Migne Reading Room

PG 53 · cols. 98–103 · Read from the page

In Genesin Homilia XII (ΟΜΙΛΙΑ ΙΒʹ; Gen. 2:4–7)

In Genesin Homilia XII (ΟΜΙΛΙΑ ΙΒʹ; Gen. 2:4–7)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 53:98Read from the page
γλῶτταν παρεσύρην. Διὸ μέχρι τούτου στήσας τὸν λόγον, παρακαλῶ τὴν ὑμετέραν ἀγάπην διηνεκῶς τοῦτον ἐν διανοίᾳ περιφέρειν, καὶ τοῦτο λογίζεσθαι συνεχῶς, ὅτι τῆς αὐτῆς ἡμῖν κοινωνῶν φύσεως, καὶ τοῖς αὐτοῖς πάθεσιν ὑποκείμενος, καὶ ἐπιτήδευμα ἔχων εὐτελὲς καὶ εὐκαταφρόνητον, καὶ δέρματα ῥάπτων, καὶ ἐπὶ ἐργαστηρίου ἑστηκὼς, ἐπειδὴ ἠβουλήθη καὶ ἠθέλησε πρὸς τοὺς τῆς ἀρετῆς πόνους ἑαυτὸν ἐκδοῦναι, καὶ ἄξιον ἑαυτὸν καταστῆσαι τῆς ὑποδοχῆς τοῦ ἁγίου Πνεύματος, δαψιλεστέρας ἀπήλαυσε τῆς ἄνωθεν φιλοτιμίας. Καὶ ἡμεῖς τοίνυν, ἐὰν βουληθῶμεν τὰ παρ' ἑαυτῶν ἐπιδείξασθαι, οὐδὲν τὸ κωλύον τῶν αὐτῶν ἡμᾶς ἀπολαῦσαι. Φιλότιμος γὰρ ὁ Δεσπότης, καὶ Βούλεται πάντας ἀνθρώπους σωθῆναι, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν. Ἀξίους τοίνυν ἑαυτοὺς κατασκευάσωμεν, καὶ μετὰ προθυμίας ζεούσης τῆς ἀρετῆς ὀψὲ γοῦν ποτε ἐπιλαβώμεθα, καὶ τῶν ἐν ἡμῖν παθῶν τὴν διόρθωσιν ἐπιδειξάμενοι ἐπιτηδείους ἑαυτοὺς ἀπεργασώμεθα πρὸς τὴν τοῦ Πνεύματος ὑποδοχήν· ἧς γένοιτο πάντας ἡμᾶς ἀξιωθῆναι, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμή, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
tongue swept along. Wherefore, having halted my discourse at this point, I exhort your charity continually to carry this man about in understanding, and constantly to reckon this: that, sharing the same nature with us, and subject to the same passions, and having a mean and despised trade, stitching hides, and standing in a workshop, since he wished and willed to give himself up to the toils of virtue, and to render himself worthy of the reception of the Holy Spirit, he enjoyed more bountiful munificence from above. And if we too, therefore, should wish to display what lies with ourselves, there is nothing to hinder us from enjoying the same things. For the Master is munificent, and willeth that all men should be saved, and come unto the knowledge of the truth. Let us therefore prepare ourselves worthy, and with fervent eagerness let us lay hold of virtue at last even if late, and, having displayed the amendment of the passions within us, let us render ourselves fit for the reception of the Spirit; whereof may we all be counted worthy, by the grace and loving-kindness of our Lord Jesus Christ, with Whom to the Father, together with the Holy Spirit, be glory, might, honour, now and ever and unto the ages of ages. Amen.
ΟΜΙΛΙΑ ΙΒʹ.
HOMILY 12.
Εἰς τὰ ἀκόλουθα τῆς κτίσεως· « Αὕτη ἡ βίβλος γενέσεως οὐρανοῦ τε καὶ γῆς, ὅτε ἐγένετο· ᾗ ἡμέρᾳ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν. »
On what follows in the creation: 'This is the book of the generation of heaven and earth, when it came into being; in the day wherein God made the heaven and the earth.'
αʹ. Φέρε δὴ σήμερον πληρώσωμεν ἡμῶν τὴν ὑπόσχεσιν, καὶ τῆς συνήθους ἁψώμεθα διδασκαλίας, καὶ τῇ ἀκολουθίᾳ τῶν πρώην εἰρημένων συνάψωμεν καὶ τὰ μέλλοντα νῦν ῥηθήσεσθαι. Ἴστε γὰρ, ὅτι καὶ ἅπαξ καὶ δεύτερον σπεύδοντας ἡμᾶς, καὶ βουλομένους τοῦτο ποιῆσαι, ἡ περὶ τοὺς ἀδελφοὺς τοὺς ἡμετέρους πρόνοια τὴν γλῶτταν ἡμῖν εἰς τὴν πρὸς ἐκείνους παραίνεσιν μετήγαγε. Ποτὲ μὲν γὰρ τοὺς νενοσηκότας τῶν ἀδελφῶν, καὶ διὰ συνηθείας πρόληψιν ἀποσχίζοντας ἑαυτοὺς τοῦ συλλόγου τούτου τοῦ πνευματικοῦ, καὶ τὴν ἡδονὴν τῆς ἁγίας ἑορτῆς ἡμῖν ἀκρωτηριάζοντας, διὰ τῆς πολλῆς παρακλήσεως καὶ συμβουλῆς ἐπείθομεν, μὴ ἐπὶ πολὺ χωρίζειν ἑαυτοὺς τῆς τοῦ Χριστοῦ ποίμνης, μηδὲ ἔξω τοῦ σηκοῦ τούτου τοῦ πνευματικοῦ πλανᾶσθαι, καὶ τῷ μὲν λόγῳ καὶ τῷ ὀνόματι ἡμῖν ἡνῶσθαι, τῇ δὲ ἀληθείᾳ Ἰουδαίοις κατακολουθεῖν τοῖς ἐπὶ τῇ σκιᾷ παρακαθημένοις, καὶ τῷ λύχνῳ προσηλωμένοις, μετὰ τὴν ἔλλαμψιν τοῦ τῆς δικαιοσύνης ἡλίου· ποτὲ δὲ τῶν ἐνταῦθα συλλεγομένων τοὺς ἀμυήτους παρεκαλέσαμεν ἐπιδραμεῖν τῇ κλήσει τῇ πνευματικῇ, καὶ πάντα ὕπνον, καὶ πᾶσαν ῥᾳθυμίαν ἀποτιναξαμένους, πόθῳ ζέοντι, καὶ προθυμίᾳ συντεταμένῃ ἑτοίμους ἑαυτοὺς πρὸς τὴν ὑποδοχὴν τῆς βασιλικῆς δωρεᾶς ἀπεργάσασθαι, καὶ σπεῦσαι πρὸς τὸν τὴν ἄφεσιν τῶν πεπλημμελημένων δωρούμενον, καὶ τὰ μυρία ἀγαθὰ μετὰ δαψιλείας παρέχοντα. Ἐπεὶ οὖν καὶ τῶν περὶ τὴν τοῦ πάσχα ἑορτὴν σφαλλομένων, καὶ διὰ τῆς νομιζομένης ταύτης μικρᾶς παρατηρήσεως μεγάλα ἑαυτοὺς ζημιοῦντων, τὴν ἡμῖν ἁρμόττουσαν πρόνοιαν ἐποιησάμεθα, κατάλληλον αὐτῶν τῷ τραύματι τὴν θεραπείαν ἐπαγαγόντες, καὶ τοῖς ἀμυήτοις τὴν προσήκουσαν νουθεσίαν προσηγάγομεν, ἀκόλουθον ἂν εἴη λοιπὸν, ἐπειδὴ πρὸς τὰ κατεπείγοντα τῶν νοσημάτων ἔστημεν, καὶ τὸ αὐτῶν ἐπληρώσαμεν, κοινῇ πᾶσιν ὑμῖν σήμερον ἑστίασιν παραθεῖναι τὴν πνευματικήν. Ὥσπερ γὰρ πρὶν ἢ τῶν ἀδελ-
