Migne Reading Room

PG 52 · cols. 429–432 · Read from the page

Homilia antequam iret in exsilium, cum vetere interpretatione Latina (Cum de expulsione ipsius ageretur)

Homilia antequam iret in exsilium, cum vetere interpretatione Latina (Cum de expulsione ipsius ageretur)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 52:429Read from the page
πόδας αἱμάσσεις· ἐπεὶ καὶ τὰ κύματα τὴν πέτραν οὐ διαλύει, ἀλλ' αὐτὰ εἰς ἀφρὸν διαλύονται. Οὐδὲν Ἐκκλησίας δυνατώτερον, ἄνθρωπε. Λῦσον τὸν πόλεμον, ἵνα μὴ καταλύσῃ σου τὴν δύναμιν· μὴ εἴσαγε πόλεμον εἰς οὐρανόν. Ἄνθρωπον ἐὰν πολεμῇς, ἢ ἐνίκησας, ἢ ἐνικήθης. Ἐκκλησίαν δὲ ἐὰν πολεμῇς, νικῆσαί σε ἀμήχανον· ὁ Θεὸς γάρ ἐστιν ὁ πάντων ἰσχυρότερος. Μὴ παραζηλοῦμεν τὸν Κύριον; μὴ ἰσχυρότεροι αὐτοῦ ἐσμεν; Ὁ Θεὸς ἔπηξε, τίς ἐπιχειρεῖ σαλεύειν; Οὐκ οἶσθα αὐτοῦ τὴν δύναμιν. Ἐπιβλέπει ἐπὶ τὴν γῆν, καὶ ποιεῖ αὐτὴν τρέμειν· κελεύει, καὶ τὰ σειόμενα ἡδράζετο. Εἰ τὴν πόλιν σαλευομένην ἔστησε, πολλῷ μᾶλλον τὴν Ἐκκλησίαν στῆσαι δύναται. Ἡ Ἐκκλητία οὐρανοῦ ἰσχυροτέρα· Ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσονται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσι. Ποῖοι λόγοι; Σὺ εἶ Πέτρος, καὶ ἐπὶ ταύτῃ μου τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν Ἐκκλησίαν, καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς.
bloody your feet; since the waves too do not dissolve the rock, but are themselves dissolved into foam. Nothing is mightier than the Church, O man. Break off the war, lest it bring down your strength; do not wage war against heaven. If you make war upon a man, you have either conquered or been conquered. Yet if you make war upon the Church, for you to conquer is impossible: for God is mightier than all. Do we provoke the Lord to jealousy? Are we stronger than He? God fixed it fast; who attempts to shake it? You do not know His power. He looks upon the earth, and makes it tremble; He commands, and the things that were shaken were made firm. If He steadied the city when it was shaken, much more is He able to make the Church stand fast. The Church is stronger than heaven: Heaven and earth shall pass away, yet My words shall by no means pass away. What words? Thou art Peter, and upon this rock of Mine I will build My Church, and the gates of Hades shall not prevail against it.
βʹ. Εἰ ἀπιστεῖς τῷ λόγῳ, πίστευε τοῖς πράγμασι. Πόσοι τύραννοι ἠθέλησαν περιγενέσθαι τῆς Ἐκκλησίας; πόσα τήγανα; πόσοι κάμινοι, θηρίων ὀδόντες, ξίφη ἠκονημένα; καὶ οὐ περιεγένοντο. Ποῦ οἱ πολεμήσαντες; Σεσίγηνται καὶ λήθῃ παραδέδονται. Ποῦ δὲ ἡ Ἐκκλησία; Ὑπὲρ τὸν ἥλιον λάμπει. Τὰ ἐκείνων ἔσβεσται, τὰ ταύτης ἀθάνατα. Εἰ ὅτε ὀλίγοι ἦσαν, οὐκ ἐνικήθησαν, ὅτε ἡ οἰκουμένη ἐπλήσθη εὐσεβείας, πῶς νικῆσαι δύνασαι; Ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσονται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσι. Καὶ μάλα εἰκότως· ποθεινοτέρα γὰρ ἡ Ἐκκλησία τῷ Θεῷ τοῦ οὐρανοῦ. Οὐρανοῦ σῶμα οὐκ ἀνέλαβεν, Ἐκκλησίας δὲ σάρκα ἀνέλαβε· διὰ τὴν Ἐκκλησίαν ὁ οὐρανὸς, οὐ διὰ τὸν οὐρανὸν ἡ Ἐκκλησία. Μηδὲν ὑμᾶς θορυβείτω τῶν γενομένων. Τοῦτό μοι χαρίσασθε, πίστιν ἀπερίτρεπτον. Οὐκ εἴδετε τὸν Πέτρον περιπατοῦντα ἐπὶ τῶν ὑδάτων, καὶ ὀλίγον διστάσαντα, καὶ μέλλοντα καταποντίζεσθαι, οὐ διὰ τὴν ἄτακτον τῶν ὑδάτων ὁρμὴν, ἀλλὰ διὰ τὴν ἀσθένειαν τῆς πίστεως; Μὴ γὰρ ανθρωπίναις ψήφοις ἐνταῦθα ἤλθομεν; μὴ γὰρ ἄνθρωπος ἤγαγεν, ἵνα ἄνθρωπος καταλύσῃ; Ταῦτα λέγω οὐκ ἀπονοούμενος, μὴ γένοιτο, οὐδὲ ἀλαζονευόμενος, ἀλλὰ τὸ ὑμῶν σεσαλευμένον στηρίξαι βουλόμενος. Ἐπειδὴ ἔστη ἡ πόλις, Ἐκκλησίαν ὁ διάβολος ἠθέλησε σαλεῦσαι. Μιαρὲ καὶ παμμίαρε διάβολε, τοίχων οὐ περιεγένου, καὶ Ἐκκλησίαν προσδοκᾷς σαλεῦσαι; Μὴ γὰρ ἐν τοίχοις ἡ Ἐκκλησία; Ἐν τῷ πλήθει τῶν πιστῶν ἡ Ἐκκλησία. Ἰδοὺ πόσοι στῦλοι ἑδραῖοι, οὐ σιδήρῳ δεδεμένοι, ἀλλὰ πίστει ἐσφιγμένοι. Οὐ λέγω ὅτι τοσοῦτον πλῆθος πυρὸς σφοδρότερον· ἀλλ' οὔτε, εἰ εἷς ἦν, περιεγένου. Καὶ οἶδας, οἷά σοι τραύματα παρέσχον οἱ μάρτυρες. Εἰσῆλθε πολλάκις κόρη ἁπαλὴ ἀπειρόγαμος· κηροῦ ἦν ἁπαλωτέρα, καὶ πέτρας ἐγένετο στερεωτέρα. Τὰς πλευρὰς αὐτῆς ἔξεες, καὶ τὴν πίστιν αὐτῆς οὐκ ἔλαβες. Ἠτόνησε τῆς σαρκὸς ἡ φύσις, καὶ οὐκ ἀπηγορεύθη τῆς πίστεως ἡ δύναμις· ἐδαπανᾶτο τὸ σῶμα, ἐνεανιεύετο τὸ φρόνημα· ἀνηλίσκετο δὲ ἡ οὐσία, καὶ ἔμενεν ἡ εὐλάβεια. Γυναικὸς οὐ περιεγένου μιᾶς, καὶ τοσούτου περιγενέσθαι δήμου προσδοκᾷς; Οὐκ ἀκούεις τοῦ Κυρίου λέγοντος, Ὅπου δύο ἢ τρεῖς εἰσι συνηγμένοι εἰς τὸ ὄνομά μου, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν; Ὅπου τοσοῦτος δῆμος ἀγάπῃ ἐσφιγμένος, οὐ πάρεστιν; Ἔχω αὐτοῦ ἐνέχυρον· μὴ γὰρ οἰκείᾳ δυνάμει θαῤῥῶ; Γραμματεῖον αὐτοῦ κατέχω. Ἐκεῖνό μοι βακτηρία, ἐκεῖνό μοι ἀσφάλεια, ἐκεῖνό μοι λιμὴν
2. If you disbelieve the word, believe the deeds. How many tyrants wished to prevail over the Church? How many frying-pans? How many furnaces, fangs of wild beasts, sharpened swords? And they did not prevail. Where are those who waged war? They have been silenced and handed over to oblivion. And where is the Church? She shines above the sun. Their things have been quenched; hers are immortal. If when they were few they were not conquered, now when the inhabited world has been filled with godliness, how are you able to conquer? Heaven and earth shall pass away, yet My words shall by no means pass away. And quite rightly so: for the Church is dearer to God than heaven. He did not take up a body from heaven, but He took up flesh from the Church; heaven is for the sake of the Church, not the Church for the sake of heaven. Let none of the things that have happened trouble you. Grant me this favour: unshakable faith. Did you not see Peter walking upon the waters, and doubting a little, and about to sink—not because of the unruly surge of the waters, but because of the weakness of his faith? Did we come hither by human votes? Did a man bring us, that a man should put us down? I say these things not out of presumption—far be it!—nor out of boastfulness, but wishing to steady what in you has been shaken. Since the city stood firm, the devil wished to shake the Church. O foul and all-polluted devil, you did not prevail over walls, and do you expect to shake the Church? Does the Church consist in walls? In the multitude of the faithful is the Church. Behold how many firm pillars there are, not bound with iron, but knit fast by faith! I do not say that so great a multitude is fiercer than fire; nay, not even if there were a single one would you have prevailed. And you know what wounds the martyrs dealt you. Often a tender girl unwedded entered the list: she was softer than wax, and she became firmer than rock. Her sides you tore, and her faith you did not seize. The nature of the flesh grew faint, yet the power of faith did not renounce the struggle; the body was spent, yet the spirit grew youthfully bold; the substance was consumed, and piety abode. You did not prevail over a single woman, and do you expect to prevail over so great a people? Do you not hear the Lord saying, Where two or three are gathered together into My name, there am I in the midst of them? Where so great a people is knit fast by charity, is He not present? I hold His pledge; for do I trust in my own strength? I hold His bond. That is my staff, that is my safety, that is my calm
Notes, col. 429

On the reading

Printed Ἐκκλητία, for Ἐκκλησία.

Printed ανθρωπίναις, for ἀνθρωπίναις.

