is likely they drag along upon themselves therefrom, feasts and festival assemblies; but let the Church of God, on the contrary to them, call fasting, the disdain of the belly, and every virtue that follows upon it, a feast. For this is a true feast, where there is salvation of souls, where there is peace and concord, where all worldly pomp has been driven away; where shouting and tumult, and the running about of cooks, and the slaughters of brute beasts are out of the way; and all quiet, and calm, and charity, and joy, and peace, and meekness, and countless good things are practised in their stead.
Φέρε οὖν, παρακαλῶ, μικρὰ περὶ ταύτης διαλεχθῶμεν πρὸς τὴν ὑμετέραν ἀγάπην, ἐκεῖνο πρότερον παρακαλέσαντες ὑμᾶς, μετὰ πολλῆς ἡσυχίας δέξασθαι τοὺς ἡμετέρους λόγους, ἵνα καρπωσάμενοί τι γενναῖον, ἐντεῦθεν οἴκαδε ἀναχωρήσητε. Οὐδὲ γὰρ ἁπλῶς καὶ εἰκῆ ἐνταῦθα σύνιμεν, ἵνα ὁ μὲν εἴπῃ, ὁ δὲ κροτήσῃ ἁπλῶς τὰ λεγόμενα, καὶ οὕτως ἐντεῦθεν ἐξέλθωμεν· ἀλλ' ἵνα καὶ ἡμεῖς χρήσιμόν τι καὶ τῶν συνεχόντων τὴν σωτηρίαν
Come then, I beseech you, let us converse briefly concerning it to your charity, having first exhorted you to this: with great quietness to receive our words, so that, having reaped some noble fruit, you may withdraw hence homeward. For we do not come together here merely and in vain, so that the one may speak and the other merely applaud the things said, and thus we should go forth hence; but so that we too, something useful and of the things that hold together
PG 53:22 bisRead from the page
τὴν ὑμετέραν φθεγξώμεθα, καὶ ὑμεῖς κερδάναντες ἐκ τῶν λεγομένων, καὶ πολλὴν τὴν ὠφέλειαν καρπωσάμενοι, οὕτως ἐντεῦθεν ἐξέλθητε. Ἰατρεῖον γάρ ἐστι πνευματικὸν ἡ ἐκκλησία, καὶ δεῖ τοὺς ἐνταῦθα παραγενομένους κατάλληλα τὰ φάρμακα λαμβάνοντας, καὶ τοῖς οἰκείοις τραύμασιν ἐπιτιθέντας, οὕτως ἐπανιέναι. Ὅτι γὰρ ἡ ἀκρόασις μόνη ἄνευ τῆς διὰ τῶν ἔργων ἐπιδείξεως οὐδὲν ὀνήσει, ἄκουε τοῦ μακαρίου Παύλου λέγοντος· Οὐ γὰρ οἱ ἀκροαταὶ τοῦ νόμου δίκαιοι παρὰ τῷ Θεῷ, ἀλλ' οἱ ποιηταὶ τοῦ νόμου δικαιωθήσονται. Καὶ ὁ Χριστὸς δὲ δημηγορῶν ἔλεγεν· Οὐ πᾶς ὁ λέγων μοι, Κύριε, Κύριε, εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, ἀλλ' ὁ ποιῶν τὸ θέλημα τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς. Εἰδότες τοίνυν, ἀγαπητοί, ὡς οὐδὲν ἡμῖν ἔσται πλέον ἐκ τῆς ἀκροάσεως, εἰ μὴ ἕποιτο καὶ ἡ διὰ τῶν ἔργων πλήρωσις, μὴ μόνον ἀκροαταὶ γινώμεθα, ἀλλὰ καὶ ποιηταί, ἵνα τὰ ἔργα τοῖς λόγοις ἑπόμενα πολλῆς ἡμῖν παρῥησίας ὑπόθεσις γένηται. Ἁπλώσαντες τοίνυν τοὺς κόλπους τῆς διανοίας, οὕτω δέξασθε τοὺς περὶ τῆς νηστείας λόγους. Καὶ καθάπερ οἱ σώφρονά τινα καὶ κοσμίαν ἐλευθέραν μέλλοντες ἀγαγέσθαι, πάντοθεν παραπετάσμασι καλλωπίσαντες τὰς παστάδας, καὶ ἐκκαθάραντες τὴν οἰκίαν ἅπασαν, καὶ πάσαις ταῖς ἠμελημέναις θεραπαινίσιν ἄβατον ποιήσαντες, οὕτω ταύτην εἰς τὰς παστάδας εἰσάγουσι· τὸν αὐτὸν δὴ τρόπον καὶ ὑμᾶς βούλομαι, ἐκκαθάραντας ὑμῶν τὸν λογισμόν, καὶ τῇ τρυφῇ καὶ τῇ λοιπῇ ἀδηφαγίᾳ πολλὰ χαίρειν εἰπόντας, οὕτω τὴν μητέρα τῶν ἀγαθῶν ἁπάντων, καὶ τῆς σωφροσύνης, καὶ τῆς ἄλλης ἁπάσης ἀρετῆς διδάσκαλον, τὴν νηστείαν λέγω, ἡπλωμένοις τοῖς κόλποις ὑποδέξασθαι, ἵνα καὶ ὑμεῖς πλείονος ἀπολαύσητε τῆς ἡδονῆς, καὶ αὐτὴ τὴν οἰκείαν καὶ κατάλληλον ὑμῖν ἰατρείαν παράσχηται. Εἰ γὰρ οἱ τῶν ἰατρῶν παῖδες, ἐπειδὰν μέλλωσι φάρμακα διδόναι τοῖς βουλομένοις τὸν σεσηπότα καὶ διεφθαρμένον χυμὸν ἐκκαθᾶραι, κελεύουσι τῆς σωματικῆς ταύτης τροφῆς ἀπέχεσθαι, ὥστε μὴ κώλυμα γενέσθαι τῇ τοῦ φαρμάκου δυνάμει, ἀλλ' ἐνεργῆσαι, καὶ τὸ οἰκεῖον ἔργον ἐπιδείξασθαι· πολλῷ μᾶλλον ἡμᾶς προσήκει τὸ πνευματικὸν τοῦτο φάρμακον μέλλοντας ὑποδέχεσθαι τὴν ἐκ τῆς νηστείας ὠφέλειαν, λέγω δὴ τὸ τῆς διαίτης, ἐκκαθᾶραι ἡμῶν τὸν λογισμόν, καὶ κουφοτέραν ἐργάσασθαι τὴν διάνοιαν, ἵνα μὴ ὑπὸ τῆς μέθης καταβαπτισθεῖσα ἄχρηστον καὶ ἀνόνητον ἡμῖν κατασκευάσῃ τὴν ἐκ ταύτης ὠφέλειαν.
