Migne Reading Room

PG 53 · cols. 83–88 · Read from the page

In Genesin Homilia X (ΟΜΙΛΙΑ Ιʹ; Gen. 1:27–31)

In Genesin Homilia X (ΟΜΙΛΙΑ Ιʹ; Gen. 1:27–31)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 53:83Read from the page
μὴ ἀποστερεῖν ἑαυτοὺς, ἀλλὰ ταύτῃ μᾶλλον πλείονα τὴν σπουδὴν ἐπιδείκνυσθαι.
not to deprive themselves, but rather in this way to display greater zeal.
βʹ. Εἰσὶ γὰρ, εισὶν ὁδοὶ πολλῷ μείζους τῆς ἀποχῆς τῶν βρωμάτων, αἱ δυνάμεναι τὰς θύρας ἡμῖν ἀνοίγειν τῆς παρρησίας τῆς πρὸς τὸν Θεόν. Ὁ τροφῆς τοίνυν μεταλαμβάνων, καὶ νηστεύειν μὴ δυνάμενος, δαψιλεστέραν τὴν ἐλεημοσύνην ἐπιδεικνύσθω, εὐχὰς ἐκτενεῖς, τὴν προθυμίαν ἐπιτεταμένην ἐχέτω περὶ τὴν ἀκρόασιν τῶν θείων λογίων· ἐνταῦθα οὐδὲν ἡ τοῦ σώματος ἀσθένεια ἐμπόδιον ἡμῖν γίνεται· τοῖς ἐχθροῖς καταλλαττέσθω, πᾶσαν μνησικακίαν ἐξοριζέτω τῆς ἑαυτοῦ ψυχῆς. Ἂν ταῦτα κατορθοῦν βούληται, τὴν ἀληθῆ νηστείαν ἐπεδείξατο, καὶ ἣν μάλιστα πάντων ἀπαιτεῖ παρ' ἡμῶν ὁ Δεσπότης. Ἐπεὶ καὶ ταύτην τὴν ἀποχὴν τῶν βρωμάτων διὰ τοῦτο κελεύει γίνεσθαι, ἵνα χαλινοῦντες τὰ σκιρτήματα τῆς σαρκὸς, εὐήνιον αὐτὴν ἐργαζώμεθα πρὸς τὴν τῶν ἐντολῶν ἐκπλήρωσιν. Εἰ δὲ μέλλοιμεν μηδὲ τὴν ἀπὸ τῆς νηστείας βοήθειαν ἑαυτοῖς προσάγειν διὰ τὴν τοῦ σώματος ἀσθένειαν, καὶ πλείονα τὴν ῥᾳθυμίαν ἐπιδείκνυσθαι, λανθάνομεν ἑαυτοὺς τὰ μέγιστα ζημιούμενοι. Εἰ γὰρ καὶ μετὰ νηστείας ἡ τῶν προειρημένων κατορθωμάτων ἔλλειψις οὐδὲν ἡμᾶς ὀνίνησι, πολλῷ μᾶλλον ει μηδὲ τῷ φαρμάκῳ τῆς νηστείας χρήσασθαι δυνάμενοι, πλείονα τὴν ῥᾳθυμίαν ἐπιδειξόμεθα. Ταῦτα δὴ μαθόντες παρ' ἡμῶν, παρακαλῶ, οἱ νηστεύειν δυνάμενοι, αὐτοί τε καθ' ὅσον οἷόν τε ἐπιτείνετε ὑμῶν τὴν καλὴν ταύτην καὶ ἐπαινετὴν προθυμίαν. Ὅσῳ γὰρ ὁ ἔξω ἡμῶν ἄνθρωπος διαφθείρεται, τοσοῦτον ὁ ἔσω ἀνακαινοῦται. Ἡ γὰρ νηστεία τὸ μὲν σῶμα κατατείνει, καὶ χαλινοῖ τὰ ἄτακτα σκιρτήματα, τὴν δὲ ψυχὴν διαυγεστέραν ἐργάζεται, καὶ πτεροῖ, καὶ μετάρσιον καὶ κούφην ποιεῖ. Καὶ τοὺς ἀδελφοὺς δὲ τοὺς ὑμετέρους, ὅσοι διὰ σωματικὴν ἀσθένειαν νηστεύειν οὐ δύνανται, προτρέπεσθε μὴ ἀπολιμπάνεσθαι τῆς πνευματικῆς ταύτης τροφῆς, διδάσκοντες αὐτοὺς, καὶ τὰ παρ' ἡμῶν αὐτοῖς διαπορθμεύοντες, καὶ δεικνύντες, ὅτι ὁ φαγὼν καὶ πιὼν μετρίως οὐκ ἀνάξιός ἐστι ταύτης τῆς ἀκροάσεως, ἀλλ' ὁ ῥάθυμος καὶ διακεχυμένος. Καὶ λέγετε πρὸς αὐτοὺς καὶ τὸ ἀποστολικὸν λόγιον, ὅτι Καὶ ὁ ἐσθίων Κυρίῳ ἐσθίει, καὶ ὁ μὴ ἐσθίων Κυρίῳ οὐκ ἐσθίει, καὶ εὐχαριστεῖ τῷ Θεῷ. Καὶ ὁ νηστεύων τοίνυν εὐχαριστεῖ τῷ Θεῷ, ὅτι δύναμιν ἔσχε δυναμένην ἀντισχεῖν πρὸς τὸν πόνον τῆς νηστείας· καὶ ὁ ἐσθίων πάλιν εὐχαριστεῖ τῷ Θεῷ, ὅτι οὐδὲν αὐτὸν τοῦτο λυμήνασθαι δύναται πρὸς τὴν τῆς ψυχῆς σωτηρίαν, ἐὰν θέλῃ. Τοσαύτας γὰρ ἡμῖν ὁδοὺς ἔτεμεν ὁ φιλάνθρωπος Θεὸς, ὅσας οὐδὲ εἰπεῖν ἔστι, δι' ὧν δυνατόν ἐστιν ἡμᾶς, ἐὰν βουλώμεθα, τῆς ἀνωτάτω παρρησίας μετασχεῖν. Ταῦτα οὖν ἀρκούντως τῶν ἀπολειφθέντων ἕνεκεν διελέχθημεν, περιελόντες αὐτῶν τῆς αἰσχύνης τὴν πρόφασιν, καὶ δείξαντες, ὅτι οὐ δεῖ ἐπὶ τούτῳ αἰσχύνεσθαι· οὐ γὰρ τὸ φαγεῖν αἰσχύνην ἡμῖν προξενεῖ, ἀλλὰ τὸ κακόν τι διαπράξασθαι. Μεγάλη αισχύνη ἡ ἁμαρτία· ἐὰν ταύτην ἐργασώμεθα, οὐ μόνον αισχύνεσθαι ὀφείλομεν, ἀλλὰ καὶ ἐγκαλύπτεσθαι, καὶ καθάπερ οἱ προσκεκρουκότες, οὕτως ἑαυτοὺς ταλανίζειν· μᾶλλον δὲ μηδὲ τότε ἀπαγορεύειν ἑαυτοὺς, ἀλλὰ πρὸς ἐξομολόγησιν ἐπείγεσθαι καὶ πρὸς εὐγνωμοσύνην. Τοιοῦτον γὰρ ἔχομεν Δεσπότην, οὐδὲν ἕτερον παρ' ἡμῶν
2. For there are, there are ways far greater than abstinence from foods, ways able to open for us the doors of boldness of speech towards God. Let him, therefore, who partakes of nourishment, and is unable to fast, display more lavish almsgiving, fervent prayers, let him maintain strained readiness concerning the hearing of the divine oracles—here weakness of body becomes no impediment at all to us—let him be reconciled to his enemies, let him banish all remembrance of wrongs from his own soul. If he wishes to accomplish these things rightly, he has displayed the true fast, and that which above all things the Master demands from us. Since even this abstinence from foods He commands to take place on this account, so that bridling the leaping impulses of the flesh, we may render it tractable towards the fulfilment of the commandments. Whereas if we were about neither to bring to ourselves the help that comes from the fast on account of weakness of body, and also to display greater sluggishness, we unwittingly suffer the greatest loss in ourselves. For if even along with fasting the lack of the aforesaid good deeds profits us nothing, much more if, unable even to make use of the medicine of the fast, we shall display greater sluggishness. Having learned these things from us, then, I exhort you who are able to fast, do you yourselves so far as possible strain all the more this noble and praiseworthy readiness of yours. For the more our outward man decays, so much is our inward man renewed. For the fast holds the body in check, and bridles its disorderly leaping impulses, whereas it renders the soul more translucent, and gives it wings, and makes it lofty and light. And exhort your brethren also, as many as through bodily weakness are unable to fast, not to fall short of this spiritual nourishment, teaching them, and ferrying across to them the things spoken by us, and pointing out that he who has eaten and drunk moderately is not unworthy of this hearing, but he who is sluggish and dissolute. And speak to them the apostolic oracle as well, that Both he who eats, eats to the Lord, and he who does not eat, to the Lord does not eat, and gives thanks to God. Both he who fasts, therefore, gives thanks to God, because he had strength able to hold out against the labour of the fast; and he who eats again gives thanks to God, because this can in nothing mar him as to the salvation of his soul, if he wills. For so many ways has the man-loving God cut open for us as one cannot even tell, through which it is possible for us, if we will, to partake of the highest boldness of speech. Sufficiently, therefore, have we discoursed on these matters for the sake of those who stayed away, taking away the pretext of their shame, and showing that one ought not to be ashamed over this; for not eating procures shame for us, but accomplishing some evil. Great shame is sin; if we work this, not only ought we to be ashamed, but also to veil our faces, and just like those who have wrecked themselves, so to count ourselves wretched; nay rather not even then to give up hope of ourselves, but to hasten towards confession and towards gratitude. For such a Master do we have, seeking nothing else from us
Notes, col. 83

