καὶ τὴν ἐν τάξει δεσποίνης ὀφείλουσαν προκαθῆσθαι καὶ ἐπιτάττειν καταβιβάσαντες ἀπὸ τοῦ θρόνου, ὑπακούειν ταῖς τῆς σαρκὸς ἡδοναῖς καταναγκάζομεν, ἀγνοοῦντες αὐτῆς τὴν εὐγένειαν, καὶ ὅση ταύτης ἡ προεδρία τυγχάνει. Ἐννόησον γάρ μοι τὴν τάξιν τῆς διαπλάσεως, καὶ λογίζου πρὸ τοῦ ἐμφυσήματος τοῦ Δεσπότου, ὅπερ αὐτῷ γέγονεν εἰς πνοὴν ζωῆς, καὶ ἐγένετο εἰς ψυχὴν ζῶσαν, τί ἦν ὁ πλασθείς. Ἁπλῶς εἰκὼν ἄψυχος, καὶ ἀνενέργητος, καὶ εἰς οὐδὲν χρήσιμος, ὥστε τὸ πᾶν καὶ τὸ εἰς τοσαύτην αὐτὸν τιμὴν ἀγαγὸν, ἐκεῖνό ἐστι τὸ παρὰ τοῦ Θεοῦ γεγονὸς εἰς αὐτὸν ἐμφύσημα. Καὶ ἵνα τοῦτο μὴ ἐκ τῶν τότε γεγενημένων, ἀλλὰ καὶ ἐκ τῶν νῦν καθ' ἑκάστην ἡμέραν συμβαινόντων κατίδοις, ἐννόει μοι μετὰ τὴν τῆς ψυχῆς ἔξοδον τὸ σῶμα τοῦτο πῶς ἀηδὲς καὶ ἀτερπὲς φαίνεται· καὶ τί λέγω ἀηδὲς καὶ ἀτερπές; πῶς φευκτὸν, δυσωδίας ἐμπεπλησμένον, πάσης ἀμορφίας πεπληρωμένον, τὸ πρὸ τούτου, ἡνίκα τὴν ψυχὴν εἶχεν ἡνιοχοῦσαν, φαιδρὸν, χαρίεν, πολλῆς τῆς εὐμορφίας ἐμπεπλησμένον, πολλῆς τῆς συνέσεως πεπληρωμένον, πολλὴν ἐπιτηδειότητα ἔχον πρὸς τὴν τῶν ἀγαθῶν πράξεων ἐνέργειαν. Ταῦτα δὴ πάντα ἐννοοῦντες, καὶ λογιζόμενοι τὴν εὐγένειαν τῆς ἡμετέρας ψυχῆς, μηδὲν ἀνάξιον αὐτῆς διαπραττώμεθα, μηδὲ καταῤῥυπαίνωμεν αὐτὴν ταῖς ἀτόποις πράξεσι, καθέλκοντες αὐτὴν εἰς τὴν τῆς σαρκὸς ὑποταγὴν, καὶ περὶ τὴν οὕτως εὐγενῆ, καὶ τοσαύτης ἠξιωμένην προεδρίας, οὕτως ἀσυμπαθεῖς γινόμενοι, καὶ ἀγνώμονες. Διὰ γὰρ τὴν ταύτης οὐσίαν ἡμεῖς οἱ σώματι συμπεπλεγμένοι, ἐὰν βουληθῶμεν, δυνησόμεθα, τῆς παρὰ τοῦ Θεοῦ ῥοπῆς ἡμῖν συνεφαπτομένης, ταῖς ἀσωμάτοις ἁμιλλᾶσθαι δυνάμεσι, καὶ ἐν γῇ βαδίζοντες ὡς ἐν οὐρανῷ διάγοντες, οὕτω πολιτεύεσθαι, καὶ μηδὲν ἐκείνων ἔλαττον ἔχειν, ἀλλὰ τάχα κατά τι καὶ πλέον· καὶ πῶς, ἐγὼ λέγω. Ὅταν γὰρ εὑρεθῇ τις μετὰ τὸ σώματι φθαρτῷ συμπεπλέχθαι, τὰ αὐτὰ ταῖς ἄνω δυνάμεσι πολιτευόμενος, πῶς οὐ πλείονος ἀξιωθήσεται τῆς παρὰ τοῦ Θεοῦ ῥοπῆς, ὅτι καὶ ταῖς ἀνάγκαις τοῦ σώματος ὑποκείμενος ἀκέραιον τῆς ψυχῆς τὴν εὐγένειαν διετήρησε;
and having brought down from the throne her who ought to preside and give commands in the rank of mistress, we force her to obey the pleasures of the flesh, being ignorant of her nobility, and how great her pre-eminence happens to be. For consider for me the order of the fashioning, and reckon before the inbreathing of the Master, which became to him the breath of life, and he became a living soul, what he who was fashioned was: simply a soulless image, and inactive, and useful for nothing, so that the whole and that which led him to so great honour is that inbreathing which came to pass unto him from God. And so that you might discern this not from the things that took place then only, but also from the things that happen now every day, consider for me after the departure of the soul how unpleasant and joyless this body appears; and why do I say unpleasant and joyless? How fit to be shunned, filled with foul stench, filled with every deformity—that which before this, when it had the soul holding the reins, was bright, graceful, filled with much comeliness, filled with much understanding, having much fitness for the working of good deeds! Considering all these things, then, and reckoning up the nobility of our soul, let us perform nothing unworthy of her, nor befoul her with unseemly deeds, dragging her down into subjection to the flesh, and becoming so unfeeling and ungrateful towards her who is so noble and deemed worthy of so great pre-eminence. For through her substance we who are intertwined with a body, if we wish, shall be able, when the aid from God lays hold along with us, to vie with the bodiless powers, and while walking upon earth so to conduct our life as living in heaven, and to have nothing less than they, nay perhaps in some respect even more; and how, I shall tell. For whenever anyone is found, after being intertwined with a corruptible body, conducting his life in the same things as the powers above, how shall he not be deemed worthy of greater favour from God, because even while subject to the necessities of the body he preserved the nobility of his soul intact?
Καὶ τίς ἂν δυνηθείη, φησὶ, τοιοῦτος εὑρεθῆναί ποτε; Εἰκότως ἀδύνατον ἡμῖν τὸ πρᾶγμα νενόμισται διὰ τὸν πολὺν τῆς ἀρετῆς αὐχμόν. Εἰ δὲ βούλει μαθεῖν, ὅτι οὐκ ἔστι τοῦτο τῶν ἀδυνάτων, ἐννόησόν μοι ἐξ ἀρχῆς μέχρι τοῦ παρόντος τοὺς εὐαρεστήσαντας τῷ Δεσπότῃ, τὸν μέγαν Ἰωάννην ἐκεῖνον, τὸν τῆς στείρας υἱὸν, τὸν τῆς ἐρήμου πολίτην, Παῦλον τὸν τῆς οἰκουμένης διδάσκαλον, καὶ πάντα τῶν ἁγίων τὸν ὁρμαθὸν, οἳ τῆς αὐτῆς ἡμῖν φύσεως ἐτύγχανον, ταῖς αὐταῖς ἀνάγκαις τοῦ σώματος ὑποκείμενοι, καὶ μηκέτι λοιπὸν ἀδύνατον εἶναι τὸ πρᾶγμα νόμιζε, μηδὲ ὀκνηρότερος γίνου περὶ τὴν ἀρετὴν, τοσαύτας λαβὼν τὰς ἀφορμὰς παρὰ τοῦ Δεσπότου πρὸς τὸ μετ' εὐκολίας αὐτὴν ἀσπάσασθαι. Καὶ γὰρ εἰδὼς ὁ φιλάνθρωπος ἡμῶν Δεσπότης τὸ ἀσθενὲς ἡμῶν τῆς προαιρέσεως, καὶ τὸ εὐόλισθον, μεγάλα φάρμακα ἡμῖν κατέλιπε, τὴν ἐκ τῶν Γραφῶν ἀνάγνωσιν, ἵνα ταῦτα ἐπιθέντες ἑαυτοῖς συνεχῶς, καὶ τοὺς βίους ἀναλογιζόμενοι τῶν θαυμαστῶν ἐκείνων καὶ μεγάλων ἀνδρῶν, εἰς ζῆλον ἐναγώμεθα, καὶ μὴ ἀμελῶμεν τῆς ἀρετῆς, ἀλλὰ
And who, one says, could ever be found such? Naturally the matter has been supposed impossible by us on account of the great drought of virtue. Yet if you wish to learn that this is not among things impossible, consider for me from the beginning until the present those who were well-pleasing to the Master—that great John, the son of the barren woman, the citizen of the wilderness, Paul the teacher of the world, and the whole train of the saints, who happened to be of the same nature with us, subject to the same necessities of the body—and no longer henceforth suppose the matter to be impossible, nor become more hesitant concerning virtue, having received so many helps from the Master towards embracing it with ease. For indeed our man-loving Master, knowing the weakness of our purpose and its proneness to slip, left behind great medicines for us, the reading from the Scriptures, so that laying these upon ourselves continually, and reckoning over the lives of those wondrous and great men, we may be led on to emulation, and may not neglect virtue, but