Migne Reading Room

PG 53 · cols. 63–68 · Read from the page

In Genesin Homilia VII (ΟΜΙΛΙΑ Ζʹ; Gen. 1:20–26)

In Genesin Homilia VII (ΟΜΙΛΙΑ Ζʹ; Gen. 1:20–26)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 53:63Read from the page
καὶ τὸν κοινὸν Δεσπότην βλασφημεῖν τολμῶσι, καὶ νομίζουσι τῆς οἰκείας πλάνης παραπέτασμα αὐτοῖς γίνεσθαι τὴν ἑτέρων ῥᾳθυμίαν.
and dare to blaspheme the common Master, and suppose the sluggishness of others to become for them a veil for their own error.
βʹ. Ὅτι δὲ μέγιστον φέρει τοῦτο κίνδυνον τοῖς ἀφορμὴν αὐτοῖς τῆς βλασφημίας παρέχουσιν, ἀκούσωμεν τοῦ προφήτου βοῶντος, καὶ λέγοντος ἐκ προσώπου τοῦ Θεοῦ, Οὐαὶ ὑμῖν, ὅτι δι' ὑμᾶς τὸ ὄνομά μου βλασφημεῖται ἐν τοῖς ἔθνεσι. Φοβερὸν τὸ ῥῆμα καὶ φρίκης γέμον. Τὸ γὰρ Οὐαὶ τοῦτο ὡσανεὶ θρηνοῦντός ἐστι τοὺς μέλλοντας ὑπὸ τὴν ἀπαραίτητον ἐκείνην κόλασιν γίνεσθαι. Ὥσπερ οὖν τοῖς διὰ τῆς οἰκείας ἀμελείας αἰτίαν ἐκείνοις παρέχουσι τῆς βλασφημίας τοσαύτη κεῖται τιμωρία, οὕτω πάλιν τοῖς τῆς ἀρετῆς ἐπιμελουμένοις μυρίων στεφάνων ὑπόθεσις γίνεται. Τὸ αὐτὸ τοῦτο διδάσκων ὁ Χριστὸς ἔλεγε· Λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσι τὰ καλὰ ἔργα ὑμῶν, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς. Ὃν γὰρ τρόπον ἐκεῖνοι διὰ τήν τινων ῥᾳθυμίαν σκανδαλιζόμενοι τὴν γλῶτταν ἀκονοῦσι κατὰ τοῦ Δεσπότου τοῦ ἡμετέρου· οὕτω, φησὶν, ἐπειδὰν τὴν ἀρετὴν μετίητε, ὁρῶντες ὑμᾶς οἱ ἄνθρωποι, οὐ μέχρι τῆς ὑμετέρας εὐφημίας ἵστανται, ἀλλ' ὅταν ἴδωσιν ὑμῶν τὰ ἔργα λάμποντα καὶ καταυγάζοντα ὑμῶν τὰς ὄψεις, εἰς δοξολογίαν κινοῦνται τοῦ Πατρὸς ὑμῶν τοῦ ἐν οὐρανοῖς· τούτου δὲ ὑπ' ἐκείνων γινομένου, πάλιν ἡμῖν τὰ τῆς ἀμοιβῆς πολυπλασιάζεται, καὶ ὑπὲρ τῆς ἐκείνων εὐφημίας τὰ μυρία ἡμῖν ἀγαθὰ χαρίζεται ὁ Δεσπότης· Τοὺς δοξάζοντάς με γὰρ, φησὶ, δοξάσω. Πάντα τοίνυν ποιῶμεν, ἀγαπητοὶ, ὥστε δοξάζεσθαι τὸν ἡμέτερον Δεσπότην, καὶ μηδενὶ σκανδάλου αἰτίαν παρέχωμεν. Τοῦτο γὰρ διηνεκῶς ἡμᾶς διδάσκει ὁ τῆς οἰκουμένης διδάσκαλος ὁ μακάριος Παῦλος, ποτὲ μὲν λέγων· Εἰ βρῶμα σκανδαλίζει τὸν ἀδελφόν μου, οὐ μὴ φάγω κρέα εἰς τὸν αἰῶνα· καὶ πάλιν ἐν ἑτέρῳ φησίν· Οὕτω δὲ ἁμαρτάνοντες εἰς τοὺς ἀδελφοὺς, καὶ τύπτοντες αὐτῶν τὴν συνείδησιν ἀσθενοῦσαν, εἰς Χριστὸν ἁμαρτάνετε. Σφοδρὰ ἡ ἀπειλὴ καὶ μεγάλην ἔχουσα τὴν κατάκρισιν. Μὴ γὰρ νομίσῃς, φησὶν, εἰς ἐκεῖνον μόνον περιστήσεσθαι τὴν βλάβην· εἰς αὐτὸν διαβαίνει τὸν Χριστὸν τὸν δι' ἐκεῖνον σταυρωθέντα. Εἰ τοίνυν ὁ Δεσπότης σου σταυρωθῆναι δι' αὐτὸν οὐ παρῃτήσατο, σὺ οὐκ ἀνέχῃ πάντα ποιῆσαι, ὥστε μηδεμίαν αὐτῷ σκανδάλου ἀφορμὴν παρέχειν; Καὶ πανταχοῦ εὑρήσεις αὐτὸν ταῦτα συμβουλεύοντα τοῖς μαθητευομένοις· τοῦτο γάρ ἐστιν, ὃ συνέχει τὴν ζωὴν τὴν ἡμετέραν. Διὰ τοῦτο καὶ ἀλλαχοῦ γράφων ἔλεγε· Μὴ τὰ ἑαυτῶν ἕκαστος σκοπεῖτε, ἀλλὰ καὶ τὰ ἑτέρων ἕκαστος· καὶ πάλιν ἑτέρωθι· Πάντα μοι ἔξεστιν, ἀλλ' οὐ πάντα οἰκοδομεῖ. Εἶδες σύνεσιν ἀποστολικήν; Εἰ καὶ ἔξεστί μοι, φησὶ, τι διαπράξασθαι, καὶ μηδέν μοι τοῦτο λυμαίνεται, ἀλλὰ διὰ τὸ μὴ ἕπεσθαι τὴν τοῦ πλησίον οἰκοδομὴν, οὐκ ἂν ἀνασχοίμην αὐτὸ πρᾶξαι. Εἶδες ψυχὴν φιλόστοργον, καὶ πῶς οὐδαμοῦ τὸ ἑαυτοῦ σκοπεῖ, ἀλλὰ διὰ πάντων δείκνυσι μεγίστην ἀρετὴν ταύτην οὖσαν, τὸ τῆς τῶν πλησίον οἰκοδομῆς πολλὴν ποιεῖσθαι τὴν πρόνοιαν; Ταῦτα δὴ πάντα γινώσκοντες φυλαττώμεθα, παρακαλῶ, καὶ ἀπεχώμεθα τῶν λυμαίνεσθαι τὸν πλοῦτον τῆς ἡμετέρας ἀρετῆς δυναμένων, καὶ μηδέποτέ τι πράττωμεν, ὃ τῷ πλησίον παρέχει τινὰ βλάβην. Τοῦτο γὰρ καὶ τὸ ἁμάρτημα ἐπιτείνει, καὶ τὴν κόλασιν ἡμῖν σφοδροτέραν προξενεῖ. Καὶ μηδὲ τοῦ τυχόντος καταφρονῶμεν, μηδὲ λέγωμεν τὰ ψυχρὰ ἐκεῖνα ῥήματα, τί δέ μοι μέλει, ἐὰν ὁ δεῖνα σκανδαλίζηται; Τί λέγεις, εἰπέ
2. And that this brings the greatest danger to those who furnish them an occasion for blasphemy, let us hear the prophet crying out, and saying in the person of God, Woe to you, because through you My name is blasphemed among the nations. Fearful is the saying and fraught with shuddering. For this Woe is as it were that of one mourning over those who are about to fall under that inexorable punishment. Just as, then, so great a retribution is laid up for those who through their own negligence afford them a cause of blasphemy, so again for those who take care for virtue there arises the ground for myriad crowns. Teaching this very thing, Christ said: Let your light shine before men, so that they may see your good works, and glorify your Father Who is in the heavens. For in the manner in which those men, stumbled through the sluggishness of certain persons, whet their tongue against our Master; so, He says, whenever you pursue virtue, men, seeing you, do not stop short at your praise, but when they behold your works shining and illuminating your countenances, they are moved to the glorification of your Father Who is in the heavens; and