Migne Reading Room

PG 52 · cols. 507–510 bis · Read from the page

Liber ad eos qui scandalizati sunt ob adversitates quae acciderunt (ab exsilio scriptus)

Liber ad eos qui scandalizati sunt ob adversitates quae acciderunt (ab exsilio scriptus)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 52:507Read from the page
βασιλέα, καὶ λαβεῖν τοῦ δήμου τῶν Ἑβραίων τὰ σκῆπτρα τῇ τοῦ Θεοῦ ψήφῳ, καὶ τὸ λαμπρὸν ἐκεῖνο στῆσαι τρόπαιον κατὰ τοῦ βαρβάρου, τὰ χαλεπώτατα πάντων ἔπαθε, πολεμούμενος, ἐπιβουλευόμενος παρὰ τοῦ Σαοὺλ, περὶ αὐτὸ τὸ ζῆν κινδυνεύων, εἰς πολέμους ἐπισφαλεῖς ἐκπεμπόμενος, συνεχῶς πρὸς τὴν ἐρημίαν ἐλαυνόμενος, ἀλήτης, φυγὰς, ἄπολις, ἄοικος, μετανάστης γενόμενος; Τί δεῖ τὰ πολλὰ λέγειν; Τέλος καὶ τῆς πατρίδος καὶ τῆς οἰκείας χώρας ἁπάσης ἐξέπεσεν ἐκείνης, παρὰ βαρβάροις τοῖς πολεμίοις καὶ ἐχθροτάτοις διατρίβων, καὶ δουλείας χαλεπωτέραν ὑπομένων ζωήν· καὶ γὰρ καὶ τῆς ἀναγκαίας ἠπόρει τροφῆς. Καὶ ταῦτα ἔπασχε μετὰ τὴν παρουσίαν τοῦ Σαμουὴλ, μετὰ τὴν τοῦ ἐλαίου χρίσιν, μετὰ τὴν τῆς βασιλείας ὑπόσχεσιν, μετὰ τὰ σκῆπτρα, μετὰ τὸ διάδημα, μετὰ τὴν τοῦ Θεοῦ χειροτονίαν, καὶ τὴν ψῆφον τὴν ἐπ' αὐτῷ· καὶ ὅμως οὐδὲν αὐτὸν τούτων ἐσκανδάλισεν, οὐδὲ εἶπεν οὐδὲ οὗτος, Τί τοῦτο; Ὁ βασιλεὺς ἐγὼ, καὶ τοσαύτης μέλλων ἀρχῆς ἀπολαύσεσθαι, οὐδὲ ἰδιώτης μετὰ ἀσφαλείας εἶναι δύναμαι· ἀλλὰ ἀλήτης γέγονα, καὶ φυγὰς, ἄπολις, ἄοικος, μετανάστης, καὶ εἰς βάρβαρον ἀπηνέχθην χώραν καὶ τῆς ἀναγκαίας ἀπορῶν τροφῆς, καὶ περὶ τῶν ἐσχάτων ὁρῶ καθ' ἑκάστην ἡμέραν ἐπικρεμάμενόν μοι τὸν κίνδυνον. Ποῦ τῆς βασιλείας αἱ ὑποσχέσεις; ποῦ τῆς ἀρχῆς αἱ ἐπαγγελίαι ἐκεῖναι; Οὐδὲν τούτων οὐκ εἶπεν, οὐκ ἐνενόησεν· οὐκ ἐσκανδαλίσθη τοῖς γινομένοις, ἀλλὰ ἀνέμενε καὶ αὐτὸς τὸ τέλος τῶν ὑποσχέσεων. Καὶ ἑτέρους δὲ μυρίους ἔστιν εἰπεῖν, οἳ χαλεποῖς περιπεσόντες πράγμασιν, οὐκ ἐθορυβήθησαν, ἀλλὰ τοῦ Θεοῦ τὴν ἀπαγγελίαν κατέχοντες, εἰ καὶ ἐναντία τὰ γινόμενα ταῖς ὑποσχέσεσιν ἦν, διὰ τῆς καλλίστης ταύτης ὑπομονῆς λαμπροὺς ἐδρέποντο τοὺς στεφάνους. Καὶ σὺ τοίνυν, ἀγαπητὲ, ἀνάμενε καὶ αὐτὸς τὸ τέλος· πάντως γὰρ ἀπαντήσεται, ἢ ἐνταῦθα, ἢ ἐν τῷ μέλλοντι αἰῶνι· καὶ παραχώρει πανταχοῦ τῷ ἀκαταλήπτῳ τῆς τοῦ Θεοῦ προνοίας, καὶ μὴ λέγε, Πῶς δὲ τὰ τοσαῦτα κακὰ λήψεται διόρθωσιν; μηδὲ περιεργάζου τῆς τοῦ Θεοῦ παραδοξοποιΐας τὸν τρόπον.
king, and receiving the sceptres of the people of the Hebrews by the suffrage of God, and setting up that bright trophy over the barbarian, suffer the most grievous things of all—warred upon, plotted against by Saul, standing in jeopardy of life itself, dispatched to perilous wars, continually driven into the wilderness, becoming a wanderer, a fugitive, cityless, homeless, an exile? What need is there to say much? At last he was cast out of his fatherland and all that native country of his, passing his time among barbarian foes and bitterest enemies, and enduring a life more grievous than slavery—for he was in want even of necessary food. And these things he suffered after the coming of Samuel, after the anointing with oil, after the promise of kingship, after the sceptres, after the diadem, after the appointment of God and the suffrage cast for him; and yet none of these things scandalized him, nor did this man either say: 'What is this? I the king, who am about to enjoy so great a sovereignty, am not able even to live as a private citizen in safety; rather, I have become a wanderer, and a fugitive, cityless, homeless, an exile, and have been carried off into a barbarian country, lacking even necessary food, and every single day I see extreme peril hanging over me. Where are the promises of kingship? Where are those pledges of sovereignty?' None of these things did he say, none did he think; he was not scandalized at what was taking place, but he too awaited the fulfilment of the promises. And one could name countless others also who, having fallen into grievous affairs, were not disturbed, but holding fast to the pledge of God, even though what was taking place was contrary to the promises, through this most noble endurance culled bright crowns. Do you also, therefore, beloved, await the end yourself: for it will altogether meet us, either here or in the age to come; and yield everywhere to the incomprehensible character of the providence of God, and do not say: 'How shall so great evils receive amendment?' nor pry curiously into the manner of God's working of wonders.