your salvation we may utter, and you, having gained from the things said, and having reaped abundant benefit, may thus go forth hence. For the church is a spiritual infirmary, and those who have arrived here must receive the appropriate medicines, and apply them to their own wounds, and thus return home. For that hearing alone without the proof through works will avail nothing, hear the blessed Paul saying: For not the hearers of the law are righteous before God, but the doers of the law shall be justified. And Christ too, when addressing the multitude, said: Not every one who says to Me, Lord, Lord, shall enter into the kingdom of heavens, but he who does the will of My Father Who is in heavens. Knowing therefore, beloved, that no advantage will accrue to us from the hearing unless fulfilment through works also follows, let us become not hearers only, but also doers, so that works following upon words may become for us a ground of great boldness. Having unfolded, therefore, the bosoms of your understanding, so receive the discourses concerning fasting. And just as those who are about to wed some chaste and modest freeborn bride, having beautified the bridal chambers on every side with hangings, and having cleansed out the whole house, and having made it unapproachable to all careless maidservants, so bring her into the bridal chambers; in the very same way I wish you also, having cleansed out your reasoning, and having bidden a long farewell to luxury and to all the rest of gluttony, so to welcome with unfolded bosoms the mother of all good things, and the teacher of temperance and of every other virtue—fasting, I mean—so that you too may enjoy greater pleasure, and she may afford you her own proper and suitable healing. For if the sons of physicians, whenever they are about to give medicines to those wishing to purge out putrid and corrupted humour, command them to abstain from this bodily nourishment, so that no hindrance may arise to the power of the medicine, but that it may work and display its own proper effect; much more does it befit us, when about to welcome this spiritual medicine, the benefit from fasting—I mean that of regimen—to cleanse out our reasoning, and to render our understanding lighter, lest, submerged by drunkenness, it should render the benefit therefrom useless and unprofitable to us.
βʹ. Καὶ οἶδα μὲν ὅτι τοὺς πολλοὺς ξενίζει τὰ παρ' ἡμῶν λεγόμενα σήμερον· ἀλλά, παρακαλῶ, μὴ τῇ συνηθείᾳ
2. And I know indeed that the things said by us today seem strange to the many; but, I beseech you, let us not to custom
PG 53:23Read from the page
ἁπλῶς δουλεύωμεν, ἀλλὰ λογισμῷ τὰ καθ' ἑαυτοὺς οἰκονομῶμεν. Μὴ γὰρ ἔσται τι κέρδος ἡμῖν ἀπὸ τῆς ἡμερινῆς ἀδηφαγίας, καὶ τῆς πολλῆς μέθης; Καὶ τί λέγω κέρδος; Ἀλλὰ καὶ πολλὴ ἡ ζημία, καὶ ἡ βλάβη ἀφόρητος. Ὅταν γὰρ καταβαπτισθῇ ὑπὸ τῆς πολλῆς οἰνοποσίας ὁ λογισμός, εὐθέως ἐξ ἀρχῆς καὶ ἐκ προοιμίων ἀποκρούεται τὸ ἀπὸ τῆς νηστείας κέρδος. Τί γὰρ ἀηδέστερον, εἰπέ μοι, τί δὲ ἀσχημονέστερον, ὅταν μέχρι μεσονυκτίου τὸν ἄκρατον σπῶντες, ὑπὸ τὴν ἕω τῆς ἀκτῖνος τῆς ἡλιακῆς ἀνισχούσης, ὡς πρόσφατον τοῦ οἴνου ἐμφορηθέντες, οὕτως ἀποπνέουσι, καὶ ἀηδεῖς μὲν φαίνονται τοῖς συντυγχάνουσιν, εὐκαταφρόνητοι δὲ τοῖς οἰκέταις, καὶ καταγελῶνται παρὰ πάντων τῶν ὁπωσοῦν τὸ δέον συνορώντων, καὶ πρὸ τούτων ἁπάντων, ὅταν διὰ τὴν πολλὴν ταύτην ἀκρασίαν, καὶ τὴν ἀμετρίαν τὴν ἄκαιρον καὶ ἀνόνητον, καὶ τὴν παρὰ τοῦ Θεοῦ ἀγανάκτησιν ἐπισπῶνται; Οἱ γὰρ μέθυσοι, φησὶ, βασιλείαν Θεοῦ οὐ κληρονομήσουσι. Τί οὖν ἂν τούτων ἀθλιώτερον γένοιτ' ἂν, τῶν διὰ βραχεῖαν καὶ ἐπιβλαβῆ ἡδονὴν τῶν τῆς βασιλείας προθύρων ἐκβαλλομένων; Ἀλλὰ μὴ γένοιτό τινα τῶν ἐνταῦθα συνειλεγμένων τούτῳ ἁλῶναι τῷ πάθει· ἀλλὰ μετὰ πάσης φιλοσοφίας καὶ σωφροσύνης, καὶ τὴν παροῦσαν ἡμέραν ἑστιασαμένους, καὶ τοῦ χειμῶνος καὶ τῆς ζάλης, ἣν ἡ μέθη ἐργάζεσθαι πέφυκεν, ἐλευθερωθέντας εἰς τὸν λιμένα καταντῆσαι τῶν ἡμετέρων ψυχῶν, τὴν νηστείαν λέγω, ἵνα μετὰ δαψιλείας τὰ ἀπὸ ταύτης δυνηθῶμεν καρπώσασθαι ἀγαθά. Ὥσπερ γὰρ ἡ ἀδηφαγία μυρίων κακῶν αἰτία καὶ πρόξενος τῷ τῶν ἀνθρώπων γίνεται γένει, οὕτω καὶ ἡ νηστεία καὶ ἡ τῆς γαστρὸς ὑπεροψία τῶν ἀφάτων ἡμῖν ἀγαθῶν ἀεὶ αἰτία γέγονε. Πλάσας γὰρ ἐξ ἀρχῆς τὸν ἄνθρωπον ὁ Θεὸς, καὶ εἰδὼς, ὅτι τούτου αὐτῷ μάλιστα δεῖ τοῦ φαρμάκου πρὸς τὴν τῆς ψυχῆς σωτηρίαν, εὐθέως καὶ ἐκ προοιμίων τῷ πρωτοπλάστῳ ταύτην δέδωκε τὴν ἐντολὴν εἰπών· Ἀπὸ παντὸς ξύλου τοῦ ἐν τῷ παραδείσῳ βρώσει φαγῇ· ἀπὸ δὲ τοῦ ξύλου τοῦ γινώσκειν καλὸν καὶ πονηρὸν, οὐ φάγεσθε ἀπ' αὐτοῦ. Τὸ δὲ λέγειν, τόδε φάγε, καὶ τόδε μὴ φάγῃς, νηστείας ἦν εἰκών. Ἀλλὰ δέον φυλάξαι τὴν ἐντολήν, τοῦτο μὲν οὐκ ἐποίησε, δι' ἀκρασίαν δὲ τῆς γαστρὸς ἡττηθεὶς, καὶ τὴν παρακοὴν ἐργασάμενος, θανάτῳ κατεδικάζετο. Ἐπειδὴ γὰρ εἶδεν ὁ πονηρὸς δαίμων ἐκεῖνος καὶ ἐχθρὸς τῆς φύσεως τῆς ἡμετέρας τὴν ἐν τῷ παραδείσῳ διαγωγὴν τοῦ πρωτοπλάστου, καὶ τὸν ἀταλαίπωρον βίον ἐκεῖνον, καὶ ὅτι, καθάπερ ἄγγελος, οὕτω σώματι συμπεπλεγμένος διῆγεν ἐπὶ τῆς γῆς, βουλόμενος αὐτὸν ὑποσκελίσαι καὶ καταβαλεῖν ἐλπίδι μειζόνων ὑποσχέσεων, καὶ τῶν ἐν χερσὶν ἐξέβαλε. Τοσοῦτόν ἐστι τὸ μὴ μένειν ἐπὶ τῶν οἰκείων ὅρων, ἀλλὰ τῶν μειζόνων ἐφίεσθαι. Καὶ τοῦτο αὐτὸ δηλῶν σοφός τις ἔλεγε· Φθόνῳ δὲ διαβόλου θάνατος εἰσῆλθεν εἰς τὸν κόσμον. Εἶδες, ἀγαπητὲ, πῶς ἐκ προοιμίων ἐξ ἀδηφαγίας ὁ θάνατος τὴν εἴσοδον ἔσχεν; Σκόπει δὲ πάλιν καὶ μετὰ ταῦτα τὴν θείαν Γραφὴν κατηγοροῦσαν συνεχῶς τῆς τρυφῆς, καὶ λέγουσαν ποτὲ μὲν, Ἐκάθισεν ὁ λαὸς φαγεῖν, καὶ πιεῖν, καὶ ἀνέστησαν παίζειν· ἄλλοτε δὲ, Ἔφαγε, καὶ ἔπιε, καὶ ἐλιπάνθη, καὶ ἐπαχύνθη, καὶ ἀπελάκτισεν ὁ ἠγαπημένος. Καὶ οἱ τὰ Σόδομα δὲ οἰκοῦντες μετὰ τῶν ἄλλων κακῶν ἐντεῦθεν τὴν ἀπαραίτητον ὀργὴν
serve merely, but let us order our own affairs with reasoning. For will there be any gain to us from daily gluttony and much drunkenness? And why do I say gain? Nay, rather, great is the loss, and unbearable the harm. For whenever reasoning is submerged by much wine-drinking, straightway from the beginning and from the outset the gain from fasting is beaten back. For what is more disgusting, tell me, and what more unseemly, than when, quaffing unmixed wine until midnight, at dawn as the ray of the sun rises, as though just gorged with wine, they so breathe it forth, and appear offensive to those whom they meet, contemptible to their household servants, and are laughed to scorn by all who in any way perceive what is fitting, and, before all these things, when through this great incontinence, and untimely and unprofitable excess, they draw upon themselves also the indignation from God? For drunkards, He says, shall not inherit the kingdom of God. What then could be more wretched than these, who for the sake of a brief and harmful pleasure are cast out from the porches of the kingdom? Yet far be it that anyone of those gathered here should be caught by this passion; but may you, having feasted with all philosophy and temperance on the present day also, and having been freed from the winter storm and surge which drunkenness is wont to work, reach the haven of our souls—fasting, I mean—so that with abundance we may be able to reap the good things therefrom. For just as gluttony becomes the cause and procurer of countless evils to the race of men, so too fasting and the disdain of the belly has ever been to us the cause of ineffable good things. For when God fashioned man from the beginning, and knew that he had especial need of this medicine for the salvation of his soul, straightway and from the outset He gave this commandment to the first-formed man, saying: From every tree that is in paradise thou shalt surely eat; but from the tree of knowing good and evil, you shall not eat from it. Now to say, Eat this, and do not eat that, was an image of fasting. Yet whereas he ought to have kept the commandment, this indeed he did not do, but, vanquished through incontinence of the belly, and having wrought disobedience, he was condemned to death. For since that wicked demon and enemy of our nature saw the way of life of the first-formed man in paradise, and that untroubled life, and that, even as an angel, so, though bound up with a body, he lived upon the earth, wishing to trip him up and cast him down by the hope of greater promises, he cast him out even from what he had in his hands. So great a thing it is not to abide within one's own bounds, but to covet greater things. And declaring this very thing, a certain wise man said: By the envy of the devil death entered into the world. Did you see, beloved, how from the outset death gained its entrance from gluttony? Consider again also after these things divine Scripture continually accusing luxury, and saying at one time, The people sat down to eat and drink, and rose up to play; and at another time, The beloved ate, and drank, and grew sleek, and grew thick, and kicked out. And those dwelling in Sodom too, along with their other evils, therefrom drew that inexorable wrath
PG 53:24Read from the page
ἐκείνην ἐπεσπάσαντο. Ἄκουσον γὰρ τοῦ προφήτου λέγοντος· Τοῦτο τὸ ἀνόμημα Σοδόμων, ὅτι ἐν πλησμονῇ ἄρτων ἐσπατάλων. Καθάπερ γὰρ πηγή τις καὶ ῥίζα τυγχάνει τῶν κακῶν ἁπάντων.