On the reading

Printed εισὶν, for εἰσὶν.

Printed ει, for εἰ.

Printed αισχύνη, for αἰσχύνη.

Printed αισχύνεσθαι, for αἰσχύνεσθαι.

PG 53:84Read from the page
ἐπιζητοῦντα μετὰ τὴν τῆς ἁμαρτίας πρᾶξιν, εἴ ποτε διὰ ῥᾳθυμίαν ἁλῶμεν, ἢ τὸ ὁμολογῆσαι τὰ ἐπταισμένα, καὶ μέχρι τούτου στῆναι, καὶ μηκέτι τοῖς αὐτοῖς περιπεσεῖν. Ἐὰν δὲ τροφῆς συμμέτρου μεταλάβωμεν, μηδέποτε αισχυνώμεθα· σώματι γὰρ ἡμᾶς τοιούτῳ συνέπλεξεν ὁ Δεσπότης, ᾧ μὴ δυνατὸν ἑτέρως συνεστάναι, εἰ μὴ ταύτης μεταλάβοι, μόνον τὰ τῆς ἀμετρίας ἐκκοπτέσθω· τοῦτο γὰρ ἡμῖν καὶ πρὸς τὴν ὑγίειαν τούτου καὶ εὐεξίαν τὰ μέγιστα συμβάλλεται. Ἢ οὐχ ὁρᾶτε καθ' ἑκάστην ἡμέραν ἀπὸ τῶν πολυτελῶν τραπεζῶν καὶ τῆς ἀμέτρου ἀδηφαγίας τὰ μυρία ἐπαγόμενα νοσήματα; Πόθεν ποδαλγίαι; πόθεν καρηβαρίαι; πόθεν ὁ τῶν χυμῶν τῶν διεφθαρμένων πλεονασμός; πόθεν τὰ ἄλλα μυρία νοσήματα; Οὐκ ἀπὸ τῆς ἀμετρίας καὶ τοῦ πλέον τοῦ δέοντος ἐγχέειν ἑαυτοῖς τὸ ἄκρατον; Καθάπερ γὰρ πλοῖον ὑπέραντλον γεγονὸς ταχέως καταβαπτίζεται, καὶ ὑποβρύχιον γίνεται· οὕτω καὶ ὁ ἄνθρωπο⟨ς⟩, ὅταν τῇ ἀδηφαγίᾳ καὶ τῇ μέθῃ ἑαυτὸν ἐκδῷ, κατὰ κρημνῶν ἄπεισι, καὶ ὑποβρύχιον ἀπεργάζεται τὸν λογισμὸν, καὶ κεῖται λοιπὸν καθάπερ νεκρὸς ἔμψυχος, πρὸς μὲν τὰ κακὰ πολλάκις ἐνεργεῖν δυνάμενος, πρὸς δὲ τὰ ἀγαθὰ ἅπαντα οὐδὲν ἄμεινον τῶν νεκρῶν διακείμενος.
after the commission of sin, if ever through sluggishness we are caught, save to confess our stumblings, and to halt at this point, and no longer fall into the same sins. Whereas if we partake of moderate nourishment, let us never be ashamed; for the Master interwove us with such a body as cannot otherwise subsist unless it partakes of this—only let the things of excess be cut off; for this contributes in the greatest degree for us towards both its health and well-being. Or do you not see each day myriad diseases brought on from sumptuous tables and immoderate gluttony? Whence come gouts? Whence heavinesses of head? Whence the superabundance of corrupted humours? Whence the myriad other diseases? Is it not from excess and from pouring unmixed wine into oneself more than is due? For just as a vessel that has become waterlogged is speedily sunk and becomes submerged; so also man, whenever he gives himself up to gluttony and drunkenness, goes off down precipices, and renders his reasoning submerged, and lies thenceforth like a living corpse, able often to act towards evil things, whereas towards all good things disposed in nothing better than the dead.
γʹ. Διὸ παρακαλῶ, κατὰ τὸν μακάριον Παῦλον, Τῆς σαρκὸς πρόνοιαν μὴ ποιεῖσθε εἰς ἐπιθυμίας, ἀλλὰ πρὸς τὸ συνεστάναι, καὶ δύνασθαι μετὰ πλείονος προθυμίας ἐν τῇ τῶν πνευματικῶν ἐργασίᾳ πολλὴν τὴν σπουδὴν ἐπιδείκνυσθαι. Ταῦτα δὴ πάντα διαλεγόμενοι πρὸς τοὺς ἀδελφοὺς τοὺς ὑμετέρους, πείθετε αὐτοὺς τῆς πνευματικῆς ταύτης τροφῆς μηδέποτε ἑαυτοὺς ἀποστερεῖν, ἀλλὰ κἂν ἠριστηκότες ὦσιν, ἐρχέσθωσαν μετὰ πάσης προθυμίας, ἵνα δεξάμενοι τὴν ἐντεῦθεν διδασκαλίαν, δύνωνται γενναίως ἵστασθαι πρὸς τὰς μεθοδείας τοῦ διαβόλου. Ἡμεῖς δὲ λοιπὸν φέρε τὴν συνήθη τράπεζαν ὑμῖν παραθῶμεν, καὶ τῆς σπουδῆς τῆς περὶ τὴν ἀκρόασιν ἀμειψώμεθα τὴν ὑμετέραν ἀγάπην, καὶ τὸ χρέος ἐκτίσωμεν, ὅπερ ὀφείλομεν ὑμῖν. Ἴστε γὰρ πάντως καὶ μέμνησθε, ὅτι περὶ τῆς τοῦ ἀνθρώπου διαπλάσεως ἀρξάμενοι διαλέγεσθαι, ὑπὸ τοῦ καιροῦ στενοχωρηθέντες οὐκ ἰσχύσαμεν παντὶ ἐπεξελθεῖν τῷ ἀναγνώσματι, ἀλλ' εἰς τὸν περὶ τῶν θηρίων λόγον τὴν διδασκαλίαν ἐτελέσαμεν δεικνύντες, ὅτι τὴν κατ' αὐτῶν ἀρχὴν πρότερον ἔχων ὁ ἄνθρωπος, διὰ τὴν τῆς παρακοῆς ἁμαρτίαν ταύτην ἀφῃρέθη. Διὸ βουλόμεθα σήμερον τὰ λειπόμενα ὑμῖν ἀποδόντες, οὕτως ὑμᾶς ἐντεῦθεν ἀποπέμψαι. Ἀλλ' ἵνα ὑμῖν σαφὴς ἡμῶν ὁ λόγος γένηται, ἀναγκαῖον ὑμᾶς