Κεφ. ιαʹ. Οὐδὲ γὰρ οἱ δίκαιοι τότε ἐκεῖνοι τοῦτο ἐζήτησαν, τὸ, Πῶς καὶ τίνι τρόπῳ ταῦτα ἔσται· ἀλλ' ὁρῶντες εἰς ἀπόγνωσιν κατὰ ἀνθρώπινον λογισμὸν πάντα φερόμενα, οὐδὲ οὕτως ἐθορυβοῦντο, οὐδὲ ἐταράττοντο· ἀλλ' ἔφερον ἅπαντα γενναίως, μεγίστην ἔχοντες ἀπόδειξιν τῶν ἐσομένων χρηστῶν τὴν δύναμιν τοῦ ὑποσχομένου, καὶ ἀπὸ τῆς τῶν γινομένων ἐναντιότητος εἰς ἀπόγνωσιν οὐκ ἐμπίπτοντες. Ἤδεσαν γὰρ σαφῶς, ὅτι εὐμήχανος ὢν καὶ σοφὸς, δυνήσεται καὶ μετὰ τὸ τὰ πράγματα ἀπαγορευθῆναι ἀνακτήσασθαί τε αὐτὰ μᾶλλον ἢ ἔμπροσθεν, καὶ μετὰ πολλῆς τῆς εὐκολίας τοῖς ἐπαγγελθεῖσιν ἐπιθεῖναι τέλος. Καὶ σὺ τοίνυν, ἀγαπητὲ, ἄν τε ἐν τῷ παρόντι βίῳ λάβῃ τὰ λυπηρὰ λύσιν, δόξαζε τὸν Θεόν· ἄν τε εἰς δυσχερῆ καταλύσῃ, καὶ οὕτως εὐχαρίστει, καὶ μηδὲν σκανδαλίζου, εἰδὼς σαφῶς τοῦ Θεοῦ τὴν πρόνοιαν τὴν ἄπειρον καὶ ἑρμηνευθῆναι μὴ δυναμένην, καὶ ὅτι πάντως λήψεται τὸ προσῆκον ἅπαντα τέλος, εἴτε ἐν τῷ παρόντι βίῳ, εἴτε ἐν τῷ μέλλοντι. Εἰ δέ τις τὸ μέλλον ἀκούων,
Chapter XI. For neither did those righteous men of old inquire into this—'How and in what manner shall these things be?'—rather, seeing all things swept along into despair according to human reasoning, not even so were they disturbed or troubled, but they bore all things nobly, possessing as the greatest proof of the good things to come the power of Him Who had promised, and not falling into despair from the contrariety of what was taking place. For they knew clearly that, being resourceful and wise, He will be able even after affairs have been given up as hopeless both to restore them more than before, and with the greatest ease to set a fulfilment upon the things promised. Do you also, therefore, beloved, whether grievous things receive resolution in the present life, glorify God; or whether they end in hardships, even so give thanks and be in no wise scandalized, knowing clearly the boundless and inexplicable providence of God, and that all things will altogether receive their fitting end, whether in the present life or in that to come. And if anyone, hearing of the future,
PG 52:508Read from the page
καὶ μικροψυχῶν ἐπείγοιτο τοῦτο ἐνταῦθα ἰδεῖν γινόμενον, ἐροῦμεν ὅτι ἡ ἀληθῶς ζωὴ καὶ τὰ βέβαια πράγματα καὶ ἀκίνητα τότε ἡμᾶς μένει. Τὰ μὲν γὰρ παρόντα, ὁδὸς, ἐκεῖνα δὲ, πατρίς· τὰ ἐνταῦθα ἄνθεσιν ἔοικεν ἐαρινοῖς, ἐκεῖνα δὲ πέτραις ἀκινήτοις· ἐκεῖ στέφανοι καὶ ἀμοιβαὶ τέλος οὐκ ἔχουσαι, ἐκεῖ ἔπαθλα καὶ βραβεῖα, ἐκεῖ κολάσεις καὶ τιμωρίαι ἀφόρητοι τῶν τὰ τοιαῦτα κακουργησάντων. Τί οὖν πρὸς τοὺς τέως σκανδαλιζομένους; φησί. Τί δὲ σὺ τοὺς μειζόνως διαλάμψαντας οὐ λέγεις, τοὺς δὲ προσωπεῖα εὐλαβείας περικειμένους, καὶ νῦν ἐλεγχομένους, τούτους ἄγεις εἰς μέσον; Οὐχ ὁρᾷς τὸ χρυσίον καθαιρόμενον; τὸν μόλιβδον ἐλεγχόμενον; τὰ ἄχυρα διακρινόμενα τοῦ σίτου; τοὺς λύκους τῶν προβάτων; τοὺς πεπλασμένους τῶν ἀληθῶς ἐν εὐλαβείᾳ ζώντων; Ὥστε ὅταν ἴδῃς τούτων τὰ σκάνδαλα, ἐννόησον κἀκείνων τὰς εὐδοκιμήσεις. Ὑπεσκελίσθησάν τινες, ἀλλὰ καὶ ἔστησαν πολλῷ πλείους, καὶ μείζονα ἑαυτοῖς μισθὸν συνήγαγον, οὔτε τῇ δυναστείᾳ τῶν ἐπιβουλευόντων, οὔτε τῇ δυσκολίᾳ τῶν καιρῶν περιτραπέντες. Καὶ οἱ σκανδαλιζόμενοι δὲ ἑαυτοῖς λογιζέσθωσαν· ἐπεὶ καὶ οἱ παῖδες οἱ τρεῖς καὶ ἱερῶν ἀποσπασθέντες, καὶ ναοῦ, καὶ θυσιαστηρίου, καὶ τῆς ἄλλης ἁπάσης τῆς κατὰ νόμον ἐπιμελείας, καὶ ἐν μέσῃ βαρβάρων χώρᾳ ἀποληφθέντες, μετὰ πολλῆς τῆς ἀκριβείας τὸν νόμον διετήρησαν· καὶ ὁ Δανιὴλ ὁμοίως, καὶ ἕτεροι πολλοί· καὶ οἱ μὲν εἰς αἰχμαλωσίαν ἀπενεχθέντες οὐ παρεβλάβησάν τι, ἄλλοι δὲ οἴκοι μένοντες, καὶ πάντων ἀπολαύοντες τῶν ἐπὶ τῆς πατρίδος, προσέκρουσαν καὶ κατεδικάσθησαν.