when this takes place on their part, our recompense is again multiplied for us, and on account of their acclaim the Master bestows myriad good things upon us: For those who glorify Me, He says, I shall glorify. Let us therefore do all things, beloved, so that our Master may be glorified, and let us furnish a cause of stumbling to no one. For this the teacher of the inhabited world, the blessed Paul, continually teaches us, at one time saying: If food causes my brother to stumble, I shall never eat flesh forever; and again in another place he says: And thus sinning against the brethren, and striking their weak conscience, you sin against Christ. Vehement is the threat and carrying great condemnation. For do not suppose, he says, that the harm will come round upon that man alone; it passes over unto Christ Himself Who was crucified for his sake. If therefore your Master did not decline to be crucified for his sake, do you not endure to do all things, so as to afford him no occasion at all for stumbling? And everywhere you will find him counselling these things to his disciples; for this is what holds our life together. On this account writing elsewhere also he said: Look each of you not to your own things, but each of you also to the things of others; and again elsewhere: All things are lawful for me, but not all things edify. Did you see apostolic understanding? Even if it is lawful for me, he says, to accomplish something, and this harms me in nothing, yet because the edification of my neighbour does not follow, I would never endure to do it. Did you see an affectionate soul, and how nowhere does he look to his own advantage, but throughout all things shows that this is the greatest virtue, to take great forethought for the edification of one's neighbours? Knowing all these things, then, let us guard ourselves, I exhort you, and abstain from the things able to mar the wealth of our virtue, and let us never do anything that affords any harm to our neighbour. For this both intensifies the sin, and procures fiercer punishment for us. And let us not despise even the ordinary man, nor speak those frigid words, What does it matter to me, if so-and-so is stumbled? What are you saying, tell
PG 53:64Read from the page
μοι; Τί σοι μέλει; Προσέταξεν ὁ Χριστὸς οὕτω σου λάμπειν τὸν βίον, ὡς μὴ μόνον σε θαυμάζεσθαι ὑπὸ τῶν ὁρώντων, ἀλλὰ καὶ τὸν Δεσπότην τὸν σὸν δοξολογεῖσθαι, καὶ σὺ τὸ ἐναντίον ἐργαζόμενος, καὶ παρασκευάζων ἀντὶ δοξολογίας βλασφημίας εἰς αὐτὸν γίνεσθαι, οὐδένα λόγον ποιῇ; Καὶ ποῦ τοῦτο ψυχῆς εὐλαβοῦς, καὶ τοὺς Θεοῦ νόμους ἀκριβῶς ἐπισταμένης;
me? What does it matter to you? Christ commanded your life so to shine, that not only you should be admired by those who behold you, but that your Master also should be glorified, and do you, working the opposite, and causing blasphemies instead of glorification to arise against Him, make no account of it? And how is this the mark of a devout soul, and one that accurately knows the laws of God?
γʹ. Ἀλλ' εἰ καὶ πρότερον ταῦτά τις ὑπὸ τῆς συνηθείας ἑλκόμενος ἀδιαφόρως ἐφθέγξατο, νῦν, παρακαλῶ, δεξάμενος ἡμῶν τὴν νουθεσίαν, παυέσθω τῶν ἀκαίρων τούτων λόγων, καὶ οὕτως ἅπαντα πράττειν σπουδαζέτω, ὡς μήτε ὑπὸ τοῦ ἀκοιμήτου ἐκείνου ὀφθαλμοῦ κατακρίνεσθαι, μήτε ὑπὸ τοῦ συνειδότος καταγινώσκεσθαι, μήτε ὑπὸ τῶν εἰς αὐτὸν ὁρώντων βλασφημίας κινεῖσθαι κατὰ τοῦ Δεσπότου. Ἐὰν γὰρ μετὰ τοσαύτης φυλακῆς τὰ καθ' ἑαυτοὺς οἰκονομῶμεν, πολλῆς ἀπολαυσόμεθα καὶ τῆς παρὰ τοῦ Δεσπότου φιλανθρωπίας, καὶ διαφευξόμεθα τοῦ διαβόλου τὰς μηχανάς. Ὅταν γὰρ ἴδῃ ἡμᾶς οὕτω νήφοντας καὶ ἐγρηγορότας, ἐννοῶν ὡς ἀνονήτοις ἐπιχειρήσειε, καλυψάμενος ἀποστήσεται. Ἀλλὰ τῶν μὲν προοιμίων ἅλις· φέρε δὴ λοιπὸν τὰ ἀναγνωσθέντα προθέντες ἐπὶ τῆς ὑμετέρας ἀγάπης, τὴν πνευματικὴν ὑμῖν παραθῶμεν ἑστίασιν, καὶ ἴδωμεν μαθόντες τί καὶ σήμερον ὁ μακάριος Μωϋσῆς, μᾶλλον δὲ τὸ Πνεῦμα τὸ ἅγιον διὰ τῆς τούτου γλώττης ἡμᾶς διδάξαι βούλεται. Τί οὖν φησι; Καὶ εἶπεν ὁ Θεός· Ἐξαγαγέτω τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν, καὶ πετεινὰ πετόμενα ἐπὶ τῆς γῆς κατὰ τὸ στερέωμα τοῦ οὐρανοῦ. Καὶ ἐγένετο οὕτως. Ὅρα φιλανθρωπίαν Δεσπότου, πῶς τάξει τινὶ καὶ ἀκολουθίᾳ πᾶσαν τὴν δημιουργίαν ἡμᾶς διδάσκει. Πρότερον ἐδίδαξεν ἡμᾶς πῶς τὴν γῆν εἰς τὴν τῶν καρπῶν γένεσιν τῷ αὐτοῦ ἐπιτάγματι διήγειρεν· εἶτα τὴν δημιουργίαν τῶν δύο φωστήρων διδάξας; προσέθηκεν καὶ τὴν τῶν ἀστέρων ποικιλίαν, δι' ὧν τοῦ οὐρανοῦ φαιδρότερον τὸ κάλλος εἰργάσατο· σήμερον λοιπὸν μεταβαίνει ἐπὶ τὰ ὕδατα, καὶ δείκνυσιν ἡμῖν, τῷ λόγῳ αὐτοῦ καὶ τῷ ἐπιτάγματι ζῶα ἔμψυχα ἐξ αὐτῶν ἀναδιδόμενα. Ἐξαγαγέτω γὰρ, φησὶ, τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν, καὶ πετεινὰ πετόμενα ἐπὶ τῆς γῆς κατὰ τὸ στερέωμα τοῦ οὐρανοῦ. Ποῖος λόγος, εἰπέ μοι, ἐφικέσθαι δυνήσεται τοῦ θαύματος; ποία ἀρκέσει γλῶττα πρὸς εὐφημίαν τοῦ δημιουργοῦ; Εἶπε μόνον, Βλαστησάτω ἡ γῆ, καὶ εὐθέως πρὸς τὰς ὠδῖνας αὐτὴν διήγειρε· νῦν λέγει, Ἐξαγαγέτω τὰ ὕδατα. Ὅρα πῶς κατάλληλα αὐτοῦ τὰ προστάγματα· ἐκεῖ, Βλαστησάτω, ἐνταῦθα, Ἐξαγαγέτω τὰ ὕδατα, φησὶ, ἑρπετὰ ψυχῶν ζωσῶν. Καθάπερ γὰρ ἐπὶ τῆς γῆς εἶπε μόνον, Βλαστησάτω, καὶ διάφορος καὶ ποικίλη τῶν ἀνθῶν ἡ ποικιλία, καὶ τῶν βοτανῶν, καὶ τῶν σπερμάτων ἐδόθη, καὶ ἑνὶ λόγῳ τὰ πάντα παρήχθη· οὕτω καὶ ἐνταῦθα εἶπεν, Ἐξαγαγέτω τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν, καὶ πετεινὰ πετόμενα ἐπὶ τῆς γῆς κατὰ τὸ στερέωμα τοῦ οὐρανοῦ, καὶ ἀθρόον τοσαῦτα γένη ἑρπετῶν, τοσαύτη διαφορὰ πετεινῶν ἐδημιουργεῖτο, ὅσην οὐδὲ τῷ λόγῳ ἀπαριθμήσασθαι δυνατόν. Καὶ τὸ μὲν ῥῆμα βραχὺ, καὶ ῥῆμα ἓν, τὰ δὲ γένη τῶν ζώων διάφορα καὶ ποικίλα. Ἀλλὰ μὴ ξενισθῇς, ἀγαπητέ· ῥῆμα γὰρ ἦν Θεοῦ, καὶ ὁ λόγος αὐτοῦ τὴν σύστασιν τοῖς γινομένοις ἐχαρίσατο. Ὁρᾷς πῶς ἅπαντα ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παράγει; εἶδες διδασκαλίας ἀκρίβειαν; εἶδες συγκατάβασιν Δεσπότου, ὅσην ἐπιδείκνυται περὶ τὸ γένος τὸ ἡμέτερον; Πόθεν γὰρ ταῦτα ἡμεῖς οὕτω μετὰ ἀκριβείας μαθεῖν ἂν ἠδυνήθημεν, εἰ μὴ αὐτὸς διὰ πολλὴν καὶ ἄφατον φιλανθρωπίαν κατηξίωσε διὰ τῆς
3. Yet even if previously someone, drawn along by habit, uttered these things indifferently, now, I exhort you, having received our admonition, let him cease from these unseasonable words, and be zealous so to do all things as neither to be condemned by that unsleeping eye, nor to be convicted by his own conscience, nor for blasphemies to be stirred up against the Master by those who look upon him. For if with such guardedness we order our own affairs, we shall both enjoy abundant loving-kindness from the Master, and escape the devices of the devil. For when he sees us thus sober and watchful, perceiving that he would set his hand to unprofitable efforts, covering his face he will depart. But enough of exordia; come now, for the rest, setting forth the things that were read before your charity, let us lay out for you the spiritual banquet, and let us see by learning what today also the blessed Moses, or rather the Holy Spirit through his tongue, wishes to teach us. What then does he say? And God said: Let the waters bring forth creeping things of living souls, and winged creatures flying above the earth along the firmament of the heaven. And it was so. See the loving-kindness of the Master, how in a certain order and sequence He teaches us the whole creation. Previously He taught us how by His command He roused the earth unto the generation of fruits; next, having taught the creation of the two luminaries, He added also the variety of the stars, through which He rendered more radiant the beauty of the heaven; today, then, He passes over to the waters, and shows us living animate creatures sent up out of them by His word and command. Let the waters bring forth, He says, creeping things of living souls, and winged creatures flying above the earth along the firmament of the heaven. What speech, tell me, will be able to attain to the marvel? What tongue will suffice for the acclaim of the Creator? He spoke only, Let the earth sprout forth, and straightway He roused it to its birth-pangs; now He says, Let the waters bring forth. See how well-suited His injunctions are: there, Let it sprout forth; here, Let the waters bring forth, He says, creeping things of living souls. For just as in the case of the earth He spoke only, Let it sprout forth, and there was given a diverse and manifold variety of flowers, and of herbs, and of seeds, and by a single word all things were brought forth; so here also He spoke, Let the waters bring forth creeping things of living souls, and winged creatures flying above the earth along the firmament of the heaven, and all at once so many kinds of creeping things, so great a diversity of winged creatures was created, as it is not possible even to enumerate in speech. And the saying indeed is brief, and a single saying, whereas the kinds of living creatures are diverse and manifold. Yet do not be surprised, beloved; for it was the saying of God, and His word bestowed constitution upon the things coming into being. Do you see how He brings all things out of non-being into being? Did you see the exactness of the teaching? Did you see the condescension of the Master, how great He displays it towards our race? For whence could we have been able to learn these things thus with exactness, unless He Himself out of great and ineffable loving-kindness had vouchsafed through the
Notes, col. 64