PG 52:430Read from the page
ἀκύμαντος. Κἂν ἡ οἰκουμένη ταράττηται, τὸ γραμματεῖον κατέχω· αὐτῷ (f. αὐτὸ) ἀναγινώσκω· τὰ γράμματα ἐκεῖνα τεῖχος ἐμοὶ καὶ ἀσφάλεια. Ποῖα ταῦτα; Ἐγὼ μεθ' ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος. Χριστὸς μετ' ἐμοῦ, καὶ τίνα φοβηθήσομαι; Κἂν κύματα κατ' ἐμοῦ διεγείρηται, κἂν πελάγη, κἂν ἀρχόντων θυμοί· ἐμοὶ ταῦτα πάντα ἀράχνης εὐτελέστερα. Καὶ εἰ μὴ διὰ τὴν ὑμετέραν ἀγάπην, οὐδὲ σήμερον ἂν παρῃτησάμην ἀπελθεῖν. Ἀεὶ γὰρ λέγω, Κύριε, τὸ σὸν θέλημα γενέσθω· μὴ ὅ τι ὁ δεῖνα, καὶ ὁ δεῖνα, ἀλλ' εἴ τι σὺ βούλει. Οὗτος ἐμοὶ πύργος, τοῦτο ἐμοὶ πέτρα ἀκίνητος· τοῦτο ἐμοὶ βακτηρία ἀπερίτρεπτος. Εἰ βούλεται ὁ Θεὸς τοῦτυ γενέσθαι, γινέσθω. Εἰ βούλεται ἐνταῦθα εἶναί με, χάριν ἔχω. Ὅπου βούλεται, εὐχαριστῶ.
harbour. Even if the inhabited world be thrown into tumult, I hold the bond; by it (or rather, it) I read; those letters are a wall and a safety to me. What letters are these? I am with you all the days unto the consummation of the age. Christ is with me, and whom shall I fear? Even if billows be stirred up against me, even if seas, even if the wraths of rulers, to me all these things are paltrier than a spider's web. And were it not for your charity, not even today would I have declined to depart. For I always say, O Lord, Thy will be done: not what such a one and such a one wills, but whatever Thou willest. This is my tower, this is my immovable rock, this is my unshakable staff. If God wills this to come to pass, let it come to pass. If He wills me to be here, I am grateful. Wherever He wills, I give thanks.
γʹ. Μηδεὶς ὑμᾶς θορυβείτω· ταῖς εὐχαῖς προσέχετε. Ταῦτα ἐποίησεν ὁ διάβολος, ἵνα ἐκκόψῃ τὴν σπουδὴν τὴν περὶ τὰς λιτανείας. Ἀλλ' οὐ προχωρεῖ αὐτῷ· ἀλλὰ σπουδαιοτέρους ὑμᾶς καὶ θερμοτέρους εὑρήκαμεν. Αὔριον εἰς λιτανεῖον ἐξελεύσομαι μεθ' ὑμῶν. Ἢ ὅπου ἐγὼ, καὶ ὑμεῖς ἐκεῖ· ὅπου ὑμεῖς, ἐκεῖ κἀγώ· ἓν σῶμά ἐσμεν· οὐ σῶμα κεφαλῆς, οὐ κεφαλὴ σώματος χωρίζεται. Διειργόμεθα τῷ τόπῳ, ἀλλ' ἡνώμεθα τῇ ἀγάπῃ· οὐδὲ θάνατος διακόψαι δυνήσεται. Κἂν γὰρ ἀποθάνῃ μου τὸ σῶμα, ζῇ ἡ ψυχὴ, καὶ μέμνηται τοῦ δήμου· ὑμεῖς ἐμοὶ πατέρες· πῶς ὑμῶν δύναμαι ἐπιλαθέσθαι; ὑμεῖς ἐμοὶ πατέρες, ὑμεῖς ἐμοὶ ζωὴ, ὑμεῖς ἐμοὶ εὐδοκίμησις. Ἐὰν ὑμεῖς προκόψητε, ἐγὼ εὐδοκιμῶ· ὥστε ἐμοὶ ζωὴ πλοῦτος ἐν τῷ ὑμετέρῳ κεῖται θησαυρῷ. Ἐγὼ μυριάκις ὑπὲρ ὑμῶν σφαγῆναι ἕτοιμος (καὶ οὐδεμίαν χάριν παρέχω, ἀλλὰ καὶ ὀφειλὴν ἀποδίδωμι· Ὁ γὰρ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτῶν), καὶ σφαγῆναι μυριάκις, καὶ μυρίας κεφαλὰς ἀποτμηθῆναι. Ἐμοὶ ὁ θάνατος οὗτος ἀθανασίας ὑπόθεσις, ἐμοὶ αἱ ἐπιβουλαὶ αὗται ἀσφαλείας ἀφορμή. Μὴ γὰρ διὰ χρήματα ἐπιβουλεύομαι, ἵνα λυπηθῶ; μὴ γὰρ δι' ἁμαρτήματα, ἵνα ἀλγήσω; Διὰ τὸν ἔρωτα τὸν περὶ ὑμᾶς· ἐπειδὴ πάντα ποιῶ, ὥστε ὑμᾶς ἐν ἀσφαλείᾳ μεῖναι, ὥστε μηδένα παρεισελθεῖν τῇ ποίμνῃ, ὥστε μεῖναι ἀκέραιον τὸ ποίμνιον. Ἡ ὑπόθεσις τῶν ἀγώνων ἀρκεῖ μοι εἰς στέφανον. Τί γὰρ ἂν πάθοιμι ὑπὲρ ὑμῶν; Ὑμεῖς ἐμοὶ πολῖται, ὑμεῖς ἐμοὶ πατέρες, ὑμεῖς ἐμοὶ ἀδελφοὶ, ὑμεῖς ἐμοὶ τέκνα, ὑμεῖς ἐμοὶ μέλη, ὑμεῖς ἐμοὶ σῶμα, ὑμεῖς ἐμοὶ φῶς, μᾶλλον δὲ καὶ τοῦ φωτὸς τούτου γλυκύτεροι. Τί γὰρ τοιοῦτον παρέχει μοι ἡ ἀκτῖνα οἷον ἡ ὑμετέρα ἀγάπη; Ἡ ἀκτῖνα ἐν τῷ παρόντι με βίῳ ὠφελεῖ, ἡ δὲ ὑμετέρα ἀγάπη στέφανόν μοι πλέκει ἐν τῷ μέλλοντι. Ταῦτα δὲ λέγω εἰς ὦτα ἀκουόντων· τί δὲ τῶν ὤτων ὑμῶν ἀκουστικώτερον; Τοσαύτας ἡμέρας ἠγρυπνήσατε, καὶ οὐδὲν ὑμᾶς ἔκαμψεν, οὐ χρόνου μῆκος μαλακωτέρους ὑμᾶς ἐποίησεν, οὐ φόβοι, οὐκ ἀπειλαί· πρὸς πάντα ἐγένεσθε γενναῖοι. Καὶ τί λέγω, ἐγένεσθε; Τοῦτο ὅπερ ἐπεθύμουν ἀεὶ, κατεφρονήσατε τῶν βιωτικῶν πραγμάτων, ἀπετάξασθε τῇ γῇ, εἰς τὸν οὐρανὸν μετέστητε· ἀπηλλάγητε τῶν συνδέσμων τοῦ σώματος, πρὸς τὴν μακαρίαν ἐκείνην ἁμιλλᾶσθε φιλοσοφίαν. Ταῦτα ἐμοὶ στέφανοι, ταῦτα παράκλησις, ταῦτα παραμυθία, ταῦτα ἐμοὶ ἄλειμμα, ταῦτα ζωὴ, ταῦτα ἀθανασίας ὑπόθεσις.