1. Come then, let us today fulfil our promise, and lay hold of our customary teaching, and join together with the sequence of the things said of late the things also that are about to be spoken now. For you know that both once and a second time, when we were hastening and wishing to do this, our provident care concerning our brethren turned our tongue aside unto exhortation towards them. For at one time those of the brethren who had fallen sick, and who through prepossession of custom were severing themselves from this spiritual assembly, and mutilating for us the pleasure of the holy feast, we were persuading through much entreaty and counsel not for long to separate themselves from the flock of Christ, nor to wander outside this spiritual fold, and in word and name indeed to be united with us, while in truth following closely after Jews who sit beside the shadow and are riveted to the lamp after the shining forth of the Sun of righteousness; and at another time we exhorted the uninitiated among those gathered here to run up to the spiritual calling, and, having shaken off all sleep and all sloth, with fervent longing and strained eagerness to render themselves ready for the reception of the royal gift, and to hasten towards Him Who grants forgiveness of transgressions and bountifully affords countless good things. Since, therefore, both for those erring concerning the feast of Pascha, and through this supposed small observance inflicting great loss upon themselves, we exercised the provident care befitting us, having applied healing suited to their wound, and to the uninitiated we brought the fitting admonition, it would henceforth follow, since we stood against the urgent diseases and fulfilled their need, to set before you all in common today the spiritual feast. For just as before our breth-
PG 53:99Read from the page
φῶν τῶν ἡμετέρων τὴν ἐπιμέλειαν ποιήσασθαι, εἰ τὴν πρὸς ἐκείνους παραίνεσιν καταλιπόντες, τῆς ἀκολουθίας ἐχόμενα, παρείδομεν κάμνοντας αὐτούς, εἰκότως ἄν τις ἡμῖν μέμψαιτο ὡς τὸν ἐπιτήδειον καιρὸν παραδραμοῦσιν· οὕτω νῦν, ἐπειδὴ μηδὲν παραλέλειπται τῶν εἰς δύναμιν ἡμετέραν, ἀλλὰ τὸν τῆς διδασκαλίας λόγον ἐποιησάμεθα, καὶ τὸ ἀργύριον κατεβάλομεν, καὶ τὰ σπέρματα τῇ γῇ ταύτῃ τῇ πνευματικῇ παρακατεθέμεθα, ἀκόλουθόν ἐστι πάλιν τὰ παρὰ τοῦ μακαρίου Μωϋσέως ἀναγνωσθέντα εἰς μέσον προθεῖναι, ἵνα τὸ ἐξ αὐτῶν κέρδος καρπωσάμενοι, οὕτως οἴκαδε ἀναχωρήσωμεν. Τίνα οὖν ἐστιν, ἀκούσωμεν. Αὕτη ἡ βίβλος, φησὶ, γενέσεως οὐρανοῦ τε καὶ γῆς, ὅτε ἐγένετο· ᾗ ἡμέρᾳ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν, καὶ πᾶν χλωρὸν ἀγροῦ, πρὸ τοῦ γενέσθαι ἐπὶ τῆς γῆς, καὶ πάντα χόρτον ἀγροῦ, πρὸ τοῦ ἀνατεῖλαι. Οὐ γὰρ ἔβρεξεν ὁ Θεὸς ἐπὶ τὴν γῆν, καὶ ἄνθρωπος οὐκ ἦν ἐργάζεσθαι τὴν γῆν. Πηγὴ δὲ ἀνέβαινεν ἐκ τῆς γῆς, καὶ ἐπότιζε πᾶν τὸ πρόσωπον τῆς γῆς. Σκόπει μοι πάλιν τοῦ θαυμαστοῦ τούτου προφήτου τὴν σύνεσιν, μᾶλλον δὲ τοῦ ἁγίου Πνεύματος τὴν διδασκαλίαν. Μετὰ γὰρ τὸ διηγήσασθαι ἡμῖν κατὰ μέρος τὰ τῆς δημιουργίας ἅπαντα, καὶ τὰ ἔργα τῶν ἓξ διελθεῖν ἡμερῶν, καὶ τὴν τοῦ ἀνθρώπου δημιουργίαν, καὶ τὴν ἐξουσίαν τὴν παρασχεθεῖσαν αὐτῷ πάντων τῶν ὁρωμένων, νῦν πάλιν ἀνακεφαλαιούμενος τὰ πάντα, φησίν· Αὕτη ἡ βίβλος γενέσεως οὐρανοῦ τε καὶ γῆς, ὅτε ἐγένετο. Ἄξιον ἐνταῦθα ζητῆσαι, τίνος ἕνεκεν βίβλον αὐτὴν καλεῖ οὐρανοῦ τε καὶ γῆς, καίτοι πολλὰ ἕτερα τῆς βίβλου περιεχούσης, καὶ διδασκούσης ἡμᾶς, καὶ περὶ ἑτέρων πλειόνων, καὶ περὶ τῆς τῶν δικαίων ἀρετῆς, καὶ περὶ τῆς τοῦ Θεοῦ φιλανθρωπίας, καὶ τῆς συγκαταβάσεως, ἣν ἐπεδείξατο περί τε τὸν πρωτόπλαστον, καὶ περὶ ἅπαν τὸ τῶν ἀνθρώπων γένος, καὶ περὶ ἑτέρων δὲ πολλῶν, ἅπερ οὐκ ἂν εἴη τοῦ παρόντος καιροῦ καταλέγειν. Μὴ ξενισθῇς, ἀγαπητέ· ἔθος γὰρ τοῦτο τῇ θείᾳ Γραφῇ, μὴ πανταχοῦ κατὰ μέρος ἡμῖν ἅπαντα διηγεῖσθαι, ἀλλ' ἀπὸ τῶν συνεκτικωτάτων ἀρχομένην καταλιμπάνειν τὰ ἑξῆς σκοπεῖν τοῖς εὐγνώμοσιν ἀκοαῖς δεχομένοις τὰ λεγόμενα. Καὶ ἵνα μάθῃς, ὅτι τοῦτο οὕτως ἐστὶν, ἐξ αὐτῶν τῶν νῦν ἀνεγνωσμένων τοῦτο δῆλον ὑμῖν καθίστημι. Ἰδοὺ γὰρ ἐν τοῖς προλαβοῦσι διδάξασα ἡμᾶς ἡ θεία Γραφὴ τὴν κατὰ μέρος ἁπάντων δημιουργίαν, νῦν οὐ πάντων μέμνηται, ἀλλά φησιν· Αὕτη ἡ βίβλος γενέσεως οὐρανοῦ τε καὶ γῆς, ὅτε ἐγένετο· ᾗ ἡμέρᾳ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν, καὶ τὰ ἑξῆς.
