Migne Reading Room

PG 52 · cols. 483–486 bis · Read from the page

Liber ad eos qui scandalizati sunt ob adversitates quae acciderunt (ab exsilio scriptus)

Liber ad eos qui scandalizati sunt ob adversitates quae acciderunt (ab exsilio scriptus)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 52:483Read from the page
τις οὐ δύναται, ἀλλ' οὐδὲ ἀρχὴν ἐρεύνης ποιήσασθαι· ὥστε οὐ μόνον εἰς τὸ πέρας τις ἐλθεῖν οὐκ ἰσχύει, ἀλλ' οὐδὲ τὴν ἀρχὴν ἐξιχνιάσαι τῶν οἰκονομιῶν αὐτοῦ. Εἰπὼν δὲ, Ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ, καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ, καὶ θαυμάσας καὶ ἐκπλαγεὶς, εἰς δοξολογίαν τὸν λόγον κατέπαυσεν, οὕτως ἐπάγων καὶ λέγων· Τίς ἔγνω νοῦν Κυρίου, ἢ τίς σύμβουλος αὐτοῦ ἐγένετο; ἢ τίς προέδωκεν αὐτῷ, καὶ ἀνταποδοθήσεται αὐτῷ; Ὅτι ἐξ αὐτοῦ καὶ δι' αὐτοῦ καὶ εἰς αὐτὸν τὰ πάντα· αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν. Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· Αὐτὸς πηγὴ, αὐτὸς αἴτιος τῶν ἀγαθῶν, οὐδενὸς δεῖται κοινωνοῦ, οὐδενὸς δεῖται συμβούλου· οὐ παρ' ἑτέρου δανειζόμενος γνῶσιν, ἢ σύνεσιν, οὕτω βουλεύεται, θαυματουργεῖ· ἀλλ' αὐτὸς ἀρχὴ καὶ αἰτία καὶ πηγὴ πάντων τῶν ἀγαθῶν, αὐτὸς δημιουργὸς, αὐτὸς αὐτὰ οὐκ ὄντα παρήγαγε, καὶ αὐτὸς παραχθέντα διακρατεῖ καὶ διατηρεῖ ὡς βούλεται. Τὸ γὰρ, Ἐξ αὐτοῦ, καὶ δι' αὐτοῦ, καὶ εἰς αὐτὸν τὰ πάντα, τοῦτό ἐστι δηλοῦντος, ὅτι αἴτιος τῶν ὄντων αὐτὸς καὶ δημιουργὸς, καὶ διακρατῶν καὶ συνέχων τὰ πάντα. Εἶτα πάλιν τῆς δωρεᾶς μνησθεὶς τῆς εἰς ἡμᾶς γεγενημένης, ἀλλαχοῦ λέγει· Χάρις δὲ τῷ Θεῷ ἐπὶ τῇ ἀνεκδιηγήτῳ αὐτοῦ δωρεᾷ. Καὶ τὴν εἰρήνην δὲ τὴν δοθεῖσαν ἡμῖν, οὐχὶ λόγον νικᾷν μόνον, οὐδὲ διήγησιν ὑπερβαίνειν, ἀλλὰ καὶ νοῦ παντὸς ἀνωτέραν εἶναι δηλοῖ, διὸ λέγει· Ἡ εἰρήνη τοῦ Θεοῦ, ἡ ὑπερέχουσα πάντα νοῦν, φρουρήσει τὰς καρδίας ὑμῶν. Εἰ τοίνυν τὸ βάθος ἄπειρον τοῦ πλούτου, καὶ τῆς σοφίας καὶ τῆς γνώσεως, καὶ τὰ κρίματα αὐτοῦ ἀνεξερεύνητα, καὶ αἱ ὁδοὶ αὐτοῦ ἀνεξιχνίαστοι, καὶ ἡ δωρεὰ αὐτοῦ ἀνεκδιήγητος, καὶ ἡ εἰρήνη ὑπερέχει πάντα νοῦν, οὐ τὸν ἐμὸν καὶ τὸν σὸν καὶ τοῦ δεῖνος, οὐδὲ τὸν τοῦ Παύλου καὶ Πέτρου μόνον, ἀλλὰ καὶ αὐτὸν τὸν τῶν ἀρχαγγέλων καὶ τῶν ἄνω δυνάμεων, ποίαν ἕξεις αὐτὸς ἀπολογίαν, εἰπέ μοι; τίνα δὲ συγγνώμην, τοσαύτῃ κεχρημένος μανίᾳ, καὶ ἀπονοίᾳ, τὰ ἀνεξιχνίαστα βουλόμενος καταλαβεῖν, καὶ περὶ πάσης τῆς τοῦ Θεοῦ προνοίας λόγον ἀπαιτῶν; Εἰ γὰρ ὁ τοσαύτης ἀπολελαυκὼς γνώσεως, καὶ παῤῥησίαν οὕτως ἄφατον ἔχων, καὶ τῶν τοσούτων χαρισμάτων ἐμπεπλησμένος Παῦλος παραχωρεῖ, καὶ ἐξίσταται τῆς ὑπὸ τὴν ζήτησιν γνώσεως, καὶ οὐ μόνον εὑρεῖν οὐ δύναται, ἀλλ' οὐδὲ ἐρευνῆσαι τὴν ἀρχὴν, ἐπεὶ μηδὲ δυνατὸν, πῶς οὐ πάντων ἀθλιώτερος, καὶ τὴν χαλεπωτάτην μαινόμενος μανίαν, ὁ τὴν ἐναντίαν ὁδὸν ἐρχόμενος ἐκείνῳ; Οὐδὲ γὰρ ταῦτα εἴρηκε μόνον, ἀλλὰ καὶ περὶ γνώσεώς ποτε Κορινθίοις ἐπιστέλλων, καὶ δεικνὺς, ὅπως, εἰ καὶ πολλὰ μεμαθήκαμεν, ἀλλ' ὀλίγον καὶ σφόδρα ἐλάχιστον μέτρον γνώσεως ἔχομεν, οὕτω πώς φησιν· Εἴ τις δοκεῖ ἐγνωκέναι τι, οὔπω εἶδε καθὼς δεῖ γνῶναι. Εἶτα δηλῶν ὅτι πολὺ λείπει τῆς γνώσεως ἡμῖν, καὶ τὸ πλέον ἐν τῷ μέλλοντι τεταμίευται χρόνῳ, ὀλίγον δέ τι ἡμῖν δέδοται, ἐπήγαγεν· Ἐκ μέρους γινώσκομεν, καὶ ἐκ μέρους προφητεύομεν. Ὅταν δὲ ἔλθῃ τὸ τέλειον, τότε τὸ ἐκ μέρους καταργηθήσεται. Καὶ οὐδὲ ἐνταῦθα ἔστη, ἀλλὰ δεῖξαι βουλόμενος πόσον τὸ μέσον ταύτης κάκείνης τῆς γνώσεως, καὶ ὅτι πολὺ τὸ λει-