3. Let no one trouble you; give heed to prayers. The devil did these things so that he might cut off your zeal concerning the litanies. Yet it does not prosper for him; rather, we have found you more earnest and more fervent. Tomorrow I shall go forth to the litany-station with you. Or wherever I am, there you are also; wherever you are, there am I too: we are one body; neither is the body sundered from the head, nor the head from the body. We are parted in place, yet we have been united in charity; not even death will be able to sever us. For even if my body dies, my soul lives and remembers the people; you are my fathers: how am I able to forget you? You are my fathers, you are my life, you are my good repute. If you make progress, I win renown; so that for me life and wealth lie stored in your treasury. Ten thousand times am I ready to be slain on your behalf (and I confer no favour, but rather pay back a debt: For the good shepherd lays down his soul on behalf of the sheep), both to be slain ten thousand times and to have ten thousand heads cut off. To me this death is a pledge of immortality, to me these plots are an occasion of security. Am I plotted against on account of money, that I should grieve? Or on account of sins, that I should feel pain? It is on account of my passionate love for you: since I do all things so that you may abide in safety, so that no one may slip stealthily into the flock, so that the little flock may remain unharmed. The cause of my struggles suffices me for a crown. For what could I suffer on your behalf? You are my fellow citizens, you are my fathers, you are my brothers, you are my children, you are my members, you are my body, you are my light, or rather sweeter even than this light. For what such benefit does the sunbeam afford me as does your charity? The sunbeam profits me in the present life, whereas your charity weaves a crown for me in the life to come. Yet I say these things into the ears of those who hear; and what is more ready to hearken than your ears? So many days you kept vigil, and nothing bent you; neither length of time made you softer, nor fears, nor threats: towards all things you proved yourselves noble. And why do I say, you proved yourselves? This very thing which I always longed for—you despised the affairs of this life, you bade farewell to the earth, you removed unto heaven; you freed yourselves from the bonds of the body, you vie after that blessed philosophy. These things are crowns to me, these are consolation, these are comfort, these are anointing oil to me, these are life, these are a pledge of immortality.
Notes, col. 430

On the reading

Printed τοῦτυ, for τοῦτο.

Printed προβάτῶν, for προβάτων.

PG 52:429 bisRead from the page
Non obtundes stimulos, imo sanguine pedes inficies : quandoquidem fluctus non petram dissolvunt, sed ipsi in spumam abeunt. Nihil Ecclesia potentius, o homo. Bellum solve, ne robur dissolvas tuum; ne inferas caelo bellum. Si homini bellum inferas, aut vinces, aut superaberis : si Ecclesiam oppugnes, vincere nequis : omnibus quippe fortior est Deus. An aemulamur Dominum? an fortiores illo sumus (1. Cor. 10. 22)? Deus fixit et firmavit, quis concutere tentaverit? Non nosti virtutem ejus. Respicit terram, et facit eam tremere (Psal. 103. 32) : jubet, et quae concutiebantur firma consistunt. Si concussam urbem firmavit, quanto magis Ecclesiam firmare poterit? Ecclesia est ipso caelo fortior : Caelum et terra transibunt, verba autem mea non transibunt (Matth. 24. 35). Quae verba? Tu es Petrus, et super hanc meam petram aedificabo Ecclesiam meam, et portae inferi non praevalebunt adversus eam (Id. 16. 18).