upon themselves. For hear the prophet saying: This was the iniquity of Sodom, that in fulness of bread they rioted in luxury. For it happens to be, as it were, a fountain and root of all evils.
γʹ. Εἶδες τῆς ἀδηφαγίας τὴν βλάβην; Ὅρα μοι πάλιν τῆς νηστείας τὰ κατορθώματα. Τεσσαράκοντα ἡμεοῶν νηστείαν ἐπιδειξάμενος ὁ μέγας Μωσῆς, τῆς νομοθεσίας τὰς πλάκας λαβεῖν ἠδυνήθη· καὶ ἐπειδὴ κατελθὼν εἶδε τοῦ λαοῦ τὴν παρανομίαν, ἃς μετὰ τοσαύτης προσεδρίας λαβεῖν ἴσχυσε, ταύτας ῥίψας συνέκλασεν, ἄτοπον εἶναι λογισάμενος, μεθύοντα λαὸν καὶ παρανομοῦντα νομοθεσίαν Δεσπότου δέξασθαι. Διὸ καὶ ἑτέρων πάλιν τεσσαράκοντα ἡμερῶν νηστείας ἐδεήθη ὁ θαυμάσιος ἐκεῖνος προφήτης, ἵνα δυνηθῇ τὰς διὰ τὴν παρανομίαν αὐτῶν συντριβείσας πλάκας πάλιν ἄνωθεν δεξάμενος κατενεγκεῖν. Καὶ ὁ μέγας δὲ Ἠλίας τοσούτων ἡμερῶν νηστείαν ἐπεδείξατο, καὶ τὴν τοῦ θανάτου τυραννίδα διαφυγὼν, καὶ μετὰ πυρίνου ἅρματος ὡς εἰς τὸν οὐρανὸν ἀνελθὼν, καὶ οὐδέπω καὶ τήμερον θανάτου πεῖραν λαβών. Καὶ ὁ ἀνὴρ δὲ τῶν ἐπιθυμιῶν, πολλῶν ἡμερῶν νηστείαν ἐπιδειξάμενος, οὕτως ἠξιώθη τῆς θαυμαστῆς ἐκείνης ὀπτασίας, ὃς καὶ τῶν λεόντων τὸν θυμὸν ἐχαλίνωσε, καὶ εἰς προβάτων ἡμερότητα μετέστησεν, οὐ τὴν φύσιν μεταβαλὼν, ἀλλὰ τῆς θηριωδίας μενούσης τὴν προαίρεσιν ἀμείψας. Ταύτῃ καὶ Νινευῖται χρησάμενοι τὴν ἀπόφασιν ἀνεκαλέσαντο τοῦ Δεσπότου, μετὰ τῶν ἀνθρώπων καὶ τὸ τῶν ἀλόγων γένος ταύτην ἐπιδείξασθαι παρασκευάσαντες, καὶ οὕτως ἀποστάντες ἕκαστος ἀπὸ τῶν πονηρῶν ἐπιτηδευμάτων, εἰς φιλανθρωπίαν ἐξεκαλέσαντο τὸν τῶν ἁπάντων Δεσπότην. Καὶ τί περὶ τοὺς δούλους ἔτι στρέφομαι (καὶ γὰρ ἔχομεν καὶ ἑτέρους πολλοὺς ἀριθμῆσαι, καὶ ἐν τῇ Παλαιᾷ καὶ ἐν τῇ Καινῇ διὰ ταύτης εὐδοκιμήσαντας), δέον ἐπὶ τὸν κοινὸν ἁπάντων ἡμῶν Δεσπότην ἐλθεῖν; Ὁ γὰρ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς καὶ αὐτὸς τεσσαράκοντα ἡμερῶν νηστείαν ἐπιδειξάμενος, οὕτω τῆς πρὸς τὸν διάβολον ἥψατο πάλης, πᾶσιν ἡμῖν ὑπογραμμὸν διδοὺς, ὥστε διὰ ταύτης καθοπλίζεσθαι, καὶ τὴν ἐντεῦθεν ἰσχὺν προσλαβόντας οὕτω παρατάττεσθαι εἰς τὴν πρὸς ἐκεῖνον μάχην. Ἀλλ' ἐνταῦθα ἴσως ἔροιτό τις ἂν τῶν ὀξὺ βλεπόντων καὶ διεγηγερμένων τὴν διάνοιαν· τίνος ἕνεκεν τὰς αὐτὰς τοῖς δούλοις ἡμέρας ὁ Δεσπότης νηστεύων φαίνεται, καὶ οὐχ ὑπερηκόντισε τὸν ἀριθμόν; Οὐχ ἁπλῶς οὐδὲ εἰκῆ τοῦτο γεγένηται, ἀλλὰ καὶ τοῦτο σοφῶς καὶ κατὰ τὴν ἄφατον αὐτοῦ φιλανθρωπίαν. Ἵνα γὰρ μὴ νομισθῇ δοκήσει παραγεγενῆσθαι, καὶ μὴ ἀνειληφέναι σάρκα, ἢ ἔξω τῆς φύσεως εἶναι τῆς ἀνθρωπίνης, διὰ τοῦτο τὸν αὐτὸν ἀριθμὸν νηστεύει, καὶ οὐ προστίθησι ταῖς ἡμέραις, ὥστε ἐπιστομίσαι τῶν ἀναισχυντεῖν βουλομένων τὴν φιλονεικίαν. Εἰ γὰρ καὶ τούτου γεγενημένου εἰσὶν ἔτι καὶ νῦν τινες ταῦτα τολμῶντες φθέγγεσθαι, εἰ μὴ τῇ οἰκείᾳ προγνώσει ταύτην αὐτῶν ἐξέκοψε τὴν ἀφορμήν, τί οὐκ ἂν ἐπεχείρησαν εἰπεῖν; Διὰ τοῦτο οὐκ ἀνέχεται πλείους ἡμέρας νηστεῦσαι, ἀλλὰ τοσαύτας ὅσας οἱ δοῦλοι· ἵνα δι' αὐτῶν τῶν πραγμάτων ἡμᾶς παιδεύσῃ, ὅτι τὴν αὐτὴν σάρκα καὶ αὐτὸς περιέκειτο καὶ οὐκ ἔξω τῆς φύσεως τῆς ἡμετέρας ὑπῆρχεν.