ὑπομνῆσαι, ποῦ τότε τὴν διδασκαλίαν κατελύσαμεν, ἵνα ἐκεῖθεν ἀρξάμενοι, οὕτω τὰ λείποντα ἀναπληρώσωμεν. Ποῦ οὖν τὸν λόγον τότε κατελύσαμεν; Εἰπόντες εἰς τὸ, Ποιήσωμεν ἄνθρωπον κατ' εικόνα ἡμετέραν, καὶ καθ' ὁμοίωσιν, καὶ ἀρχέτωσαν τῶν ιχθύων τῆς θαλάσσης, καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ, ἐπειδὴ εἰς πολὺ μῆκος ὁ λόγος ἐξετάθη, καὶ πολὺ πέλαγος ἡμῖν ἐτέχθη νοημάτων, οὐ συνεχωρήθη ἡμῖν περαιτέρω προελθεῖν, ἀλλὰ μέχρι τούτου στάντες τῶν ἑξῆς οὐκ ἐφηψάμεθα. Διόπερ ἀναγκαῖον νῦν αὐτὴν τὴν ἀκολουθίαν ἀναγνῶναι ἐπὶ τῆς ὑμετέρας ἀγάπης, ἵνα εἰδέναι ἔχοιτε, τίνα ἐστὶν, ἃ μέλλομεν ἐρεῖν πρὸς ὑμᾶς. Εὐθέως οὖν ἐπήγαγεν ἡ θεία Γραφή· Καὶ ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον· κατ' εικόνα Θεοῦ ἐποίησεν αὐτόν· ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς. Καὶ ευλόγησεν αὐτοὺς ὁ Θεὸς, λέγων· Αὐξάνεσθε, καὶ πληθύνεσθε, καὶ πληρώσατε τὴν γῆν, καὶ κατακυριεύσατε αὐτῆς· καὶ ἄρχετε τῶν ιχθύων τῆς θαλάσσης, καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ, καὶ πάντων τῶν κτηνῶν, καὶ πάσης τῆς γῆς, καὶ πάντων τῶν ἑρπετῶν τῶν ἑρπόντων ἐπὶ τῆς γῆς. Βραχέα τὰ ῥήματα, ἀλλὰ πολὺς ὁ ἐγκείμενος θησαυρὸς
3. Wherefore I exhort you, according to the blessed Paul, Make no forethought for the flesh unto lusts, but unto subsisting, and being able with greater readiness to display great zeal in the working of spiritual things. Conversing on all these things with your brethren, then, persuade them never to deprive themselves of this spiritual nourishment, nay even if they have breakfasted, let them come with all readiness, so that having received the teaching from here, they may be able to stand nobly against the wiles of the devil. As for us, then, come let us set before you our customary table, and requite your charity for your zeal concerning the hearing, and pay off the debt which we owe you. For you altogether know and remember that having begun to converse concerning the fashioning of man, being straitened by the time we had not strength to go right through the whole reading, but brought our teaching to a close at the discourse concerning the wild beasts, showing that man, previously possessing dominion over them, was stripped of this through the sin of disobedience. Wherefore we wish today, having rendered what remains to you, thus to send you away from here. Yet so that our discourse may become clear to you, it is necessary to remind you where we left off our teaching then, so that beginning from there, we may thus fill up what is lacking. Where then did we leave off our discourse at that time? Having spoken on the words, Let Us make man according to Our image, and according to likeness, and let them rule over the fishes of the sea, and the winged creatures of the heaven, since our discourse was drawn out to great length, and a great sea of thoughts was born to us, it was not granted to us to advance further, but halting at this point we did not touch upon the sequel. Wherefore it is necessary now to read the sequence itself before your charity, so that you may know what the things are that we are about to say to you. Straightway, then, divine Scripture brought in: And God made man; according to the image of God He made him; male and female He made them. And God blessed them, saying: Increase, and multiply, and fill the earth, and exercise lordship over it; and rule over the fishes of the sea, and the winged creatures of the heaven, and all the cattle, and all the earth, and all the creeping things that creep upon the earth. Brief are the words, yet great is the treasure lying within
Notes, col. 84