On the reading

Printed διδάξας;, for διδάξας,.

PG 53:65Read from the page
τοῦ προφήτου γλώττης διδάξαι τὴν τῶν ἀνθρώπων φύσιν, ἵνα εἰδέναι ἔχωμεν καὶ τῶν δημιουργηθέντων τὴν τάξιν, καὶ τοῦ δημιουργήσαντος τὴν δύναμιν, καὶ ὅπως ὁ λόγος αὐτοῦ ἔργον ἐγένετο, καὶ τὸ ῥῆμα αὐτοῦ τὴν σύστασιν καὶ τὴν εἰς τὸ εἶναι πάροδον αὐτοῖς ἐχαρίσατο;
tongue of the prophet to teach human nature, so that we might know both the order of the things created, and the power of Him Who created them, and how His word became deed, and His saying bestowed upon them their constitution and their passage into being?
δʹ. Ἀλλ' εἰσί τινες τῶν ἀγνωμόνων, οἳ καὶ μετὰ τοσαύτην διδασκαλίαν ἀπιστεῖν ἐπιχειροῦντες, καὶ μὴ συγχωροῦντες μήτε δημιουργὸν ἔχειν τὰ ὁρώμενα, ἄλλοι μὲν αὐτόματα αὐτὰ φάσκοντες εἶναι, ἕτεροι δὲ ἐξ ὑποκειμένης τινὸς ὕλης γεγενῆσθαι. Σκόπει τοῦ διαβόλου πόση ἡ ἀπάτη, πῶς ἀπεχρήσατο τῇ εὐκολίᾳ τῆς γνώμης τῶν τῇ πλάνῃ δουλευόντων. Διὰ τοῦτο ὁ μακάριος Μωϋσῆς μετὰ τοσαύτης ἡμᾶς ἀκριβείας διδάσκει ὑπὸ τοῦ θείου Πνεύματος ἐνηχούμενος, ἵνα μὴ τὰ αὐτὰ τούτοις πάθωμεν, ἀλλ' εἰδέναι ἔχωμεν σαφῶς, καὶ τὴν ἀκολουθίαν τῶν δημιουργηθέντων, καὶ ὅπως ἕκαστον ἐδημιουργήθη. Εἰ γὰρ μὴ τῆς ἡμετέρας κηδόμενος σωτηρίας ὁ Θεὸς οὕτως ὡδήγησε τοῦ προφήτου τὴν γλῶτταν, ἤρκει εἰπεῖν, ὅτι ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν, καὶ τὴν γῆν, καὶ τὴν θάλασσαν, καὶ τὰ ζῶα, καὶ μήτε τάξιν θεῖναι ἡμερῶν, μήτε τί μὲν πρῶτον, τί δὲ ὕστερον γεγένηται. Ἀλλ' ἵνα μηδεμίαν τοῖς ἀγνωμονεῖν βουλομένοις καταλείπηται ἀπολογία; πρόφασιν, οὕτω διαιρεῖ σαφῶς καὶ τὴν τῶν γινομένων τάξιν, καὶ τῶν ἡμερῶν τὸν ἀριθμὸν, καὶ πάντα μετὰ πολλῆς τῆς συγκαταβάσεως ἡμᾶς διδάσκει, ἵνα μαθόντες τὴν ἀλήθειαν ἅπασαν, μηκέτι τῇ πλάνῃ τῶν ἐξ οἰκείων λογισμῶν ἅπαντα φθεγγομένων προσέχωμεν, ἀλλ' εἰδέναι ἔχωμεν τοῦ δημιουργοῦ τοῦ ἡμετέρου τὴν ἄφατον δύναμιν. Καὶ ἐγένετο, φησὶν, οὕτως. Εἶπεν, Ἐξαγαγέτω τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν, καὶ πετεινὰ πετόμενα ἐπὶ τῆς γῆς κατὰ τὸ στερέωμα τοῦ οὐρανοῦ, καὶ ὑπήκουσε τὸ στοιχεῖον, καὶ ἐπλήρωσε τὸ ἐπιταχθέν. Καὶ ἐγένετο, φησὶν, οὕτως, ὡς ἐκέλευσεν ὁ Δεσπότης· καὶ ἐποίησεν ὁ Θεὸς τὰ κήτη τὰ μεγάλα, καὶ πᾶσαν ψυχὴν ζώων ἑρπετῶν, ἃ ἐξήγαγε τὰ ὕδατα κατὰ γένη αὐτῶν, καὶ πᾶν πετεινὸν πτερωτὸν κατὰ γένος. Καὶ εἶδεν ὁ Θεὸς ὅτι καλὰ, καὶ ηὐλόγησεν αὐτὰ ὁ Θεὸς, λέγων· Αὐξάνεσθε, καὶ πληθύνεσθε, καὶ πληρώσατε τὰ ὕδατα τὰ ἐν ταῖς θαλάσσαις, καὶ τὰ πετεινὰ πληθυνέσθωσαν ἐπὶ τῆς γῆς. Θέα μοι πάλιν ἐνταῦθα, πόση τοῦ Πνεύματος ἡ σοφία. Εἰπὼν γὰρ ὁ μακάριος Μωϋσῆς, ὅτι Ἐγένετο οὕτως, διδάσκει ἡμᾶς κατὰ μέρος ἐπάγων καὶ λέγων, Καὶ ἐποίησεν ὁ Θεὸς τὰ κήτη τὰ μεγάλα, καὶ πᾶσαν ψυχὴν ζώων ἑρπετῶν, ἃ ἐξήγαγε τὰ ὕδατα κατὰ γένη αὐτῶν, καὶ πᾶν πετεινὸν πτερωτὸν κατὰ γένος· Καὶ εἶδεν ὁ Θεὸς ὅτι καλά. Ἐνταῦθα τῶν ἀπερισκέπτως ἅπαντα φθεγγομένων πάλιν ἀναιρεῖ τὴν τόλμαν. Ἵνα γὰρ μή τις ἔχῃ λέγειν, καὶ τίνος ἕνεκα τὰ κήτη γέγονε; ποίαν ἡμῖν χρείαν συντελεῖ; τί τὸ ὄφελος ἐκ τῆς τούτων δημιουργίας; διὰ τοῦτο εἰπὼν, Ἐποίησεν ὁ Θεὸς τὰ κήτη τὰ μεγάλα, καὶ πᾶσαν ψυχὴν ζώων ἑρπετῶν, καὶ τὰ πετεινὰ, εὐθέως ἐπήγαγε, Καὶ εἶδεν ὁ Θεὸς, ὅτι καλά. Μὴ γὰρ ἐπειδὴ σὺ, φησὶ, τὸν λόγον ἀγνοεῖς τῶν γεγενημένων, ἐπισκήπτειν ἐπιχείρει τοῖς δημιουργήμασιν. Ἤκουσας τοῦ Δεσπότου ψηφιζομένου, καὶ λέγοντος, ὅτι καλὰ, καὶ πῶς σὺ μέμηνας τολμῶν λέγειν, διὰ τί γεγένηται; καὶ ὡς περιττὴν αὐτῶν τὴν δημιουργίαν διαβάλλεις; Ἐὰν γὰρ εὐγνώμων ᾖς, δυνήσῃ καὶ ἐκ τῆς τούτων δημιουργίας καὶ τὴν δύναμιν τοῦ σοῦ Δεσπότου, καὶ τὴν ἄφατον φιλανθρωπίαν καταμαθεῖν· τὴν μὲν δύναμιν ὅτι τῷ λόγῳ καὶ ἐπιτάγματι ἐκ τῶν ὑδάτων τοιαῦτα ζῶα παραχθῆναι πεποίηκε· τὴν δὲ φιλανθρωπίαν, ὅτι καὶ παραγαγὼν ἰδίαν τινὰ χώραν αὐτοῖς ἀπένειμε, καὶ τὸ ἄπλετον μέρος τῆς
4. Yet there are certain ungrateful men, who even after so great a teaching attempt to disbelieve, and do not grant that the things seen even have a Creator, some asserting that they exist of themselves, and others that they came into being out of some underlying matter. Consider how great is the deceit of the devil, how he abused the easiness of mind of those enslaved to error. On this account the blessed Moses, inspired by the divine Spirit, teaches us with such exactness, so that we may not suffer the same things as they, but may know clearly both the sequence of the things created, and how each was created. For if God, caring for our salvation, had not thus guided the tongue of the prophet, it would have sufficed to say that God made the heaven, and the earth, and the sea, and the living creatures, and neither to set down an order of days, nor what came into being first and what afterwards. Yet so that no pretext of defence may be left to those who wish to be ungrateful, He thus divides clearly both the order of the things coming into being, and the number of the days, and teaches us all things with great condescension, so that having learned the whole truth, we may no longer give heed to the error of those who utter all things out of their own reasonings, but may know the ineffable power of our Creator. And it was so, he says. He spoke, Let the waters bring forth creeping things of living souls, and winged creatures flying above the earth along the firmament of the heaven, and the element obeyed, and fulfilled what was commanded. And it was so, he says, as the Master ordered; and God made the great sea-monsters, and every soul of creeping living creatures, which the waters brought forth according to their kinds, and every winged bird according to its kind. And God saw that they were good, and God blessed them, saying: Increase, and multiply, and fill the waters that are in the seas, and let the winged creatures be multiplied upon the earth. Behold for me again here how great is the wisdom of the Spirit. For the blessed Moses, having said that It was so, teaches us in detail, bringing in and saying, And God made the great sea-monsters, and every soul of creeping living creatures, which the waters brought forth according to their kinds, and every winged bird according to its kind; And God saw that they were good. Here again he overthrows the audacity of those who utter all things rashly. For so that no one may be able to say, And for the sake of what did the sea-monsters come into being? What use do they fulfil for us? What is the profit from the creation of these things?—on this account, having said, God made the great sea-monsters, and every soul of creeping living creatures, and the winged creatures, he straightway brought in, And God saw that they were good. For do not, he says, because you are ignorant of the reason of the things that have come into being, attempt to find fault with the works of creation. You heard the Master pronouncing judgement, and saying that they are good, and how are you mad, daring to say, Why have they come into being? and slandering their creation as superfluous? For if you are right-minded, you will be able even from the creation of these creatures to perceive both the power of your Master, and His ineffable loving-kindness: His power, in that by His word and command He caused such living creatures to be brought forth out of the waters; and His loving-kindness, in that even upon bringing them forth He assigned to them a certain region of their own, and the boundless expanse of the
Notes, col. 65

On the reading

Printed καταλείπηται, for καταλίπηται.