ren's care was taken by us, if, having left aside exhortation towards them and clinging to the sequence, we had overlooked them in their sickness, anyone would reasonably have blamed us as having run past the fitting season; so now, since nothing has been left undone of the things within our power, but we have delivered the word of teaching, and have paid down the silver, and have deposited the seeds in this spiritual earth, it follows again to set forth in the midst the things read aloud from the blessed Moses, so that, having reaped the gain therefrom, we may thus withdraw homeward. What then they are, let us hear. This is the book, he says, of the generation of heaven and earth, when it came into being; in the day wherein God made the heaven and the earth, and every green thing of the field before it came into being upon the earth, and every herb of the field before it sprang up. For God had not rained upon the earth, and there was not a man to till the earth. But a fountain came up out of the earth, and watered the whole face of the earth. Consider for me again the understanding of this wondrous prophet, or rather the teaching of the Holy Spirit. For after recounting to us part by part all the things of creation, and going through the works of the six days, and the fashioning of man, and the authority over all things seen that was granted to him, now again summing up all things, he says: This is the book of the generation of heaven and earth, when it came into being. It is worthy here to inquire for what cause he calls it the book of heaven and earth, although the book contains many other things, and instructs us both concerning many other matters, and concerning the virtue of the righteous, and concerning the loving-kindness of God, and the condescension which He displayed both concerning the first-formed man and concerning the whole race of men, and concerning many other things also, which it would not belong to the present season to rehearse. Do not be struck with surprise, beloved; for this is the custom of divine Scripture, not everywhere to recount all things to us part by part, but, beginning from the most comprehensive points, to leave what follows to be considered by those who receive what is said with well-disposed ears. And that you may learn that this is so, I make this manifest to you from the very things now read aloud. For behold, having in the preceding passages taught us the creation of all things part by part, divine Scripture now makes mention not of all, but says: This is the book of the generation of heaven and earth, when it came into being; in the day wherein God made the heaven and the earth, and so forth.
βʹ. Ὁρᾷς πῶς πάντα τὸν λόγον εἰς τὸν οὐρανὸν καὶ τὴν γῆν περιστρέφει, ἡμῖν καταλιμπάνουσα ἐκ τούτων πάντα τὰ ἄλλα συνιδεῖν; Ὅταν γὰρ εἴπῃ οὐρανὸν καὶ γῆν, πάντα ὁμοῦ συνελοῦσα εἶπε, τά τε ἐν τῇ γῇ, τά τε ἐν τῷ οὐρανῷ. Ὥσπερ οὖν ἐπὶ τῆς τῶν δημιουργημάτων διηγήσεως οὐ πάντα καθεξῆς λέγει, ἀλλὰ τῶν συνεκτικωτάτων μνημονεύουσα, οὐκέτι καθ' ἓν ἡμῖν ἅπαντα διηγεῖται· οὕτω καὶ τὴν βίβλον πᾶσαν, εἰ καὶ πολλὰ ἕτερα περιέχει, βίβλον γενέσεως οὐρανοῦ τε καὶ γῆς ὠνόμασεν, ἡμῖν καταλιμπάνουσα λοιπὸν διὰ τῆς τούτων μνήμης ἀναλογίζεσθαι, ὅτι πάντα ἀνάγκη ἐν ταύτῃ τῇ βίβλῳ περιέχεσθαι τὰ ὁρώμενα, τά τε ἐν τῷ οὐρανῷ, τά τε ἐν τῇ γῇ. Ἧι ἡμέρᾳ, φησὶν, ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν, καὶ πᾶν χλωρὸν ἀγροῦ, πρὸ τοῦ γενέσθαι ἐπὶ τῆς γῆς, καὶ πάντα χόρτον ἀγροῦ, πρὸ τοῦ ἀνατεῖλαι. Οὐ γὰρ ἔβρεξεν ὁ Θεὸς ἐπὶ τὴν γῆν, καὶ ἄνθρωπος οὐκ ἦν ἐργάζεσθαι τὴν γῆν. Πηγὴ
2. Do you see how it turns the whole account round upon the heaven and the earth, leaving it to us from these to perceive all the rest together? For whenever it says heaven and earth, comprising all things at once it spoke both the things upon the earth and the things in the heaven. Just as, therefore, in the recounting of the things fashioned it does not say all things in order, but, making mention of the most comprehensive points, no longer recounts all things to us one by one; so also it named the whole book, even if it contains many other things, the book of the generation of heaven and earth, leaving it henceforth to us through the mention of these to reckon by analogy that all things seen must of necessity be contained in this book, both the things in the heaven and the things upon the earth. In the day wherein, it says, God made the heaven and the earth, and every green thing of the field before it came into being upon the earth, and every herb of the field before it sprang up. For God had not rained upon the earth, and there was not a man to till the earth. But a fountain
PG 53:100Read from the page
δὲ ἀνέβαινεν ἐκ τῆς γῆς, καὶ ἐπότιζε πᾶν τὸ πρόσωπον τῆς γῆς. Πολὺς ὁ ἐγκεκρυμμένος θησαυρὸς τοῖς βραχέσι τούτοις ῥήμασι· διὸ προσήκει μετὰ πολλῆς τῆς συνέσεως, ὑπὸ τῆς τοῦ Θεοῦ χάριτος ὁδηγουμένους ἡμᾶς ἀναπτύξαι τὰ εἰρημένα, καὶ κοινωνοὺς ὑμᾶς λαβεῖν τοῦ πλούτου τούτου τοῦ πνευματικοῦ. Τὸ γὰρ Πνεῦμα τὸ ἅγιον τὰ μέλλοντα προγινῶσκον, ἵνα μηδενὶ τῶν μετὰ ταῦτα ἐξῇ φιλονεικεῖν, καὶ ἀπεναντίας τῇ θείᾳ Γραφῇ τὰ ἀπὸ τῶν οἰκείων λογισμῶν ἐπιφέρειν τοῖς τῆς Ἐκκλησίας δόγμασι, καὶ νῦν πάλιν, μετὰ τὸ διδάξαι τῶν δημιουργηθέντων τὴν τάξιν, καὶ τί μὲν πρῶτον παρήχθη, τί δὲ δεύτερον, καὶ ὅτι τὰ ἀπὸ τῆς γῆς σπέρματα τῷ λόγῳ καὶ τῷ προστάγματι ὑπηρετουμένη τοῦ Δεσπότου ἐξέδωκεν ἡ γῆ, καὶ πρὸς τὰς ὠδῖνας διηγέρθη, οὔτε τοῦ ἡλίου πρὸς συνέργειαν δεηθεῖσα, (πῶς γὰρ τοῦ μηδέπω δημιουργηθέντος;) οὔτε τῆς τῶν ὑετῶν ἐπομβρίας, οὔτε τῆς τοῦ ἀνθρώπου ἐργασίας· οὐδὲ γὰρ οὗτος ἦν παραχθεὶς εἰς τὸ μέσον· διὰ τοῦτο πάλιν κατὰ μέρος πάντων μνημονεύει, ἵνα τῶν ἀναισχυντεῖν ἐπιχειρούντων ἐπιστομίσῃ τὴν ἀκόλαστον γλῶτταν. Τί γάρ φησιν; Ἧι ἡμέρᾳ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν, καὶ πᾶν