and being faint-hearted, should be in haste to see this taking place here, we shall say that true life and sure and unshakable realities await us then. For the things present are a road, whereas those things are our fatherland; the things here resemble spring flowers, whereas those things resemble unshakable rocks; there are crowns and recompenses having no end, there are prizes and rewards, there are punishments and unendurable vengeances upon those who have wrought such evils. 'What then as to those who in the meantime are scandalized?' says one. Why do you not speak of those who have shone forth more brightly, while those who wore masks of piety and are now unmasked—these you bring forward into our midst? Do you not see the gold being purified? the lead being exposed? the chaff being winnowed from the wheat? the wolves from the sheep? the counterfeits from those who truly live in piety? So when you see the stumblings of these men, consider also the approved renown of those others. Certain men were tripped up, yet far more stood fast, and gathered a greater reward for themselves, overturned neither by the domination of the plotters nor by the hardship of the times. And let those who are scandalized impute it to themselves: since the Three Children also, though torn away from sacred rites, and temple, and altar, and all the rest of the observance according to the law, and cut off in the midst of a barbarians' land, preserved the law with great exactitude; and Daniel likewise, and many others; and some, carried off into captivity, were harmed in no wise, while others, remaining at home and enjoying all the advantages of their fatherland, stumbled and were condemned.
Κεφ. ιβʹ. Εἰ δὲ ζητοίης τίνος ἕνεκεν ταῦτα συνεχωρήθη, καὶ μὴ τοῖς ἀῤῥήτοις τῶν οἰκονομῶν αὐτοῦ λόγοις παραχωροίης, ἀλλὰ ἐμελέτησας ἀεὶ πάντα περιεργάζεσθαι, ὁδῷ προβαίνων, καὶ ἄλλα πολλὰ διαπορήσεις, οἷον, τίνος ἕνεκεν ἀφείθησαν αἱ αἱρέσεις, τίνος ἕνεκεν ὁ διάβολος, τίνος ἕνεκεν οἱ δαίμονες, τίνος ἕνεκεν οἱ πονηροὶ τῶν ἀνθρώπων καὶ πολλοὺς ὑποσκελίζοντες· καὶ τὸ δὴ κεφάλαιον ἁπάντων τούτων, τίνος ἕνεκεν ὁ Ἀντίχριστος παραγίνεται, ὁ τοσαύτην ἔχων δύναμιν πρὸς ἀπάτην, ὡς τὴν Χριστὸν εἰπεῖν, ὅτι τοιαῦτα ποιήσει, ὥστε πλανῆσαι, εἰ δυνατὸν, καὶ τοὺς ἐκλεκτούς. Ἀλλ' οὐ δεῖ ταῦτα ζητεῖν, ἀλλὰ πάντα παραχωρεῖν τῷ ἀκαταλήπτῳ τῆς τοῦ Θεοῦ σοφίας. Ὁ μὲν γὰρ γενναίως ἤδη πεπηγὼς, κἂν μυρία τὰ κύματα, κἂν μυρίοι οἱ χειμῶνες ἐπιῶσιν, οὐ μόνον οὐδὲν παραβλάπτεται, ἀλλὰ καὶ ἰσχυρότερος γίνεται· ὁ δὲ ἀσθενὴς καὶ διαῤῥέων καὶ ὀλίγωρος, καὶ μηδενὸς ἐνοχλοῦντος καταπίπτει πολλάκις. Εἰ δὲ καὶ λόγον τινὰ ἐπιζητεῖς μαθεῖν, ἄκουε τὸν ἡμῖν γνώριμον. Εἰσὶ μὲν γὰρ καὶ ἕτεροι πολλοὶ τῷ διαφόρως καὶ ποικίλως τὰ καθ' ἡμᾶς πάντα οἰκονομοῦντι δῆλοι· ὃν δὲ ἡμεῖς ἴσμεν, οὗτός ἐστι τέως. Φαμὲν ὅτι τὰ σκάνδαλα ταῦτα ἀφείθη ὑπὲρ τοῦ μὴ ἐλαττωθῆναι τῶν γενναίων τὰ βραβεῖα· ὃ καὶ τῷ Ἰὼβ διαλεγόμενος ὁ Θεὸς ἐδήλωσε,
Chapter XII. Now if you should inquire for what reason these things were permitted, and should not yield to the ineffable reasons of His dispensations, but have made it your practice always to pry curiously into all things, advancing along that path you will also raise many other perplexities: for instance, for what reason heresies were permitted, for what reason the devil, for what reason demons, for what reason wicked men who trip up many; and—the crowning point of all these—for what reason the Antichrist arrives, possessing so great a power for deceit that Christ said he will work such things as to lead astray, if possible, even the elect. Yet one must not inquire into these things, but yield all things to the incomprehensible character of the wisdom of God. For he who stands nobly firm already, even though countless billows and countless tempests come on, not only suffers no harm at all, but even grows stronger; whereas he who is weak and dissolute and heedless often falls down even when no one troubles him. Yet if you seek to learn some reason as well, hear the one known to us. For there are indeed many others also manifest to Him Who in diverse and manifold ways orders all our affairs; but the one that we know is this for the present. We say that these stumbling-blocks were permitted lest the prizes of the noble should be diminished—which God also declared when conversing with Job,
Notes, col. 508

On the reading

Printed οἰκονομῶν, for οἰκονομιῶν.

Printed τὴν Χριστὸν, for τὸν Χριστὸν.