You will not blunt the goads, nay you will stain your feet with blood: since the billows do not dissolve the rock, but themselves pass away into foam. Nothing is mightier than the Church, O man. Give over the war, lest you undo your own strength; do not wage war against heaven. If you wage war against a man, you will either conquer or be overcome; if you assail the Church, you cannot conquer: for God is mightier than all. Do we provoke the Lord to jealousy? Are we stronger than He? (1 Cor. 10:22). God has fixed and established it: who will attempt to shake it? You do not know His power. He looks upon the earth, and makes it tremble (Ps. 103:32): He commands, and the things that were shaken stand fast. If He steadied the shaken city, how much more will He be able to steady the Church? The Church is stronger than heaven itself: Heaven and earth shall pass away, but My words shall not pass away (Matt. 24:35). What words? You are Peter, and upon this rock of Mine I will build My Church, and the gates of hades shall not prevail against it (Matt. 16:18).
2. Si non credis verbo, rebus crede. Quot tyranni Ecclesiam opprimere tentaverunt? quot sartagines? quot fornaces, ferarum dentes, gladii acuti? nihilque perfecerunt. Ubinam sunt hostes illi? Silentio et oblivioni traditi sunt. Ubinam Ecclesia? Plus quam sol splendescit. Quae illorum erant exstincta sunt, quae ad illam spectant sunt immortalia. Si cum pauci erant Christiani, non victi sunt, quando orbis totus pia religione plenus est, quomodo illos vincere possis? Caelum et terra transibunt, verba autem mea non transibunt (Id. 24. 35). Et jure quidem : amabilior enim est Ecclesia Deo, quam caelum ipsum. Caeli corpus non accepit, sed Ecclesiae carnem accepit; propter Ecclesiam caelum, non propter caelum Ecclesia. Ne vos conturbent ea, quae acciderunt. Hanc mihi gratiam praebeatis, immobilem fidem. Annon vidistis Petrum ambulantem super aquas, paululum dubitantem, in periculum submersionis venisse, non ob aquarum impetum, sed ob fidei infirmitatem? Num humanis calculis huc accessimus? num homo nos adduxit, ut homo dejiciat? Haec non ex arrogantia vel jactantia dico, absit, sed ut quod in vobis fluctuat constabiliam. Quoniam sedata erat civitas, Ecclesiam diabolus concutere voluit. O sceleste et flagitiosissime! muros non expugnasti, et Ecclesiam te succussurum speras? An muris Ecclesia constat? In multitudine fidelium Ecclesia consistit. En quam firmae columnae, non ferro ligatae, sed fide constrictae. Non dico tantam multitudinem igne vehementiorem esse : sed nec, si unus tantum esset, superasses. Nosti quantas tibi plagas inflixerint martyres. Ingressa saepe est puella tenera innupta : cera mollior erat, sed petra solidior exstitit. Ejus latera lancinabas, et fidem non auferebas. Cessit carnis natura, neque concidit fidei virtus; consumebatur corpus, et viriliter agebat animus; absumebatur substantia, et manebat pietas. Ne unam quidem mulierem superasti, et tantum populum te superaturum confidis? Non audis Dominum dicentem : Ubi duo vel tres congregati sunt in nomine meo, illic sum in medio eorum (Matth. 18. 20)? Et ubi tam numerosus populus caritatis vinculis constrictus, non aderit?
2. If you do not believe the word, believe the facts. How many tyrants have essayed to crush the Church? How many frying-pans? How many furnaces, fangs of wild beasts, whetted swords? And they accomplished nothing. Where are those foes? They have been consigned to silence and oblivion. Where is the Church? She shines more brightly than the sun. What belonged to them has been extinguished; what pertains to her is immortal. If when Christians were few they were not vanquished, how can you conquer them when the whole world is filled with genuine religion? Heaven and earth shall pass away, but My words shall not pass away (Matt. 24:35). And rightly so indeed: for the Church is dearer to God than heaven itself. He did not take a body from heaven, but He took flesh from the Church; heaven exists for the sake of the Church, not the Church for the sake of heaven. Let not the things that have happened trouble you. Grant me this favour: unshakable faith. Did you not see Peter walking upon the waters, doubting a little, and coming into peril of sinking—not because of the onrush of the waters, but because of the weakness of his faith? Did we come hither by human votes? Did man bring us in, that man should cast us down? These things I say not out of arrogance or boasting—far from it!—but in order to steady what wavers in you. Because the city had been set at rest, the devil wished to shake the Church. O accursed and most flagitious wretch! You did not storm the walls, and do you hope to shake the Church? Does the Church consist in walls? In the multitude of the faithful does the Church consist. Behold what firm pillars, bound not with iron, but knit fast by faith! I do not say that so great a multitude is fiercer than fire: nay, not even had there been a single one would you have prevailed. You know what great wounds the martyrs inflicted upon you. Often a tender unmarried girl entered the lists: she was softer than wax, yet proved solider than rock. You tore her sides, yet did not take away her faith. The nature of flesh gave way, yet the strength of faith did not collapse; her body was consumed, yet her spirit played the man; her frame wasted away, yet her piety abode. Not even one woman did you overcome, and are you confident that you will overcome so great a people? Do you not hear the Lord saying: Where two or three are gathered together in My name, there am I in the midst of them (Matt. 18:20)? And where so numerous a people is knit fast by the bonds of charity, will He not be present?