3. Did you see the harm of gluttony? Behold for me again the achievements of fasting. Having displayed a fast of forty days, the great Moses was able to receive the tablets of the lawgiving; and when, having come down, he saw the transgression of the people, those which with such attendance he had prevailed to receive, he hurled down and shattered, reckoning it absurd that a drunken and transgressing people should receive the lawgiving of the Master. Wherefore that wondrous prophet needed again a fast of other forty days, so that he might be able, having received anew from above the tablets shattered on account of their transgression, to bring them down. And the great Elijah too displayed a fast of so many days, both escaping the tyranny of death, and going up as into heaven with a fiery chariot, and having not even unto this day tasted the experience of death. And the man of desires too, having displayed a fast of many days, was thus counted worthy of that wondrous vision—he who also bridled the rage of the lions, and changed it into the gentleness of sheep, not altering their nature, but, while their savagery remained, transforming their choice. Making use of this, the Ninevites also revoked the sentence of the Master, having caused along with men the race of brute beasts also to display it, and thus, departing each one from his wicked practices, they called forth to loving-kindness the Master of all. And why do I still linger among the servants (for we have many others also to enumerate, both in the Old and in the New, who won renown through it), when we ought to come to the common Master of us all? For our Lord Jesus Christ Himself also, having displayed a fast of forty days, thus entered upon the wrestling against the devil, giving a pattern to us all, so that we should arm ourselves through it, and, having taken to ourselves the strength therefrom, should thus array ourselves for the battle against him. Yet here perhaps someone of those who see keenly and are roused up in understanding might ask: for what cause is the Master seen fasting the same days as His servants, and did not surpass the number? Not merely nor in vain did this come to pass, but this also wisely and in accordance with His ineffable loving-kindness. For lest He should be supposed to have come in seeming, and not to have assumed flesh, or to be outside human nature, on this account He fasts the same number, and does not add to the days, so as to stop the contentiousness of those wishing to be shameless. For if, even when this has come to pass, there are still even now some who dare to utter these things, what would they not have attempted to say if by His own foreknowledge He had not cut off this pretext of theirs? On this account He does not endure to fast more days, but as many as the servants; so that through the very deeds Himself He may instruct us that He Himself also was clad in the same flesh and was not outside our nature.
δʹ. Ἀλλ' ὅτι μὲν μεγάλη τῆς νηστείας ἡ ἰσχὺς, καὶ πολὺ τὸ ἐκ ταύτης κέρδος τῇ ψυχῇ προσγινόμενον, καὶ ἐκ τῶν δούλων καὶ ἐκ τοῦ Δεσπότου δῆλον ἡμῖν γεγένηται· παρακαλῶ οὖν τὴν ὑμετέραν ἀγάπην, εἰδότας αὐτῆς τὸ
4. Now that great indeed is the strength of fasting, and much the gain accruing therefrom to the soul, has become manifest to us both from the servants and from the Master; I exhort your charity, therefore, knowing its
Notes, col. 24

On the reading

Printed ἡμεοῶν, for ἡμερῶν.