Printed ἀπολογία;, for ἀπολογίας.

PG 53:66Read from the page
θαλάσσης αὐτοῖς ἀπεκλήρωσεν, ὥστε μηδένα λυμαίνεσθαι, ἀλλ' ἐνδιαιτᾶσθαι μὲν τοῖς ὕδασι, καὶ διὰ τῆς ὄψεως τοῦ δημιουργοῦ διδάσκειν τὴν ὑπερβάλλουσαν δύναμιν, μηδεμίαν δὲ βλάβην παρέχειν τῷ τῶν ἀνθρώπων γένει. Ἢ μικρὸν οἴει τοῦτο μέρος εἶναι φιλανθρωπίας, τὸ διπλῆν ἐξ αὐτῶν σοι γίνεσθαι τὴν ὠφέλειαν; Καὶ γὰρ εἰς θεογνωσίαν ἐνάγει τοὺς εὐγνωμονεῖν βουλομένους, καὶ ἐκπλήττεσθαι παρασκευάζει τῆς φιλανθρωπίας αὐτοῦ τὸ μέγεθος, ὅτι τῆς ἀπ' αὐτῶν βλάβης ἠλευθέρωσε τὴν τῶν ἀνθρώπων φύσιν. Οὐδὲ γὰρ εἰς χρείαν ἡμῖν μόνον ἅπαντα παρ' αὐτοῦ δεδημιούργηται, ἀλλὰ διὰ τὴν πολλὴν αὐτοῦ φιλοτιμίαν, τὰ μὲν εἰς χρείαν, τὰ δὲ καὶ διὰ τοῦτο παρήχθη, ἵνα κηρύττηται τοῦ ποιήσαντος αὐτὰ ἡ δύναμις. Ἀκούων τοίνυν, ὅτι Εἶδεν ὁ Θεὸς ὅτι καλὰ, μηκέτι τόλμα ἀντιφθέγγεσθαι τῇ θείᾳ Γραφῇ, μηδὲ περιεργάζεσθαι καὶ πολυπραγμονεῖν, καὶ λέγειν, διὰ τί τὸ καὶ τὸ ἐγένετο; Καὶ εὐλόγησεν αὐτὰ ὁ Θεὸς, φησὶ, καὶ εἶπεν· Αὐξάνεσθε, καὶ πληθύνεσθε, καὶ πληρώσατε τὰ ὕδατα τὰ ἐν ταῖς θαλάσσαις, καὶ τὰ πετεινὰ πληθυνέσθωσαν ἐπὶ τῆς γῆς.
sea He allotted to them, so that they harm no one, but dwell in the waters, and through the sight of them teach the surpassing power of the Creator, while affording no harm at all to the race of men. Or do you suppose this to be a small part of loving-kindness, that a twofold benefit accrues to you from them? For it both leads those who wish to be right-minded unto the knowledge of God, and causes them to be struck with amazement at the magnitude of His loving-kindness, because He freed human nature from harm from them. For not for our need alone have all things been created by Him, but through His great munificence, some things were brought forth for need, and others also on this account, so that the power of Him Who made them might be proclaimed. Hearing, therefore, that God saw that they were good, no longer dare to speak against divine Scripture, nor be meddlesome and prying, and say, Why did this and that come into being? And God blessed them, he says, and said: Increase, and multiply, and fill the waters that are in the seas, and let the winged creatures be multiplied upon the earth.
εʹ. Αὕτη ἐστὶν ἡ εὐλογία, τὸ εἰς πλῆθος αὐτὰ ἐπιδοῦναι. Ἐπειδὴ γὰρ ἔμψυχα ἦν τὰ ζῶα τὰ δημιουργηθέντα, ἐβούλετο δὲ διηνεκῆ τούτων εἶναι τὴν σύστασιν· διὰ τοῦτο ἐπήγαγε· Καὶ εὐλόγησεν αὐτὰ ὁ Θεὸς, καὶ εἶπεν· Αὐξάνεσθε, καὶ πληθύνεσθε. Τὸ γὰρ ῥῆμα ἐκεῖνο μέχρι τοῦ παρόντος ταῦτα συγκρατεῖ, καὶ τοσοῦτο μῆκος χρόνου παρέδραμε, καὶ οὐδὲ ἓν τούτων γένος ἠλαττώθη. Ἡ γὰρ εὐλογία ἡ παρὰ τοῦ Θεοῦ, καὶ τὸ ῥῆμα τὸ λέγον, Αὐξάνεσθε καὶ πληθύνεσθε, τὴν σύστασιν αὐτοῖς καὶ τὴν διαμονὴν ταύτην ἅπασαν ἐχαρίσατο. Καὶ ἐγένετο, φησὶν, ἑσπέρα, καὶ ἐγένετο πρωῒ, ἡμέρα πέμπτη. Εἶδες πῶς καὶ τὰ κατὰ τὴν πέμπτην ἡμέραν δημιουργηθέντα ζῶα ἐδίδαξεν ἡμᾶς ἡ θεία Γραφή; Ἀλλὰ μικρὸν ἀνάμεινον, καὶ ὄψει πάλιν τοῦ σοῦ Δεσπότου τὴν φιλανθρωπίαν. Οὐδὲ γὰρ μόνον τὰ ὕδατα πρὸς τὴν τῶν ζώων γένεσιν διήγειρεν, ἀλλὰ καὶ ἐκ τῆς γῆς πάλιν ἀναδοθῆναι προσέταξε ζῶα χερσαῖα. Οὐδὲν γὰρ ἄτοπον μικρὸν ἐφάψασθαι σήμερον καὶ τῶν κατὰ τὴν ἕκτην ἡμέραν γενομένων. Καὶ εἶπε, φησὶν, ὁ Θεός· Ἐξαγαγέτω ἡ γῆ ψυχὴν ζῶσαν κατὰ γένος, τετράποδα καὶ ἑρπετὰ, καὶ θηρία ἐπὶ τῆς γῆς, καὶ τὰ κτήνη, καὶ πάντα τὰ ἑρπετὰ τῆς γῆς κατὰ γένος. Καὶ ἐγένετο οὕτως. Ὅρα καὶ τὴν γῆν πάλιν διπλῆν καρποφορίαν παρέχουσαν, καὶ τῷ προστάγματι τοῦ Δεσπότου ὑπηρετουμένην. Τότε μὲν γὰρ τῶν σπερμάτων τὴν βλάστην ἐξέδωκε, νῦν δὲ ζῶα ἔμψυχα, τετράποδα, ἑρπετὰ, θηρία καὶ κτήνη. Ἰδοὺ ὅπερ ἔφθην εἰπὼν, τοῦτο καὶ νῦν δείκνυται, ὅτι οὐ διὰ χρείαν ἡμετέραν μόνον ἅπαντα παρήγαγεν, ἀλλὰ καὶ δι' ὠφέλειαν, ἵνα ὁρῶντες τὴν ἄφθονον περιουσίαν τῶν αὐτοῦ δημιουργημάτων, ἐκπληττώμεθα τοῦ δημιουργοῦ τὴν δύναμιν, καὶ εἰδέναι ἔχωμεν ὡς σοφίᾳ τινὶ καὶ ἀφάτῳ φιλανθρωπίᾳ διὰ τὴν εἰς τὸν μέλλοντα ἄνθρωπον γίνεσθαι τιμὴν, ταῦτα ἅπαντα παρήχθη.
