θανεῖν; καὶ παρεὶς εἰπεῖν τὸν οὐρανὸν, τὴν γῆν, τὴν θάλατταν, τὰ ἄλλα πάντα, ἅπερ ἐποίησεν ὁ Χριστὸς εἰς χρείαν ἡμῶν καὶ ἀνάπαυσιν, ἄνω καὶ κάτω περιστρέφει τὸν σταυρὸν, λέγων· Συνέστησε δὲ τὴν ἑαυτοῦ ἀγάπην ὁ Θεὸς εἰς ἡμᾶς, ὅτι, ἔτι ἁμαρτωλῶν ὄντων ἡμῶν, Χριστὸς ὑπὲρ ἡμῶν ἀπέθανε· καὶ ἐντεῦθεν ἡμῖν χρηστὰς ὑποτείνει τὰς ἐλπίδας, λέγων· Εἰ γὰρ ἐχθροὶ ὄντες κατηλλάγημεν τῷ Θεῷ διὰ τοῦ θανάτου τοῦ Υἱοῦ αὐτοῦ, πολλῷ μᾶλλον καταλλαγέντες σωθησόμεθα ἐν τῇ ζωῇ αὐτοῦ; Οὐκ ἐπὶ τούτῳ μάλιστα καὶ αὐτὸς καλλωπίζεται, καὶ μέγα φρονεῖ, καὶ σκιρτᾷ, καὶ πέταται ὑπὸ τῆς ἡδονῆς, Γαλάταις γράφων οὕτως, Ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι, εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ; Καὶ τί θαυμάζεις, εἰ Παῦλος ἐπὶ τούτῳ σκιρτᾷ καὶ πηδᾷ καὶ καλλωπίζεται; Αὐτὸς ὁ ταῦτα παθὼν, δόξαν τὸ πρᾶγμα καλεῖ. Πάτερ γὰρ, φησὶν, ἐλήλυθεν ἡ ὥρα, δόξασόν σου τὸν Υἱόν. Καὶ ὁ μαθητὴς δὲ ὁ ταῦτα γράψας οὕτως ἔλεγεν· Οὔπω γὰρ ἦν ἐν αὐτοῖς Πνεῦμα ἅγιον, ὅτι Ἰησοῦς οὐδέπω ἐδοξάσθη, δόξαν καλῶν τὸν σταυρόν. Ὅτε δὲ αὐτοῦ τὴν ἀγάπην παραστῆσαι ἐβουλήθη, καὶ αὐτὸς τί εἶπε; σημεῖα, θαύματα, τεράστιά τινα; Οὐδαμῶς, ἀλλὰ τὸν σταυρὸν εἰς μέσον φέρει, λέγων· Οὕτως ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον, ὅτι τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ ἔδωκεν, ἵνα πᾶς ὁ πιστεύων ἐπ' αὐτὸν, μὴ ἀπόληται, ἀλλ' ἔχῃ ζωὴν αἰώνιον. Καὶ Παῦλος πάλιν· Ὅς γε τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφείσατο, ἀλλ' ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτὸν, πῶς οὐχὶ καὶ σὺν αὐτῷ τὰ πάντα ἡμῖν χαρίσεται; Καὶ εἰς ταπεινοφροσύνην δὲ ὅταν ἐνάγῃ, ἐντεῦθεν κατασκευάζει τὴν παραίνεσιν, οὕτω λέγων· Εἴ τις παράκλησις ἐν Χριστῷ, εἴ τι παραμύθιον ἀγάπης, εἴ τις κοινωνία Πνεύματος, εἴ τινα σπλάγχνα καὶ οἰκτιρμοὶ, πληρώσατέ μου τὴν χαρὰν, ἵνα τὸ αὐτὸ φρονῆτε, τὴν αὐτὴν ἀγάπην ἔχοντες σύμψυχοι, τὸ ἓν φρονοῦντες, μηδὲν κατ' ἐρίθειαν ἢ κενοδοξίαν, ἀλλὰ τῇ ταπεινοφροσύνῃ ἀλλήλους προηγούμενοι ὑπερέχοντας ἑαυτῶν. Εἶτα εἰσάγων τὴν συμβουλὴν, φησί· Τοῦτο γὰρ φρονείσθω ἐν ὑμῖν, ὃ καὶ ἐν Χριστῷ Ἰησοῦ, ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ' ἑαυτὸν ἐκένωσε, μορφὴν δούλου λαβὼν, ἐν ὁμοιώματι ἀνθρώπου γενόμενος, καὶ ἐν σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος· ἐταπείνωσεν ἑαυτὸν, γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ. Καὶ περὶ ἀγάπης δὲ πάλιν συμβουλεύων τοῦτο εἰς μέσον παράγει, Ἀγαπᾶτε, λέγων, ἀλλήλους, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησεν ἡμᾶς καὶ ἑαυτὸν παρέδωκεν ὑπὲρ ἡμῶν προσφορὰν καὶ θυσίαν τῷ Θεῷ εἰς ὀσμὴν εὐωδίας. Καὶ γυναῖκας συνάπτων ἀνδράσιν εἰς ὁμόνοιαν, οὕτω λέγει· Οἱ ἄνδρες, ἀγαπᾶτε τὰς γυναῖκας ἑαυτῶν, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησε τὴν Ἐκκλησίαν, καὶ παρέδωκεν ἑαυτὸν ὑπὲρ αὐτῆς. Καὶ αὐτὸς δὲ δεικνὺς πῶς αὐτῷ τὸ πρᾶγμα περισπούδαστον ἦν, καὶ πῶς σφόδρα ἤρα τοῦ πάθους, τὸν πρῶτον τῶν ἀποστόλων, τὴν κρηπῖδα τῆς Ἐκκλησίας, τὸν κορυφαῖον τοῦ χοροῦ τῶν μαθητῶν, καὶ ταῦτα ἐξ ἀγνοίας εἰπόντα, Ἵλεώς σοι, Κύριε, οὐ μὴ ἔσται σοι τοῦτο, ἄκουσον τί ἐκάλεσεν·