On the reading

Printed αισχυνώμεθα, for αἰσχυνώμεθα.

Printed εικόνα, for εἰκόνα.

Printed ιχθύων, for ἰχθύων.

Printed ευλόγησεν, for εὐλόγησεν.

PG 53:85Read from the page
τοῖς βραχέσι τούτοις ῥήμασι. Πνεύματι γὰρ φθεγγόμενος ὁ μακάριος οὗτος προφήτης, ἀπόρρητά τινα ἡμᾶς νῦν διδάσκειν βούλεται. Ἐπειδὴ γὰρ εἶπε· Ποιήσωμεν ἄνθρωπον, καὶ βουλὴν, ὡς εἰπεῖν, καὶ σκέψιν προσέθηκεν ὁ τῶν ἁπάντων δημιουργὸς, διὰ τοῦ σχήματος τούτου τὴν τιμὴν ἐπιδεικνύμενος τὴν περὶ τοῦ μέλλοντος διαπλάττεσθαι, καὶ πρὸ τῆς διαπλάσεως ἐδίδαξεν ἡμᾶς· καὶ τὸ μέγεθος τῆς ἀρχῆς, ἧς μέλλει ἐγχειρίζειν τῷ δημιουργεῖσθαι μέλλοντι. Εἰπὼν οὖν· Ποιήσωμεν ἄνθρωπον κατ' εικόνα ἡμετέραν, καὶ καθ' ὁμοίωσιν, ἐπήγαγε· Καὶ ἀρχέτωσαν τῶν ιχθύων τῆς θαλάσσης. Ὅρα πῶς ἐκ προοιμίων τὸν θησαυρὸν ἡμῖν τὸν ἐγκεκρυμμένον ὑποδείκνυσι. Πνεύματι γὰρ θείῳ φθεγγόμενης ὁ προφήτης, καὶ τὰ μηδέπω ὑφεστῶτα ὡς ὑφεστῶτα καὶ γεγενημένα ὁρᾷ. Τίνος οὖν ἕνεκεν, εἰπέ μοι, εἰπών· Ποιήσωμεν ἄνθρωπον, νῦν λέγει· Καὶ ἀρχέτωσαν; Λανθάνον τι μυστήριον ἡμῖν ἐντεῦθεν ἤδη λοιπὸν παραδηλοῖ. Τίνες ἀρχέτωσαν; Ἢ δῆλον ὅτι τὴν τῆς γυναικὸς αἰνιττόμενος διάπλασιν τοῦτο εἴρηκεν. Ὁρᾷς ὅπως οὐδέν ἐστι τῶν ἐν τῇ θείᾳ Γραφῇ ἁπλῶς καὶ εικῆ κείμενον, ἀλλὰ καὶ τὸ τυχὸν ῥῆμα πολὺν ἔχει ἐναποκείμενον τὸν θησαυρόν.
these brief words. For speaking by the Spirit, this blessed prophet wishes now to teach us certain ineffable mysteries. For since the Creator of all said: Let Us make man, and added counsel, so to speak, and deliberation, displaying through this figure the honour concerning him who was about to be fashioned, even before his fashioning He taught us; and also the magnitude of the dominion which He is about to put into the hands of him who is about to be created. Having said, therefore: Let Us make man according to Our image, and according to likeness, he brought in: And let them rule over the fishes of the sea. See how from the exordia he points out to us the hidden treasure. For speaking by the divine Spirit, the prophet sees even the things not yet subsisting as subsisting and having come into being. For the sake of what, then, tell me, after saying: Let Us make man, does he now say: And let them rule? Henceforth from this point already he intimates to us a certain hidden mystery. Who are to rule? Doubtless it is plain that riddling at the fashioning of the woman he has spoken this. Do you see how none of the things in divine Scripture lies set down at random and to no purpose, nay even the ordinary word holds a great treasure laid up in store within it?
δʹ. Καὶ μὴ ξενίσῃ σε, ἀγαπητὲ, τὸ εἰρημένον. Τοιοῦτον γὰρ ἔθος ἅπασι τοῖς προφήταις, περὶ τῶν μηδέπω γεγενημένων ὡς γεγενημένων διαλέγεσθαι. Ἐπειδὴ γὰρ τοῖς πνευματικοῖς ἑώρων ὀφθαλμοῖς τὰ μετὰ πολὺν ἐτῶν ἀριθμὸν μέλλοντα γίνεσθαι, διὰ τοῦτο ὡς ἤδη πρὸ τῶν ὀφθαλμῶν κείμενα κατοπτεύοντες τὰ πράγματα, οὕτως ἅπαντα διελέγοντο. Καὶ ἵνα μάθῃς τοῦτο σαφῶς, ἄκουε τοῦ μακαρίου Δαυῒδ λέγοντος, καὶ πρὸ τοσούτων γενεῶν τὰ κατὰ τὸν σταυρὸν τοῦ Χριστοῦ προφητεύοντος καὶ βοῶντος· Ὤρυξαν χεῖράς μου, καὶ πόδας μου· καὶ πάλιν, Διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς. Ὁρᾷς πῶς τὰ μέλλοντα μετὰ χρόνον πολὺν ἔσεσθαι ὡς ἤδη γεγενημένα προανεφώνει; Οὕτω καὶ ὁ μακάριος οὗτος προφήτης ἤδη αινιττόμενος ἡμῖν τὴν τῆς γυναικὸς διάπλασιν αινιγματωδῶς φησι, Καὶ ἀρχέτωσαν τῶν ιχθύων τῆς θαλάσσης. Εἶτα προϊὼν πάλιν σαφέστερόν φησι, Καὶ ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον · κατ' εικόνα Θεοῦ ἐποίησεν αὐτόν · ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς. Σκόπει πόσῃ κέχρηται τῇ ἀκριβείᾳ, καὶ ἅπαξ καὶ δεύτερον τὸ αὐτὸ λέγων, ἵνα δυνηθῇ ἐναποτεθῆναι τῇ τῶν ἀκροατῶν διανοίᾳ τὰ λεγόμενα. Εἰ γὰρ μὴ τοῦτο ἦν αὐτῷ τὸ σπουδαζόμενον, ἤρκει ειπεῖν, Καὶ ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον· ἀλλὰ πάλιν προστίθησι· Κατ' εικόνα Θεοῦ ἐποίησεν αὐτόν. Ἐπειδὴ γὰρ ἐδίδαξεν ἡμᾶς διὰ τῶν προλαβόντων, κατὰ τί εἴρηται τὸ, Κατ' εἰκόνα, διὰ τοῦτο πάλιν ἐνταῦθα τὸν αὐτὸν ἐπαναλαμβάνων λόγον, φησὶ, Κατ' εικόνα Θεοῦ ἐποίησεν αὐτόν. Καὶ ἵνα μηδὲ ἀναίσχυντον καταλίπῃ ἀπολογίας πρόφασιν τοῖς μάχεσθαι βουλομένοις τοῖς τῆς Ἐκκλησίας δόγμασι, κατὰ μικρὸν προϊὼν διδάσκει τὰ αὐτὰ πάλιν, ὅτι κατὰ τὸ ἄρχειν καὶ ὑποτεταγμένα ἔχειν ἅπαντα τὰ δημιουργήματα, κατὰ τοῦτο τῷ τῆς εικόνος ὀνόματι ἐχρήσατο. Τέως δὲ ἴδωμεν τί φησι· Καὶ ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον· κατ' εικόνα Θεοῦ ἐποίησεν αὐτόν· ἄρσεν καὶ ⟨θ⟩ῆλυ ἐποίησεν αὐτούς. Ὅπερ ἀνωτέρω ᾐνίξατο, εἰπὼν, Καὶ ἀρχέτωσαν, καὶ ἐνταῦθα σαφέστερον εἶπε· καὶ αὐτὸ δὲ ὅμως κεκρυμμένως ἡμᾶς ἐδίδαξεν· οὐδέπω γὰρ περὶ τῆς διαπλάσεως ἡμᾶς διδάξας, οὐδὲ εἰπὼν, πόθεν ἡ γυνὴ παρήχθη, φησίν· Ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς.
4. And let not what has been said surprise you, beloved. For such is the custom of all the prophets, to converse concerning things that have not yet come into being as though they had come into being. For since with spiritual eyes they beheld the things about to come into being after a great number of years, on this account surveying the matters as already lying before their eyes, they thus discoursed of all things. And so that you may learn this clearly, hear the blessed David saying, and before so many generations prophesying the matters concerning the cross of Christ and crying out: They dug My hands and My feet; and again, They divided My garments among themselves. Do you see how he proclaimed beforehand the things about to be after a long time as though they had already come into being? Thus this blessed prophet also, already riddling to us at the fashioning of the woman, enigmatically says, And let them rule over the fishes of the sea. Next, advancing, he says again more clearly, And God made man; according to the image of God He made him; male and female He made them. Consider how great an exactness he has used, saying the same thing both once and a second time, so that the things spoken may be able to be laid up in store in the understanding of the hearers. For if this had not been what was earnestly sought by him, it would have sufficed to say, And God made man; yet he adds again: According to the image of God He made him. For since he taught us through what preceded in what respect the phrase, According to the image, has been spoken, on this account taking up the same statement again here, he says, According to the image of God He made him. And so that he may leave not even a shameless pretext of defence to those who wish to fight against the dogmas of the Church, advancing little by little he teaches the same things again, that in respect of ruling and having all the works of creation subjected, in this respect he used the name of the image. For the meantime, however, let us see what he says: And God made man; according to the image of God He made him; male and female He made them. What he riddled at higher up, saying, And let them rule, here too he spoke more clearly; and yet even this itself he taught us covertly; for not yet having taught us concerning her fashioning, nor having said whence the woman was brought forth, he says: Male and female He made them.
Notes, col. 85

On the reading

Printed εικόνα, for εἰκόνα.

Printed ιχθύων, for ἰχθύων.

Printed φθεγγόμενης, for φθεγγόμενος.

Printed εικῆ, for εἰκῆ.

Printed αινιττόμενος, for αἰνιττόμενος.

Printed αινιγματωδῶς, for αἰνιγματωδῶς.

Printed ειπεῖν, for εἰπεῖν.

Printed εικόνος, for εἰκόνος.