them can no one do, nay, nor even make a beginning of search; so that not only does one lack strength to arrive at the end, but even to trace out the beginning of His dispensations. And having said, How unsearchable are His judgements, and untraceable His ways, and having marvelled and been astounded, he brought his discourse to rest in doxology, adding thus and saying: Who has known the mind of the Lord, or who has become His counsellor? Or who has first given to Him, and it shall be repaid to him? For from Him and through Him and unto Him are all things; to Him be the glory unto the ages. Amen. And what he says is of such a kind: He Himself is the fountain, He Himself is the author of good things, He stands in need of no partner, He stands in need of no counsellor; not borrowing knowledge or understanding from another does He thus take counsel, does He work wonders; rather, He Himself is the beginning and cause and fountain of all good things, He Himself is the Creator, He Himself brought them forth when they were not, and He Himself holds fast and preserves them once brought forth as He wills. For the saying, From Him, and through Him, and unto Him are all things, is that of one declaring that He Himself is the author and Creator of the things that are, and He Who holds fast and sustains all things. Then again, recalling to mind the gift that has come to pass towards us, he says elsewhere: Thanks be to God for His indescribable gift. And the peace also that was given to us, he declares not only to surpass speech, nor only to exceed narration, but also to be higher than every mind, wherefore he says: The peace of God, which surpasses all mind, shall guard your hearts. If therefore the depth of His riches, and wisdom, and knowledge is boundless, and His judgements are unsearchable, and His ways untraceable, and His gift indescribable, and His peace surpasses all mind, not mine and yours and such a one's, nor that of Paul and Peter alone, but even that very mind of the archangels and of the powers above, what defence will you yourself have, tell me? And what pardon, indulging in so great a madness and folly, wishing to comprehend the things that are untraceable, and demanding an account concerning all the providence of God? For if Paul, who enjoyed so great a knowledge, and possessed boldness of speech so unutterable, and was filled with so many gifts of grace, yields place, and stands back from the knowledge under inquiry, and not only is unable to find it, but cannot even search into it at all, since it is not even possible, how is he not more wretched than all men, and raving with the most grievous madness, who walks the opposite road to him? For neither has he spoken these things alone, but also once writing to the Corinthians concerning knowledge, and showing how, even though we have learned many things, yet we possess a small and exceedingly slight measure of knowledge, he speaks somewhat thus: If anyone thinks that he knows anything, he has not yet known as one ought to know. Then declaring that much of knowledge is lacking to us, and the greater part is treasured up in the time to come, while some small portion has been given to us, he added: In part we know, and in part we prophesy. But when that which is perfect comes, then that which is in part shall be done away. And not even here did he stop, but wishing to show how great is the interval between this knowledge and that, and that much is that which is lac-
Notes, col. 483