died? And passing by the mention of heaven, earth, sea, and all the other things which Christ made for our use and repose, up and down he turns the cross about, saying: But God commended His own love towards us, in that, while we were yet sinners, Christ died for us; and from this he holds out good hopes to us, saying: For if while we were enemies we were reconciled to God through the death of His Son, much more, having been reconciled, shall we be saved by His life? Does he not himself also most of all glory in this, and take great pride, and leap, and soar with delight, writing thus to the Galatians, But far be it from me to boast, save in the cross of our Lord Jesus Christ? And why do you marvel if Paul leaps and bounds and glories in this? He Himself Who suffered these things calls the matter glory. For, Father, says He, the hour has come; glorify Thy Son. And the disciple also who wrote these things spoke thus: For the Holy Spirit was not yet in them, because Jesus had not yet been glorified — calling the cross glory. And when He wished to set forth His love, what did He Himself also say? signs, wonders, some portents? By no means; nay, He brings the cross into the midst, saying: God so loved the world that He gave His only-begotten Son, that everyone who believes in Him may not perish, but may have eternal life. And Paul again: He Who spared not His own Son, but delivered Him up for us all, how shall He not also with Him freely grant us all things? And when he leads men on to humility, from this source he frames his exhortation, speaking thus: If there is any consolation in Christ, if any comfort of love, if any fellowship of the Spirit, if any bowels and mercies, fulfil my joy, that you may think the same thing, having the same love, united in soul, minding the one thing, doing nothing out of rivalry or vainglory, but in humility esteeming one another superior to yourselves. Then, introducing his counsel, he says: For let this mind be in you which was also in Christ Jesus, Who, being in the form of God, counted it not a prize to be grasped to be equal with God, but emptied Himself, taking the form of a bondservant, coming to be in the likeness of man; and being found in fashion as a man, He humbled Himself, becoming obedient unto death, even the death of the cross. And again, when giving counsel concerning love, he brings this forward into the midst, saying, Love one another, even as Christ also loved us and delivered Himself up for us, an offering and a sacrifice to God for a savour of sweet fragrance. And joining wives to husbands in concord, he speaks thus: Husbands, love your own wives, even as Christ also loved the Church, and delivered Himself up for her. And He Himself too, showing how earnestly sought the matter was by Him, and how passionately He desired His passion, when the first of the apostles, the foundation of the Church, the leader of the choir of the disciples — and that speaking out of ignorance — said, Far be it from Thee, Lord; this shall never be unto Thee, hear what He called him: