Migne Reading Room

PG 53 · cols. 69–74 · Read from the page

In Genesin Homilia VIII (ὉΜΙΛΙΑ Ηʹ; Gen. 1:26)

In Genesin Homilia VIII (ὉΜΙΛΙΑ Ηʹ; Gen. 1:26)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 53:69Read from the page
καὶ τοῖς αὐτοῖς ἅπαντας ὑπευθύνους εἶναι. Ἐννόει μοι τοίνυν πόσων ἂν οἱ τοιοῦτοι γένοιντο κολάσεων ἄξιοι, ὅταν μὴ μόνον ἑαυτοῖς ἐπισωρεύωσι τὸ πῦρ τὸ ἄσβεστον, ἀλλὰ καὶ ἑτέροις αἴτιοι γένωνται τοῦ τῇ πλάνῃ προσηλῶσθαι, καὶ πρὸς τὴν τῆς ἀρετῆς διδασκαλίαν ἀποφράττειν τὰ ὦτα, καὶ μετὰ τούτου καὶ τοῖς τὴν ἀρετὴν μετιοῦσι διαβολῆς ἀφορμὴν παρέχουσι, καὶ τὸ δὴ πάντων χαλεπώτερον, ὅταν δι' αὐτῶν ὁ Δεσπότης βλασφημῆται. Ὁρᾷς ὅση τῆς κακίας ἡ λύμη; ὁρᾷς ὡς οὐ τῇ τυχούσῃ κολάσει ὑπευθύνους ἑαυτοὺς καθιστῶσιν οἱ τὴν κακίαν μετιόντες, αλλὰ καὶ σφόδρα βαρυτάτῃ, εἴγε μέλλοιεν ὑπὲρ ἁπάντων εὐθύνας ὑπέχειν, οὐ μόνον ὑπὲρ τῆς ἑαυτῶν ἀπωλείας, ἀλλὰ καὶ ὑπὲρ τοῦ τῶν πεπλανημένων σκανδάλου, καὶ ὑπὲρ τῆς κατηγορίας τῶν τὴν ἀρετὴν μετιόντων, καὶ ὑπὲρ τῆς εἰς τὸν Θεὸν βλασφημίας; Ταῦτα δὴ πάντα ἐννοοῦντες μὴ ἀμελῶμεν τῆς ἑαυτῶν σωτηρίας, καὶ τῆς κατὰ Θεὸν πολιτείας πολλὴν ποιώμεθα τὴν φροντίδα, εἰδότες ὅτι ἐντεῦθεν μάλιστα ἢ κατακρινόμεθα, ἢ τῆς παρ' αὐτοῦ φιλανθρωπίας ἀξιούμεθα. Οὕτω τοίνυν πάντα πράττωμεν, ὥστε καὶ ἡμᾶς ἀγαθῷ συνειδότι συζῆν, καὶ τοὺς ἔτι πλανωμένους διὰ τῆς ἡμετέρας κατὰ Θεὸν ἀναστροφῆς ἐπὶ τὴν ἀλήθειαν χειραγωγεῖν, καὶ δι' ἡμῶν καὶ τοὺς ἄλλους ἅπαντας τοὺς μεθ' ἡμῶν τεταγμένους χρηστῆς εὐφημίας ἀπολαύειν, καὶ πρὸ τούτων ἁπάντων δοξάζεσθαι τὸν ἡμέτερον Δεσπότην, καὶ πλείονα τὴν περὶ ἡμᾶς ἐπιδείκνυσθαι κηδεμονίαν. Ὅταν γὰρ εἰς ἡμᾶς ὁρῶντες οἱ ἄνθρωποι κερδαίνωσι, καὶ τὴν εἰς τὸν Θεὸν εὐφημίαν ἀναφέρωσι, πλείονος καὶ ἡμεῖς ἀπολαυσόμεθα τῆς παρ' αὐτοῦ ῥοπῆς. Τί γὰρ ἂν εἴη μακαριώτερον ἀνθρώπου, ὅταν οὕτω πολιτεύηται, ὥστε τοὺς ὁρῶντας ἐκπλήττεσθαι, καὶ λὲγειν, Δόξα σοι, ὦ Θεός· ποταποί εἰσιν οἱ Χριστιανοί; πόσην ἐπιδείκνυνται φιλοσοφίαν; πῶς ὑπερορῶσι τῶν παρόντων; πῶς ἅπαντα σκιὰ αὐτοῖς καὶ ὄναρ νενόμισται, καὶ οὐδενὶ τῶν ὁρωμένων προστετήκασιν, ἀλλὰ καθάπερ ἐν ξένῃ πολιτευόμενοι, οὕτως ἅπαντα διαπράττονται, καθ' ἑκάστην ἡμέραν πρὸς τὴν ἐντεῦθεν ἀποδημίαν επειγόμενοι; Πόσην οἴει τὰ ῥήματα ταῦτα κομίζειν τοῖς οὕτω πολιτευομένοις ἐντεῦθεν ἤδη τὴν παρὰ τοῦ Θεοῦ ἀμοιβήν; Καὶ τὸ δὴ θαυμαστὸν καὶ παράδοξον, ὅτι καὶ αὐτοὶ οἱ ταῦτα περὶ ἡμῶν ψηφιζόμενοι ταχέως τῆς πλάνης ἀποστήσονται, καὶ πρὸς τὴν ἀλήθειαν ἐπανήξουσι. Τοῦτο δὲ ὅσην τοῖς τοιούτοις ἐκεῖ τὴν παρρησίαν προξενεῖ παντί που δῆλόν ἐστιν. Εἰδότες τοίνυν, ὡς ὑπεύθυνοι καὶ τῆς ὠφελείας καὶ τῆς βλάβης τῶν πλησίον ἐσμὲν, οὕτω τὸν ἑαυτῶν οἰκονομῶμεν βίον, ὡς μὴ μόνον ἑαυτοῖς ἀρκεῖν, ἀλλὰ καὶ τοῖς ἄλλοις διδασκαλίας ὑπόθεσις γίνεσθαι, ἵνα καὶ ἐνταῦθα πολλὴν τὴν παρὰ τοῦ Θεοῦ ῥοπὴν ἐπισπασώμεθα, καὶ ἐν τῷ μέλλοντι δαψιλῶς ἀπολαύσωμεν τῆς παρὰ τοῦ Θεοῦ φιλανθρωπίας, χάριτι καὶ οἰκτιρμοῖς τοῦ μονογενοῦς Υἱοῦ αὐτοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
and that all are liable to the same charges. Consider for me, therefore, of how many punishments such men would prove worthy, when not only do they heap up upon themselves the unquenchable fire, but also become to others causes of their being riveted to error, and of stopping up their ears towards the teaching of virtue, and along with this afford an occasion of slander against those who pursue virtue, and what indeed is most grievous of all, when through them the Master is blasphemed. Do you see how great is the bane of wickedness? Do you see how those who pursue wickedness render themselves liable to no ordinary punishment, nay rather to a most exceedingly heavy one, inasmuch as they are about to undergo a reckoning for all things, not only for their own perdition, but also for the stumbling of those led astray, and for the accusation against those who pursue virtue, and for the blasphemy against God? Bearing all these things in mind, then, let us not neglect our own salvation, and let us take great care for a way of life according to God, knowing that from this above all we are either condemned, or counted worthy of loving-kindness from Him. Let us therefore do all things in such a way that we ourselves may live with a good conscience, and may lead by the hand unto the truth those still wandering astray through our way of life according to God, and that through us all the others also who are ranged with us may enjoy good repute, and before all these things that our Master may be glorified, and may display greater solicitude towards us. For when men gain profit by looking upon us, and offer up acclaim unto God, we too shall enjoy greater favour from Him. For what could be more blessed than a man, when he conducts his life in such a way that those who behold him are struck with amazement, and say, Glory to Thee, O God: what manner of men are the Christians! How great a philosophy do they display! How do they disdain present things! How have all things been reckoned by them a shadow and a dream, and to none of the things seen are they riveted, but just as though living as citizens in a foreign land, so do they transact all things, hastening each day towards their departure hence! How great a recompense from God do you suppose these words bring already from here unto those who thus conduct their lives? And what indeed is marvellous and paradoxical is that even those very men who pass this judgement concerning us will speedily stand aloof from error, and return towards the truth. And how great a boldness of speech this procures there for such men is doubtless plain to everyone. Knowing, therefore, that we are accountable both for the benefit and for the harm of our neighbours, let us so order our own life as not only to suffice for ourselves, but also to become a ground of teaching for others, so that both here we may draw down great favour from God, and in the age to come may lavishly enjoy the loving-kindness of God, by the grace and mercies of His only-begotten Son, with Whom to the Father together with the Holy Spirit be glory, might, honour, now and always, and unto the ages of ages. Amen.
ὉΜΙΛΙΑ Ηʹ.
Homily 8.
Καὶ εἶπεν ὁ Θεός· Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν, καὶ καθ' ὁμοίωσιν· καὶ ἀρχέτωσαν τῶν ἰχθύων τῆς θαλάσσης, καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ, καὶ τῶν κτηνῶν, καὶ τῶν θηρίων, καὶ πάσης τῆς γῆς, καὶ πάντων τῶν ἑρπετῶν τῶν ἑρπόντων ἐπὶ τῆς γῆς.
And God said: Let Us make man according to Our image, and according to likeness; and let them rule over the fishes of the sea, and the winged creatures of the heaven, and the cattle, and the wild beasts, and all the earth, and all the creeping things that creep upon the earth.
αʹ. Φέρε καὶ σήμερον, ἐπειδὴ μετὰ πολλῆς τῆς προθυμίας ἠκούσατε χθὲς τῶν παρ' ἡμῶν λεγομένων, τὰ πρόσφατον ἀναγνωσθέντα προθῶμεν ἐπὶ τῆς ὑμετέρας
1. Come today also, since with great readiness you heard yesterday the things spoken by us, let us set forth before your
Notes, col. 69