PG 53:86Read from the page
Εἶδες πῶς τὸ μηδέπω γεγονὸς ὡς γεγονὸς διηγήσατο; Τοιοῦτον γὰρ οἱ πνευματικοὶ ὀφθαλμοί· οὐδὲ γὰρ οὕτως οἱ σωματικοὶ οὗτοι ὀφθαλμοὶ τὰ ὁρώμενα βλέπειν δύνανται, ὡς οἱ τοῦ πνεύματος ὀφθαλμοὶ τὰ μὴ ὁρώμενα, μηδὲ τὰ ὑφεστῶτα. Ειπὼν τοίνυν, Ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτοὺς, ὡς πρὸς ἀμφοτέρους τὴν εὐλογίαν ποιεῖται, καί φησι· Καὶ ηὐλόγησεν αὐτοὺς ὁ Θεὸς, λέγων· Αὐξάνεσθε, καὶ πληθύνεσθε, καὶ πληρώσατε τὴν γῆν, καὶ κατακυριεύσατε αὐτῆς, καὶ ἄρχετε, τῶν ιχθύων τῆς θαλάσσης. Ἰδοὺ τὸ ἐξαίρετον τῆς εὐλογίας. Τὸ γὰρ, Αὐξάνεσθε, καὶ πληθύνεσθε, καὶ πληρώσατε τὴν γῆν, καὶ ἐπὶ τῶν ἀλόγων ζώων, καὶ ἐπὶ τῶν ἑρπετῶν ἴδοι τις ἂν ειρημένον· τὸ δὲ, Κατακυριεύσατε, καὶ ἄρχετε, ἐπὶ τοῦ ἀνθρώπου καὶ τῆς γυναικός. Ὅρα φιλανθρωπίαν Δεσπότου· καὶ πρὶν ἢ παραγαγεῖν αὐτὴν, κοινωνὸν αὐτὴν τῆς ἀρχῆς ἀπαργάζεται, καὶ τῆς εὐλογίας αὐτὴν ἀξιοῖ. Καὶ ἄρχετε, φησὶ, τῶν ιχθύων τῆς θαλάσσης, καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ, καὶ πάντων τῶν κτηνῶν, καὶ πάσης τῆς γῆς, καὶ πάντων τῶν ἑρπετῶν τῶν ἑρπόντων ἐπὶ τῆς γῆς.
Did you see how he related what had not yet come to pass as though it had come to pass? For of such a sort are spiritual eyes; for not even so are these bodily eyes able to see the things seen, as the eyes of the spirit see the things not seen, nor yet subsisting. Having said, therefore, Male and female He made them, he makes the blessing as towards both, and says: And God blessed them, saying: Increase, and multiply, and fill the earth, and exercise lordship over it, and rule over the fishes of the sea. Behold what is special in the blessing. For the words, Increase, and multiply, and fill the earth, one might see spoken even in the case of the irrational living creatures, and in the case of the creeping things; whereas the words, Exercise lordship, and rule, are spoken in the case of the man and the woman. See the loving-kindness of the Master: even before bringing her forth, He renders her a sharer of the dominion, and counts her worthy of the blessing. And rule, He says, over the fishes of the sea, and the winged creatures of the heaven, and all the cattle, and all the earth, and all the creeping things that creep upon the earth.
εʹ. Εἶδες ἐξουσίαν ἄφατον; εἶδες ἀρχῆς μέγεθος; εἶδες πάντα τὰ δημιουργηθέντα ὑπὸ τὴν τούτου ὑποταγὴν γενόμενα; Μηδὲν λοιπὸν μικρὸν φαντασθῇς περὶ τοῦ ζώου τούτου τοῦ λογικοῦ, ἀλλ' ἐννοῶν τῆς τιμῆς τὸ μέγεθος, καὶ τὴν περὶ αὐτὸ εὔνοιαν τοῦ Δεσπότου, ἐκπλήττου τὴν ἄφατον αὐτοῦ φιλανθρωπίαν. Καὶ εἶπεν ὁ Θεός· Ἰδοὺ δέδωκα ὑμῖν πάντα χόρτον σπόριμον, σπεῖρον σπέρμα, ὅ ἐστιν ἐπάνω πάσης τῆς γῆς, καὶ πᾶν ξύλον, ὃ ἔχει ἐν ἑαυτῷ καρπὸν σπέρματος σπορίμου, ὑμῖν ἔσται εις βρῶσιν, καὶ πᾶσι τοῖς θηρίοις τῆς γῆς, καὶ πᾶσι τοῖς πετεινοῖς τοῦ οὐρανοῦ, καὶ παντὶ ἑρπετῷ ἕρποντι ἐπὶ τῆς γῆς, ὃ ἔχει ἐν ἑαυτῷ ψυχὴν ζωῆς, καὶ πάντα χόρτον χλωρὸν εἰς βρῶσιν. Καὶ ἐγένετο οὕτως. Θέα μοι τῶν ῥημάτων τὴν ἀκρίβειαν, ἀγαπητὲ, καὶ τὴν ἄφατον τοῦ Θεοῦ φιλανθρωπίαν, καὶ μηδὲν ἁπλῶς παραδράμῃς τῶν εἰρημένων. Καὶ εἶπε, φησὶν, ὁ Θεός· Ἰδοὺ δέδωκα ὑμῖν πάντα χόρτον σπόριμον· ὡς πρὸς τοὺς δύο ἡ διάλεξις γίνεται, καὶ ταῦτα, μηδέπω τῆς γυναικὸς παραχθείσης. Εἶτα ἵνα μάθῃς αὐτοῦ τὴν ὑπερβάλλουσαν ἀγαθότητα, ὅρα πῶς οὐ μέχρι τοῦ ἀνθρώπου καὶ τῆς γυναικὸς τῆς μηδέπω παραχθείσης τὴν φιλανθρωπίαν ἐπιδείκνυται, καὶ τὴν ὑπερβάλλουσαν φιλοτιμίαν, ἀλλὰ καὶ μέχρις αὐτῶν τῶν ἀλόγων. Εἰπὼν γὰρ, Ὑμῖν ἔσται εἰς βρῶσιν, ἐπήγαγε, Καὶ πᾶσι τοῖς θηρίοις τῆς γῆς. Ὅρα πάλιν ἑτέραν ἄβυσσον φιλανθρωπίας. Οὐ μόνον γὰρ τῶν ἀλόγων τῶν ἡμέρων, καὶ πρὸς τροφὴν ἡμῖν ἐπιτηδείων, καὶ πρὸς ὑπηρεσίαν, πρόνοιαν πεποίηται, ἀλλὰ καὶ τῶν θηρίων. Καὶ τίς ἂν κατ' ἀξίαν ἐφίκοιτο τῆς ἀπείρου ταύτης ἀγαθότητος; Ὑμῖν ἔσται εἰς βρῶσιν, φησὶ, καὶ πᾶσι τοῖς θηρίοις τῆς γῆς, καὶ πᾶσι τοῖς πετεινοῖς