PG 52:430 bisRead from the page
Ejus pignus habeo : num propriis sum viribus fretus? Scriptum ejus teneo. Hic mihi baculus : haec mihi securitas : hic mihi portus tranquillus. Etsi conturbetur orbis totus, rescriptum teneo : ejus literas lego : hic mihi murus, hoc praesidium. Quas literas? Ego vobiscum sum omnibus diebus usque ad consummationem saeculi (Matth. 28. 20). Christus mecum, quem timebo? Etsi fluctus adversum me concitentur, etsi maria, etsi principum furor : mihi haec omnia aranea sunt viliora. Ac nisi caritas me vestra detinuisset, ne hodie quidem abnuissem alio proficisci. Semper enim dico, Domine, fiat voluntas tua (Id. 6. 10) : non quod talis et talis, sed quod tu vis [faciam]. Haec mihi turris, haec mihi petra immobilis : hic mihi baculus non vacillans. Si id Deus velit, fiat. Si velit me hic manere, gratias habeo. Ubicumque voluerit, gratias refero.
I hold His pledge: do I rely upon my own strength? I hold His written bond. This is my staff; this is my security; this is my calm harbour. Even though the whole world be thrown into turmoil, I hold the rescript, I read His letters: this is my wall, this my bulwark. What letters? I am with you all the days, even unto the consummation of the age (Matt. 28:20). Christ is with me: whom shall I fear? Even though billows be stirred up against me, even though seas, even though the fury of rulers, to me all these things are meaner than a cobweb. And had not your charity held me back, not even today would I have refused to set out elsewhere. For I always say: Lord, Thy will be done (Matt. 6:10)—not what such and such a man wills, but what Thou wilt [let me do]. This is my tower, this my unshakable rock, this my unwavering staff. If God wills this, let it be done. If He wills me to abide here, I am grateful. Wheresoever He wills, I render thanks.
3. Nemo vos conturbet : precibus vacate. Hoc effecit diabolus, ut vestrum circa supplicationes studium interciperet. Sed nihil profecit : imo vos diligentiores alacrioresque invenimus. Cras ad supplicationem vobiscum pergam. Atque ubi sum ego, illic et vos estis; ubi vos estis, illic et ego : unum corpus sumus, neque corpus a capite, neque caput a corpore separatur. Loco dissiti sumus, sed caritate jungimur, neque mors ipsa poterit abscindere. Etsi enim corpus meum moriatur, vivet tamen anima, quae populi recordabitur. Vos mihi patres estis; qui possim vestrum oblivisci? vos mihi patres, vos mihi vita, vos mihi gloria. Si vos proficiatis, id mihi in gloriam vertitur; ita ut vita mea ceu divitiae quaedam in vestro reposita sit thesauro. Paratus sum ad vitam sexcenties pro vobis effundendam, nec gratiam exhibeo, sed debitum solvo. Nam Bonus pastor animam suam dat pro ovibus (Joan. 10. 11). Millies jugulent, toties caput abscindant. Mors enim talis mihi immortalitatis est argumentum : hae mihi insidiae securitatis sunt occasio. Num ob divitias insidiis objectus sum, ut doleam? num ob peccata, ut lugeam? Id patior ob vestrum amorem; quia nihil non ago, ut vos in tuto collocemini; ut nemo alienus se in ovile ingerat; ut illaesus grex maneat. Certaminis argumentum mihi sufficit ad coronam. Quid enim patiar pro vobis? Vos mihi cives, vos mihi patres, vos mihi fratres, vos filii, vos membra, vos corpus, vos mihi lux, imo hac luce suaviores. Quid enim tale mihi confert radius, quale vestra caritas? Radius mihi in praesenti vita utilis est, vestra autem caritas coronam mihi nectit in futuro. Haec porro dico in aures vestras : quid autem est ad audiendum promptius auribus vestris? Tot diebus vigilastis, nihilque vos inflectere potuit, non temporis diuturnitas emollivit, non timores, non minae : ad omnia strenuos vos exhibuistis. Et quid dico, vos exhibuistis? Quod semper optaveram, saecularia despexistis, terrae vale dixistis; a vinculis corporis vos expedivistis, ad beatam illam philosophiam certatim properastis. Haec mihi corona sunt, haec consolatio, haec unctio, haec vita, haec immortalitatis argumentum.
3. Let no one trouble you: devote yourselves to prayer. This the devil wrought in order to cut short your zeal for litanies. Yet he accomplished nothing; nay, we have found you more diligent and more eager. Tomorrow I shall go forth with you to the litany. And where I am, there you also are; where you are, there I also am: we are one body, and neither is the body sundered from the head, nor the head from the body. We are parted in place, yet knit together in charity, nor will death itself be able to sever us. For even though my body die, yet my soul will live and will remember the people. You are my fathers: how could I forget you? You are my fathers, you are my life, you are my glory. If you make progress, that turns to my glory—so that my life is laid up, like some treasure, in your storehouse. I am ready to pour out my life six hundred times on your behalf, nor do I confer a favour, but pay a debt. For the good shepherd lays down his life for the sheep (John 10:11). Let them slaughter me a thousand times, as many times let them strike off my head! For such a death is to me a pledge of immortality; these plots are to me an occasion of security. Am I exposed to plots on account of riches, that I should grieve? Or on account of sins, that I should mourn? I suffer this on account of my love for you—because I leave nothing undone so that you may be set in safety, so that no stranger may thrust himself into the fold, so that the flock may abide unharmed. The ground of the contest suffices me for a crown. For what could I suffer to equal your worth? You are my fellow-citizens, you my fathers, you my brothers, you my children, you my members, you my body, you my light—nay, sweeter than this very light! For what does the sunbeam bestow upon me to compare with your charity? The sunbeam is useful to me in the present life, whereas your charity weaves a crown for me in the life to come. And I speak these things into your ears: and what is readier to hearken than your ears? So many days you have kept vigil, and nothing was able to bend you; length of time did not soften you, nor fears, nor threats: in the face of all things you showed yourselves valiant. And why do I say, you showed yourselves? What I had always longed for—you have despised worldly affairs, you have bidden farewell to earth, you have disentangled yourselves from the fetters of the body, you have hastened in rivalry to that blessed moral wisdom. These things are my crown, these my consolation, these my anointing, these my life, these my pledge of immortality.