On the reading

Printed αλλὰ, for ἀλλὰ.

Printed λὲγειν, for λέγειν.

Printed επειγόμενοι, for ἐπειγόμενοι.

PG 53:70Read from the page
ἀγάπης, πρότερον ἐκεῖνο παρακαλέσαντες ὑμᾶς, μετὰ ἀκριβείας προσέχειν τοῖς λεγομένοις, καὶ τὰ πρότερα ἐναποτίθεσθαι ὑμῶν τῇ διανοίᾳ, ἵνα μὴ μάτην καὶ εικῆ τοσοῦτον πόνον ὑπομένωμεν. Τὸ γὰρ σπουδαζόμενοι ἡμῖν, μετὰ ἀκριβείας ὑμᾶς εἰδέναι τῶν γεγραμμένων τὴν δύναμιν, ὥστε μὴ μόνον ὑμᾶς ταῦτα ἐπίστασθαι, ἀλλὰ καὶ ἑτέροις διδασκάλους γίνεσθαι, ἵνα δύνησθε, κατὰ τὸν μακάριον Παῦλον, εἷς τὸν ἕνα οἰκοδομεῖν. Ἐὰν γὰρ ὑμεῖς προκόπτητε ἐν Κυρίῳ, καὶ περὶ τὴν τῶν πνευματικῶν διδασκαλίαν ἐπίδοσίν τινα ἐπιδείκνυσθε, πολλὴν καὶ ἡμῖν παρέξετε τὴν εὐφροσύνην. Τοῦτο γὰρ ἡμῶν ἐστιν ἡ πᾶσα εὐημερία, καὶ ἡ μεγίστη ἑορτή. Τίς γὰρ ἡμῶν ἡ ἐλπὶς, ἢ χαρὰ, ἢ στέφανος, φησὶ. καυχήσεως; ἢ οὐχὶ καὶ ὑμεῖς, καὶ ἡ ὑμετέρα κατὰ Θεὸν ἐπίδοσις; Ἐπεὶ καὶ τῶν διδασκάλων ἕκαστος, ἐπειδὰν ἴδῃ τὸν μαθητευόμενον τῶν προτέρων διδαγμάτων τὴν μνήμην ἀκριβῶς ἐμπήξαντα τῇ διανοίᾳ, καὶ τὸν καρπὸν διὰ τῶν ἔργων ἐπιδεικνύμενον, μετὰ πλείονος τῆς προθυμίας καὶ τῶν ἑξῆς τὴν γνῶσιν αὐτῷ παρακατατίθεται. Καὶ ἡμεῖς τοίνυν ὅσῳ ἂν ἴδωμεν ὑμῶν τὴν διάνοιαν διεγηγερμένην, καὶ τὸν πόθον αὐξανόμενον, καὶ λογισμὸν ἐπτερωμένον, τοσούτῳ πλέον προθυμότεροι γινόμεθα πρὸς τὸ δαψιλεστέραν ὑμῖν προ⟨τ⟩ιθέναι τὴν διδασκαλίαν. Ὅσῳ γὰρ ἂν πλείονα προχέωμεν ὑμῖν τὰ νάματα ταῦτα τὰ πνευματικὰ, τοσούτῳ καὶ ἡμῖν αὔξεται τὰ τῆς ἐπιρροῆς διὰ τὴν οἰκοδομὴν τὴν ὑμετέραν, διὰ τὴν ὠφέλειαν τῶν ὑμετέρων ψυχῶν· οὐδὲ γάρ ἐστιν ἐνταῦθα συμβῆναι, ὅπερ ἐπὶ τῶν χρημάτων γίνεσθαι εἰκός. Ἐκεῖ μὲν γὰρ ὁ καταβαλὼν τῷ πλησίον τὸ ἀργύριον, ἠλάττωσε τὴν οἰκείαν περιουσίαν, καὶ ὅσῳ ἂν πλείονα καταβάλῃ, τοσούτῳ καὶ τὰ τῆς οὐσίας αὐτῷ μειοῦται· ἐνταῦθα δὲ ἀπεναντίας. Τότε μᾶλλον ἡμῖν αὔξεται τὰ τῆς περιουσίας, τότε πλέον ἐπιδίδωσι τὰ τοῦ πλούτου τούτου τοῦ πνευματικοῦ, ὅταν μετὰ δαψιλείας προχέωμεν τὰ τῆς διδασκαλίας τοῖς ἀρύεσθαι βουλομένοις. Ἐπεὶ οὖν τοῦτο καὶ ἡμῖν πλείονος πλούτου καὶ περιουσίας ὑπόθεσις γίνεται, καὶ ὑμεῖς ἀκορέστως ἔχετε περὶ τὴν πνευματικὴν ταύτην τροφὴν, φέρε ἴδωμεν τί καὶ σήμερον ὁ μακάριος Μωϋσῆς διδάσκει ἡμᾶς διὰ τῶν ἀναγνωσθέντων, μᾶλλον δὲ τί ἡ τοῦ Πνεύματος χάρις διὰ τῆς τούτου γλώττης πᾶσιν ἡμῖν διαλέγεται. Καὶ εἶπε, φησὶν, ὁ Θεός· Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν, καὶ καθ' ὁμοίωσιν. Μὴ ἁπλῶς παραδράμωμεν, ἀγαπητοὶ, τὰ εἰρημένα, ἀλλὰ διερευνησώμεθα ἑκάστην λέξιν, καὶ πρὸς τὸ βάθος κατελθόντες ἀνιχνεύσωμεν τὴν ἐγκεκρυμμένην δύναμιν τοῖς βραχέσι τούτοις ῥήμασιν. Εἰ γὰρ καὶ ὀλίγα τὰ ῥήματα, ἀλλὰ πολὺς ὁ ἐγκεκρυμμένος θησαυρὸς, καὶ προσήκει τοὺς νήφοντας καὶ ἐγρηγορότας μὴ μέχρι τῆς ἐπιφανείας ἵστασθαι. Ἐπεὶ καὶ οἱ τὸν αἰσθητὸν τοῦτον θησαυρὸν ἀνορύττειν ἐπιχειροῦντες, οὐκ ἐξεπιπολῆς μόνον διασκάπτουσιν, οὐδὲ τὴν ἐπιφάνειαν διερευνῶνται, ἀλλ' ἐπειδὰν εἰς πολὺ βάθος κατέλθωσι, τότε τοὺς κόλπους τῆς γῆς ἀνιχνεύουσι, καὶ οὕτω διὰ τῆς οἰκείας ἐπιστήμης χωρίζουσι τῆς γῆς τὸ χρυσίον, καὶ μετὰ τὸν πολὺν πόνον καὶ ἱδρῶτα πολλάκις ὀλίγα ψήγματα μόγις εὑρεῖν ἠδυνήθησαν. Ἐνταῦθα δὲ οὐδὲν τοιοῦτόν ἐστιν, ἀλλὰ καὶ ὁ πόνος ἐλάττων, καὶ ἡ περιουσία ἄφατος. Τοιαῦτα γὰρ ἅπαντα τὰ πνευματικά.