PG 53:25Read from the page
κέρδος, μὴ διὰ ῥᾳθυμίαν ἀπώσασθαι τὴν ἐκ ταύτης ὠφέλειαν, μηδὲ δυσχεραίνειν πρὸς τὴν ταύτης παρουσίαν, ἀλλὰ χαίρειν καὶ ἀγάλλεσθαι, κατὰ τὸν μακάριον Παῦλον· Ὅσῳ γὰρ ὁ ἔξω ἡμῶν ἄνθρωπος διαφθείρεται, τοσούτῳ ὁ ἔσω ἀνακαινοῦται. Νηστεία γὰρ τῆς ψυχῆς ἐστι τροφή, καὶ καθάπερ αὕτη ἡ σωματικὴ τροφὴ πιαίνει τὸ σῶμα, οὕ⟨τ⟩ω καὶ ἡ νηστεία τὴν ψυχὴν εὐτονωτέραν ἐργάζεται, κοῦφον αὐτῇ τὸ πτερὸν κατασκευάζει, μετάρσιον αὐτὴν ποιεῖ, τὰ ἄνω φαντάζεσθαι προξενεῖ, ἀνωτέραν αὐτὴν τῶν ἡδονῶν καὶ τῶν ἡδέων τοῦ παρόντος βίου ἀπεργαζομένη. Καὶ καθάπερ τὰ κοῦφα τῶν πλοίων ὀξύτερον τὰ πελάγη διαπερᾷ, τὰ πολλῷ τῷ φόρτῳ βαρούμενα ὑποβρύχια γίνεται· οὕτως ἡ μὲν νηστεία κουφότερον ἐργαζομένη τὸν λογισμόν, παρασκευάζει μετ' εὐκολίας τὸ πέλαγος τοῦ παρόντος βίου διαπερᾷν, καὶ πρὸς τὸν οὐρανὸν καὶ τὰ ἐν τοῖς οὐρανοῖς ἐπτοῆσθαι, καὶ μηδὲν ἡγεῖσθαι τὰ παρόντα, ἀλλὰ σκιᾶς καὶ ὀνειράτων οὐδαμινέστερον αὐτὰ παρατρέχειν. Ἡ δὲ μέθη καὶ ἡ ἀδηφαγία βαρύνουσα τὸν λογισμόν, καὶ πιαίνουσα τὴν σάρκα, αἰχμάλωτον ἐργάζεται τὴν ψυχήν, πανταχόθεν αὐτὴν πολιορκοῦσα, καὶ οὐκ ἀφιεῖσα τοῦ λογισμοῦ τὸ κριτήριον ἐρῥωμένον ἔχειν, κατὰ κρημνῶν φέρεσθαι παρασκευάζει, καὶ κατὰ τῆς οἰκείας σωτηρίας ἅπαντα ἐργάζεσθαι. Μὴ δὴ ῥᾳθύμως οἰκονομῶμεν, ἀγαπητοὶ, τὰ κατὰ τὴν σωτηρίαν τὴν ἡμετέραν· ἀλλ' εἰδότες ὅσα κακὰ ἐντεῦθεν τίκτεται, φεύγωμεν τὴν ἐξ αὐτῆς βλάβην. Οὐδὲ γὰρ ἐν τῇ Καινῇ μόνον, ἔνθα πλείων ἡ ἐπίτασις τῆς φιλοσοφίας, καὶ μείζονα τὰ σκάμματα, καὶ μεγάλοι οἱ ἱδρῶτες, καὶ πολλὰ τὰ βραβεῖα, καὶ ἄφατοι οἱ στέφανοι, τὰ τῆς τρυφῆς ἀπηγόρευται, ἀλλὰ καὶ ἐπὶ τῆς Παλαιᾶς, ἡνίκα ἔτι τῇ σκιᾷ παρεκάθηντο, καὶ τῷ λύχνῳ ἦσαν προσηλωμένοι, καὶ καθάπερ παιδία γαλακτοτροφούμενα, οὕτω κατὰ μικρὸν ἐνήγοντο, οὐδὲ τότε ἠφίεντο τρυφᾷν. Καὶ ἵνα μὴ νομίσητε ἁπλῶς ἡμᾶς κατηγοροῦντας τῆς τρυφῆς ταῦτα λέγειν, ἀκούσατε τοῦ προφήτου λέγοντος· Οὐαὶ οἱ ἐρχόμενοι εἰς ἡμέραν κακὴν, οἱ καθεύδοντες ἐπὶ κλινῶν ἐλεφαντίνων, καὶ κατασπαταλῶντες ἐπὶ ταῖς στρωμναῖς αὐτῶν· οἱ ἐσθίοντες ἐρίφους ἐκ ποιμνίων, καὶ μοσχάρια ἐκ μεσου βουκολίων γαλαθηνά· οἱ πίνοντες τὸν διυλισμένον οἶνον καὶ τὰ πρῶτα μύρα χριόμενοι, ὡς ἑστῶτα ἐλογίσαντο, καὶ οὐχ ὡς φεύγοντα. Εἴδετε πόσην κατηγορίαν ἐποιήσατο τῆς τρυφῆς ὁ προφήτης, καὶ ταῦτα Ἰουδαίοις διαλεγόμενος, τοῖς ἀναισθήτοις, τοῖς ἀγνώμοσι, τοῖς καθ' ἑκάστην ἡμέραν γαστριζομένοις; Σκοπεῖτε γὰρ τῶν ῥημάτων τὴν ἀκρίβειαν· διαβαλὼν αὐτῶν τὴν ἀδηφαγίαν καὶ τὴν πολλὴν ἐκ τοῦ οἴνου μέθην, τότε ἐπήγαγεν, Ὡς ἑστῶτα ἐλογίσαντο, καὶ οὐχ ὡς φεύγοντα, μονονουχὶ δεικνὺς, ὅτι μέχρι τοῦ φάρυγγος καὶ τῶν χειλέων ἐστὶν ἡ ἀπόλαυσις, καὶ περαιτέρω οὐ πρόεισιν.
gain, not through sloth to thrust away the benefit therefrom, nor to be vexed at its arrival, but to rejoice and exult, according to the blessed Paul: For inasmuch as our outward man is corrupted, by so much is the inward renewed. For fasting is nourishment of the soul, and just as this bodily nourishment fattens the body, so too fasting renders the soul more vigorous, fashions a light wing for her, makes her soar on high, causes her to contemplate the things above, rendering her superior to the pleasures and pleasant things of the present life. And just as light vessels cross the seas more swiftly, while those weighed down with a heavy cargo sink beneath the waters; so fasting, rendering reasoning lighter, causes it with ease to cross the sea of the present life, and to be eagerly set upon heaven and the things in the heavens, and to account present things as nothing, but to run past them as more worthless than a shadow and dreams. Whereas drunkenness and gluttony, weighing down reasoning and fattening the flesh, renders the soul a captive, besieging her on every side, and not suffering her to keep the judgement-seat of reasoning strong, causes her to be borne down precipices, and to work all things against her own salvation. Let us not then slothfully manage, beloved, the matters concerning our salvation; but knowing how many evils are born therefrom, let us flee the harm from it. For not in the New Covenant alone, where greater is the intensity of philosophy, and larger the lists, and great the toils of sweat, and many the prizes, and ineffable the crowns, are the things of luxury forbidden, but also under the Old, when they still sat beside the shadow, and were riveted to the lamp, and just as milk-fed children were thus led on little by little, not even then were they suffered to live in luxury. And lest you should suppose that we say these things merely accusing luxury, hear the prophet saying: Woe to those who come to an evil day, who sleep upon beds of ivory, and sprawl wantonly upon their couches; who eat kids from the flocks, and sucking calves from the midst of the herds; who drink strained wine and anoint themselves with the chiefest unguents; they reckoned them as standing fast, and not as fleeing. Did you see how great an accusation of luxury the prophet made, and this when conversing with Jews, the senseless, the ungrateful, those gorging their bellies every day? For consider the exactness of the words: having denounced their gluttony and their much drunkenness from wine, he then added, They reckoned them as standing fast, and not as fleeing, all but showing that as far as the throat and the lips is the enjoyment, and further it does not advance.
Ἀλλ' ἡ μὲν ἡδονὴ βραχεῖα καὶ πρόσκαιρος, ἡ δὲ ὀδύνη διηνεκής, καὶ πέρας οὐκ ἔχουσα. Καὶ ταῦτα, φησὶ, διὰ τῆς πείρας μαθόντες, Ὡς ἑστῶτα ὅλα ἐλογίσαντο καὶ μένοντα, καὶ οὐχ ὡς φεύγοντα, τοῦτ' ἔστιν, ἀφιπτάμενα, καὶ οὐδὲ τὸ τυχὸν παραμένοντα. Τοιαῦτα γὰρ ἅπαντα τὰ ἀνθρώπινα καὶ τὰ σαρκικά· οὔπω παρεγένοντο, καὶ ἀπέπτη· τοιοῦτον ἡ τρυφή, τοιοῦτον ἡ δόξα ἡ ἀνθρωπίνη καὶ ἡ δυναστεία, τοιοῦτον ὁ πλοῦτος, τοιοῦτον ἡ εὐημερία πᾶσα τοῦ παρόντος βίου, οὐδὲν βέβαιον ἔχουσα, οὐδὲν στάσιμον, οὐδὲν πάγιον, ἀλλὰ ποταμίων ῥευμάτων μᾶλλον παρατρέχει, καὶ ἐρήμους καὶ γυμνοὺς
Yet the pleasure indeed is brief and temporary, whereas the pain is continual, and having no end. And though they had learned these things, he says, through experience, They reckoned them all as standing fast and abiding, and not as fleeing, that is, flying away, and not abiding even the slightest while. For such are all human and carnal things: scarcely have they arrived, and they have flown away; such is luxury, such is human glory and dominion, such is wealth, such is all the prosperity of the present life, having nothing sure, nothing steady, nothing fixed, but it runs past more than river streams, and bereft and naked
Notes, col. 25

On the reading

Printed μεσου, for μέσου.

PG 53:26Read from the page
καταλιμπάνει τοὺς περὶ ταῦτα ἐπτοημένους. Ἀλλὰ τὰ πνευματικὰ οὐ τοιαῦτα, ἀλλ' ἀπεναντίας τούτοις, βέβαια καὶ ἀκίνητα, μεταβολὴν οὐκ ἐπιδεχόμενα, παντὶ τῷ αἰῶνι παρεκτεινόμενα. Πόσης οὖν οὐκ ἂν εἴη παραφροσύνης τῶν ἀκινήτων τὰ σαλευόμενα ἀνταλλάττεσθαι, τῶν διαιωνιζόντων τὰ πρόσκαιρα, τῶν ἀφιπταμένων τὰ διηνεκῶς μένοντα, τῶν πολλὴν ἐν τῷ μέλλοντι αἰῶνι τὴν ἀπόλαυσιν προξενούντων τὰ πολλὴν τὴν κόλασιν ἡμῖν ἐκεῖ κατασκευάζοντα; Ταῦτα δὴ πάντα ἐννοοῦντες, ἀγαπητοί, καὶ πολὺν τῆς ἡμετέρας σωτηρίας ποιούμενοι λόγον, καταφρονήσωμεν τῆς τρυφῆς τῆς ἀνονήτου καὶ ἐπιβλαβοῦς· ἀσπασώμεθα τὴν νηστείαν, καὶ τὴν ἄλλην ἅπασαν φιλοσοφίαν, καὶ τοῦ βίου πολλὴν τὴν μεταβολὴν ἐπιδειξώμεθα, καὶ καθ' ἑκάστην ἡμέραν πρὸς τὴν τῶν ἀγαθῶν ἔργων πρᾶξιν ἐπειγώμεθα· ἵνα τὸν καιρὸν ἅπαντα τῆς ἁγίας τεσσαρακοστῆς, τὴν πνευματικὴν ἐμπορίαν ἐμπορευσάμενοι, καὶ πολὺν τὸν πλοῦτον συναγαγόντες τῆς ἀρετῆς, οὕτω καταξιωθῶμεν καὶ εἰς τὴν κυρίαν ἡμέραν παραγενέσθαι, καὶ μετὰ παρῥησίας τῇ φρικτῇ καὶ πνευματικῇ τραπέζῃ προσελθεῖν, καὶ τῶν ἀπορῥήτων ἐκείνων καὶ ἀθανάτων ἀγαθῶν μετασχεῖν μετὰ καθαροῦ τοῦ συνειδότος, καὶ τῆς ἐκεῖθεν πληρωθῆναι χάριτος, εὐχαῖς καὶ πρεσβείαις τῶν εὐαρεστησάντων αὐτῷ Χριστῷ τῷ φιλανθρώπῳ Θεῷ ἡμῶν, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμή, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
it leaves behind those eagerly set upon these things. Yet spiritual things are not such, but on the contrary to these, sure and unshaken, admitting no change, stretching along with every age. Of how great madness, then, would it not be to exchange things shaken for things unshaken, temporary things for things abiding forever, things continually abiding in exchange for things flying away, things preparing great punishment for us there for things procuring great enjoyment in the age to come? Bearing all these things in mind, beloved, and making much account of our salvation, let us despise unprofitable and harmful luxury; let us embrace fasting, and all the rest of philosophy, and let us display a great change of life, and every day let us hasten on towards the practice of good works; so that, having trafficked in spiritual merchandise throughout the whole season of the holy Forty Days, and having gathered much wealth of virtue, we may thus be counted worthy also to arrive at the sovereign day, and with boldness to approach the awesome and spiritual table, and with a pure conscience to partake of those ineffable and immortal good things, and to be filled with the grace therefrom, by the prayers and intercessions of those who have well-pleased Christ Himself, our God Who loves mankind, with Whom to the Father together with the Holy Spirit be glory, might, honour, now and ever, and unto the ages of ages. Amen.