PG 52:509Read from the page
λέγων· Ἄλλως με οἴει σοι κεχρηματικέναι, ἢ ἵνα ἀναφανῇς δίκαιος; Καὶ ὁ Παῦλος δέ φησι· Δεῖ δὲ καὶ αἱρέσεις εἶναι, ἵνα οἱ δόκιμοι φανεροὶ γένωνται ἐν ὑμῖν. Σὺ δὲ ὅταν ἀκούῃς τό· Δεῖ δὲ αἱρέσεις εἶναι, μὴ νομίσῃς ὅτι κελεύων ἢ νομοθετῶν ταῦτά φησιν· ἄπαγε· ἀλλὰ τὸ μέλλον προαναφωνῶν, καὶ τὸ ἐκ τούτου κέρδος τοῖς νήφουσι προμηνύων. Τότε γὰρ ὑμῶν τῶν ἀνεξαπατήτων, φησὶ, σαφέστερον φανεῖται ἡ ἀρετή. Πρὸς τούτοις, καὶ δι' ἑτέραν αἰτίαν οἱ πονηροὶ ἀφείθησαν, ὥστε μὴ προαναρπασθέντας ἀποκλεισθῆναι τῆς ὠφελείας τῆς ἐκ τῆς μεταβολῆς αὐτοῖς γενομένης. Οὕτω καὶ Παῦλος ἐσώθη, οὕτως ὁ ληστὴς, οὕτως ἡ πόρνη, οὕτως ὁ τελώνης, οὕτως ἕτεροι πολλοί. Εἰ δὲ πρὶν ἢ μεταβαλέσθαι ἀνηρπάγησαν ἐντεῦθεν, οὐδεὶς ἂν αὐτῶν ἐσώθη. Περὶ δὲ τοῦ Ἀντιχρίστου καὶ ἑτέραν φησὶν αἰτίαν ὁ Παῦλος. Ποίαν δὴ ταύτην; Τὸ πᾶσαν καὶ ἐντεῦθεν ἀποκλεισθῆναι τῶν Ἰουδαίων τὴν ἀπολογίαν. Ποίαν γὰρ ἂν σχοῖεν συγγνώμην, τὸν Χριστὸν μὴ δεξάμενοι, οἱ μέλλοντες ἐκείνῳ πιστεύειν; Διό φησιν, Ἴνα κριθῶσι πάντες οἱ μὴ πιστεύσαντες τῇ ἀληθείᾳ, τοῦτ' ἔστι, τῷ Χριστῷ, ἀλλ' εὐδοκήσαντες τῇ ἀδικίᾳ, τοῦτ' ἔστι, τῷ Ἀντιχρίστῳ. Ἐπειδὴ γὰρ ἔλεγον, διὰ τοῦτο αὐτῷ μὴ πιστεύειν, ἐπειδὴ Θεὸν ἑαυτὸν ἔλεγε· Διὰ γὰρ τοῦτό σε, φασὶ, λιθάζομεν, ὅτι σὺ ἄνθρωπος ὢν ποιεῖς σεαυτὸν Θεόν· καίτοι γε τὰ πλείονα ἀκούοντες ἀνατιθέντα αὐτὸν τῷ Πατρὶ, καὶ λέγοντα μετὰ τῆς ἐκείνου γνώμης ἀφῖχθαι, καὶ διὰ πολλῶν τοῦτο ἀποδεικνύντα· τί ἐροῦσιν, ὅταν τὸν Ἀντίχριστον τὸν λέγοντα ἑαυτὸν εἶναι Θεὸν, καὶ μηδὲ μεμνημένον τοῦ Πατρὸς, ἀλλὰ καὶ τοὐναντίον ποιοῦντα δέξωνται; Τοῦτο καὶ ὁ Χριστὸς αὐτοῖς ὀνειδίζων, προὔλεγεν οὕτω λέγων· Ἐγὼ ἦλθον ἐν τῷ ὀνόματι τοῦ Πατρός μου, καὶ οὐ λαμβάνετέ με· ἐὰν ἄλλος ἔλθῃ ἐν τῷ ὀνόματι τῷ ἰδίῳ, ἐκεῖνον λήψεσθε· διὰ ταῦτα ἀφείθη τὰ σκάνδαλα. Εἰ δὲ τοὺς σκανδαλιζομένους λέγεις, ἐγώ σοι τοὺς μειζόνως ἐντεῦθεν διαλάμψαντας δείξω· καὶ πάλιν σοι τὸ αὐτὸ ἐρῶ, ὅτι οὐκ ἔδει διὰ τὴν ἑτέρων ἀπροσεξίαν καὶ ῥᾳθυμίαν τοὺς δυναμένους νήφειν καὶ ἐγρηγορέναι, καὶ μυρίους ἐκ τούτων ἀναδήσασθαι στεφάνους, ἐλαττοῦσθαι ἐν τῇ τῶν ἀμοιβῶν ἀντιδόσει. Οὗτοι μὲν γὰρ ἐπηρεάζεσθαι ἔμελλον, εἰ μὴ τῶν ἀγώνων τούτων ἔλαβον ὑποθέσεις· οἱ δὲ ἐντεῦθεν βλαβέντες, ἑτέρῳ μὲν οὐδενὶ, ἑαυτοῖς δὲ εἶεν δίκαιοι λογίζεσθαι τὰ πτώματα αὐτῶν, καὶ κατηγοροῖεν ἂν αὐτῶν οἱ μὴ μόνον μὴ σκανδαλισθέντες, ἀλλὰ καὶ φαιδρότεροι καὶ ἰσχυρότεροι ταύτῃ γινόμενοι.