charity the things recently read, having first exhorted you as to that point, to give heed with exactness to the things spoken, and to lay up the former things in store in your understanding, so that not in vain and to no purpose may we endure so great a labour. For what is earnestly sought by us is that you know with exactness the force of the things written, so that not only may you know these things, but may also become teachers to others, in order that you may be able, according to the blessed Paul, to edify one another. For if you advance in the Lord, and display some progress concerning the teaching of spiritual things, you will afford us also great gladness. For this is all our prosperity, and our greatest feast. For what is our hope, or joy, or crown, he says, of boasting? Is it not even you, and your progress according to God? Since each of the teachers also, whenever he sees the disciple having fixed accurately in his understanding the remembrance of the former teachings, and displaying the fruit through his works, entrusts to him with greater readiness the knowledge of the subsequent matters as well. And we too, therefore, the more we see your understanding roused up, and your desire increasing, and your reasoning given wings, so much the more ready do we become unto setting before you more lavish teaching. For the more we pour forth for you these spiritual streams, so much the more do the streams of inflow increase for us also on account of your edification, on account of the benefit of your souls; for it is not possible for that to happen here which is likely to take place in the case of money. For there indeed he who has paid out silver to his neighbour has diminished his own substance, and the more he pays out, by so much is his property lessened for him; whereas here it is the reverse. Then rather does our abundance increase for us, then do the resources of this spiritual wealth advance more, when with lavishness we pour forth the streams of teaching to those who wish to draw. Since, then, this both becomes for us a ground of greater wealth and abundance, and you are insatiably disposed towards this spiritual nourishment, come let us see what today also the blessed Moses teaches us through the things read, or rather what the grace of the Spirit through his tongue converses with us all. And God said, he says: Let Us make man according to Our image, and according to likeness. Let us not merely run past what has been said, beloved, but let us search out each word, and descending to the depth let us track out the power hidden in these brief words. For even if the words are few, yet great is the hidden treasure, and it befits those who are sober and watchful not to halt at the surface. Since those also who attempt to dig up this perceptible treasure do not trench merely superficially, nor search out the surface, but whenever they descend to a great depth, then they track out the bosoms of the earth, and thus through their own skill separate the gold from the earth, and after great labour and sweat have often scarcely been able to find a few grains. Whereas here there is nothing of the sort, nay both the labour is less, and the abundance ineffable. For such are all spiritual things.
βʹ. Μὴ τοίνυν γενώμεθα χείρους τῶν περὶ τὰ αἰσθητὰ ἐπτοημένων, ἀλλὰ διερευνήσωμεν καὶ ἡμεῖς τὸν θησαυρὸν τοῦτον τὸν πνευματικὸν τὸν τοῖς ῥήμασι τούτοις ἐναποκείμενον, καὶ πρῶτον ἴδωμεν τί τὸ καινὸν καὶ παράδοξον τῶν εἰρημένων, καὶ τίνος ἕνεκεν τοσαύτῃ τῇ ἐναλλαγῇ τῶν ῥημάτων ἐχρήσατο ὁ μακάριος οὗτος προφήτης, μᾶλλον δὲ ὁ φιλάνθρωπος Θεὸς διὰ τοῦ προφήτου φθεγγόμενος. Καί φησι· Ποιήσωμεν ἄνθρωπον κατ'
2. Let us not, therefore, prove worse than those fluttered over perceptible things, but let us also search out this spiritual treasure laid up in store in these words, and first let us see what is new and paradoxical in what has been said, and for the sake of what this blessed prophet—or rather the man-loving God speaking through the prophet—made use of so great a variation of words. And he says: Let Us make man according to
Notes, col. 70

On the reading

Printed εικῆ, for εἰκῆ.

Printed σπουδαζόμενοι, for σπουδαζόμενον.

Printed φησὶ., for φησὶ,.

PG 53:71Read from the page
εἰκόνα ἡμετέραν, καὶ καθ' ὁμοίωσιν. Πρώην μὲν γὰρ ἠκούομεν αὐτοῦ λέγοντος μετὰ τὴν τοῦ οὐρανοῦ καὶ τῆς γῆς δημιουργίαν, Γενηθήτω φῶς, καὶ Γενηθήτω στερέωμα ἐν μέσῳ τοῦ ὕδατος· καὶ πάλιν, Συναχθήτω τὸ ὕδωρ εἰς συναγωγὴν μίαν, καὶ ὀφθήτω ἡ ξηρὰ, καὶ Γενηθήτωσαν φωστῆρες, καὶ Ἐξαγαγέτω τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν. Εἶδες λόγῳ μόνον καὶ προστάγματι πᾶσαν τὴν κτίσιν δημιουργουμένην ἐν ταῖς πέντε ἡμέραις; Σκόπει σήμερον πόση τῶν ῥημάτων ἡ διαφορά. Οὐκέτι γάρ φησι, γενηθήτω ἄνθρωπος, ἀλλὰ τί; Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν, καὶ καθ' ὁμοίωσιν. Τί τὸ καινόν; τί τὸ ξένον; Τίς ἄρα οὗτός ἐστιν ὁ δημιουργούμενος, ὅτι τοσαύτης βουλῆς καὶ σκέψεως ἐδέησε τῷ δημιουργῷ πρὸς τὴν τούτου κατασκευήν; Μὴ ξενισθῇς, ἀγαπητέ. Τὸ γὰρ τιμιώτερον ἁπάντων τῶν ὁρωμένων ζώων ἐστὶν ὁ ἄνθρωπος, δι' ὃν καὶ ταῦτα ἅπαντα παρήχθη, οὐρανὸς, γῆ, θάλαττα, ἥλιος, σελήνη, ἀστέρες, τὰ ἑρπετὰ, τὰ κτήνη, πάντα τὰ ἄλογα ζῶα. Καὶ τίνος ἕνεκεν, φησὶν, εἰ τούτων ἁπάντων τιμιώτερον τυγχάνει, ὕστερον παρήχθη; Εἰκότως. Καθάπερ γὰρ βασιλέως μέλλοντος εἰς πόλιν εἰσελαύνειν, τοὺς δορυφόρους ἀνάγκη προηγεῖσθαι, καὶ τοὺς ἄλλους ἅπαντας, ἵνα εὐτρεπισμένων τῶν βασιλείων, οὕτως ὁ βασιλεὺς εἰς τὰ βασίλεια παραγίνηται· τὸν αὐτὸν δὴ τρόπον καὶ νῦν, καθάπερ βασιλέα τινὰ καὶ ἄρχοντα μέλλων ἐφιστᾷν πᾶσι τοῖς ἐπὶ τῆς γῆς, πᾶσαν ταύτην τὴν διακόσμησιν πρότερον ἐτεκτηνατο, καὶ τότε τὸν μέλλοντα ἐφίστασθαι παρήγαγε, δεικνὺς ἡμῖν δι' αὐτῶν τῶν πραγμάτων ὅσον τιμᾶται τουτὶ τὸ ζῶον. Ἀλλ' ἐρώμεθα τὸν Ἰουδαῖον, καὶ ἴδωμεν τί φησι, πρὸς τίνα εἴρηται τὸ, Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν; Μωϋσέως γάρ ἐστι τὰ γράμματα, ᾧ λέγουσι μὲν πιστεύειν, οὐ πιστεύουσι δέ· καθὼς καὶ ὁ Χριστός φησιν, Εἰ ἐπιστεύετε Μωϋσῇ, ἐπιστεύετε ἂν ἐμοί. Ἀλλὰ τὰ μὲν γράμματα παρ' αὐτοῖς, τὰ δὲ νοήματα παρ' ἡμῖν. Πρὸς τίνα οὖν εἴρηται, Ποιήσωμεν ἄνθρωπον, καὶ τίνι τὴν βουλὴν ταύτην προτίθησιν ὁ Δεσπότης; Οὐκ ἐπειδὴ βουλῆς δεῖται καὶ σκέψεως· μὴ γένοιτο· ἀλλὰ τῷ προσχήματι τῶν ῥημάτων ἐνδείξασθαι ἡμῖν βούλεται τὴν ὑπερβάλλουσαν τιμὴν, ἣν περὶ τὸν ἄνθρωπον τὸν δημιουργούμενον ἐπιδείκνυται. Τί οὖν φασιν οὗτοι οἱ τὸ κάλυμμα ἔχοντες ἔτι ἐπικείμενον ἐν ταῖς καρδίαις αὐτῶν, καὶ μηδὲν τῶν ἐγκειμένων συνιέναι βουλόμενοι; Πρὸς ἄγγελον, φησὶ, ταῦτα λέγει ἢ ἀρχάγγελον. Ὢ τῆς μανίας· ὢ τῆς πολλῆς ἀναισχυντίας. Καὶ πῶς ἂν ἔχοι λόγον, ὦ ἄνθρωπε, ἄγγελον κοινωνεῖν γνώμης τῷ Δεσπότῃ, καὶ δημιουργήματα τῷ δημιουργῷ; Ἀγγέλων οὐκ ἔστι τὸ γνώμης κοινωνεῖν, ἀλλὰ παρεστάναι, καὶ τὴν λειτουργίαν ἀναπληροῦν. Καὶ ἵνα μάθῃς, ἄκουε τοῦ μεγαλοφωνοτάτου Ἠσαΐου λέγοντος περὶ τῶν ἀνωτέρω τῶν ἀγγέλων δυνάμεων, ὅτι Εἶδον τὰ Χερουβὶμ ἑστῶτα ἐκ δεξιῶν τοῦ Θεοῦ, καὶ τὰ Σεραφὶμ, καὶ κατεκάλυπτον τὰ πρόσωπα ἑαυτῶν ἐν ταῖς πτέρυξι, καὶ τοὺς πόδας. Διὰ τὸ μὴ φέρειν δηλονότι τὴν ἐκεῖθεν ἐκπηδῶσαν ἀστραπην, ἀλλ' εἱστήκεισαν μετὰ πολλοῦ τοῦ φόβο⟨υ⟩ καὶ τρόμου. Καὶ γὰρ τῶν δημιουργημάτων ἴδιον τὸ παρεστάναι τῷ Δεσπότῃ.
our image, and according to our likeness. For recently, after the creation of heaven and earth, we heard Him saying, Let there be light, and Let there be a firmament in the midst of the water; and again, Let the water be gathered into one gathering, and let the dry land appear, and Let there be luminaries, and Let the waters bring forth creeping things of living souls. Did you see the whole creation wrought by word and command alone in the five days? Observe today how great is the difference of the words. For He no longer says, let man come to be, but what? Let us make man according to our image, and according to our likeness. What is this new thing? What is this strange thing? Who then is this that is being created, that the Creator needed so great counsel and deliberation for his fashioning? Be not astonished, beloved. For man is more precious than all visible living creatures, on whose account all these things also were brought forth: heaven, earth, sea, sun, moon, stars, the creeping things, the cattle, all the irrational living creatures. And on what account, one says, if he happens to be more precious than all these, was he brought forth afterwards? With good reason. For just as when a king is about to march into a city, his bodyguards and all the rest must necessarily go ahead, so that when the palace has been made ready, the king may thus arrive at the palace; in the very same way now also, being about to set him like some king and ruler over all the things upon the earth, He first framed all this adornment, and then brought forth him who was about to preside over it, showing us through the deeds themselves at how great a price this living creature is honoured. Yet let us ask the Jew, and see what he says: to whom was it said, Let us make man according to our image? For the writings are those of Moses, whom they say indeed that they believe, yet do not believe; even as Christ also says, Had you believed Moses, you would have believed Me. Yet the writings are with them, while the meanings are with us. To whom, then, has it been said, Let us make man, and before whom does the Master set this counsel? Not because He stands in need of counsel and deliberation—far be it—but by the figure of the words He wishes to indicate to us the surpassing honour which He displays towards man who is being created. What then do these men say who still have the veil lying upon their hearts, and wish to understand nothing of the things contained therein? To an angel, one says, or an archangel He speaks these things. O the madness! O the great shamelessness! And how could it hold reason, O man, that an angel should share counsel with the Master, and created works with the Creator? It belongs not to angels to share counsel, but to stand beside Him and fulfil their ministry. And that you may learn, hear the most loud-voiced Isaiah saying concerning the powers higher than the angels, I saw the Cherubim standing at the right hand of God, and the Seraphim, and they covered their faces with their wings, and their feet. Because, plainly, they could not bear the lightning leaping forth from there, nay, they stood with great fear and trembling. For it is proper to created works to stand beside the Master.
γʹ. Ἀλλ' οὗτοι μηδὲν τῶν ἐγκειμένων συνιέντες, ἁπλῶς τὸ ἐπιὸν φθέγγονται. Διόπερ προσήκει τὴν ἐκείνων ληρ-
3. Yet these men, understanding nothing of the things contained therein, utter at random whatever comes uppermost. Wherefore it is fitting, having thrust aside their non-
Notes, col. 71

On the reading

Printed ἐτεκτηνατο, for ἐτεκτήνατο.

Printed ἀστραπην, for ἀστραπήν.

PG 53:72Read from the page
ωδίαν παρωσαμένους, διδάξαι τῆς Ἐκκλησίας τὰ τέκνα τῶν εἰρημένων τὴν ἀλήθειαν. Τίς οὖν ἐστιν οὗτος, πρὸς ὃν φησι, Ποιήσωμεν ἄνθρωπον; Τίς δὲ ἄλλος, ἀλλ' ἢ ὁ τῆς μεγάλης βουλῆς ἄγγελος, ὁ θαυμαστὸς σύμβουλος, ὁ ἐξουσιαστὴς, ὁ ἄρχων τῆς εἰρήνης, ὁ πατὴρ τοῦ μέλλοντος αἰῶνος, ὁ μονογενὴς τοῦ Θεοῦ Παῖς, ὁ τῷ Πατρὶ ὅμοιος κατὰ τὴν οὐσίαν, δι' οὗ τὰ πάντα παρήχθη; Τούτῳ φησὶ, Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν, καὶ καθ' ὁμοίωσιν. Ἐνταῦθα καὶ τοῖς τὰ Ἀρείου φρονοῦσι καιρίαν δίδωσι τὴν πληγήν. Οὐδὲ γὰρ προστακτικῶς εἶπε, ποίησον, ὡς ὑποδεεστέρῳ, ἢ ὡς ἐλάττονι κατὰ τὴν οὐσίαν, ἀλλὰ μετὰ πολλῆς τῆς ἰσοτιμίας, Ποιήσωμεν· καὶ τὸ ἑξῆς δὲ πολλὴν δείκνυσιν ἡμῖν τῆς οὐσίας τὴν ὁμοιότητα. Ποιήσωμεν γὰρ, φησὶν, ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν, καὶ καθ' ὁμοίωσιν. Ἀλλ' ἐνταῦθα πάλιν ἐπιφύονται ἕτεροι αἱρετικοὶ, λυμαινόμενοι τῆς Ἐκκλησίας τὰ δόγματα, καί φασιν, ἰδοὺ εἶπε, Κατ' εἰκόνα ἡμετέραν, καὶ ἐντεῦθεν βούλονται ἀνθρωπόμορφον λέγειν τὸ θεῖον, ὅπερ ἐσχάτης ἂν εἴη παραπληξίας, τὸν ἀσχημάτιστον, καὶ ἀνείδεον, καὶ ἀναλλοίωτον εἰς μορφὴν ἀνθρωπίνην κατάγειν, καὶ σχήματα καὶ μέλη περιτιθέναι τῷ ἀσωμάτῳ. Τί τῆς μανίας ταύτης ἴσον γένοιτ' ἂν, ὅταν μὴ μόνον κερδαίνειν μὴ βούλωνται ἀπὸ τῆς τῶν θεοπνεύστων Γραφῶν διδασκαλίας, ἀλλὰ καὶ μέγιστα ἐντεῦθεν βλάπτωνται; Τοιοῦτον γὰρ οἱ νοσοῦντες, καὶ οἱ τὰς ὄψεις ταύτας τὰς σωματικὰς ἀσθενῶς διακείμενοι. Καθάπερ γὰρ οὗτοι καὶ πρὸς τὸ ἡλιακὸν φῶς ἀπεχθάνονται διὰ τὴν τῆς ὄψεως ἀσθένειαν, καὶ οἱ νοσοῦντες καὶ τὰ ὑγιεινότερα τῶν σιτίων ἀποστρέφονται· οὕτω δὴ καὶ οὗτοι νοσοῦντες τὴν ψυχὴν, καὶ τὸ τῆς διανοίας ὄμμα πεπηρωμένοι, πρὸς τὸ φῶς τῆς ἀληθείας ἐνατενίσαι οὐκ ἰσχύουσι. Διὸ τὰ παρ' ἡμῶν αὐτῶν πληρώσωμεν, καὶ χεῖρα αὐτοῖς ὀρέξωμεν, μετὰ πολλῆς τῆς ἐπιεικείας πρὸς αὐτοὺς διαλεγόμενοι. Καὶ γὰρ ὁ μακάριος Παῦλος οὕτω παρήνεσε λέγων, Ἐν πραότητι παιδεύειν τοὺς ἀντιδιατιθεμένους, μή ποτε δῷ αὐτοῖς ὁ Θεὸς, φησὶ, μετάνοιαν εἰς ἐπίγνωσιν ἀληθείας, καὶ ἀνανήψωσιν ἐκ τῆς τοῦ διαβόλου παγίδος, ἐζωγρημένοι ὑπ' αὐτοῦ εἰς τὸ ἐκείνου θέλημα. Ὁρᾷς πῶς ἐνέφηνε διὰ τῶν ῥημάτων, ὅτι καθάπερ ὑπὸ μέθης τινός εἰσι κατακεχωσμένοι; Τὸ γὰρ εἰπεῖν, Ἀνανήψωσιν, ἔδειξε κάτω που βεβαπτισμένους αὐτούς. Καὶ πάλιν, Ἐζωγρημένοι, φησὶν, ὑπὸ τοῦ διαβόλου, μονονουχὶ λέγων, καθάπερ ἐν δικτύοις εἰσὶν ἀπειλημμένοι. Καὶ δεῖ πολλῆς ἡμῖν τῆς ἐπιεικείας, καὶ τῆς μακροθυμίας, ὥστε δυνηθῆναι αὐτοὺς ἐξαρπάσαι, καὶ ἐξαγαγεῖν ἐκ τῶν παγίδων τοῦ διαβόλου. Εἴπωμεν τοίνυν πρὸς αὐτοὺς, ἀνανήψατε μικρὸν, διαβλέψατε πρὸς τὸ φῶς τῆς δικαιοσύνης, ἐννοήσατε τῶν ῥημάτων τὴν ἀκρίβειαν. Οὐδὲ γὰρ εἰπὼν, Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν, καὶ καθ' ὁμοίωσιν, μέχρι τούτου ἔστη, ἀλλὰ διὰ τῆς ἐπαγωγῆς δῆλον ἡμῖν ἐποίησε, κατὰ ποῖον λογισμὸν τὸ ὄνομα τῆς εἰκόνος ἔλαβε. Τί γάρ φησι; Καὶ ἀρχέτωσαν τῶν ἰχθύων τῆς θαλάσσης, καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ, καὶ πάντων τῶν ἑρπετῶν τῶν ἑρπόντων ἐπὶ τῆς γῆς. Κατὰ τὴν τῆς ἀρχῆς οὖν Εἰκόνα φησὶν, οὐ καθ' ἕτερόν τι· καὶ γὰρ πάντων τῶν ἐπὶ τῆς γῆς ἄρχοντα τὸν ἄνθρωπον ἐδημιούργησεν ὁ Θεὸς, καὶ οὐδὲν τῶν ἐπὶ τῆς γῆς ἐστι τούτου μεῖζον, ἀλλὰ πάντα ὑπὸ τὴν ἐξουσίαν τὴν τούτου τυγχάνει.
sense, to teach the children of the Church the truth of the things spoken. Who then is this, to whom He says, Let us make man? Who else than the Angel of great counsel, the Wondrous Counsellor, the Mighty Potentate, the Prince of peace, the Father of the age to come, the only-begotten Son of God, like unto the Father according to essence, through Whom all things were brought forth? To Him He says, Let us make man according to our image, and according to our likeness. Here He deals a mortal blow also to those who hold the doctrines of Arius. For He did not say by way of command, make, as to an inferior, or as to one lesser according to essence, but with great equality of honour, Let us make; and what follows also shows us great likeness of essence. For let us make, He says, man according to our image, and according to our likeness. Yet here again other heretics spring up upon us, injuring the doctrines of the Church, and say: behold, He said, According to our image, and from this they wish to call the Divine human in form, which would be of utter derangement: to bring down Him Who is without figure, and without form, and unchangeable, to human form, and to invest the bodiless One with figures and limbs. What could be equal to this madness, when not only do they not wish to gain from the teaching of the God-inspired Scriptures, but are even injured in the greatest