τοῦ οὐρανοῦ, καὶ παντὶ ἑρπετῷ ἕρποντι ἐπὶ τῆς γῆς, ὃ ἔχει ἐν ἑαυτῷ ψυχὴν ζωῆς, καὶ πάντα χόρτον χλωρὸν εἰς βρῶσιν. Πολλὴ τοῦ Δεσπότου δείκνυται ἡ περὶ τὸν ἄνθρωπον τὸν ὑπ' αὐτοῦ δημιουργηθέντα πρόνοια. Ἐπειδὴ γὰρ αὐτὸν παρήγαγε, καὶ πᾶσαν αὐτῷ τὴν ἀρχὴν τῆς δημιουργίας ἐνεχείρισεν, ἵνα μὴ εὐθέως καὶ ἐκ προοιμίων ὁρῶν τῶν ἀλόγων τὸ πλῆθος, δυσχεραίνειν ἔχῃ, ὡς οὐ μὴ δυνάμενος ἀρκέσαι πρὸς τὴν τῶν τοσούτων ζώων τροφὴν, πρὶν ἢ κἂν ἔννοιαν αὐτόν τινα δέξασθαι περὶ τούτου, προλαβὼν ὁ ἀγαθὸς Δεσπότης παραμυθούμενος αὐτὸν, ὡς εἰπεῖν, καὶ δεικνὺς ὡς καὶ αὐτὸς καὶ τὰ ἄλογα πάντα πολλὴν ἕξει τὴν ἀφθονίαν, τῆς γῆς τῷ προστάγματι τοῦ Δεσπότου πρὸς τὴν διατροφὴν τούτων ὑπηρετουμένης, ειπὼν, Υμῖν ἔσται εις βρῶσιν, εὐθέως ἐπήγαγε, Καὶ τοῖς θηρίοις τῆς γῆς, καὶ τοῖς πετεινοῖς τοῦ οὐρανοῦ, καὶ παντὶ ἑρπετῷ ἕρποντι ἐπὶ τῆς γῆς, ὃ ἔχει ἐν ἑαυτῷ ψυχὴν ζωῆς, καὶ
5. Did you see ineffable authority? Did you see magnitude of dominion? Did you see all the things created brought under his subjection? Henceforth imagine nothing small concerning this rational living creature, but bearing in mind the magnitude of the honour, and the goodwill of the Master towards it, be struck with amazement at His ineffable loving-kindness. And God said: Behold, I have given you every seed-bearing herb, sowing seed, which is upon all the earth, and every tree, which has in itself the fruit of seed-bearing seed—to you it shall be for food, and to all the wild beasts of the earth, and to all the winged creatures of the heaven, and to every creeping thing that creeps upon the earth, which has in itself a soul of life, even every green herb for food. And it was so. Behold for me the exactness of the words, beloved, and the ineffable loving-kindness of God, and do not merely run past aught of what has been said. And God said, he says: Behold, I have given you every seed-bearing herb; as towards the two does the address take place, and that too though the woman had not yet been brought forth. Next, so that you may learn His surpassing goodness, see how He displays His loving-kindness and surpassing munificence not merely as far as the man and the woman not yet brought forth, but even as far as the irrational creatures themselves. For having said, To you it shall be for food, He brought in, And to all the wild beasts of the earth. See again another abyss of loving-kindness. For not only has He taken forethought for the tame irrational creatures, suitable for us both for nourishment and for service, but also for the wild beasts. And who could worthily attain to this boundless goodness? To you it shall be for food, He says, and to all the wild beasts of the earth, and to all the winged creatures of the heaven, and to every creeping thing that creeps upon the earth, which has in itself a soul of life, even every green herb for food. Great is the forethought of the Master shown concerning the man created by Him. For after He brought him forth, and put into his hands the whole dominion over creation, so that seeing straightway from the exordia the multitude of the irrational creatures, he might not have cause to be distressed, as though unable to suffice for the nourishment of so many living creatures, before he even conceived any thought concerning this, the good Master anticipated him, comforting him, so to speak, and showing that both he himself and all the irrational creatures will have great abundance, since the earth ministers by the injunction of the Master unto their maintenance; having said, To you it shall be for food, He straightway brought in, And to the wild beasts of the earth, and to the winged creatures of the heaven, and to every creeping thing that creeps upon the earth, which has in itself a soul of life, even
Notes, col. 86