5. This is the blessing, for them to advance unto a multitude. For since the living creatures that were created were animate, and He willed their constitution to be continual, on this account he brought in: And God blessed them, and said: Increase, and multiply. For that saying holds these creatures together up to the present, and so great a length of time has passed by, and not even one kind among them has been diminished. For the blessing from God, and the saying that says, Increase and multiply, bestowed upon them their constitution and all this permanence. And there was evening, he says, and there was morning, a fifth day. Did you see how divine Scripture taught us also the living creatures created on the fifth day? Yet wait a little, and you will see again the loving-kindness of your Master. For not only did He rouse the waters unto the generation of living creatures, but also out of the earth again He commanded land animals to be sent up. For there is nothing out of place in touching briefly today also upon the things that came into being on the sixth day. And God said, he says: Let the earth bring forth a living soul according to its kind, quadrupeds and creeping things, and wild beasts upon the earth, and the cattle, and all the creeping things of the earth according to their kind. And it was so. See the earth also again affording a twofold fruit-bearing, and ministering to the injunction of the Master. For then indeed it put forth the sprout of seeds, whereas now animate living creatures, quadrupeds, creeping things, wild beasts and cattle. Behold, the very thing I said beforehand, this now also is shown, that not on account of our need alone did He bring forth all things, but also on account of benefit, so that beholding the unstinting abundance of His works of creation, we might be struck with amazement at the power of the Creator, and might know that by a certain wisdom and ineffable loving-kindness, on account of the honour to come unto the man about to be, all these things were brought forth.
PG 53:67Read from the page
Καὶ ἐποίησε, φησὶν, ὁ Θεὸς τὰ θηρία τῆς γῆς κατὰ γένος αὐτῶν, καὶ τὰ κτήνη κατὰ γένος αὐτῶν, καὶ πάντα τὰ ἑρπετὰ τῆς γῆς κατὰ γένος αὐτῶν. Καὶ εἶδεν ὁ Θεὸς, ὅτι καλά. Ποῦ νῦν εἰσιν οἱ τολμῶντες λέγειν; διὰ τί θηρία; διὰ τί ἑρπετά; Ἀκουέτωσαν τῆς θείας Γραφῆς λεγούσης, Καὶ εἶδεν ὁ Θεὸς ὅτι καλά. Εἰπέ μοι, αὐτὸς ὁ δημιουργήσας ἐπαινεῖ τὰ γινόμενα, καὶ σὺ ἐπισκήπτειν τολμᾷς; Καὶ πόσης οὐκ ἂν εἴη τοῦτο μανίας; Ἐπεὶ καὶ ἐν τοῖς σπέρμασι καὶ ἐν τοῖς φυτοῖς οὐ μόνον ἔγκαρπα δένδρα ἀνέδωκεν ἡ γῆ, ἀλλὰ καὶ ἄκαρπα, καὶ οὐ μόνον ἀχρησίμους βοτάνας, ἀλλὰ καὶ ἡμῖν ἀγνώστους ἐκφέρει, πολλάκις καὶ ἐπιβλαβεῖς· ἀλλ' οὐ διὰ τοῦτο τολμήσει τις μέμφεσθαι τοῖς γινομένοις· οὐδὲν γὰρ μάτην, οὐδὲ ἁπλῶς γεγένηται. Οὐδὲ γὰρ ἂν τὸν ἔπαινον ἐδέξατο παρὰ τοῦ Δεσπότου, εἰ μὴ πρὸς χρείαν τινὰ ἐπωφελῆ δεδημιούργηται. Καθάπερ οὖν ἐπὶ τῶν δένδρων οὐ πάντα ἐστὶν ἔγκαρπα, ἀλλὰ καὶ ἄκαρπα πολλὰ, καὶ οὐκ ἔλαττον τῶν ἐγκάρπων κἀκεῖνα θαυμαστὴν ἡμῖν τὴν χρείαν παρέχεται, πρὸς τὴν ἀνάπαυσιν τὴν ἡμετέραν συντελοῦντα· καὶ γὰρ καὶ οἰκοδομὰς ἐξ αὐτῶν, καὶ πολλὰς ἑτέρας χρείας πρὸς τὴν ἡμετέραν ἀνάπαυσιν συντελούσας κατασκευάζομεν, καὶ ὅλως οὐδέν ἐστιν, ὃ μὴ λόγῳ τινὶ δεδημιούργηται, εἰ καὶ ἡ ἀνθρωπίνη φύσις οὐκ ἰσχύει πάντων μετὰ ἀκριβείας εἰδέναι τὸν λόγον· ὥσπερ οὖν ἐπὶ τῶν δένδρων, οὕτω καὶ ἐπὶ τῶν ζώων τὰ μὲν πρὸς βρῶσιν ἡμῖν ἐστιν ἐπιτήδεια, τὰ δὲ πρὸς ὑπηρεσίαν. Καὶ τῶν θηρίων δὲ τὰ γένη, καὶ τῶν ἑρπετῶν οὐ μικρὰν ἡμῖν χρείαν συντελεῖ, καὶ εἰ βουληθείη τις εὐγνωμόνως καταμαθεῖν, εὑρίσκει καὶ νῦν, ὅτε τῆς ἀρχῆς αὐτῶν ἀφῃρέθημεν διὰ τὴν τοῦ πρωτοπλάστου παρακοὴν, πολλὴν τὴν ἀπ' αὐτῶν ὠφέλειαν ἡμῖν πρόσγινομένην. Πολλὰ γὰρ καὶ ἐκ τούτων λαμβάνοντες ἰατρῶν παῖδες κατασκευάζουσι πρὸς τὴν τῶν ἡμετέρων σωμάτων ὑγίειαν συντελεῖν δυνάμενα. Ἄλλως δὲ ποία βλάβη ἐκ τῆς τῶν θηρίων δημιουργίας, ὁπότε καθάπερ τὰ ἥμερα, οὕτω καὶ αὐτὰ ὑπὸ τὴν ἐξουσίαν τυγχάνειν ἤμελλε τοῦ μετ' οὐ πολὺ μέλλοντος δημιουργεῖσθαι; Τοῦτο γὰρ τέως φημί.
And God made, he says, the wild beasts of the earth according to their kind, and the cattle according to their kind, and all the creeping things of the earth according to their kind. And God saw that they were good. Where now are those who dare to say: Why wild beasts? Why creeping things? Let them hear divine Scripture saying, And God saw that they were good. Tell me, He Himself Who created them praises the things that have come into being, and do you dare to find fault? And of how great madness would this not be? Since both among seeds and among plants the earth sent up not only fruit-bearing trees, but also fruitless ones, and brings forth not only unserviceable herbs, but also ones unknown to us, and often even harmful ones; yet not on this account will anyone dare to blame the things that have come into being; for nothing has come into being in vain, nor at random. For neither would it have received praise from the Master, unless it had been created for some beneficial use. Just as, then, in the case of trees not all are fruit-bearing, but many are also fruitless, and no less than the fruit-bearing ones those too afford us marvellous use, contributing unto our rest—for we fashion both buildings out of them, and many other necessities contributing unto our rest, and altogether there is nothing that has not been created by some reason, even if human nature is not strong enough to know with exactness the reason of all things—so then, just as in the case of trees, in the case of living creatures also some are suitable for us for food, and others for service. And the kinds of wild beasts, moreover, and of creeping things contribute no small use to us, and if anyone should wish to examine right-mindedly, he finds even now, when we have been stripped of dominion over them through the disobedience of the first-formed man, great benefit accruing to us from them. For taking many substances out of these also, the sons of physicians prepare remedies able to contribute unto the health of our bodies. Otherwise, what harm was there from the creation of the wild beasts, when just like the tame animals, so they too were about to be under the authority of him who not long after was about to be created? For this I say for the meantime.
ϛʹ. Ἵνα δὲ μάθῃς τοῦ τῶν ἁπάντων Δεσπότου τὴν ὑπερβάλλουσαν φιλανθρωπίαν, ἣν περὶ τὸ γένος τὸ ἡμέτερον ἐπιδείκνυται, ἐπειδὴ ἐξέτεινε τὸν οὐρανὸν, ἥπλωσε τὴν γῆν, ἐδημιούργησε τὸ στερέωμα, καθάπερ τι μέσον τειχίον τὴν διαίρεσιν τῶν ὑδάτων ἐργαζόμενον, εἶτα τὴν συναγωγὴν τῶν ὑδάτων γενέσθαι προστάξας, τὰ μὲν θαλάσσας ὠνόμασε, τὴν δὲ ξηρὰν γῆν, εἶτα ταύτην ἐκαλλώπισε ταῖς τῶν σπερμάτων ἀναδόσεσι, καὶ τῶν λοιπῶν βοτανῶν. Μετῆλθε πάλιν ἐπὶ τὴν τῶν δύο μεγάλων φωστήρων δημιουργίαν, καὶ τῶν ἀστέρων τὴν ποικιλίαν, δι' αὐτῶν τὸ κάλλος τοῦ οὐρανοῦ κατακοσμήσας· εἶτα τὰ ἐκ τῶν ὑδάτων ζῶα ἔμψυχα παραγαγὼν, καὶ τὰ πετεινὰ τὰ πετόμενα ἐπὶ τῆς γῆς κατὰ τὸ στερέωμα τοῦ οὐρανοῦ, καὶ πληρώσας τῶν πέντε ἡμερῶν τὸν ἀριθμὸν, ἐπειδὴ ἐχρῆν καὶ τὰ ἀπὸ τῆς γῆς ζῶα δημιουργηθῆναι, προστάξας καὶ ταῦτα ἀναδοθῆναι, τά τε πρὸς τροφὴν ἐπιτήδεια, τά τε πρὸς τὴν ὑπηρεσίαν χρήσιμα, καὶ τὰ θηρία καὶ τὰ ἑρπετὰ, τότε λοιπὸν ἐπειδὴ πάντα κατεκόσμησε, καὶ τὴν προσήκουσαν ἐπέθηκεν εὐταξίαν καὶ διακόσμησιν τοῖς ὁρωμένοις, καὶ τὴν τράπεζαν πολυτελῆ παρεσκεύασε ποικίλων καὶ παντοδαπῶν πεπληρωμένην τῶν ἐδεσμάτων, καὶ πολλὴν τὴν ἀφθονίαν καὶ τὸν πλοῦτον ἔχουσαν, καὶ τὰ βασίλεια, ὡς ἂν εἴποι τις, πανταχόθεν λαμπρὰ εἰργάσατο τὰ ἄνω, τὰ
6. And so that you may learn the surpassing loving-kindness of the Master of all, which He displays towards our race: after He stretched out the heaven, spread out the earth, created the firmament, like some middle partition wall working the division of the waters, and next, having commanded the gathering of the waters to take place, named the one seas and the dry land earth, He next embellished this with the sendings up of seeds and of the remaining herbs. He passed over again to the creation of the two great luminaries, and the variety of the stars, adorning through them the beauty of the heaven; next, having brought forth the animate living creatures out of the waters, and the winged creatures flying above the earth along the firmament of the heaven, and having fulfilled the number of the five days, since the living creatures from the earth also had to be created, having commanded these too to be sent up, both those suitable for nourishment and those useful for service, and the wild beasts and the creeping things, then at last, after He had adorned all things, and had set the fitting good order and array upon the things seen, and had prepared a sumptuous table filled with manifold and all-varied viands, and possessing great abundance and wealth, and had wrought the royal palace, as one might say, splendid on every side, the things above, the things
Notes, col. 67