degree from it? For such is the case with the sick, and those weakly disposed in this bodily sight. For just as these are vexed even at the light of the sun on account of the weakness of their sight, and the sick turn away even from the more wholesome foods; in the very same way these men also, being sick in soul and maimed in the eye of their mind, have not strength to gaze intently at the light of truth. Wherefore let us fulfil our own part, and stretch out a hand to them, conversing with them with great gentleness. For the blessed Paul also exhorted thus, saying, In meekness instructing those who oppose themselves, if peradventure God may give them, he says, repentance unto the full knowledge of truth, and they may recover soberness out of the snare of the devil, having been taken captive by him unto his will. Do you see how he made plain through the words that they are whelmed down as though by some drunkenness? For by saying, That they may recover soberness, he showed them sunk down somewhere below. And again, Having been taken captive, he says, by the devil, all but saying that they are caught fast as though in nets. And we have need of great gentleness and long-suffering, so as to be able to snatch them away and lead them out of the snares of the devil. Let us say to them, therefore: recover soberness a little, look clearly towards the light of righteousness, consider the exactness of the words. For neither, having said, Let us make man according to our image, and according to our likeness, did He halt at this point, but through what He added He made manifest to us according to what reasoning He took the name of the image. For what does He say? And let them rule over the fishes of the sea, and the winged creatures of heaven, and all the creeping things that creep upon the earth. According to the Image of dominion, therefore, He speaks, not according to anything else; for God created man ruler of all the things upon the earth, and nothing of the things upon the earth is greater than he, nay, all things happen to be under his authority.
δʹ. Εἰ δὲ ἔτι καὶ μετὰ τὴν τοσαύτην τῶν εἰρημένων ἀκρίβειαν φιλονεικοῦντες λέγοιεν, κατὰ τὴν τῆς μορφῆς εἰ-
4. And if even after so great exactness of the things spoken they should still contentiously say that it was spoken according to the image of form,
PG 53:73Read from the page
κόνα εἰρῆσθαι, ἐροῦμεν πρὸς αὐτούς· οὐκοῦν οὐ μένον ὁ ἄνθρωπος, ἀλλὰ καὶ ἡ γυνὴ δηλονότι· τὴν αὐτὴν γὰρ μορφὴν ἑκάτεροι ἔχουσιν. Ἀλλ' οὐκ ἂν ἔχοι τοῦτο λόγον. Ἄκουε γὰρ τοῦ Παύλου λέγοντος· Ἀνὴρ μὲν γὰρ οὐκ ὀφείλει κατακαλύπτεσθαι τὴν κεφαλὴν, εἰκὼν καὶ δόξα Θεοῦ ὑπάρχων· ἡ δὲ γυνὴ δόξα ἀνδρός ἐστιν. Ὁ μὲν γὰρ ἄρχει, ἡ δὲ ὑποτέτακται, καθὼς καὶ ὁ Θεὸς ἐξ ἀρχῆς πρὸς αὐτήν φησι, Πρὸς τὸν ἄνδρα σου ἡ ἀποστροφή σου, καὶ αὐτός σου κυριεύσει. Ἐπειδὴ γὰρ κατὰ τὸν τῆς ἀρχῆς λόγον τὸ τῆς εἰκόνος παρείληφε, καὶ οὐ κατὰ τὴν μορφὴν, ὁ δὲ ἄνθρωπος ἄρχει πάντων, ἡ δὲ γυνὴ ὑποτέτακται, διὰ τοῦτό φησι περὶ τοῦ ἀνδρὸς ὁ Παῦλος, ὅτι εἰκὼν καὶ δόξα Θεοῦ ὑπάρχει, ἡ δὲ γυνὴ δόξα ἀνδρός ἐστιν. Εἰ δὲ περὶ μορφῆς ἔλεγεν, οὐκ ἂν διεῖλεν· ὁ γὰρ αὐτὸς τύπος καὶ ἀνδρὸς καὶ γυναικός. Εἶδες τῆς ἀληθείας τὴν περιουσίαν, πῶς οὐδεμίαν καταλιμπάνει ἀπολογίας πρόφασιν τοῖς ἀναισχυντεῖν βουλομένοις; Ἀλλ' ὅμως καὶ τούτων οὕτως ἐχόντων μὴ παυσώμεθα πολλῇ τῇ μακροθυμίᾳ πρὸς αὐτοὺς κεχρημένοι, Μή ποτε δῷ αὐτοῖς ὁ Θεὸς μετάνοιαν εἰς ἐπίγνωσιν ἀληθείας. Μὴ τοίνυν ναρκήσωμεν πολλὴν τὴν ἐπιείκειαν ἐπιδεικνύμενοι, εἴπως δυνηθείημεν αὐτοὺς ἐξαρπάσαι τῆς τοῦ διαβόλου ἀπάτης· καὶ, εἰ δοκεῖ, πάλιν ἐπιστήσωμεν αὐτοῖς τὸν μακάριον Παῦλον οὕτω λέγοντα πρὸς τοὺς τὰς Ἀθήνας οἰκοῦντας· Οὐκ ὀφείλομεν νομίζειν χρυσῷ, ἢ ἀργύρῳ, ἢ λίθῳ, ἢ χαράγματι τέχνης ἢ ἐνθυμήσεως ἀνθρώπου τὸ Θεῖον εἶναι ὅμοιον. Εἶδες τὸν σοφὸν διδάσκαλον, μεθ' ὅσης ἀκριβείας πᾶσαν αὐτῶν ἐξέκοψε τὴν ἀπάτην; Οὐ μόνον γὰρ τύπου σωματικοῦ ἔφησεν ἀπηλλάχθαι τὸ Θεῖον, ἀλλὰ μηδὲ ἐνθύμησιν ἀνθρώπου δυνατὴν εἶναι ἀναπλάσαι τι τοιοῦτον. Ταῦτα πρὸς αὐτοὺς συνεχῶς διαλεγόμενοι, μὴ παύσησθε τὰ παρ' ἑαυτῶν εἰσφέροντες, ἂν ἄρα ἐνδῶσιν, ἂν ἄρα βουληθῶσι διαβλέψαι πρὸς τὴν ἀλήθειαν. Καὶ ἐκείνοις μὲν μετὰ πολλῆς ἐπιεικείας καὶ τῆς ἀσφαλείας διαλεγόμενοι μὴ παύσησθε, αὐτοὶ δὲ, παρακαλῶ, μετὰ ἀκριβείας τὰ δόγματα τῆς Ἐκκλησίας κατέχετε, μὴ συγχέοντες τῶν εἰρημένων τὴν ἀκολουθίαν, ἀλλὰ πρὸς μὲν Ἰουδαίους καταλλήλως διαλεγόμενοι, καὶ δεικνύντες, ὅτι οὐ πρός τινα τῶν λειτουργικῶν δυνάμεων ταῦτα τὰ εἰρημένα, ἀλλὰ πρὸς αὐτὸν τὸν μονογενῆ τοῦ Θεοῦ Υἱόν· πρὸς δὲ τοὺς τὰ Ἀρείου φρονοῦντας πάλιν ἐντεῦθεν τὴν ὁμοτιμίαν τοῦ Υἱοῦ πρὸς τὸν Πατέρα ἀποδεικνύντες· καὶ πρὸς τοὺς ἀνθρωπόμορφον