On the reading

Printed Ειπὼν, for Εἰπὼν.

Printed ιχθύων, for ἰχθύων.

Printed ειρημένον, for εἰρημένον.

Printed ἀπαργάζεται, for ἀπεργάζεται.

Printed εις, for εἰς.

Printed ειπὼν, for εἰπὼν.

Printed Υμῖν, for Ὑμῖν.

PG 53:87Read from the page
πάντα χόρτον χλωρὸν εἰς βρῶσιν. Καὶ ἐγένετο οὕτω. Πάντα ὅσα προσέταξεν ὁ Δημιουργὸς, φησὶν, εἰς ἔργον ἐξῆλθε, καὶ πάντα εἰς τὴν προσήκουσαν εὐταξίαν ἀποκατέστη· διά τοι τοῦτο εὐθέως ἐπήγαγε, Καὶ εἶδεν ὁ Θεὸς τὰ πάντα ὅσα ἐποίησε, καὶ ἰδοὺ καλὰ λίαν.
every green herb for food. And it was so. All things whatsoever the Creator commanded, he says, came forth into effect, and all things were established in their fitting good order; on this very account he straightway subjoined: And God saw all the things that He had made, and behold, they were very good.
ϛʹ. Τίς ἂν κατ' ἀξίαν ἀνυμνήσειε τῆς θείας Γραφῆς τὴν ἀκρίβειαν; Ἰδοὺ γὰρ καὶ ἐνταῦθα διὰ μιᾶς λέξεως εἰποῦσα, Καὶ εἶδεν ὁ Θεὸς πάντα ὅσα ἐποίησε, πάντων τῶν μετὰ ταῦτα ἀντιλέγειν ἐπιχειρούντων τὴν γλῶτταν ἐπεστόμισε. Καὶ εἶδεν ὁ Θεὸς τὰ πάντα ὅσα ἐποίησε, φησὶ, καὶ ἰδοὺ καλὰ λίαν. Καὶ ἐγένετο ἑσπέρα, καὶ ἐγένετο πρωΐ, ἡμέρα ἕκτη. Ἐπειδὴ γὰρ ἐφ' ἑκάστου τῶν δημιουργηθέντων ἔλεγε, Καὶ εἶδεν ὁ Θεὸς ὅτι καλὸν, νῦν ὅτε τὰ πάντα συνετελέσθη, καὶ τὰ τῆς ἕκτης ἡμέρας ἔργα τέλος ἔλαβε, καὶ ὁ μέλλων πάντων τῶν δημιουργηθέντων ἀπολαύειν εἰς τὸ μέσον παρήχθη, φησί· Καὶ εἶδεν ὁ Θεὸς τὰ πάντα ὅσα ἐποίησε, καὶ ἰδοὺ καλὰ λίαν. Σκόπει πῶς συλλαβὼν τὰ δημιουργηθέντα ἅπαντα διὰ τῆς λέξεως ταύτης τῆς, Πάντα, πᾶσι τοῖς δημιουργηθεῖσι τὸν ἔπαινον ἀπεκλήρωσεν. Οὐδὲ γὰρ εἰποῦσα, Ἅπαντα, ἠρκέσθη, ἀλλ' ἐπήγαγεν, Ὅσα ἐποίησε· καὶ οὐδὲ μέχρι τούτου ἔστη, ἀλλὰ, Καὶ ἰδοὺ καλὰ, καὶ, Λίαν καλὰ, φησὶ, τοῦτ' ἔστι, πάνυ καλά. Ὅταν οὖν ὁ Δεσπότης, ὁ ἀπὸ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγαγὼν, καλὰ καὶ πάνυ καλὰ τὰ δημιουργήματα προσείποι, τίς ἂν τολμήσειε, κἂν αὐτομανίας ᾖ πεπληρωμένος, διᾶραι τὸ στόμα καὶ ἀντιφθέγξασθαι τοῖς ὑπὸ τοῦ Θεοῦ ῥηθεῖσιν; Ἐπειδὴ γὰρ ἐν τοῖς ὁρωμένοις οὐ μόνον φῶς ἐδημιουργήθη, ἀλλὰ καὶ σκότος ἀπ' ἐναντίας τῷ φωτὶ, καὶ οὐ μόνον ἡμέρα, ἀλλὰ καὶ νὺξ ἀπ' ἐναντίας τῇ ἡμέρᾳ, καὶ ἐπὶ τῶν ἐκ τῆς γῆς ἀναδιδομένων σπερμάτων, οὐ μόνον βοτάναι χρήσιμοι, ἀλλὰ καὶ ὀλέθριαι, καὶ δένδρα οὐ μόνον ἔγκαρπα, ἀλλὰ καὶ ἄκαρπα, καὶ ζῶα οὐ μόνον ἥμερα, ἀλλὰ καὶ ἄγρια καὶ ἀτίθασσα· καὶ ἐπὶ τῶν ἐκ τῶν ὑδάτων ἀναδοθέντων, οὐ μόνον ἰχθύες, ἀλλὰ καὶ κήτη καὶ ἕτερα θηρία θαλάττια· καὶ γῆ οὐ μόνον οἰκουμένη, ἀλλὰ καὶ ἀοίκητος· καὶ οὐ μόνον ὕπτια πεδία, ἀλλὰ καὶ ὄρη καὶ νάπαι· καὶ ἐπὶ τῶν πετεινῶν, οὐ μόνον ἥμερα καὶ πρὸς τροφὴν ἡμῖν ἐπιτήδεια, ἀλλὰ καὶ ἄγρια καὶ ἀκάθαρτα ζῶα, καὶ ἰκτῖνες, καὶ γῦπες, καὶ ἕτερα πολλὰ τοιαῦτα· καὶ ἐπὶ τῶν ἐκ τῆς γῆς ἀναδοθέντων, οὐ μόνον ἥμερα ζῶα, ἀλλὰ καὶ ὄφεις, καὶ ἔχεις, καὶ δράκοντες, καὶ λέοντες, καὶ παρδάλεις· καὶ ἐπὶ τοῦ ἀέρος πάλιν οὐ μόνον ὑετοὶ καὶ ἄνομοι ἐπιτήδειοι, ἀλλὰ καὶ χάλαζαι, καὶ χιόνες· καὶ εἴ τις καθ' ἕκαστον ἐπεξιέναι βούλοιτο, πολλὰ εὑρήσει ἐφ' ἑκάστῳ τῶν δημιουργηθέντων, οὐ μόνον ἡμῖν (οὐ) χρήσιμα, ἀλλὰ καὶ βλαβερὰ νομιζόμενα· ἵν' οὖν μηδενὶ ἐξῇ τῶν μετὰ ταῦτα πρὸς τὰ δημιουργηθέντα ἀποβλεπόντων ἐπισκήπτειν τοῖς γεγενημένοις, καὶ λέγειν· Διὰ τί τοῦτο; εἰς τί τοῦτο; καὶ, Τὸ μὲν καλῶς γεγένηται, τὸ δὲ οὐ καλῶς· διὰ τοῦτο ἡ ἁγία Γραφὴ πάντας, ὡς εἰπεῖν, τοὺς ἀγνωμονεῖν ἐπιχειροῦντας ἐπιστομίζουσα, κατὰ τὴν ἕκτην ἡμέραν μετὰ τὴν ἁπάντων δημιουργίαν, φησί· Καὶ εἶδεν ὁ Θεὸς τὰ πάντα ὅσα ἐποίησε, καὶ ἰδοὺ καλὰ λίαν. Τί ταύτης τῆς ἀξιοπιστίας ἴσον γένοιτ' ἂν, ὅταν αὐτὸς ὁ δημιουργὸς τῶν ἁπάντων ψηφίζηται, καὶ λέγῃ, ὅτι πάντα τὰ γεγενημένα καλὰ, καὶ καλὰ λίαν; Ὅταν τοίνυν ἴδῃς τινὰ ἐξ οἰκείων λογισμῶν κι
6. Who could worthily hymn the precision of divine Scripture? For behold, here also by a single phrase, in saying, And God saw all the things that He had made, it stopped the mouth of all who afterwards attempt to gainsay it. And God saw all the things that He had made, he says, and behold, they were very good. And there was evening, and there was morning, the sixth day. For since over each of the things created he kept saying, And God saw that it was good, now when all things had been brought to completion, and the works of the sixth day had received their end, and he who was about to enjoy all the things created had been brought forth into the midst, he says: And God saw all the things that He had made, and behold, they were very good. Observe how, comprehending together all the things created by this word, All, he allotted praise to all the things created. Nor was Scripture content with saying, All things, but subjoined, Whatsoever He had made; nor did it stop even at this point, but says, And behold, they were good, and, Exceedingly good, that is, altogether good. When, therefore, the Master, Who brought them forth from non-being into being, calls the works of creation good and altogether good, who would dare, even if he were filled with sheer madness, to open his mouth and speak against the things uttered by God? For since among visible things not only light was created, but also darkness opposite to the light, and not only day, but also night opposite to the day; and among the seeds sent up out of the earth, not only useful herbs, but also destructive ones, and trees not only fruitful, but also fruitless, and living creatures not only tame, but also wild and untamable; and among the things sent up out of the waters, not only fishes, but also sea-monsters and other beasts of the sea; and earth not only inhabited, but also uninhabitable, and not only level plains, but also mountains and glens; and among the birds, not only tame ones serviceable to us for food, but also wild and unclean creatures, kites, and vultures, and many other such things; and among the things sent up out of the earth, not only tame creatures, but also serpents, and vipers, and dragons, and lions, and leopards; and in the air again not only serviceable rains and winds, but also hailstorms and snows; and if anyone should wish to go through them one by one, he will find in each of the things created many things that are deemed not only (not) useful to us, but even harmful—in order, then, that it may be permitted to no one of those who afterwards look upon the things created to cavil at what has come to be, and say: Why is this? To what end is that? and, This has come to be well, while that not well—on this account holy Scripture, stopping the mouths, so to speak, of all who attempt to be ungrateful, on the sixth day after the creation of all things says: And God saw all the things that He had made, and behold, they were very good. What could equal this trustworthiness, when the Creator of all things Himself pronounces judgement and says that all the things that have come to be are good, and very good? When, therefore, you see anyone moved by his own reasonings
Notes, col. 87

On the reading

Printed ἄνομοι, for ἄνεμοι.