saying: 'Do you suppose that I have dealt with you for any other purpose than that you might be shown righteous?' And Paul also says: 'For there must also be heresies, that those who are approved may become manifest among you.' Now when you hear the saying, 'For there must be heresies,' do not suppose that he says this by way of commanding or legislating—far from it!—rather, he is foretelling the future and announcing beforehand the gain arising therefrom for the sober. For then, says he, the virtue of you who are undeceived will appear more clearly. Besides these things, the wicked were permitted for another cause also: lest, if snatched away prematurely, they should be shut out from the benefit accruing to them from a change of life. Thus Paul also was saved, thus the robber, thus the harlot, thus the tax-collector, thus many others. Whereas if they had been snatched away hence before changing their ways, not one of them would have been saved. And concerning the Antichrist, Paul states another cause also. What cause is this? That every defence of the Jews might be shut out from this quarter also. For what pardon could they obtain—they who did not receive Christ, yet are about to believe in that man? Wherefore he says: 'That all may be judged who did not believe the truth'—that is, Christ—'but took pleasure in unrighteousness'—that is, the Antichrist. For since they used to say that they did not believe in Him on this account, because He called Himself God—'For on this account,' they say, 'we stone Thee, because Thou, being a man, makest Thyself God'—even though they heard Him referring the greater part of things to the Father, and saying that He had come with His concurrence, and demonstrating this by many proofs—what will they say when they receive the Antichrist, who calls himself God, and makes no mention at all of the Father, nay even does the very opposite? Reproaching them with this very thing, Christ also foretold it, saying thus: 'I have come in the name of My Father, and you do not receive Me; if another come in his own name, him you will receive.' On this account the stumbling-blocks were permitted. And if you speak of those who are scandalized, I will show you those who have shone forth more brightly therefrom; and once more I will say the same thing to you: that on account of the inattention and sloth of others, those who are able to be sober and watchful, and to bind countless crowns upon themselves from these things, ought not to suffer loss in the recompensing of rewards. For these men would have suffered detriment had they not received the occasions of these contests; whereas those who have been harmed thereby would justly impute their falls to no one else, but to themselves, and they would be accused by those who not only were not scandalized, but even became more radiant and stronger in this way.
Κεφ. ιγʹ. Ποίων γὰρ ἱερέων ἀπήλαυσεν ὁ Ἀβραὰμ, εἰπέ μοι; ποίων διδασκάλων; ποίας κατηχήσεως; ποίας παραινέσεως; ποίας συμβουλῆς; ὅπουγε οὐδὲ γράμματα τότε ἦν, οὐ νόμος, οὐ προφῆται, οὐκ ἄλλο τῶν τοιούτων οὐδέν· ἀλλὰ ἄπλουν ἔπλει θάλατταν, καὶ ὁδὸν ὥδευεν ἀτριβῆ, καὶ ταῦτα καὶ οἰκίας καὶ πατρὸς ἀσεβοῦς γεγενημένος. Ἀλλ' οὐδὲν αὐτὸν ταῦτα παρέβλαψεν, ἀλλὰ τοσοῦτον ἔλαμψεν ἀρετῇ, ὡς ἃ μετὰ μακρὸν χρόνον, μετὰ προφήτας, μετὰ νόμον, καὶ τοσαύτην παιδαγωγίαν, ἣν διὰ σημείων καὶ θαυμάτων γεγενημένην ἔμελλεν ὁ Χριστὸς τοὺς ἀνθρώπους παι-
Chapter XIII. For what priests did Abraham enjoy, tell me? What teachers? What catechetical instruction? What exhortation? What counsel?—seeing that at that time there were not even letters, nor law, nor prophets, nor anything else of the sort; rather, he sailed an unsailed sea and travelled an untrodden road, and that too though sprung from an ungodly house and father. Yet these things harmed him in no wise, but he shone so brightly in virtue that the things which after a long time, after prophets, after the law, and after so great a tutelage wrought through signs and wonders, Christ was about to
PG 52:510Read from the page
δεύειν, ταῦτα προλαβόντα δι' ἔργων ἐπιδείξασθαι, ἀγάπην γνησίαν καὶ θερμὴν, χρημάτων ὑπεροψίαν, τὴν περὶ τοὺς οἰκείους τοῦ σπέρματος κηδεμονίαν· καὶ τὸν τῦφον δὲ ἅπαντα ἐπάτησε, καὶ τὸν ὑγρὸν καὶ διαλελυμένον διεκρούσατο βίον, τῶν νῦν τὰς κορυφὰς τῶν ὀρῶν κατειληφότων μοναχῶν ἀκριβέστερον ζῶν. Οὔτε γὰρ οἰκία ἦν αὐτῷ, ἀλλ' ἡ σκιὰ τῶν φύλλων ὄροφος ἦν τῷ δικαίῳ καὶ στέγη· οὐδὲ, ἐπειδὴ ξένος ἦν, ῥᾳθυμότερος περὶ τὴν φιλοξενίαν ἐγένετο, ἀλλ' ὁ ξένος ἐν ξένῃ ἔργον τοῦτο ἐποίει, τὸ διηνεκῶς ἐν μεσημβρίᾳ μέσῃ τοὺς παριόντας ὑποδέχεσθαι καὶ θεραπεύειν. Καὶ δι' ἑαυτοῦ τὸ ἔργον ἅπαν ἤνυε, καὶ τὴν γυναῖκα κοινωνὸν ἐποίει τῆς καλῆς ταύτης πραγματείας. Τί δὲ ὑπὲρ τοῦ ἀδελφιδοῦ, καὶ ταῦτα οὐ καθηκόντως αὐτῷ χρησαμένου, ἀλλὰ τοῖς πρωτείοις ἐπιπηδήσαντος, οὐκ ἐποίησε, καὶ ταῦτα μετὰ τὴν αἵρεσιν τῆς ἐκλογῆς; Οὐχὶ τὸ αἷμα ἐξέχεεν; οὐχὶ τοὺς οἰκέτας ἅπαντας ὥπλισεν; οὐκ εἰς φανερὸν κίνδυνον ἑαυτὸν ἐνέβαλεν; Ὅτε δὲ ἐκελεύσθη τὴν μὲν οἰκίαν ἀφεῖναι, εἰς δὲ τὴν ἀλλοτρίαν ἀπελθεῖν, οὐκ εὐθέως ὑπήκουσε, καὶ πατρίδα καὶ φίλους καὶ συγγενεῖς καὶ πάντας ἀφεὶς, καὶ τῷ προστάγματι πεισθεὶς τοῦ κελεύσαντος, τὰ μὲν δῆλα καταλιμπάνων, τοῖς δὲ ἀδήλοις πολλῷ σαφέστερον ἢ τοῖς δήλοις προσέχων, διὰ τὴν ὑπόσχεσιν τοῦ Θεοῦ, ὅπερ ἦν πίστεως ἐπιτεταμένης; Μετὰ δὲ ταῦτα πάντα οὐ, λιμοῦ καταλαβόντος, πάλιν μετανάστης ἐγίνετο, καὶ οὐκ ἐθορυβεῖτο, οὐδὲ ἐταράττετο, ἀλλὰ τὴν αὐτὴν ὑπακοὴν καὶ φιλοσοφίαν καὶ ὑπομονὴν ἐπεδείκνυτο, καὶ κατῄει εἰς Αἴγυπτον, καὶ ὑπακούσας τῷ Θεῷ τοιαῦτα κελεύοντι ἀφῃρέθη τὴν γυναῖκα, καὶ καθυβριζομένην ἑώρα, τό γε ἧκον εἰς τὸν Αἰγύπτιον, καὶ θανάτου χαλεπώτερα ὑπέμενεν ἐν τοῖς καιριωτάτοις πληττόμενος; Τί γὰρ βαρύτερον ἦν, εἰπέ μοι, τοῦ γυναῖκα νόμῳ γάμου συναφθεῖσαν αὐτῷ, μετὰ τοσαῦτα κατορθώματα ὁρᾷν ὑπὸ βαρβαρικῆς ἀκολασίας ἁρπαζομένην, εἰσαγομένην ἔνδον εἰς τὰς βασιλικὰς αὐλὰς, καθυβριζομένην; Εἰ γὰρ καὶ μὴ τὸ ἔργον ἐξῆλθεν, ἀλλ' αὐτὸς τοῦτο προσεδόκησε, καὶ πάντα ἔφερε γενναίως, καὶ οὔτε αἱ συμφοραὶ αὐτὸν ὑπεσκέλισαν, οὔτε αἱ εὐημερίαι ἐφύσησαν· ἀλλ' ἐν τῇ τῶν καιρῶν διαφορᾷ ἴσην τὴν ἑαυτοῦ γνώμην διεφύλαττε. Τί δὲ, ὅτε αὐτῷ τὸν υἱὸν ἐπηγγείλατο, οὐχὶ μυρία τὰ κωλύματα ἦν, τὰ ἀπὸ τῶν λογισμῶν; καὶ πάντα ἐκεῖνα κατευνάσας, καὶ τὸν ἐκείνων θόρυβον ἀνελὼν, ἀπὸ τῆς πίστεως διέλαμψεν; Ὅτε δὲ αὐτὸν καθιερῶσαι ἐκελεύσθη, οὐχὶ μετὰ πολλοῦ τοῦ τάχους, ὡσανεὶ μέλλων εἰς παστάδας ἄγειν καὶ νυμφαγωγεῖν, οὕτως αὐτὸν ἀνήγαγε; καὶ αὐτῆς τῆς φύσεως σχεδὸν ἐξελθὼν, καὶ τοῦ ἄνθρωπος εἶναι ἀπαλλαγεὶς, καὶ θυσίαν ἀνέφερε καινήν τινα καὶ παράδοξον, καὶ μόνος τὸν ἆθλον ἤθλησε τοῦτον, οὐ γυναικὶ, οὐκ οἰκέτῃ, οὐκ ἄλλῳ τινὶ τῶν μετ' αὐτοῦ κοινωσάμενος; ᾜδει γὰρ, ᾔδει σαφῶς τοῦ σκοπέλου τὸ ὑψηλὸν, τοῦ ἐπιτάγματος τὸν ὄγκον, τοῦ
train men in—these he anticipated and displayed through deeds: genuine and fervent love, contempt for wealth, solicitude for his kinsfolk of his own seed; and he trampled underfoot all vainglory, and thrust away the soft and dissolute life, living with greater strictness than the monks who now occupy the crests of the mountains. For he had no house, but the shade of the leaves was roof and shelter for the righteous man; nor, because he was a stranger, did he grow more slack concerning hospitality, but as a stranger in a strange land he made this his task: unceasingly at mid-noon to welcome and tend those who passed by. And he accomplished the whole task in person, and made his wife a partner in this noble enterprise. And what did he not do on behalf of his nephew—and that too though he had not treated him fittingly, but had leaped upon the first choice—and that after the selection of his preference? Did he not pour out his blood? Did he not arm all his household servants? Did he not cast himself into manifest peril? And when he was commanded to leave his home and depart into a foreign land, did he not straightway obey, leaving fatherland and friends and kinsfolk and all, and persuaded by the injunction of Him Who commanded, forsaking things manifest, and giving heed to things unseen far more clearly than to things manifest, on account of the promise of God—which was the mark of an intense faith? And after all these things, when famine overtook the land, did he not once more become a migrant, and was neither disturbed nor troubled, but displayed the same obedience and philosophy and endurance, and went down into Egypt; and having obeyed God Who commanded such things, was deprived of his wife, and saw her outraged—so far at least as lay with the Egyptian—and endured things more grievous than death, struck in the most vital parts? For what was heavier, tell me, than to see a wife joined to him by the law of marriage, after so many noble deeds, snatched away by barbarian licentiousness, led inside into the royal courts, and outraged? For even if the deed did not come to pass, yet he himself expected this, and bore all things nobly, and neither did calamities trip him up, nor did prosperities puff him up, but amid the diversity of seasons he preserved his resolve unchanged. And what when He promised him his son—were there not countless hindrances arising from human reasonings? And having lulled all those to rest, and done away with their tumult, did he not shine forth through faith? And when he was commanded to offer him up in sacrifice, did he not with great speed, just as though about to lead him to the bridal chamber and escort him as bridegroom, thus lead him up? And almost stepping out of nature itself, and freed from being a man, did he not both offer up a strange and marvellous sacrifice, and contend in this contest alone, sharing it with neither wife, nor household servant, nor anyone else of those with him? For he knew, he knew clearly the height of the crag, the weight of the command, the
PG 52:509 bisRead from the page
Et vero Paulus ait, Oportet autem et haereses esse, ut qui probati sunt, manifesti fiant in vobis (1. Cor. 11. 19). At tu cum audis, Oportet autem et haereses esse, noli existimare haec illum imperando, vel legem ferendo pronuntiare, absit; verum ea quae futura erant praenuntiando, et quod lucrum vigilantibus inde obventurum erat praedicendo. Tunc enim, o vos qui decipi non potestis, vestra virtus illustrior apparebit. Ad haec aliam etiam ob causam improbos esse Deus sivit, ne forte sublati e medio, ea, quae illis ex conversione sua obventura erat, utilitate fraudarentur. Ita et Paulus salvus factus est, ita latro, ita meretrix, ita publicanus, ita caeteri multi. Quod si prius quam immutarentur, e medio sublati essent, nullus ex illis salvus esset factus. Porro de antichristo alteram etiam causam profert Paulus. Quam tandem? Ut omni hoc pacto excusatione Judaei excludantur. Qua enim tandem venia digni videri poterunt, cum Christum non receperint qui illi credere debuerunt? Propterea dicit : Ut judicentur omnes, qui non crediderunt veritati, hoc est Christo, sed consenserunt iniquitati (2. Thes. 2. 11), hoc est antichristo. Nam quoniam dicebant, idcirco se illi non credere, quod Deum se diceret ; Propterea namque te lapidamus, inquiunt, quia tu homo cum sis, facis teipsum Deum (Joan. 10. 33) : tametsi plurima illum audirent attribuentem Patri, ac dicentem se ex ipsius sententia venisse, idque multis argumentis demonstrantem : quid dicent cum antichristum seipsum dicentem Deum, neque Patris mentionem facientem, sed contrarium facientem recipient? Hoc etiam Christus exprobrans illis praedicebat his verbis : Ego veni in nomine Patris mei, et non accipitis me; si alius venerit in nomine suo, illum accipietis (Joan. 5. 43) : propterea permissa sunt scandala. Quod si eos qui scandalizantur commemores, ego tibi eos, qui illustriores inde facti sunt, objiciam ; ac tibi rursus dicam aequum non fuisse, ut propter aliorum inconsiderantiam ac desidiam illi qui poterant et attenti esse et vigiles, atque innumeras ex his palmas reportare, deteriori essent conditione, cum laborum praemia rependentur. Quippe isti quidem injuria fuissent affecti, si certaminum istorum occasionem amisissent ; illi vero, si quid inde damni fecissent, nulli alteri, sed sibiipsis prolapsiones suas imputare debuissent, ejusque criminis ab illis convicti essent, qui non modo scandalizati non fuissent, sed etiam illustriores inde ac robustiores evasissent.
And indeed Paul also says, 'For there must also be heresies, so that those who are approved may become manifest among you' (1 Cor. 11:19). Yet when you hear, 'For there must also be heresies', do not suppose that he pronounces these things by commanding them or by enacting a law — far from it; rather, he does so by foretelling what was going to happen, and by proclaiming beforehand what profit would accrue therefrom to the vigilant. For then, says he, O you who cannot be deceived, your virtue will appear more illustrious. Moreover, God allowed wicked men to exist for another reason as well, lest perhaps, being snatched from the midst, they should be defrauded of that benefit which was going to accrue to them from their conversion. Thus Paul too was saved, thus the thief, thus the harlot, thus the tax-collector, thus many others. Yet if they had been snatched from the midst before they were transformed, not one of them would have been saved. Furthermore, concerning the Antichrist, Paul brings forward another reason also. What, pray, is that? So that in this way the Jews may be shut out from every excuse. For of what pardon, pray, will they be able to seem worthy, when those who were bound to believe in that man did not receive Christ? On this account he says: 'So that all may be judged who did not believe the truth' — that is, Christ — 'but consented to iniquity' (2 Thess. 2:11) — that is, the Antichrist. For since they used to say that on this account they did not believe in Him, because He called Himself God — 'For on this account we stone you,' they say, 'because you, though you are a man, make yourself God' (John 10:33) — even though they heard Him attributing very many things to the Father, and saying that He had come in accordance with His will, and demonstrating this by many proofs: what will they say when they receive the Antichrist calling himself God, and making no mention of the Father, nay rather doing the contrary? Reproaching them with this too, Christ foretold it to them in these words: 'I have come in my Father's name, and you do not receive me; if another comes in his own name, him you will receive' (John 5:43): on this account stumbling-blocks have been permitted. And if you bring up those who are scandalized, I shall set before you in reply those who have thereby been rendered more illustrious; and I shall tell you again that it would not have been fair that, on account of the heedlessness and sloth of others, those who were able to be both attentive and watchful, and to carry off countless palms from these contests, should be in a worse condition when the rewards of labours are repaid. For the latter indeed would have suffered wrong if they had lost the occasion for those struggles; whereas the former, if they suffered any loss therefrom, ought to have imputed their lapses to none other than themselves, and would have been convicted of that fault by those who not only had not been scandalized, but had even emerged more illustrious and stronger therefrom.
CAP. XIII. Nihil eos laedere qui vigiles sunt et attenti, neque supplantare. Abraham filium immolare jussus. — Quos enim, quaeso, sacerdotes habuit Abraham? quos doctores? quam institutionem? quam admonitionem? quod consilium? quandoquidem neque tum erant literae, non lex, non prophetae, non aliud quidquam ejusmodi : sed nondum navigatum mare navigabat, et per viam minime tritam incedebat, idque cum et domo : et patre impio natus esset. Sed ne haec quidem illum laeserunt, quin potius adeo virtute suis praeluxit, ut quae post multum temporis, post prophetas, post legem, et tantam instructionem, qua per signa Christus et miracula debuit homines erudire, horum longe ante specimen ediderit, caritatis sincerae ac fervidae, pecuniae contemptus, curae eorum qui sanguinis sunt cognatione conjuncti : et fastum omnem conculcarit, mollem ac delicatam vitam rejecerit, sanctiorem quam illi, qui nunc montium vertices occuparunt monachi, et austeriorem vivendi rationem expresserit.