τὸ Θεῖον εἶναι φανταζομένους τὰ παρὰ τοῦ μακαρίου Παύλου εἰρημένα εἰς μέσον παραγαγόντες, ἀνατρέπετε μὲν τὰ ζιζανίων δίκην ἐπιφυόμενα ὀλέθρια νοσήματα τοῖς τῆς Ἐκκλησίας δόγμασι· σπουδάζετε δὲ κρατύνειν ἐν ἑαυτοῖς τὰ εὐσεβῆ διδάγματα. Βούλομαι γὰρ καὶ εὔχομαι πάντας ὑμᾶς διδασκάλων τάξιν ἐπέχειν, καὶ μὴ μόνον ἀκροατὰς εἶναι τῶν παρ' ἡμῶν λεγομένων, ἀλλὰ καὶ ἑτέροις διαπορθμεύειν, καὶ σαγηνεύειν τοὺς ἔτι πλανωμένους πρὸς τὴν τῆς ἀληθείας ὁδόν· καθάπερ καὶ Παῦλός φησιν, Εἷς τὸν ἕνα οἰκοδομεῖτε, καὶ, Μετὰ φόβου καὶ τρόμου τὴν ἑαυτῶν σωτηρίαν κατεργάζεσθε. Οὕτως ἡμῖν καὶ ἡ Ἐκκλησία εἰς πλῆθος ἐπιδώσει, καὶ ὑμεῖς πλείονος ἀπολαύσεσθε τῆς ἄνωθεν ῥοπῆς, πολλὴν τῶν ὑμετέρων μελῶν τὴν πρόνοιαν ποιούμενοι.
was spoken, we shall say to them: then plainly not man alone, but woman also; for both have the same form. Yet this would not hold reason. For hear Paul saying: For a man indeed ought not to cover his head, being the image and glory of God; while the woman is the glory of man. For the one rules, while the other has been subjected, even as God also from the beginning says to her, Towards your husband shall be your turning, and he shall lord it over you. For since man has received the title of the image according to the principle of dominion, and not according to form, and man rules over all things, while the woman has been subjected, on this account Paul says concerning the man that he is the image and glory of God, while the woman is the glory of man. Had he been speaking concerning form, he would not have made a distinction; for the same shape belongs both to man and to woman. Did you see the abundance of truth, how it leaves not a single pretext of defence to those who wish to act shamelessly? Yet nevertheless, even though these things stand thus, let us not cease using great long-suffering towards them, If peradventure God may give them repentance unto the full knowledge of truth. Let us not, therefore, grow torpid in displaying great gentleness, if by any means we might be able to snatch them from the deceit of the devil; and, if it seems good, let us again set before them the blessed Paul speaking thus to those who dwell in Athens: We ought not to suppose that the Divine is like unto gold, or silver, or stone, graven by the craft or thought of man. Did you see the wise teacher, with how great exactness he cut off all their deceit? For not only did he declare the Divine to be free from bodily shape, but that not even a man's thought is able to fashion anything of the sort. Conversing continually of these things with them, do not cease contributing your own part, if perchance they yield, if perchance they will to look clearly towards the truth. And with them, indeed, do not cease conversing with great gentleness and safety, while you yourselves, I beseech you, hold fast with exactness the doctrines of the Church, not confounding the sequence of the things spoken, but conversing fittingly with Jews on the one hand, and showing that these things spoken were addressed not to some one of the ministering powers, but to the very only-begotten Son of God; and on the other hand, to those who hold the doctrines of Arius, demonstrating again from here the equality in honour of the Son towards the Father; and to those who imagine the Divine to be human in form, bringing forward into the midst the things spoken by the blessed Paul, overthrow the pernicious diseases springing up like tares upon the doctrines of the Church, and be zealous to strengthen the pious teachings within yourselves. For I wish and pray that you all hold the rank of teachers, and not only be hearers of the things spoken by us, but also ferry them across to others, and draw into the net those who still go astray, towards the way of truth; even as Paul also says, Build up one another, and, With fear and trembling work out your own salvation. Thus both the Church will increase in multitude for us, and you will enjoy greater favour from above, taking great forethought for your members.
εʹ. Οὐδὲ γὰρ ἑαυτῷ μόνον ἀρκεῖν ὁ Θεὸς βούλεται τὸν Χριστιανὸν, ἀλλὰ καὶ ἑτέρους οἰκοδομεῖν οὐ διὰ τῆς διδασκαλίας μόνον, ἀλλὰ καὶ διὰ τοῦ βίου, καὶ τῆς ἀναστροφῆς· οὐδὲν γὰρ οὕτως ἐνάγει πρὸς τὴν τῆς ἀληθείας ὁδὸν, ὡς πολιτείας ἀκρίβεια· οὐδὲ γὰρ τοῖς παρ' ἡμῶν
5. For God wills that the Christian not suffice for himself alone, but also build up others not through teaching alone, but also through life and conduct; for nothing so leads people towards the way of truth as exactness of conduct; for neither to the things by us
Notes, col. 73