PG 53:88Read from the page
νούμενον, καὶ βουλόμενον ἀντιφθέγξασθαι τῇ θείᾳ Γραφῇ, ὡς μαινόμενον ἀποπτράφηθι· μᾶλλον δὲ μηδὲ ἀποστραφῇς, ἀλλ' ἐλεῶν αὐτὸν τῆς ἀγνοίας, πάραγε τὸ παρὰ τῆς θείας Γραφῆς εἰρημένον, καὶ λέγε, ὅτι Εἶδεν ὁ Θεὸς πάντα ὅσα ἐποίησε, καὶ εἶπεν, Ἰδοὺ καλὰ λίαν· καὶ ἴσως ἐπισχεῖν αὐτοῦ δυνήσῃ τὴν ἀκόλαστον γλῶτταν. Εἰ γὰρ ἐπὶ τῶν ἀνθρωπίνων πραγμάτων, ἐπειδὰν ἴδωμέν τινας τῶν ἐν ἀξιώμασι ψηφιζομένους τοῖς γεγενημένοις, οὐκ ἀντιτείνομεν, ἀλλὰ συγκατατιθέμεθα, καὶ τῆς οἰκείας κρίσεως πολλάκις προτιμῶμεν τὴν παρ' ἐκείνων ψῆφον· πολλῷ μᾶλλον ἐπὶ τοῦ τῶν ὅλων Θεοῦ, τοῦ δημιουργοῦ τῶν ὁρωμένων ἁπάντων, τοῦτο ποιεῖν χρὴ, καὶ μαθόντας τὴν παρ' αὐτοῦ ψῆφον, κατακοιμίζειν τοὺς ἡμετέρους λογισμοὺς, καὶ μηδὲν περαιτέρω τολμᾷν, ἀλλ' εἰδέναι καὶ πεπληροφορῆσθαι, ὅτι πάντα λόγῳ τινὶ καὶ φιλανθρωπίᾳ παρ' αὐτοῦ παρήχθη, καὶ οὐδέν ἐστιν ἁπλῶς καὶ εἰκῆ γεγενημένον· ἀλλὰ κἂν ἡμεῖς διὰ τὴν ἀσθένειαν τῶν ἡμετέρων λογισμῶν ἀγνοῶμεν τὴν χρείαν τῶν γεγενημένων, αὐτὸς κατὰ τὴν αὐτοῦ σοφίαν καὶ εὐμήχανον φιλανθρωπίαν ἅπαντα παρήγαγε.
and wishing to speak against divine Scripture, turn away from him as one raving; or rather, do not even turn away, but pitying him for his ignorance, bring forward what has been spoken by divine Scripture, and say that God saw all the things that He had made, and said, Behold, they were very good; and perhaps you will be able to restrain his unbridled tongue. For if in human affairs, whenever we see certain men of high rank giving their vote of approval to what has been done, we do not resist, but assent, and often prefer their verdict to our own judgement, much more ought we to do this in the case of the God of all, the Creator of all visible things, and having learned the verdict from Him, lull our own reasonings to sleep and dare nothing further, but know and be fully assured that all things were brought forth by Him with a certain reason and loving-kindness, and nothing has come to be simply and at random; rather, even if we through the weakness of our reasonings are ignorant of the use of the things that have come to be, He Himself brought forth all things according to His wisdom and resourceful loving-kindness.
ζʹ. Καὶ ἐγένετο, φησὶν, ἑσπέρα, καὶ ἐγένετο πρωΐ, ἡμέρα ἕκτη. Τῷ τέλει τῆς ἕκτης ἡμέρας καὶ τὸ τέλος τῶν δημιουργημάτων ἁπάντων ἐπέθηκε· διὰ τοῦτο καὶ ἐπήγαγε· Καὶ συνετελέσθησαν ὁ οὐρανὸς, καὶ ἡ γῆ, καὶ πᾶς ὁ κόσμος αὐτῶν. Σκόπει τὸ ἀνεπαχθὲς καὶ ἀπέριττον τῆς θείας Γραφῆς. Τῶν συνεκτικωτάτων στοιχείων μνημονεύσασα, οὐκέτι κατὰ μέρος τῶν λοιπῶν ἐμνήσθη, ἀλλ' εἰποῦσα, Συνετελέσθη ὁ οὐρα⟨ν⟩ὸς καὶ ἡ γῆ, φησὶ, καὶ πᾶς ὁ κόσμος αὐτῶν· ἐμφαίνουσα διὰ τούτου τὰ κατὰ τὴν γῆν ἅπαντα καὶ τὸν οὐρανόν. Κόσμος γὰρ τῆς γῆς τὰ ἐξ αὐτῆς ἀναδιδόμενα, ἡ βλάστη τῶν βοτανῶν, τῶν καρπῶν ἡ φορὰ, τῶν δένδρων οἱ καρποὶ, τὰ ἄλλα ἅπαντα, οἷς αὐτὴν ὁ Δημιουργὸς κατεκόσμησε· καὶ τοῦ οὐρανοῦ πάλιν κόσμος, ἥλιος, σελήνη, τῶν ἄστρων ἡ ποικιλία, καὶ τὰ ἐν μέσῳ ἅπαντα δημιουργήματα. Διὰ τοῦτο τοῦ οὐρανοῦ καὶ τῆς γῆς μνημονεύσασα ἡ θεία Γραφὴ, πᾶσαν τὴν δημιουργίαν διὰ τούτων τῶν στοιχείων συμπεριέλαβε. Καὶ συνετέλεσε, φησὶν, ὁ Θεὸς ἐν τῇ ἡμέρᾳ τῇ ἕκτῃ τὰ ἔργα αὐτοῦ ἃ ἐποίησε. Σκόπει πῶς καὶ ἅπαξ καὶ δεύτερον τὸ αὐτὸ λέγει, ἵνα μάθωμεν ὅτι μέχρι τῆς ἕκτης ἡμέρας τὰ τῆς δημιουργίας ἅπαντα γεγένηται. Συνετέλεσε γὰρ, φησὶ, τῇ ἡμέρᾳ τῇ ἕκτῃ τὰ ἔργα αὐτοῦ ἃ ἐποίησε, καὶ κατέπαυσεν ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ ὧν ἐποίησε. Τί ἐστι, Καὶ κατέπαυσε τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ ὧν ἐποίησε; Θέα πῶς ἀνθρωπίνως καὶ διὰ τὴν πρὸς ἡμᾶς συγκατάβασιν ἅπαντα διαλέγεται ἡ θεία Γραφή· οὐδὲ γὰρ ἦν ἄλλως ἡμᾶς συνιέναι τι τῶν λεγομένων μὴ τοσαύτης ἀξιωθέντας συγκαταβάσεως. Καὶ κατέπαυσε, φησὶν, ὁ Θεὸς ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ ὧν ἐποίησεν. Ἔστη, φησὶ, τοῦ δημιουργεῖν, καὶ παράγειν ἀπὸ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι. Πάντα γὰρ ὅσα ἐχρῆν παρήγαγε, καὶ τὸν μέλλοντα τούτων ἀπολαύειν ἐδημιούργησε. Καὶ εὐλόγησε, φησὶν, ὁ Θεὸς τὴν ἡμέραν τὴν ἑβδόμην, καὶ ἡγίασεν αὐτὴν, ὅτι ἐν αὐτῇ κατέπαυσεν ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ ὧν ἤρξατο ὁ Θεὸς ποιεῖν. Ἐπειδὴ γὰρ ἔστη δημιουργῶν, καὶ πάντα ὅσα ἐβουλήθη κατὰ τὴν οἰκείαν φιλανθρωπίαν παρήγαγεν εἰς τὸ μέσον τῷ οἰκείῳ προστάγματι, καὶ τέλος ἐπέθηκε τοῖς δημιουργουμένοις κατὰ τὴν ἕκτην ἡμέραν· οὐδὲν δὲ ἕτερον ἐβούλετο παραγαγεῖν ἐν τῇ ἑβδόμῃ διὰ τὸ πάντα ὅσα ἐβούλετο πεπληρῶσθαι· ἵν' ἔχῃ τι προτέρημα καὶ ἡ ἡμέρα αὕτη, καὶ μὴ δοκῇ ἔλαττόν τι ἔχειν
7. And there was, he says, evening, and there was morning, the sixth day. Upon the end of the sixth day He also set the end of all the works of creation; on this account too he subjoined: And the heaven and the earth were finished, and all their adornment. Observe the unburdensome conciseness of divine Scripture. Having made mention of the most comprehensive elements, it no longer mentioned the rest in detail, but said: The heaven and the earth were finished, he says, and all their adornment—indicating thereby all the things upon the earth and the heaven. For the adornment of the earth is what is sent up out of it: the sprouting of herbs, the yield of crops, the fruits of trees, and all the other things wherewith the Creator adorned it; and the adornment of the heaven again is the sun, the moon, the variety of the stars, and all the created things in the midst. On this account divine Scripture, having made mention of the heaven and the earth, embraced the whole creation through these elements. And God finished, he says, on the sixth day His works which He had made. Observe how once and a second time he says the same thing, so that we may learn that up to the sixth day all the works of creation had come to be. For He finished, he says, on the sixth day His works which He had made, and He ceased on the seventh day from all His works which He had made. What does this mean: And He ceased on the seventh day from all His works which He had made? Behold how in human fashion and out of condescension towards us divine Scripture discourses on all things; for it would not otherwise have been possible for us to understand any of the things spoken had we not been deemed worthy of so great a condescension. And God ceased, he says, on the seventh day from all His works which He had made. He stopped creating, it means, and bringing forth from non-being into being. For He had brought forth all things whatsoever were needed, and had created him who was about to enjoy them. And God blessed, he says, the seventh day, and sanctified it, because on it God ceased from all His works which He had begun to make. For since He stopped creating, and brought forth into the midst at His own command all things whatsoever He willed according to His own loving-kindness, and set an end to the things created on the sixth day, and willed to bring forth nothing else on the seventh because all things whatsoever He willed had been fulfilled—in order that this day also might have some prerogative, and might not seem to have something less
Notes, col. 88

On the reading

Printed ἀποπτράφηθι, for ἀποστράφηθι.