ἁπλῶς δουλεύωμεν, ἀλλὰ λογισμῷ τὰ καθ' ἑαυτοὺς οἰκονομῶμεν. Μὴ γὰρ ἔσται τι κέρδος ἡμῖν ἀπὸ τῆς ἡμερινῆς ἀδηφαγίας, καὶ τῆς πολλῆς μέθης; Καὶ τί λέγω κέρδος; Ἀλλὰ καὶ πολλὴ ἡ ζημία, καὶ ἡ βλάβη ἀφόρητος. Ὅταν γὰρ καταβαπτισθῇ ὑπὸ τῆς πολλῆς οἰνοποσίας ὁ λογισμός, εὐθέως ἐξ ἀρχῆς καὶ ἐκ προοιμίων ἀποκρούεται τὸ ἀπὸ τῆς νηστείας κέρδος. Τί γὰρ ἀηδέστερον, εἰπέ μοι, τί δὲ ἀσχημονέστερον, ὅταν μέχρι μεσονυκτίου τὸν ἄκρατον σπῶντες, ὑπὸ τὴν ἕω τῆς ἀκτῖνος τῆς ἡλιακῆς ἀνισχούσης, ὡς πρόσφατον τοῦ οἴνου ἐμφορηθέντες, οὕτως ἀποπνέουσι, καὶ ἀηδεῖς μὲν φαίνονται τοῖς συντυγχάνουσιν, εὐκαταφρόνητοι δὲ τοῖς οἰκέταις, καὶ καταγελῶνται παρὰ πάντων τῶν ὁπωσοῦν τὸ δέον συνορώντων, καὶ πρὸ τούτων ἁπάντων, ὅταν διὰ τὴν πολλὴν ταύτην ἀκρασίαν, καὶ τὴν ἀμετρίαν τὴν ἄκαιρον καὶ ἀνόνητον, καὶ τὴν παρὰ τοῦ Θεοῦ ἀγανάκτησιν ἐπισπῶνται; Οἱ γὰρ μέθυσοι, φησὶ, βασιλείαν Θεοῦ οὐ κληρονομήσουσι. Τί οὖν ἂν τούτων ἀθλιώτερον γένοιτ' ἂν, τῶν διὰ βραχεῖαν καὶ ἐπιβλαβῆ ἡδονὴν τῶν τῆς βασιλείας προθύρων ἐκβαλλομένων; Ἀλλὰ μὴ γένοιτό τινα τῶν ἐνταῦθα συνειλεγμένων τούτῳ ἁλῶναι τῷ πάθει· ἀλλὰ μετὰ πάσης φιλοσοφίας καὶ σωφροσύνης, καὶ τὴν παροῦσαν ἡμέραν ἑστιασαμένους, καὶ τοῦ χειμῶνος καὶ τῆς ζάλης, ἣν ἡ μέθη ἐργάζεσθαι πέφυκεν, ἐλευθερωθέντας εἰς τὸν λιμένα καταντῆσαι τῶν ἡμετέρων ψυχῶν, τὴν νηστείαν λέγω, ἵνα μετὰ δαψιλείας τὰ ἀπὸ ταύτης δυνηθῶμεν καρπώσασθαι ἀγαθά. Ὥσπερ γὰρ ἡ ἀδηφαγία μυρίων κακῶν αἰτία καὶ πρόξενος τῷ τῶν ἀνθρώπων γίνεται γένει, οὕτω καὶ ἡ νηστεία καὶ ἡ τῆς γαστρὸς ὑπεροψία τῶν ἀφάτων ἡμῖν ἀγαθῶν ἀεὶ αἰτία γέγονε. Πλάσας γὰρ ἐξ ἀρχῆς τὸν ἄνθρωπον ὁ Θεὸς, καὶ εἰδὼς, ὅτι τούτου αὐτῷ μάλιστα δεῖ τοῦ φαρμάκου πρὸς τὴν τῆς ψυχῆς σωτηρίαν, εὐθέως καὶ ἐκ προοιμίων τῷ πρωτοπλάστῳ ταύτην δέδωκε τὴν ἐντολὴν εἰπών· Ἀπὸ παντὸς ξύλου τοῦ ἐν τῷ παραδείσῳ βρώσει φαγῇ· ἀπὸ δὲ τοῦ ξύλου τοῦ γινώσκειν καλὸν καὶ πονηρὸν, οὐ φάγεσθε ἀπ' αὐτοῦ. Τὸ δὲ λέγειν, τόδε φάγε, καὶ τόδε μὴ φάγῃς, νηστείας ἦν εἰκών. Ἀλλὰ δέον φυλάξαι τὴν ἐντολήν, τοῦτο μὲν οὐκ ἐποίησε, δι' ἀκρασίαν δὲ τῆς γαστρὸς ἡττηθεὶς, καὶ τὴν παρακοὴν ἐργασάμενος, θανάτῳ κατεδικάζετο. Ἐπειδὴ γὰρ εἶδεν ὁ πονηρὸς δαίμων ἐκεῖνος καὶ ἐχθρὸς τῆς φύσεως τῆς ἡμετέρας τὴν ἐν τῷ παραδείσῳ διαγωγὴν τοῦ πρωτοπλάστου, καὶ τὸν ἀταλαίπωρον βίον ἐκεῖνον, καὶ ὅτι, καθάπερ ἄγγελος, οὕτω σώματι συμπεπλεγμένος διῆγεν ἐπὶ τῆς γῆς, βουλόμενος αὐτὸν ὑποσκελίσαι καὶ καταβαλεῖν ἐλπίδι μειζόνων ὑποσχέσεων, καὶ τῶν ἐν χερσὶν ἐξέβαλε. Τοσοῦτόν ἐστι τὸ μὴ μένειν ἐπὶ τῶν οἰκείων ὅρων, ἀλλὰ τῶν μειζόνων ἐφίεσθαι. Καὶ τοῦτο αὐτὸ δηλῶν σοφός τις ἔλεγε· Φθόνῳ δὲ διαβόλου θάνατος εἰσῆλθεν εἰς τὸν κόσμον. Εἶδες, ἀγαπητὲ, πῶς ἐκ προοιμίων ἐξ ἀδηφαγίας ὁ θάνατος τὴν εἴσοδον ἔσχεν; Σκόπει δὲ πάλιν καὶ μετὰ ταῦτα τὴν θείαν Γραφὴν κατηγοροῦσαν συνεχῶς τῆς τρυφῆς, καὶ λέγουσαν ποτὲ μὲν, Ἐκάθισεν ὁ λαὸς φαγεῖν, καὶ πιεῖν, καὶ ἀνέστησαν παίζειν· ἄλλοτε δὲ, Ἔφαγε, καὶ ἔπιε, καὶ ἐλιπάνθη, καὶ ἐπαχύνθη, καὶ ἀπελάκτισεν ὁ ἠγαπημένος. Καὶ οἱ τὰ Σόδομα δὲ οἰκοῦντες μετὰ τῶν ἄλλων κακῶν ἐντεῦθεν τὴν ἀπαραίτητον ὀργὴν
serve merely, but let us order our own affairs with reasoning. For will there be any gain to us from daily gluttony and much drunkenness? And why do I say gain? Nay, rather, great is the loss, and unbearable the harm. For whenever reasoning is submerged by much wine-drinking, straightway from the beginning and from the outset the gain from fasting is beaten back. For what is more disgusting, tell me, and what more unseemly, than when, quaffing unmixed wine until midnight, at dawn as the ray of the sun rises, as though just gorged with wine, they so breathe it forth, and appear offensive to those whom they meet, contemptible to their household servants, and are laughed to scorn by all who in any way perceive what is fitting, and, before all these things, when through this great incontinence, and untimely and unprofitable excess, they draw upon themselves also the indignation from God? For drunkards, He says, shall not inherit the kingdom of God. What then could be more wretched than these, who for the sake of a brief and harmful pleasure are cast out from the porches of the kingdom? Yet far be it that anyone of those gathered here should be caught by this passion; but may you, having feasted with all philosophy and temperance on the present day also, and having been freed from the winter storm and surge which drunkenness is wont to work, reach the haven of our souls—fasting, I mean—so that with abundance we may be able to reap the good things therefrom. For just as gluttony becomes the cause and procurer of countless evils to the race of men, so too fasting and the disdain of the belly has ever been to us the cause of ineffable good things. For when God fashioned man from the beginning, and knew that he had especial need of this medicine for the salvation of his soul, straightway and from the outset He gave this commandment to the first-formed man, saying: From every tree that is in paradise thou shalt surely eat; but from the tree of knowing good and evil, you shall not eat from it. Now to say, Eat this, and do not eat that, was an image of fasting. Yet whereas he ought to have kept the commandment, this indeed he did not do, but, vanquished through incontinence of the belly, and having wrought disobedience, he was condemned to death. For since that wicked demon and enemy of our nature saw the way of life of the first-formed man in paradise, and that untroubled life, and that, even as an angel, so, though bound up with a body, he lived upon the earth, wishing to trip him up and cast him down by the hope of greater promises, he cast him out even from what he had in his hands. So great a thing it is not to abide within one's own bounds, but to covet greater things. And declaring this very thing, a certain wise man said: By the envy of the devil death entered into the world. Did you see, beloved, how from the outset death gained its entrance from gluttony? Consider again also after these things divine Scripture continually accusing luxury, and saying at one time, The people sat down to eat and drink, and rose up to play; and at another time, The beloved ate, and drank, and grew sleek, and grew thick, and kicked out. And those dwelling in Sodom too, along with their other evils, therefrom drew that inexorable wrath