PG 52:431Read from the page
CUM DE EXPULSIONE
WHEN HIS EXPULSION
Multi quidem fluctus, et undae immanes; sed submergi non vereor : quia supra petram sto. Insaniat licet mare petram non potest commovere : insurgant
Many indeed are the billows, and monstrous the waves; yet I do not fear to be submerged, because I stand upon the rock. Though the sea rage madly, it cannot move the rock; though the billows rise up
4. (a) Sed video quosdam qui mihi auctores sunt, ut in dogmatibus meis insistam. Pleraque enim prospera in contrarium cedunt, quoniam ii, quibus videbar zelo plenus esse, id improbitate sua egerunt ut conciderem : qui ad libitum suum me deposuerunt, per varium rerum exitum me in hoc certamine vincunt : non minabantur, sed instabant. Jam tempus est ea enarrare, quae ad meam calamitatem spectant. Lex est, sed legislator vincitur. Filii, per vestram caritatem, video conjurationem ad bellum inferendum paratam, Deumque contumeliis affectum : video delapsum agonem, et agonothetam moerentem : video veritatis persuasionem emarcescere, et conspirationem superare. Mihi illi objiciunt : Comedisti et baptizasti. Si hoc feci, anathema sit mihi; ne numerer inter episcopos; ne sim cum angelis; ne sim Deo acceptus. Si vero comedi et baptizavi, nihil inopportune feci (b). Attende diligenter iis quae dico, neque finem dicendi faciam. Non me piget loqui, vobisque tutum est si loquar. Sed ad propositum redeamus. Dicunt me comedisse et baptizasse. Deponant ergo Paulum, quod post coenam custodi carceris baptisma contulerit (Act. 16. 33). Ausim dicere, deponant ipsum Christum, quod post coenam discipulis communionem largitus sit. Sed haec nobis congruentia magnaque sunt : haec laeta pacis signa : haec populi encomia. Mihi corona, vobis fructus. Sed scitis, fratres, qua de causa velint me deponere. Quia tapetes non expandi, nec serica vestimenta indui, et quia ipsorum ingluviem non fovi. Floruere aspidis fetus, adhuc relictum est Jezabelis semen : verum adhuc etiam gratia cum Helia concertat. Age mihi in medium mirabilem illum divitemque vitae praeconem, Joannem dico pauperem, qui ne lucernam quidem possidebat; sed habebat Christum lampadem : cujus caput expetivit Evae comministra : quae et sanctis impedimento fuit, quae prophetas persequuta est, quae dolose jejunium praedicavit, quae parem cum vipera nomenclaturam obtinuit, nempe saltationem, quae prandio nondum absoluto saltavit (c). Non vitam concupivit, non opum molem, non regni dignitatem, non aliam quampiam facultatem; sed dic mihi, quaeso, quid desideravit? Caput hominis. Quid autem dico? Non solum hominis, sed etiam evangelistae. Attamen non vicit caput, licet acceperit.
4. (a) Yet I see some who urge me to stand fast in my doctrines. For most prosperous things turn to the contrary, since those in whose eyes I seemed full of zeal wrought by their own wickedness to bring about my downfall: those who deposed me at their own whim get the better of me in this contest through the shifting issue of affairs; they did not merely threaten, but pressed hard upon me. Now is the time to recount the things that pertain to my calamity. The law stands, yet the lawgiver is overcome. My children, by your charity, I behold a conspiracy prepared to wage war, and God treated with outrage; I behold the contest fallen low, and the president of the games mourning; I behold the persuasion of truth withering away, and conspiracy prevailing. They cast it in my teeth: You ate and baptized! If I did this, let me be anathema; let me not be numbered among bishops; let me not be with the angels; let me not be acceptable to God! Yet even if I did eat and baptize, I did nothing unseasonable (b). Pay diligent heed to what I say, and I shall make no end of speaking. I am not irked to speak, and for you it is safe if I speak. Yet let us return to the matter in hand. They say that I ate and baptized. Let them depose Paul, then, because after supper he conferred baptism upon the jailer of the prison (Acts 16:33)! Nay, I might dare to say, let them depose Christ Himself, because after supper He bestowed communion upon the disciples! Yet these things are fitting and great for us: these are joyful tokens of peace; these are the praises of the people—to me a crown, to you fruit. Yet you know, brethren, for what reason they wish to depose me: because I did not spread out carpets, nor put on silken raiment, and because I did not pamper their gluttony. The brood of the asp has flourished; the seed of Jezebel still remains; yet grace too still contends side by side with Elijah. Bring forth into our midst that marvellous and rich herald of life—poor John, I mean, who possessed not so much as a lamp, yet had Christ as his torch—whose head Eve's fellow-minister demanded: she who proved a hindrance to the saints, who persecuted the prophets, who deceitfully proclaimed a fast, who won the same appellation as the viper—namely, the dance—she who danced before the banquet was yet ended (c). She did not covet life, nor a mass of wealth, nor royal dignity, nor any other possession; but tell me, I pray, what did she desire? The head of a man. Nay, what am I saying? Not of a man only, but even of a preacher of the Gospel! Nevertheless, she did not vanquish the head, even though she received it.