χλωρὸν ἀγροῦ, πρὸ τοῦ γενέσθαι ἐπὶ τῆς γῆς, καὶ πάντα χόρτον ἀγροῦ, πρὸ τοῦ ἀνατεῖλαι. Οὐ γὰρ ἔβρεξεν ὁ Θεὸς ἐπὶ τὴν γῆν, καὶ ἄνθρωπος οὐκ ἦν ἐργάζεσθαι τὴν γῆν. Πηγὴ δὲ ἀνέβαινεν ἐκ τῆς γῆς, καὶ ἐπότιζε πᾶν τὸ πρόσωπον τῆς γῆς. Τοῦτο βούλεται εἰπεῖν, ὅτι τῷ λόγῳ αὐτοῦ καὶ τῷ προστάγματι τὰ πρότερον μὴ ὄντα εἰς τὸ εἶναι ὑπέστη, καὶ ἅπερ οὐκ ἦν, ταῦτα ἀθρόον ἐδείκνυτο. Ὁ χόρτος, ὁ ἐκ τῆς γῆς ἀναδιδόμενος· χόρτον δὲ ὅταν εἴπῃ, τὰ σπέρματα ἅπαντα λέγει. Καὶ περὶ τῶν ὑετῶν διδάσκουσα ἡμᾶς, πάλιν ἡ θεία Γραφὴ ἐπήγαγεν· Οὐ γὰρ ἔβρεξεν ὁ Θεὸς ἐπὶ τὴν γῆν· τοῦτ' ἔστιν, οὐδέπω οὐδὲ ὑετοὶ ἄνωθεν κατεφέροντο· καὶ μετὰ τοῦτο λοιπὸν δείκνυσιν ἡμῖν, ὅτι οὐδὲ τῆς τοῦ ἀνθρώπου ἐργασίας ἐδεήθη· Ἄνθρωπος γὰρ, φησὶν, οὐκ ἦν ἐργάζεσθαι τὴν γῆν· μονονουχὶ βοῶσα, καὶ λέγουσα τοῖς μετὰ ταῦτα ἅπασιν, ὅτι ταῦτα ἀκούοντες μάθετε, πῶς ἐξ ἀρχῆς ἅπαντα παρήχθη τὰ ἀπὸ τῆς γῆς ἀναδιδόμενα, καὶ μὴ τῇ ἐπιμελείᾳ τῶν τὴν γῆν θεραπευόντων τὸ πᾶν λογίζεσθε, μηδὲ ἐκείνοις τὰς ὠδῖνας ταύτας ἐπιγράφετε, ἀλλὰ τῷ λόγῳ καὶ τῷ ἐπιτάγματι τῷ ἐξ ἀρχῆς πρὸς αὐτὴν παρὰ τοῦ δημιουργήσαντος αὐτὴν γενομένῳ. Ταῦτα δὲ ἅπαντα γίνεται, ἵνα μάθωμεν, ὅτι οὐκ ἐδεήθη τῆς τῶν ἄλλων στοιχείων συνεργείας πρὸς τὴν τῶν οἰκείων σπερμάτων ἀνάδοσιν, ἀλλ' ἠρκέσθη τῷ ἐπιτάγματι τοῦ δημιουργοῦ. Καὶ τὸ δὴ θαυμαστὸν καὶ παράδοξον, οὗτος ὁ νῦν τῷ οἰκείῳ λόγῳ πρὸς τὴν τῶν τοσούτων σπερμάτων βλάστην αὐτὴν διεγείρας, καὶ τὴν οἰκείαν δύναμιν ἐπιδειξάμενος, ὑπερβαίνουσαν τὸν ἀνθρώπινον λογισμόν, ταύτην αὐτὴν τὴν βαρεῖαν, καὶ τὸν τοσοῦτον κόσμον ἐπὶ τῶν οἰκείων νώτων φέρουσαν ἐπὶ τῶν ὑδάτων ἐθεμελίωσε, καθὼς ὁ προφήτης φησὶν, Ὁ θεμελιώσας ἐπὶ τῶν ὑδάτων τὴν γῆν. Ποῖος λογισμὸς ἀνθρώπινος ἐφικέσθαι τούτων δυνήσεται; Ἐπειδὴ γὰρ οἱ ἄνθρωποι οἰκίας οἰκοδομούμενοι, καὶ θεμελίους καταβάλλειν βουλόμενοι, πρότερον διασκάπτοντες, καὶ εἰς τὸ βάθος κατιόντες, κἂν μικρὰν νοτίδα ἴδωσι, πάντα ποιοῦσιν, ὥστε πᾶσαν αὐτὴν ἐξαντλῆσαι, καὶ οὕτω τοὺς θεμελίους καταβαλεῖν· διὰ τοῦτο καὶ ὁ τῶν ἁπάντων δημιουργὸς ἀπεναντίας τῇ ἀνθρωπίνῃ φύσει ἅπαντα δημιουργεῖ, ἵνα μάθῃς καὶ ἐκ τούτων αὐτοῦ τὴν ἄφατον δύναμιν, καὶ ὅτι, ἐπειδὰν βουληθῇ, καὶ αὐτὰ τὰ στοιχεῖα τὰ ἐναντία τῇ οἰκείᾳ ἐνεργείᾳ ἐπιδείκνυται, τῷ ἐπιτάγματι τοῦ δημιουργήσαντος ὑπηρετούμενα.
came up out of the earth, and watered the whole face of the earth. Much is the treasure hidden within these brief words; wherefore it befits us with much understanding, guided by the grace of God, to unfold what has been said, and to take you as sharers of this spiritual wealth. For the Holy Spirit, foreknowing the things to come, so that it might be lawful for no one of those coming afterwards to wrangle, and in opposition to divine Scripture to bring the things from their own reasonings against the doctrines of the Church, even now again, after teaching the order of the things fashioned, and what was brought forth first, and what second, and that the earth, ministering to the word and command of the Master, gave forth the seeds from the earth, and was roused up to its birth-pangs, having needed neither the sun for cooperation (for how could it need what was not yet fashioned?), nor the showering of rains, nor the tillage of man—for neither had he been brought forth into the midst—on this account again makes mention of all things part by part, so that He may stop the unbridled tongue of those attempting to be shameless. For what does He say? In the day wherein God made the heaven and the earth, and every green thing of the field before it came into being upon the earth, and every herb of the field before it sprang up. For God had not rained upon the earth, and there was not a man to till the earth. But a fountain came up out of the earth, and watered the whole face of the earth. This it wishes to say: that by His word and command the things that formerly were not subsisted unto being, and whatever was not, this was shown forth all at once. 'Herb' is that which is sent up out of the earth; and whenever it says 'herb,' it means all seeds. And instructing us concerning the rains, again divine Scripture added: For God had not rained upon the earth—that is, not yet were rains either borne down from above; and after this henceforth it shows us that neither did it need the tillage of man: For there was not a man, it says, to till the earth—all but crying aloud and saying to all those coming afterwards: Hearing these things, learn how from the beginning all things sent up from the earth were brought forth, and do not reckon the whole to the care of those who tend the earth, nor inscribe these birth-pangs to them, but to the word and injunction that came from the beginning unto it from Him Who fashioned it. And all these things come to pass so that we may learn that it did not need the cooperation of the other elements for the sending up of its own seeds, but was content with the injunction of the Creator. And what is indeed wondrous and paradoxical, He Who now by His own word roused it up to the sprouting of so many seeds, and displayed His own power surpassing human reasoning, founded this very heavy earth—which bears so great a world upon its own back—upon the waters, even as the prophet says: Who founded the earth upon the waters. What human reasoning will be able to attain to these things? For since men, when building houses and wishing to lay foundations, first digging through and going down into the depth, even if they see a little moisture, do everything so as to drain it all out, and thus lay the foundations; on this account the Creator of all also fashions all things on the contrary to human nature, so that you may learn from these things also His ineffable power, and that, whenever He wills, the very elements themselves display things contrary to their own proper energy, ministering to the injunction of Him Who fashioned them.