On the reading

Printed λέγειν;, for λέγειν,.

Printed πρόσγινομένην, for προσγινομένην.

PG 53:68Read from the page
κάτω ποικίλως φαιδρύνας, τότε λοιπὸν τὸν τούτων ἁπάντων ἀπολαύειν μέλλοντα δημιουργεῖ, τὴν ἐξουσίαν τῶν ὁρωμένων ἁπάντων αὐτῷ παραδιδοὺς, καὶ δεικνὺς ὅσῳ τῶν δημιουργηθέντων ἁπάντων τιμιώτερον τὸ μέλλον διαπλάττεσθαι ζῶον, εἴγε πάντα τὰ γενόμενα ὑπὸ τὴν τούτου ἐξουσίαν, καὶ ἐπιτροπὴν γενέσθαι κελεύει. Ἀλλ' ἵνα μὴ εἰς πολὺ μῆκος τὸν λόγον ἐκτείνωμεν, ἀρκεσθέντες τοῖς εἰρημένοις, εἰς τὴν ἑξῆς ταμιευσώμεθα τὰ κατὰ τὴν διάπλασιν τοῦ θαυμαστοῦ τούτου ζώου τοῦ λογικοῦ καὶ ἐμψύχου, τοῦ ἀνθρώπου λέγω, τὴν συνήθη παράκλησιν ὑμῖν καὶ νῦν προσάγοντες, ὥστε καὶ τῶν εἰρημένων τὴν μνήμην διαφυλάστειν, καὶ διὰ πάντων τῶν ὁρωμένων εἰς τὴν τοῦ Δεσπότου δοξολογίαν ἑαυτοὺς διεγείρειν. Καὶ τὸ μὴ ἐφικνεῖσθαι, μηδὲ δύνασθαι πάντων τῶν δημιουργηθέντων τὸν λόγον καταλαβεῖν, μὴ γενέσθω ἡμῖν ἀπιστίας ὑπόθεσις, ἀλλὰ δοξολογίας ἀφορμή. Ὅταν γὰρ ἀτονήσῃ ὁ λογισμὸς, καὶ μὴ χωρήσῃ ἡ διάνοια, ἐννόει τοῦ Δεσπότου σου τὸ μέγεθος, καὶ ἐξ αὐτοῦ τούτου, ὅτι τοσαύτη αὐτοῦ ἡ δύναμις ὡς μηδὲ τὸν λόγον ἡμᾶς μετὰ ἀκριβείας εἰδέναι τῶν ὑπ' αὐτοῦ γεγενημένων. Τοῦτο διανοίας εὐγνώμονος, τοῦτο ψυχῆς νηφούσης. Ἐπεὶ καὶ Ἕλληνες οὕτως ἐπλανήθησαν, τοῖς οἰκείοις λογισμοῖς τὰ πάντα ἐπιτρέψαντες καὶ μὴ θελήσαντες πρὸς τὸ ἀσθενὲς τῆς οἰκείας φύσεως ἀπιδεῖν, ἀλλὰ τὰ ὑπὲρ αὐτοὺς φαντασθέντες, καὶ τῶν οἰκείων ὅρων ὑπερβάντες τὸ μέτρον, καὶ τῆς προσούσης αὐτοῖς ἀξίας ἐξέπεσον. Οἱ γὰρ λόγῳ τετιμημένοι καὶ τοσαύτην προεδρίαν λαβόντες παρὰ τοῦ δημιουργοῦ, καὶ τῶν κτισμάτων ἁπάντων τῶν ὁρωμένων τιμιώτεροι, οὗτοι εἰς τοσαύτην ἀλογίαν κατηνέχθησαν, ὡς κύνας, καὶ πιθήκους, καὶ κροκοδείλους, καὶ τὰ ἀτιμότερα τούτων προσκυνεῖν. Καὶ τί λέγω ζῶα ἄλογα; Πολλοὶ τούτων εἰς τοσαύτην ἄνοιαν καὶ ἀναισθησίαν ἐξέπεσον, ὡς καὶ κρόμμυα, καὶ τὰ τούτων εὐτελέστερα σέβειν. Διὰ τοῦτο ὁ προφήτης τούτους αἰνιττόμενος ἔλεγε· Παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις, καὶ ὡμοιώθη αὐτοῖς. Ὁ λόγῳ, φησὶ, τετιμημένος, καὶ τοσαύτης σοφίας ἀξιωθεὶς, τῶν ἀλόγων γέγονεν ὅμοιος, τάχα δὲ καὶ χείρων. Ἐκεῖνα μὲν γὰρ ἅτε ἄλογα ὄντα οὐδὲ εὐθύνας ὑφέξει· ὁ δὲ λόγῳ τετιμημένος εἰς τὴν ἐκείνων ἀλογίαν μεταπεσὼν, εἰκότως μεγάλας δώσει τὰς εὐθύνας, ἀγνώμων γενόμενος περὶ τὴν τοσαύτην εὐεργεσίαν. Ἐντεῦθεν καὶ λίθους καὶ ξύλα λοιπὸν θεοὺς προσηγόρευσαν, καὶ ταῦτα τὰ ὁρώμενα στοιχεῖα ἐθεοποίησαν· ἅπαξ γὰρ ἐκτραπέντες τῆς εὐθείας ὁδοῦ, κατὰ κρημνῶν ἤχθησαν, καὶ εἰς αὐτὴν τὴν ἄβυσσον τῆς κακίας ἐξώκειλαν.
below having brightened in manifold ways, then at last He creates him who is about to enjoy all these things, handing over to him authority over all the things seen, and showing by how much the living creature about to be fashioned is more honourable than all the things created, inasmuch as He commands all the things that have come into being to come under his authority and stewardship. Yet so that we may not draw out our discourse to great length, contenting ourselves with what has been said, let us lay up in store for the next occasion the matters concerning the fashioning of this marvellous rational and animate living creature—of man, I mean—bringing to you now also our customary exhortation, so as both to preserve the remembrance of what has been said, and through all the things seen to rouse yourselves unto the glorification of the Master. And let our failing to attain, and not being able to comprehend the reason of all the things created, become for us not a ground for unbelief, but an occasion for glorification. For when reasoning flags, and the understanding does not contain it, consider the magnitude of your Master, even from this very fact, that so great is His power that we do not even know with exactness the reason of the things brought into being by Him. This is the mark of a right-minded understanding, this of a sober soul. Since the Greeks also went astray in this way, entrusting all things to their own reasonings and not willing to look towards the weakness of their own nature, but imagining things beyond themselves, and overstepping the measure of their own bounds, they fell away even from the dignity belonging to them. For those honoured with reason and having received such precedence from the Creator, and more honourable than all the creatures seen, these men were brought down unto such irrationality as to worship dogs, and apes, and crocodiles, and things more dishonourable than these. And why do I speak of irrational animals? Many of them fell out into such folly and senselessness as to reverence even onions, and things meaner than these. On this account the prophet, riddling at these men, said: He was compared to the senseless cattle, and was made like unto them. He who was honoured with reason, he says, and counted worthy of such wisdom, has become like the irrational creatures, and perhaps even worse. For those indeed, inasmuch as they are irrational, will not even undergo a reckoning; whereas he who was honoured with reason, having fallen over into their irrationality, will reasonably render heavy reckonings, having proved ungrateful concerning so great a benefaction. Henceforth they went on to address even stones and stocks as gods, and deified these visible elements; for once turned aside from the straight way, they were borne down precipices, and ran aground into the very abyss of wickedness.
ζʹ. Ἀλλ' ἡμεῖς μηδὲ οὕτως ἀπογνῶμεν τῆς σωτηρίας αὐτῶν, ἀλλὰ τὰ παρ' ἑαυτῶν εἰσφέρωμεν, καὶ μετὰ πάσης προθυμίας καὶ μακροθυμίας αὐτοῖς διαλεγώμεθα, δεικνύντες καὶ τοῦ πράγματος τὴν ἀτοπίαν, καὶ τῆς βλάβης τὸ μέγεθος, καὶ μηδέποτε ἀπαγορεύωμεν αὐτῶν τὴν σωτηρίαν. Εἰκὸς γὰρ αὐτοὺς πεισθήσεσθαι τοῦ χρόνου προϊόντος, καὶ μάλιστα ἂν ἡμεῖς οὕτω πολιτευώμεθα, ὡς μηδεμίαν αὐτοῖς παρέχειν λαβήν. Πολλοὶ γὰρ τούτων, ἐπειδὰν ἴδωσί τινας τῶν μεθ' ἡμῶν τεταγμένων, τῷ ῥήματι μὲν καὶ τῇ προσηγορίᾳ Χριστιανοὺς ὀνομαζομένους, ὁμοίως δὲ ἐκείνοις ἁρπάζοντας, πλεονεκτοῦντας, βασκαίνοντας, ἐπιβουλεύοντας, δόλους ῥάπτοντας, τὰ ἄλλα ἅπαντα ἐργαζομένους, τρυφῇ καὶ ἀδηφαγίᾳ προσέχοντας, οὐκέτι οὐδὲ τὴν ἀπὸ τῶν λόγων νουθεσίαν προσίενται, νομίζοντες ἀπάτην εἶναι τὰ ἡμέτερα,
7. Yet let us not even so despair of their salvation, but let us contribute what lies on our part, and converse with them with all readiness and long-suffering, pointing out both the absurdity of the matter and the magnitude of the harm, and let us never give up hope of their salvation. For it is likely that they will be persuaded as time advances, and especially if we conduct ourselves in such a way as to afford them no handle at all. For many of these men, whenever they see certain of those ranged with us called Christians in word and appellation, yet like them plundering, grasping for more, envying, plotting, stitching deceits, working all other such things, giving heed to luxury and gluttony, no longer accept even the admonition from our words, supposing our affairs to be deceit,
Notes, col. 68

On the reading

Printed διαφυλάστειν, for διαφυλάττειν.