PG 52:432Read from the page
quantumlibet fluctus, navis Jesu obrui non potest. Sed quid putant? Ne mortem verear, cui vivere Christus est, et mori lucrum (Philipp. 1. 21)? Ne
as high as they will, the ship of Jesus cannot be swamped. Yet what do they suppose? That I should fear death, to whom to live is Christ, and to die is gain (Phil. 1:21)? Or should I
Abscidit caput petendo, iniquum desiderium per discum implevit. Vide, et mirare Dei virtutem. Coarguit inculpatus homo, capite truncatus est; sed qui capite caesus, in dextera Christi est, illam vero indeprecabile supplicium excipit. Rursus ejus semen, spinosum germen, quaerit et festinat. Sed Herodias Joannis caput expetit, rursus saltationem inimus non pedibus, sed qualem Maria olim firmam et immotam. Rursus clamat Joannes ac dicit : Non licet tibi uxorem habere fratris tui (Marc. 6. 18).
She cut off the head by asking for it, and fulfilled her wicked desire upon a platter. Behold and marvel at the power of God! The blameless man reproved sin, and was beheaded; yet he who was beheaded stands at the right hand of Christ, whereas inexorable punishment awaits that woman. Once more her seed, a thorny offshoot, seeks and hastens. Yet though Herodias demands the head of John, once more we enter upon a dance—not with our feet, but steadfast and unshaken, such as Mary's was of old. Once more John cries out and says: It is not lawful for you to have your brother's wife (Mark 6:18).
5. Sed quid dicam? Lacrymarum est praesens tempus : omnia quippe ad ignominiam vergunt, et omnia tempus judicat. Aurum universim gloriam parit. Sed age in medium David dicentem atque clamantem : Aurum si affluat, nolite cor apponere (Psal. 61. 11). At dic mihi, Quis ille erat, qui talem vocem protulit? Annon regni fastigium occupabat? nonne in regia potestate imperabat? Sed non ad rapinam respiciebat, non ad pietatis destructionem, non curabat thesauros, sed militarem delectum; non uxoris consensum requirebat. Fugite ergo, mulieres, alienos coetus : ne consilium pravum viris dederitis : sed ex hisce dictis vos confirmate. Num exstinximus flammam vestram? num emollitum est cor vestrum? Sed scio vos, quae Mariae filiae estis, utilitatem accepturas. Aliae vero absque vino satiatae sunt, et ebriae avaritia, ut beatus Paulus clamat et praedicat his verbis : Radix omnium malorum avaritia (1. Tim. 6. 10). Sic insipientes mulieres aures suas obturant, et pro bono semine spinas pariunt. At, obsecro, ne semen nostrum quasi supra petram jaciamus. Christi sumus agricultura, a quo audiamus, Euge, serve bone, intra in domum meam (Matth. 25. 23), ne forte illius vocis loco dicatur, Serve nequam (Ib. v. 26). Sed, obsecro, luceat institutum vestrum coram hominibus, ne infatuemus sal nostrum. Sed glorificemus, gratias agamus, divites diviti, pauperes benigno et pauperum amanti Christo, potentes robustae illius manui. Et haec quidem de vobis. Verum fortasse Deus ea me pati concedit quae illi adversum me machinantur, ut in calamitatibus me probet, quia in laboribus victoria omnino consistit, et per certamina praeparatur corona. Etenim divinus Paulus dixit : Cursum consummavi, fidem servavi : in reliquo reposita est mihi corona justitiae (2. Tim. 4. 7); qua corona nos dignabitur universorum Dominus in saecula. Amen.
5. Yet what shall I say? The present season is a season of tears: for all things tend unto disgrace, and time judges all things. Gold universally begets renown. Yet bring forward into our midst David saying and crying aloud: If gold flows in, set not your heart upon it (Ps. 61:11). And tell me, who was he that uttered such a voice? Did he not hold the summit of kingship? Did he not rule with royal authority? Yet he did not look to plunder, nor to the overthrow of piety; he cared not for treasures, but for the levy of his soldiers; he did not seek his wife's concurrence. Flee strange gatherings, therefore, O women; do not give perverse counsel to your husbands, but strengthen yourselves by these words. Have we quenched your flame? Has your heart grown soft? Nay, I know that you who are daughters of Mary will reap benefit. Other women, however, are sated without wine and drunken with greed, even as blessed Paul cries aloud and proclaims in these words: Greed is the root of all evils (1 Tim. 6:10). Thus foolish women stop up their ears, and in place of good seed bring forth thorns. Yet, I beseech you, let us not cast our seed as it were upon rock! We are the tillage of Christ, from whom may we hear: Well done, good servant, enter into My house (Matt. 25:23), lest perchance in place of that voice it be said: You wicked servant! (Matt. 25:26). Nay, I beseech you, let your way of life shine before men, lest we make our salt savourless. Rather let us glorify and give thanks—the rich to Christ who is rich, the poor to Christ who is kind and a lover of the poor, the mighty to His strong hand. So much, then, concerning you. Perhaps, however, God suffers me to undergo the things which those men plot against me in order that He may prove me amid calamities, because victory wholly consists in toils, and through contests is the crown prepared. For the divine Paul said: I have finished the course, I have kept the faith; henceforth there is laid up for me the crown of righteousness (2 Tim. 4:7)—of which crown the Lord of all will deem us worthy unto the ages. Amen.