CHAPTER XIII. That nothing harms or trips up those who are watchful and attentive. Abraham commanded to sacrifice his son. — For what priests, I ask, did Abraham have? What teachers? What instruction? What admonition? What counsel? Seeing that at that time there were neither Scriptures, nor law, nor prophets, nor anything else of the kind; rather, he sailed an as yet unnavigated sea, and walked along a path not at all trodden, and that too though he was born both of an ungodly house and of an ungodly father. Yet not even these things harmed him; nay rather, he so shone forth in virtue before his own people that those very things whereby, after a long time, after the prophets, after the law, and after such great instruction, Christ was to train men through signs and miracles — of all these he gave a pattern long beforehand: of sincere and fervent charity, of contempt for money, of care for those joined by ties of blood; and he trampled underfoot all pride, rejected a soft and delicate life, and set forth a holier and more austere manner of living than those monks who have now occupied the summits of the mountains.
PG 52:510 bisRead from the page
Nam neque domus illi erat, sed laqueare tectumque justo foliorum umbra suppeditabat, neque, quamvis peregrinus esset, idcirco negligentior ad excipiendos tecto peregrinos erat, sed peregre cum esset, totus in id incumbebat operis, ut assidue medio meridie praetereuntes exciperet ac reficeret. Ipse vero rem per se omnem gerebat, et uxorem in consortium praeclarae illius occupationis adsciscebat. Quid vero pro fratris filio non fecit, cum alioqui non, ut oportuit, ab eo tractatus esset, sed potiores ille partes sibi vindicasset, idque post optionem datam electionis? Nonne sanguinem profudit? nonne vernaculos omnes suos armavit? nonne in apertum se discrimen objecit? At quo tempore jussus est domum deserere, atque in aliam regionem proficisci, nonne statim paruit, et patria, amicis, propinquis, et omnibus derelictis, mandato jubentis obediens, quae certa erant deseruit, et incertis multo promptius quam certis adhaesit : adeo promissis Dei confidebat, quod perfectissimae fidei fuit? Post haec autem omnia nonne cum fames saeviret, iterum extorris est factus, neque consternabatur, aut perturbabatur, sed eamdem obedientiam, modestiam ac patientiam prae se ferebat, atque in Aegyptum descendebat, sic ut cum Deo paruisset haec imperanti, sua sit uxore privatus, eam injuria affectam viderit, quantum quidem in Aegyptio situm fuit, et acerbiorem morte plagam letalem acceperit? Quid enim, quaeso, fuit acerbius, quam mulierem sibi matrimonii lege copulatam post tot recte facta cernere a barbarica abreptam lascivia, in regia introductam palatia, contumelia affectam cernere? Quamvis enim in opus non exierit contumelia, ipse tamen illud exspectavit, et omnia patienter ferebat : sic ut neque calamitates eum subverterint, neque prosperi successus extulerint, sed in temporum differentia aequalem animi sensum conservarit. Quid vero, cum illi filium promisit, nonne se mille impedimenta objecerunt, quae cogitanti ratio suggerebat? quae omnia cum ille sedasset, omnemque illorum tumultum repressisset, fide maxime illustris fuit? Quando autem immolare illum jussus est, nonne summa cum festinatione, quasi nuptialem ad thalamum deducturus illum esset, ita illum duxit? atque ipsam propemodum naturam exuens, et homo esse desinens, novum quoddam et inusitatum obtulit sacrificium, solusque certamen hoc conseruit, non cum uxore, non cum servo, non cum alio quovis communicavit? Noverat enim, probe noverat, quanta scopuli illius esset sublimitas, quanta moles illius mandati, quanta illius certaminis magnitudo : quam ob causam solus hunc cursum suscepit, et cucurrit, et certavit, et coronam adeptus est, et victor est renuntiatus.
For he had no house, but the shade of foliage supplied the righteous man with ceiling and roof; nor, although he was a stranger, was he on that account more negligent in receiving strangers under cover, but while living abroad he devoted himself wholly to this work, so as constantly at midday to welcome and refresh passers-by. Indeed, he managed the whole matter in person, and associated his wife in partnership with that noble occupation. And what did he not do on behalf of his brother's son, although in other respects he had not been treated by him as was fitting, seeing that the latter had claimed the better portion for himself, and that too after the choice of selection had been granted him? Did he not shed his blood? Did he not arm all his home-born servants? Did he not expose himself to open peril? And at the time when he was bidden to forsake his home and set out into another land, did he not obey at once, and, forsaking country, friends, kinsfolk, and all things, obedient to the command of Him who bade him, leave behind what was certain and cling far more readily to what was uncertain than to what was certain — so implicitly did he trust in the promises of God, which was the mark of the most perfect faith? And after all these things, when famine raged, did he not become an exile once again, neither dismayed nor troubled, but displaying the same obedience, moderation, and patience, going down into Egypt in such wise that, after obeying God when He commanded these things, he was deprived of his wife, beheld her subjected to outrage — so far at least as lay in the Egyptian's power — and received a deadly blow more bitter than death? For what, I ask, was more bitter than to behold the woman joined to himself by the bond of marriage, after so many righteous deeds, snatched away by barbarian lust, brought into the royal palace, and beheld subjected to outrage? For although the outrage did not issue in the deed, yet he himself looked for that outcome, and bore all things patiently: so that neither calamities overthrew him nor prosperous successes elated him, but amid changing times he preserved an even frame of mind. And what when God promised him a son — did not a thousand obstacles present themselves, such as reason suggested to one reflecting upon it? Yet when he had stilled all these and repressed all their tumult, did he not become supremely illustrious in faith? And when he was commanded to sacrifice him, did he not lead him forth with the utmost haste, just as though he were about to escort him to a bridal chamber? And stripping off nature itself, so to speak, and ceasing to be a mere man, did he not offer a new and unwonted sacrifice, and engage in this contest alone, sharing it neither with his wife, nor with a servant, nor with anyone else at all? For he knew — well did he know — how great was the loftiness of that goal, how great the weight of that command, how great the magnitude of that struggle; wherefore alone he undertook this course, and ran, and strove, and won the crown, and was proclaimed victor.
Notes, col. 510 bis

On the reading

Printed exciperet ae, for exciperet ac.