γʹ. Καὶ ἵνα σαφέστερον ὑμῖν γένηται τὸ λεγόμενον, τέως
3. And so that what is said may become clearer to you, meanwhile
PG 53:101Read from the page
ἐπ' αὐτοῦ τοῦ προκειμένου τὸν λόγον γυμνάσωμεν, καὶ τότε καὶ ἐφ' ἕτερον μεταβησόμεθα. Τοῦτο γὰρ αὐτὸ ἐναντίον ἐστὶ τῇ φύσει τῶν ὑδάτων, τὸ οὕτω βαρὺ σῶμα φέρειν· καὶ τῇ γῇ πάλιν ἐναντίον τὸ ἐπὶ τοιούτῳ θεμελίῳ τὴν ἕδραν ἔχειν. Καὶ τί θαυμάζεις; Κἂν γὰρ ἐφ' ἑκάστου τῶν γενομένων διερευνῆσαι βουληθῇς, εὑρήσεις τοῦ δημιουργήσαντος ἄπειρον τὴν δύναμιν, καὶ ὅτι τῇ οἰκείᾳ βουλήσει ἡνιοχεῖ πάντα τὰ ὁρώμενα. Τοῦτο γὰρ καὶ ἐπὶ τοῦ πυρὸς ἔστιν ἰδεῖν γινόμενον· τὸ γὰρ δαπανητικὴν ἔχον ἐνέργειαν, καὶ πάντων περιγινόμενον, καὶ πᾶσαν ὕλην λίθων, καὶ ξύλων, καὶ σωμάτων, καὶ σιδήρου μετ' εὐκολίας καταναλίσκον, ἐπειδὴ προσέταξεν ὁ δημιουργὸς, σωμάτων ἁπαλῶν καὶ φθαρτῶν οὐχ ἥψατο, ἀλλ' ἀβλαβεῖς τοὺς παῖδας διεφύλαττεν ἐν μέσῃ τῇ καμίνῳ. Καὶ μὴ θαυμάσῃς, εἰ τῶν σωμάτων αὐτῶν οὐχ ἥψατο, ἀλλ' εὐταξίαν τοσαύτην ἐπεδείξατο τὸ ἄλογον στοιχεῖον ὅσην οὐδὲ ἔστιν εἰπεῖν. Οὐδὲ γὰρ ταῖς θριξὶν ἐλυμήνατο, ἀλλ' εκύκλου μὲν αὐτοὺς, καὶ εἶχεν ἔνδον· καθάπερ δὲ ὑπακοὴν πληροῦσα ἡ τοῦ πυρὸς οὐσία, καὶ Δεσπότου ἐπιτάγματι ὑπηρετουμένη, ἀκεραίους καὶ ἀβλαβεῖς διεφύλαττε τοὺς θαυμαστοὺς ἐκείνους παῖδας, καὶ ὥσπερ ἐν λειμῶνι καὶ παραδείσῳ βαδίζοντες, μετὰ τοσαύτης ἀδείας ἐπὶ τῆς καμίνου διῆγον. Καὶ ἵνα μὴ νομίσῃ τις, ὅτι οὐκ ἦν ἐνέργεια πυρὸς τὸ ὁρώμενον, διὰ τοῦτο ὁ φιλάνθρωπος Δεσπότης οὐ τὴν ἐνέργειαν αὐτοῦ ἐπέδησεν, ἀλλ' ἀφεὶς μένειν τὴν ἐνέργειαν αὐτοῦ τὴν καυστικὴν, τοὺς ἰδίους θεράποντας ἀνωτέρους τῆς ἐκ τούτου βλάβης εἰργάζετο. Ἀλλ' ἵνα μάθωσι καὶ οἱ ἐμβαλόντες, ὅση τοῦ τῶν ὅλων Θεοῦ ἡ δύναμις, ἐπ' ἐκείνων μὲν τὴν οἰκείαν ἐνέργειαν ἐπεδείκνυτο τὸ πῦρ· καὶ τὸ αὐτὸ ἐκείνους μὲν περιέστελλεν ἔνδον, τούτους δὲ ἔξω ἑστῶτας κατέφλεγε καὶ ἀνήλισκεν. Εἶδες πῶς, ὅταν ὁ Δεσπότης βούληται, ἕκαστον τῶν στοιχείων πρὸς τὴν ἐναντίαν μεθίστησιν οὐσίαν; Δημιουργὸς γάρ ἐστι καὶ Δεσπότης, καὶ πρὸς τὸ οἰκεῖον θέλημα ἅπαντα οἰκονομεῖ. Βούλεσθε καὶ ἐπὶ τῶν ὑδάτων πάλιν ἰδεῖν τὸ αὐτὸ τοῦτο γινόμενον; Καθάπερ γὰρ ἐνταῦθα τὸ πῦρ τῶν μὲν ἔνδον ὄντων ἀπέσχετο, καὶ ἐπελάθετο τῆς οἰκείας ἐνεργείας, ἐπὶ δὲ τῶν ἔξω τυγχανόντων τὰ ἑαυτοῦ ἐπλήρου, οὕτω καὶ τὰ ὕδατα ὀψόμεθα τοὺς μὲν ⟨ὑ⟩ποβρυχίους ἐργαζόμενα, ἑτέροις δὲ ὑποχωροῦντα, ὥστε ἀβλαβῶς αὐτοὺς διελθεῖν. Ἀναμνήσθητέ μοι νῦν τοῦ Φαραὼ καὶ τῶν Αἰγυπτίων, καὶ τοῦ δήμου τῶν Ἑβραίων, ὅπως ἐκεῖνοι μὲν διὰ τὸ πρόσταγμα τοῦ Δεσπότου, τοῦ μεγάλου Μωϋσέως προηγουμένου, καθάπερ ἐπὶ ξηρᾶς, οὕτω διέβαινον διὰ τῆς θαλάσσης τῆς ἐρυθρᾶς· οἱ δὲ Αἰγύπτιοι μετὰ τοῦ Φαραὼ τὴν αὐτὴν αὐτοῖς ἐλθεῖν ὁδὸν βουληθέντες, ὑποβρύχιοι γενόμενοι κατεποντίζοντο. Οὕτως οἶδε καὶ τὰ στοιχεῖα αἰδεῖσθαι τοὺς τοῦ Δεσπότου θεράποντας, καὶ τὴν οἰκείαν ὁρμὴν ἔσω κατέχειν. Ἀκούσωμεν ὅσοι θυμώδεις, ὅσοι ὀργίλοι, ὅσοι ὑπὸ τῶν ἄλλων παθῶν διὰ ῥᾳθυμίαν ἁλισκόμενοι τὴν ἑαυτῶν προδίδομεν σωτηρίαν, καὶ μιμησώμεθα τῶν ἀλόγων τούτων στοιχείων τὴν τοσαύτην ὑπακοήν, ἡμεῖς οἱ λόγῳ τετιμημένοι. Εἰ γὰρ τὸ πῦρ, τὸ οὕτω δαπανητικόν, τὸ οὕτω σφοδρόν, σωμάτων φθαρτῶν καὶ οὕτως ἁπαλῶν ἀπέσχετο, ποίας ἂν τύχῃ συγγνώμης ἄνθρωπος, μὴ βουλόμενος τὸν ἑαυτοῦ χαλινῶσαι θυμὸν διὰ τὸ ἐπίταγμα τοῦ Δεσπότου, καὶ τὴν ὀργὴν τὴν πρὸς τὸν πλησίον ἐκβαλεῖν; Καὶ τὸ δὴ μεῖζον, ὅτι πῦρ ταύτην ἔχον τὴν οὐσίαν, τὸ καίειν λέγω, τὴν οἰκείαν ἐνέργειαν οὐκ ἐπεδείξατυ, ὁ δὲ ἄνθρωπος, τὸ ἥμερον ζῶον, τὸ λογικόν, τὸ ἐπιεικές, τὰ ἐναντία τῇ οἰκείᾳ φύσει διαπράττεται, καὶ διὰ ῥᾳθυμίαν εἰς τὴν τῶν θηρίων ὠμό-
let us exercise our discourse upon the very matter set before us, and then we shall pass over also to another. For this very thing is contrary to the nature of the waters: to bear so heavy a body; and contrary again to the earth: to have its seat upon such a foundation. And why do you marvel? For even if you should wish to search thoroughly in the case of each of the things that have come into being, you will find the power of Him Who fashioned them boundless, and that by His own counsel He holds the reins of all things seen. For this also it is possible to see coming to pass in the case of fire; for that which has a consuming energy, and prevails over all things, and with ease devours every matter of stones, and timbers, and bodies, and iron, since the Creator commanded, touched not tender and corruptible bodies, but preserved the youths unharmed in the midst of the furnace. And do not marvel if it touched not their bodies, but the irrational element displayed such good order as it is not even possible to utter. For neither did it mar their hairs, but it encircled them indeed and held them within; and just as fulfilling obedience and ministering to the injunction of the Master, the substance of the fire preserved those wondrous youths unscathed and unharmed, and just as if walking in a meadow and paradise, with so great fearlessness they passed their time upon the furnace. And lest anyone should suppose that what was seen was not the energy of fire, on this account the Master Who loves mankind did not fetter its energy, but, suffering its burning energy to remain, He wrought His own servants superior to the harm therefrom. Yet that those also who cast them in might learn how great is the power of the God of the universe, upon them the fire displayed its own proper energy; and the very same fire sheltered those within, while these standing outside it burned down and consumed. Did you see how, whenever the Master wills, He transfers each of the elements unto the opposite substance? For He is Creator and Master, and orders all things according to His own will. Do you wish to see this very same thing coming to pass again in the case of the waters also? For just as here the fire abstained from those within and forgot its own energy, while upon those chancing to be outside it fulfilled its own work, so too we shall see the waters rendering some submerged beneath the deep, while giving way to others so that they pass through unharmed. Call to mind for me now Pharaoh and the Egyptians, and the people of the Hebrews, how the one, on account of the command of the Master, with the great Moses leading the way, crossed through the Red Sea just as upon dry land; whereas the Egyptians with Pharaoh, having wished to go the same road with them, becoming submerged were drowned in the sea. Thus even the elements know how to revere the servants of the Master, and to hold back their own rush within. Let us hear, as many of us as are passionate, as many as are irascible, as many as, caught through sloth by the other passions, betray our own salvation, and let us imitate so great obedience of these irrational elements—we who have been honoured with reason. For if fire, so consuming, so vehement, abstained from corruptible and so tender bodies, what pardon could a man obtain who is unwilling to bridle his own anger on account of the injunction of the Master, and to cast out his wrath towards his neighbour? And what is indeed greater: that fire, having this substance—burning, I mean—did not display its own energy, whereas man, the gentle living being, the rational, the equitable, practises the things contrary to his own nature, and through sloth unto the savage-
Notes, col. 101

On the reading

Printed εκύκλου, for ἐκύκλου.

Printed ἐπεδείξατυ, for ἐπεδείξατο.

PG 53:102Read from the page
τητα ἑαυτὸν ἐξάγει. Διὰ τοῦτο καὶ ἡ θεία Γραφὴ πρὸς τὰ πάθη τὰ ἐνοχλοῦντα οὕτω καὶ τὰς τῶν ἀλόγων προσηγορίας, πολλαχοῦ δὲ καὶ τῶν θηρίων τοῖς λόγῳ τετιμημένοις ἐπιτίθησι· ποτὲ μὲν κύνας καλοῦσα διὰ τὸ ἀναίσχυντον καὶ ἰταμόν· Κύνες γὰρ, φησὶν, ἐνεοὶ, οὐ δυνάμενοι ὑλακτεῖν· ποτὲ δὲ ἵππους διὰ τὸ λάγνον· Ἵπποι γὰρ θηλυμανεῖς ἐγένοντο, ἕκαστος ἐπὶ τὴν γυναῖκα τοῦ πλησίον χρεμετίζοντες· ποτὲ δὲ ὄνους, διὰ τὴν ἀγνωμοσύνην καὶ τὴν ἄνοιαν· Παρασυνεβλήθη γὰρ, φησὶ, τοῖς κτήνεσι τοῖς ἀνοήτοις, καὶ ὡμοιώθη αὐτοῖς· ποτὲ δὲ λέοντας καὶ παρδάλεις, διὰ τὸ ἁρπακτικὸν καὶ πλεονεκτικόν· ποτὲ δὲ ἀσπίδας, διὰ τὸ δολερόν· Ἰὸς γὰρ, φησὶν, ἀσπίδων ὑπὸ τὰ χείλη αὐτῶν· ποτὲ δὲ ὄφεις καὶ ἔχεις, διὰ τὸν ἰὸν καὶ τὴν πονηρίαν, καθὼς καὶ ὁ μακάριος Ἰωάννης ἐβόα, λέγων· Ὄφεις, γεννήματα ἐχιδνῶν, τίς ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς; καὶ ἕτερα δὲ κατάλληλα τοῖς πάθεσιν ὀνόματα ἐπάγει, ἵνα κἂν οὕτως αἰδεσθέντες ὀψέ ποτε πρὸς τὴν οἰκείαν εὐγένειαν ἐπανέλθωσι, καὶ σπείσωνται πρὸς τὸ ὁμογενὲς, καὶ τοὺς τοῦ Θεοῦ νόμους προτιμοτέρους ἡγήσωνται τῶν οἰκείων παθῶν, οἷς διὰ ῥᾳθυμίαν ἑαυτοὺς ἐκδεδώκασιν.
ness of wild beasts leads himself out. On this account divine Scripture also, in accordance with the troubling passions, thus puts upon those honoured with reason both the appellations of brute beasts and in many places those of wild beasts: at one time calling them dogs on account of shamelessness and reckless audacity—For they are dumb dogs, it says, unable to bark; at another time horses on account of lustfulness—For they became mare-mad horses, each one neighing after his neighbour's wife; at another time asses on account of ingratitude and senselessness—For he was compared, it says, to the senseless cattle, and was made like unto them; at another time lions and leopards on account of rapacity and covetousness; at another time asps on account of treachery—For the venom of asps, it says, is under their lips; at another time serpents and vipers on account of venom and wickedness, even as the blessed John also cried aloud, saying: Serpents, brood of vipers, who showed you to flee from the coming wrath?—and it adds other names also suited to the passions, so that even thus, put to shame, they may at last, though late, return to their own nobility, and make peace with what is akin to them, and esteem the laws of God more precious than their own passions, to which through sloth they have surrendered themselves.
δʹ. Ἀλλ' οὐκ οἶδα, πῶς ὑπὸ τῆς τοῦ λόγου ῥύμης εἰς ταῦτα ἐξέβημεν. Φέρε δὴ λοιπὸν ἐπανέλθωμεν ἐπὶ τὸ προκείμενον, καὶ ἴδωμεν τί καὶ ἕτερον σήμερον ἡμᾶς διδάξαι βούλεται ὁ μακάριος οὗτος προφήτης. Εἰπὼν γὰρ, Αὕτη ἡ βίβλος γενέσεως οὐρανοῦ τε καὶ γῆς, προϊὼν διηγεῖται ἡμῖν πάλιν ἀκριβέστερον τὴν τοῦ ἀνθρώπου δημιουργίαν. Καὶ ἐπειδὴ ἀνωτέρω συντόμως εἶπε· Καὶ ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον, κατ' εἰκόνα Θεοῦ ἐποίησεν αὐτὸν, νῦν φησι, Καὶ ἔπλασεν ὁ Θεὸς τὸν ἄνθρωπον, χοῦν ἀπὸ τῆς γῆς, καὶ ἐνεφύσησεν εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς, καὶ ἐγένετο ὁ ἄνθρωπος εἰς ψυχὴν ζῶσαν. Μέγα τὸ εἰρημένον, καὶ πολλῆς ἐκπλήξεως γέμον, καὶ ὑπερβαῖνον διάνοιαν ἀνθρωπίνην· Καὶ ἔπλασε, φησὶν, ὁ Θεὸς τὸν ἄνθρωπον, λαβὼν χοῦν ἀπὸ τῆς γῆς. Ὥσπερ ἐπὶ τῶν κτισμάτων τῶν ὁρωμένων ἁπάντων ἔλεγον, ὅτι ἀπεναντίας τῇ φύσει τῇ ἀνθρωπίνῃ ἅπαντα διαπράττεται ὁ τῶν ὅλων δημιουργὸς, ἵνα καὶ διὰ τούτου ἡ ἄφατος αὐτοῦ δύναμις δειχθῇ· οὕτω καὶ ἐπὶ τῆς τοῦ ἀνθρώπου διαπλάσεως εὑρήσομεν νῦν γεγονός. Ὅρα γὰρ, τὴν γῆν ἐπὶ τῶν ὑδάτων ἐθεμελίωσεν, ὅπερ οὐ χωρεῖ δέξασθαι λογισμὸς ἀνθρώπινος ἄνευ πίστεως, καὶ τὰς οὐσίας δὲ πάσας ἐπειδὰν βουληθῇ, καθάπερ ἀπεδείξαμεν, ἐναντία τῇ οἰκείᾳ ἐνεργείᾳ παρασκευάζει διαπράττεσθαι. Τὸν αὐτὸν δὴ τρόπον καὶ ἐπὶ τῆς πλάσεως τοῦ ἀνθρώπου νῦν ἡμῖν ἐμφαίνει γεγονὸς ἡ θεία Γραφή. Ἔπλασε, φησὶν, ὁ Θεὸς τὸν ἄνθρωπον χοῦν ἀπὸ τῆς γῆς λαβών. Τί λέγεις; Χοῦν λαβὼν ἀπὸ τῆς γῆς ἔπλασε τὸν ἄνθρωπον; Ναὶ, φησὶ, καὶ οὐχ ἁπλῶς εἶπε γῆν, ἀλλὰ, Χοῦν, ὡς ἂν εἴποι τις, αὐτῆς τῆς γῆς τὸ λεπτότερον καὶ ἀτιμότερον. Μέγα σοι καὶ παράδοξον εἶναι δοκεῖ τὸ εἰρημένον· ἀλλ' ἐὰν νοήσῃς τίς ὁ δημιουργός, οὐκέτι ἀπιστήσεις τῷ γινομένῳ, ἀλλὰ θαυμάσεις καὶ προσκυνήσεις τοῦ δημιουργοῦντος τὴν δύναμιν. Ἐὰν δὲ μέλλῃς πρὸς τὴν ἀσθένειαν τῶν σῶν λογισμῶν ταῦτα περιεργάζεσθαι, εἰκός γε κἀκεῖνό σε εἰς ἔννοιαν λαβεῖν, ὅτι ἀπὸ γῆς σῶμα οὐκ ἂν γένοιτό ποτε, ἀλλ' ἢ πλίνθος, ἢ ὄστρακον, σῶμα δὲ τοιοῦτον οὐκ ἂν γένοιτο. Ὁρᾷς ὅτι ἐὰν μὴ καὶ δύναμιν εἰς ἔννοιαν λάβωμεν τοῦ δημιουργοῦντος, καὶ τοὺς οἰκείους λογισμοὺς τοὺς πολλὴν τὴν ἀσθένειαν προβεβλημένους κατευνάσωμεν, οὐ δυνάμεθα τῶν εἰρημένων τὸ ὕψος δέξασθαι; Τῶν γὰρ τῆς πίστεως ὀφθαλμῶν δεῖται τὰ λεγόμενα,
4. Yet I know not how by the rush of our discourse we have stepped out into these things. Come then, henceforth let us return to the matter set before us, and see what else also this blessed prophet wishes to teach us today. For having said, This is the book of the generation of heaven and earth, going forward he recounts to us again more exactly the fashioning of man. And since above he said concisely: And God made man, according to the image of God He made him, now he says: And God moulded man, dust from the earth, and breathed into his face a breath of life, and the man came to be unto a living soul. Great is what has been said, and full of much amazement, and surpassing human understanding: And God moulded, he says, man, having taken dust from the earth. Just as in the case of all the creatures that are seen I was saying that the Creator of the universe accomplishes all things on the contrary to human nature, so that through this also His ineffable power may be shown; so too in the case of the moulding of man we shall now find it to have come to pass. For behold, He founded the earth upon the waters—which human reasoning without faith has not room to receive—and whenever He wills, even as we showed, He causes all substances also to accomplish things contrary to their own proper energy. In the very same way, in the case of the moulding of man also divine Scripture now manifests to us that it has come to pass. God moulded, it says, man, having taken dust from the earth. What do you say? Having taken dust from the earth He moulded man? Yea, it says, and it did not merely say earth, but, Dust—as one might say, the finer and more worthless part of the earth itself. Great and paradoxical does what has been said seem to you to be; yet if you perceive Who the Creator is, you will no longer disbelieve what comes to pass, but will marvel at and worship the power of Him Who fashions. Whereas if you are about to pry curiously into these things according to the weakness of your own reasonings, it is likely that you will take that also into thought: that out of earth a body could never come to be, but either a brick or an earthenware sherd, while such a body could not come to be. Do you see that unless we both take into thought the power of Him Who fashions, and lull to rest our own reasonings that put forward much weakness, we are unable to receive the height of the things said? For the things said stand in need of the eyes of faith,
PG 53:103Read from the page
καὶ ταῦτα μετὰ πολλῆς τῆς συγκαταβάσεως καὶ διὰ τὴν ἀσθένειαν τὴν ἡμετέραν οὕτω ῥηθέντα. Καὶ αὐτὸ γὰρ τὸ εἰπεῖν· Ἔπλασεν ὁ Θεὸς τὸν ἄνθρωπον, καὶ ἐνεφύσησεν, ἀνάξιον Θεοῦ· ἀλλὰ δι' ἡμᾶς καὶ τὸ ἀσθενὲς τὸ ἡμέτερον οὕτω ταῦτα διηγεῖται ἡ θεία Γραφὴ, ἡμῖν συγκαταβαίνουσα, ἵνα ταύτης ἀξιωθέντες τῆς συγκαταβάσεως, ἀνελθεῖν πρὸς τὸ ὕψος ἐκεῖνο ἰσχύσωμεν. Καὶ ἔπλασε, φησὶν, ὁ Θεὸς τὸν ἄνθρωπον, χοῦν λαβὼν ἀπὸ τῆς γῆς. Τέως οὐ μικρὰ ἡμῖν ἐντεῦθεν τίκτεται, ἐὰν νήφειν βουλώμεθα, ταπεινοφροσύνης διδασκαλία. Ὅταν γὰρ ἐννοήσωμεν, πόθεν ἔσχε τὴν ἀρχὴν τῆς συστάσεως ἡ φύσις ἡ ἡμετέρα, κἂν μυριάκις τὰς ὀφρῦς ἀνασπάσωμεν, συστελλόμεθα, ταπεινούμεθα, τὴν οὐσίαν ἑαυτῶν ἀναλογιζόμενοι, μετριάζειν παιδευόμεθα. Διὰ τοῦτο γὰρ καὶ ὁ Θεὸς, κηδόμενος ἡμῶν τῆς σωτηρίας, οὕτως ὡδήγησε τοῦ προφήτου τὴν γλῶτταν πρὸς τὴν ἡμετέραν διδασκαλίαν. Ἐπειδὴ γὰρ εἶπε προλαβοῦσα ἡ θεία Γραφή· Καὶ ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον, κατ' εἰκόνα Θεοῦ ἐποίησεν αὐτὸν, καὶ τὴν ἀρχὴν αὐτῷ πᾶσαν παρέδωκε τῶν ὁρωμένων, μὴ ἀγνοῶν τῆς οἰκείας οὐσίας τὴν σύστασιν μεγάλα φαντασθῇ, καὶ ὑπερβῇ τοὺς οἰκείους ὅρους· διὰ τοῦτο ἐπαναλαμβάνουσα διδάσκει καὶ τὸν τρόπον τῆς συστάσεως, καὶ τῆς γενέσεως τὴν ἀρχὴν, καὶ ὅθεν ὁ πρῶτος ἄνθρωπος παρήχθη, καὶ πῶς παρήχθη. Εἰ γὰρ καὶ μετὰ ταύτην τὴν διδασκαλίαν, καὶ μετὰ τὸ γνῶναι, ὅτι ἀπὸ τῆς γῆς ἔχει τὴν ἀρχὴν τῆς συστάσεως, ἐξ ἧς τὰ σπέρματα, ἐξ ἧς τὰ ἄλογα ζῶα, εἰ καὶ ἡ διάπλασις, καὶ τῆς ψυχῆς ἡ οὐσία ἡ ἀσώματος πολλὴν αὐτῷ τὴν προεδρίαν διὰ τὴν τοῦ Θεοῦ φιλανθρωπίαν κεχάρισται· διὰ γὰρ ταύτην καὶ τὸ λογικὸς εἶναι, καὶ τὴν κατὰ πάντων ἀρχὴν ἐδέξατο· εἰ τοίνυν καὶ ταῦτα μαθὼν, διὰ τὴν παρὰ τοῦ ὄφεως ἀπάτην ἰσοθεΐαν ἐφαντάσθη ὁ ἐκ γῆς πλασθείς· εἰ τῇ πρώτῃ διηγήσει ἠρκέσθη ὁ μακάριος οὗτος προφήτης, καὶ μὴ ἐπαναλαβὼν πάντα μετὰ ἀκριβείας ἡμᾶς ἐδίδαξε, ποῦ οὐκ ἂν μανίας ἐξωκείλαμεν;
and these things spoken thus with much condescension and on account of our weakness. For even the very saying, God fashioned man, and breathed into him, is unworthy of God; yet for our sake and our weakness Divine Scripture relates these things thus, condescending to us, so that, having been deemed worthy of this condescension, we may have strength to mount up to that height. And God fashioned man, it says, taking dust from the earth. Meanwhile no small teaching of humility is engendered for us from hence, if we wish to be watchful. For whenever we consider whence our nature had the beginning of its constitution, even though ten thousand times we arch our eyebrows, we are chastened, we are humbled, and reckoning up our own substance, we are trained to be moderate. For on this account God also, caring for our salvation, thus guided the tongue of the prophet for our instruction. For since Divine Scripture previously said: And God made man, according to the image of God He made him, and delivered to him all dominion over the things seen, lest, being ignorant of the constitution of his own substance, he should imagine great things and overstep his own bounds, on this account, resuming, it teaches also the manner of his constitution, and the beginning of his generation, and whence the first man was brought forth, and how he was brought forth. For if even after this teaching, and after knowing that he has the beginning of his constitution from the earth—from which are the seeds, from which are the irrational animals, even though his fashioning and the bodiless substance of the soul has graciously bestowed upon him great pre-eminence through the loving-kindness of God towards man, for through this he received both his being rational and dominion over all things—if, therefore, even after learning these things, through the deceit from the serpent he who was fashioned out of earth imagined equality with God; if this blessed prophet had been content with the first narrative, and had not resumed and taught us all things with precision, into what pitch of madness would we not have run aground?
εʹ. Ὥστε μέγιστον ἡμῖν ἐστιν εἰς διδασκαλίαν φιλοσοφίας τὸ μαθεῖν πόθεν ἐξ ἀρχῆς τὴν σύστασιν τῆς οὐσίας ἐσχήκαμεν. Καὶ ἔπλασε, φησὶν, ὁ Θεὸς τὸν ἄνθρωπον, χοῦν λαβὼν ἀπὸ τῆς γῆς, καὶ ἐνεφύσησεν εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς. Ἐπειδὴ ἀνθρώποις διελέγετο οὐ δυναμένοις ἑτέρως ἀκοῦσαι, ἢ ὡς ἀκοῦσαι ἡμᾶς δυνατὸν ἦν, οὕτω τῇ παχύτητι τῶν λόγων κέχρηται, καὶ ἵνα διδάξῃ ἡμᾶς, ὅτι τοῦτον τὸν ἐκ τῆς γῆς πλασθέντα ἡ φιλανθρωπία τοῦ Δεσπότου ἐβουλήθη καὶ ψυχῆς οὐσίαν ἔχειν λογικὴν, δι' ἧς τὸ ζῶον τοῦτο ἄρτιον καὶ τέλειον ἀπεδείκνυτο. Καὶ ἐνεφύσησε, φησὶν, εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς. Ζωτικὴν, φησὶν, ἐνέργειαν τὸ ἐμφύσημα ἐχαρίσατο τῷ ἐκ γῆς πλασθέντι, καὶ τοῦτο ἐγένετο σύστασις τῆς οὐσίας τῆς ψυχῆς. Ἐπήγαγε γοῦν, Καὶ ἐγένετο ὁ ἄνθρωπος εἰς ψυχὴν ζῶσαν. Ἐκεῖνος ὁ πλασθεὶς, ὁ ἀπὸ τοῦ χοὸς, δεξάμενος τὸ ἐμφύσημα τὴν πνοὴν τῆς ζωῆς, Ἐγένετο, φησὶν, εἰς ψυχὴν ζῶσαν. Τί ἐστιν, Εἰς ψυχὴν ζῶσαν; Ἐνεργοῦσαν, ἔχουσαν ὑπηρετούμενα τὰ μέλη τοῦ σώματος ταῖς αὐτῆς ἐνεργείαις, καὶ τῷ βουλήματι αὐτῆς ἑπόμενα. Ἀλλ' οὐκ οἶδ' ὅπως ἡμεῖς ἀντεστρέψαμεν τὴν τάξιν, καὶ τοσαύτη γέγονεν ἡ τῆς κακίας ἐπίτασις, ὡς ταύτην ἀναγκάζειν τοῖς τῆς σαρκὸς βουλήμασιν ἐξακολουθεῖν,
5. So that it is a very great thing for us towards the teaching of true wisdom to learn whence from the beginning we have had the constitution of our substance. And God fashioned man, it says, taking dust from the earth, and breathed into his face the breath of life. Since he was conversing with men not able to hear otherwise than as it was possible for us to hear, he has thus used the grossness of the words, and in order that he might teach us that the Master's loving-kindness towards man willed this one fashioned out of the earth to have also the rational substance of a soul, through which this living creature was shown to be sound and complete. And He breathed, it says, into his face the breath of life. The inbreathing, he says, graciously bestowed vital energy upon him who was fashioned out of earth, and this became the constitution of the substance of the soul. Accordingly he brought in, And the man became a living soul. That one fashioned, the one from the dust, having received the inbreathing, the breath of life, Became, it says, a living soul. What is, A living soul? Active, having the members of the body ministering to its activities and following its will. Yet I know not how we have inverted the order, and so great has the intensity of vice become as to compel it to follow out the wills of the flesh,