On the reading

Printed μένον, for μόνον.

PG 53:74Read from the page
λεγομένοις οὕτω προσέχουσιν, ὡς τοῖς ὑφ' ἡμῶν πραττομένοις. Καὶ ἵνα μάθῃς, ὅτι τοῦτο οὕτως ἔχει (κἂν γὰρ μυριάκις φιλοσοφῶμεν τοῖς λόγοις, καὶ περὶ ἀνεξικακίας διαλεγώμεθα, καιροῦ δὲ παραπεσόντος μὴ διὰ τῶν ἔργων ταύτην ἐπιδειξώμεθα, οὐ τοσοῦτον ὁ λόγος ὠφέλησεν, ὅσον ἡ πρᾶξις ἔβλαψεν· ἂν δὲ καὶ πρὸ τῶν λόγων καὶ μετὰ τοὺς λόγους τὴν διὰ τῶν ἔργων ἐπίδειξιν ποιώμεθα, ἀξιόπιστοι ἐσόμεθα ἐκεῖνα παραινοῦντες, ἃ καὶ διὰ τῶν ἔργων πληροῦμεν, ἐπεὶ καὶ ὁ Χριστὸς τούτους ἐμακάρισε λέγων, Μακάριος ὁ ποιήσας, καὶ διδάξας)· σκόπει πῶς πρότερον τὴν ποίησιν ἔθηκεν, καὶ τότε τὴν διδασκαλίαν. Τῆς πράξεως γὰρ προηγουμένης, κἂν μὴ ἕπηται ἡ διδασκαλία, ἀρκεῖ τὰ ἔργα φωνῆς λαμπρότερον διδάξαι τοὺς εἰς ἡμᾶς ὁρῶντας. Τοῦτο οὖν πανταχοῦ σκοπῶμεν πρότερον τοῖς ἔργοις διδάσκειν, καὶ τότε τοῖς λόγοις, ἵνα μὴ καὶ ἡμεῖς ἀκούσωμεν παρὰ τοῦ Παύλου, Ὁ διδάσκων ἕτερον, σεαυτὸν οὐ διδάσκεις; Καὶ ὅταν βουλώμεθά τινι παραινέσαι, ὥστε κατορθῶσαί τι τῶν ἀναγκαίων, πρότερον αὐτοὶ σπουδάζωμεν τοῦτο κατορθοῦν, ἵνα μετὰ πλείονος τῆς παρρησίας τὴν διδασκαλίαν ποιώμεθα, καὶ πᾶσα ἡμῶν ἡ φροντὶς ἔστω περὶ τῆς κατὰ ψυχὴν σωτηρίας, καὶ ὅπως δυνηθείημεν τὰ σκιρτήματα τῆς σαρκὸς χαλινώσαντες τὴν ἀληθινὴν νηστείαν ἐπιδείξασθαι, λέγω δὴ τὴν τῶν κακῶν ἀποχήν· τοῦτο γὰρ νηστεία. Καὶ γὰρ ἡ τῶν βρωμάτων ἀποχὴ διὰ τοῦτο παρείληπται, ἵνα τὸν τόνον τῆς σαρκὸς χαλινώσῃ, καὶ εὐήνιον ἡμῖν τὸν ἵππον ἐργάσηται. Τὸν νηστεύοντα μάλιστα πάντων προσήκει τὸν θυμὸν χαλινοῦν, πραότητα πεπαιδεῦσθαι καὶ ἐπιείκειαν, συντετριμμένην ἔχειν τὴν καρδίαν, τῶν ἐπιθυμιῶν τῶν ἀτόπων ἐξορίζειν τὰς ἐνθυμήσεις, πρὸ ὀφθαλμῶν λαμβάνοντα τὸν ἀκοίμητον ἐκεῖνον ὀφθαλμὸν, καὶ τὸ κριτήριον τὸ ἀδέκαστον· χρημάτων κρείττονα γίνεσθαι, περὶ τὴν ἐλεημοσύνην πολλὴν τὴν δαψίλειαν ἐπιδείκνυσθαι, πᾶσαν κακίαν τὴν περὶ τῶν πλησίον ἐκ τῆς ψυχῆς ἀπελαύνειν. Αὕτη ἀληθὴς ἡ νηστεία, καθάπερ καὶ Ἠσαΐας φησὶν ἐκ προσώπου τοῦ Θεοῦ φθεγγόμενος· Οὐ ταύτην τὴν νηστείαν ἐξελεξάμην, λέγει Κύριος, οὐδ' ἂν κάμψῃς ὡς κλοιὸν τὸν τράχηλόν σου, καὶ σάκκον καὶ σποδὸν ὑποστρώσῃ, οὐδ' οὕτω καλέσετε νηστείαν δεκτὴν, λέγει Κύριος. Ἀλλὰ ποίαν, εἰπέ; Λύε, φησὶ, στραγγαλιὰς βιαίων συναλλαγμάτων, διάθρυπτε πεινῶντι τὸν ἄρτον σου, πτωχὸν ἄστεγον εἰσάγαγε εἰς τὸν οἶκόν σου. Καὶ ἐὰν ταῦτα πράξῃς, φησὶ, τότε ῥαγήσεται πρώϊμον τὸ φῶς σου, καὶ τὰ ἰάματά σου ταχὺ ἀνατελεῖ.
spoken do they give such heed as to the things done by us. And that you may learn that this is so (for even if ten thousand times we philosophize in words, and converse concerning forbearance, yet when an occasion falls in our way we do not display this through works, the discourse has not benefited so much as the action has harmed; whereas if both before words and after words we make our display through works, we shall be held worthy of credit in exhorting those things which we also fulfil through works, since Christ too pronounced such men blessed, saying, Blessed is he who has done and taught): observe how He set doing first, and then teaching. For when action leads the way, even if teaching does not follow, works suffice to teach more clearly than a voice those who look to us. Let us therefore aim everywhere at this: to teach first by works, and then by words, lest we also hear from Paul, You who teach another, do you not teach yourself? And when we wish to exhort anyone so as to accomplish rightly some one of the things that are necessary, let us ourselves first be zealous to accomplish this rightly, so that we may make our teaching with greater boldness of speech, and let all our care be concerning the salvation of the soul, and how, having bridled the gambollings of the flesh, we might be able to display the true fast—I mean abstinence from evils; for this is a fast. For abstinence from foods also has been adopted on this account: that it may bridle the vigour of the flesh, and render the horse obedient to the rein for us. Above all things it is fitting for him who fasts to bridle wrath, to have been trained in meekness and gentleness, to have a contrite heart, to banish the thoughts of unseemly desires, taking before his eyes that unslumbering eye and the unbribable tribunal; to become superior to money, to display great liberality concerning almsgiving, to drive out of his soul every malice concerning his neighbours. This is the true fast, even as Isaiah also says, uttering words in the person of God: Not this fast have I chosen, says the Lord; nor if you bend your neck like a collar, and spread sackcloth and ashes underneath, not even thus shall you call a fast acceptable, says the Lord. Nay, what sort, tell me? Loose, He says, the knots of violent contracts, break your bread to the hungry, bring the homeless poor into your house. And if you do these things, He says, then shall your light break forth as the morning, and your healings shall spring forth speedily.
ϛʹ. Εἶδες, ἀγαπητὲ, ποία ἐστὶν ἀληθὴς νηστεία; Ταύτην ἀσκήσωμεν, καὶ μὴ ἁπλῶς κατὰ τοὺς πολλοὺς νομίζωμεν ἐν τούτῳ τὰ τῆς νηστείας ἡμῖν περιορίζεσθαι, ἐὰν μέχρι τῆς ἑσπέρας ἄσιτοι διαμείνωμεν. Οὐ τοῦτό ἐστι τὸ ζητούμενον, ἀλλ' ἵνα μετὰ τῆς τῶν βρωμάτων ἀποχῆς καὶ τὴν ἀποχὴν τῶν βλαττόντων ἐπιδειξώμεθα, καὶ περὶ τὴν τῶν πνευματικῶν ἐργασίαν πολλὴν σπουδὴν ποιησώμεθα. Τὸν νηστεύοντα κατεσταλμένον εἶναι χρὴ, ἡσύχιον, ἥμερον, ταπεινὸν, ὑπερορῶντα τῆς δόξης τοῦ παρόντος βίου. Ὥσπερ γὰρ τῆς ψυχῆς ὑπερεῖδεν, οὕτω προσήκει καὶ τῆς κενῆς δόξης ὑπεριδεῖν, καὶ πρὸς ἐκεῖνον μόνον ὁρᾷν τὸν ἐτάζοντα καρδίας καὶ νεφροὺς, καὶ μετὰ πολλῆς τῆς ἀκριβείας τὰς εὐχὰς καὶ τὰς ἐξημολο-
6. Did you see, beloved, what sort of thing true fasting is? Let us practise this, and not merely suppose, like the many, that the matters of the fast are bounded for us in this, if we remain without food until evening. Not this is the thing sought, but that along with abstinence from foods we may also display abstinence from things that harm, and make great earnestness concerning the working of spiritual things. He who fasts must be composed, quiet, gentle, humble, despising the glory of the present life. For just as he disregarded his soul, so it is fitting also to disregard vainglory, and to look to Him alone Who searches hearts and reins, and with great exactness to make prayers and con-
Notes, col. 74

On the reading

Printed βλαττόντων, for βλαπτόντων.

Printed ἐξημολο-, for ἐξομολο-.