ΟΜΙΛΙΑ Βʹ.
HOMILY 2.
Εἰς τὴν ἀρχὴν τῆς κτίσεως· « Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν. »
On the beginning of creation: 'In the beginning God made the heaven and the earth.'
αʹ. Πολλῆς σήμερον πληροῦμαι τῆς ἡδονῆς, ὁρῶν ὑμῶν τὰ ποθεινὰ πρόσωπα. Καὶ γὰρ οὐχ οὕτω πατέρες φιλόστοργοι χαίρουσι, καὶ εὐφραίνονται τῶν παίδων αὐτοὺς πανταχόθεν κυκλούντων, καὶ διὰ τῆς ἄλλης εὐκοσμίας καὶ τῆς ἄλλης θεραπείας πολλὴν τὴν ἡδονὴν παρεχόντων, ὡς ἐγὼ νῦν χαίρω καὶ εὐφραίνομαι, ὁρῶν ὑμῶν τὴν πνευματικὴν ταύτην σύνοδον μετὰ τοσαύτης εὐκοσμίας ἐνταῦθα παραγενομένην, καὶ ἀκμάζοντα τὸν πόθον ἔχουσαν περὶ τὴν ἀκρόασιν τῶν θείων λογίων, καὶ τῆς σαρκικῆς τροφῆς ὑπεριδόντας, καὶ πρὸς τὴν πνευματικὴν ἑστίασιν ἐπειγομένους, καὶ δι' αὐτῶν τῶν ἔργων τὸ τοῦ Κυρίου λόγιον δεικνύντας, τὸ λέγον· Οὐκ ἐπ' ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος, ἀλλ' ἐπὶ παντὶ ῥήματι ἐκπορευομένῳ διὰ στόματος Θεοῦ. Φέρε οὖν καὶ ἡμεῖς μιμησώμεθα τοὺς γηπόνους· καὶ καθάπερ ἐκεῖνοι, ἐπειδὰν ἴδωσι τὴν ἄρουραν ἐκκεκαθαρμένην, καὶ τῆς ἀπὸ τῶν βοτανῶν λύμης ἀπηλλαγμένην, μετὰ πολλῆς τῆς δαψιλείας τὰ σπέρματα καταβάλλουσι· τὸν αὐτὸν δὴ τρόπον καὶ ἡμεῖς, ἐπειδὴ τῇ τοῦ Θεοῦ χάριτι νῦν ἡμῖν ἡ ἄρουρα αὕτη ἡ πνευματικὴ καθαρεύει τῶν διενοχλούντων παθῶν, τῆς τρυφῆς ἐκποδὼν γεγενημένης, καὶ οὐδαμοῦ ζάλη οὐδὲ χειμὼν ἐν τοῖς λογισμοῖς, ἀλλὰ γαλήνη καὶ πολλὴ ἡ ἡσυχία τῆς διανοίας ἐπτερωμένης, καὶ πρὸς αὐτὸν, ὡς εἰπεῖν, τὸν οὐρανὸν τεταμένης, καὶ τὰ πνευματικὰ πρὸ τῶν σαρκικῶν φανταζομένης· μικρά
1. I am filled today with abundant pleasure upon seeing your longed-for countenances. For affectionate fathers do not so rejoice and be glad when their children surround them on every side, and through all other decorum and all other attendance afford much pleasure, as I now rejoice and am gladdened upon seeing this spiritual assembly of yours having arrived here with so great decorum, and having its longing in full bloom concerning the hearing of the divine oracles, and having disdained carnal nourishment, and hastening on towards the spiritual feast, and showing through their very deeds the oracle of the Lord which says: Not upon bread alone shall man live, but upon every word proceeding through the mouth of God. Come then, let us also imitate the tillers of the soil; and just as they, whenever they see the tilled land cleansed out, and freed from the blight of weeds, cast the seeds with abundant bounty; in the very same way let us also, since by the grace of God this spiritual tilled land of ours is now pure from troubling passions, luxury having been put out of the way, and nowhere is there surge or winter storm in our reasonings, but calm and great quietness, our understanding being winged, and stretched, so to speak, towards heaven itself, and contemplating spiritual things before carnal things—a few