On the reading

Printed κάκείνης, for κἀκείνης.

PG 52:484Read from the page
πόμενον, διὰ εἰκόνων τινῶν σαφὲς τοῦτο ποιεῖ λέγων· Ὅτε ἤμην νήπιος, ὡς νήπιος ἐλάλουν, ὡς νήπιος ἐφρόνουν, ὡς νήπιος ἐλογιζόμην· ὅτε δὲ γέγονα ἀνὴρ, τὰ τοῦ νηπίου κατήργηκα. Βλέπομεν γὰρ ἄρτι δι' ἐσόπτρου ἐν αἰνίγματι, τότε δὲ πρόσωπον πρὸς πρόσωπον. Εἶδες πόσον τὸ μέσον; Ὅσον νηπίου παιδὸς, καὶ ἀνδρὸς τελείου· ὅσον ἐσόπτρου καὶ αἰνίγματος καὶ τῆς ἄλλης τῆς ἀσαφοῦς τῶν πραγμάτων ὄψεως πρὸς σαφῆ ὄψιν· τοῦτο γάρ ἐστι, πρόσωπον πρὸς πρόσωπον. Τί οὖν μαίνῃ καὶ λυττᾷς, τῶν κεκωλυμένων κατατολμῶν εἰκῆ καὶ μάτην; τί δὲ οὐ πείθῃ Παύλῳ λέγοντι· Μενοῦν γε σὺ τίς εἶ, ἄνθρωπε, ὁ ἀνταποκρινόμενος τῷ Θεῷ; Μὴ ἐρεῖ τὸ πλάσμα τῷ πλάσαντι· Τί με ἐποίησας οὕτως;
king, through certain images he makes this plain, saying: When I was a babe, I spoke as a babe, I thought as a babe, I reasoned as a babe; but when I have become a man, I have done away with the things of the babe. For now we see through a mirror in a riddle, but then face to face. Did you see how great the interval is? As great as between an infant child and a full-grown man; as great as between a mirror and a riddle and the other dim sight of things towards clear sight; for this is, face to face. Why then do you rave and rage, venturing rashly upon forbidden things vainly and to no purpose? And why do you not obey Paul when he says: Nay rather, who are you, O man, who answer back to God? Shall the thing moulded say to Him Who moulded it: Why did You make me thus?
Ὁρᾷς πόσην ἀπαῖτει τὴν ὑπακοήν; πόσην τὴν σιγήν; Οὐ γὰρ δὴ τὸ αὐτεξούσιον ἡμῶν ἀναιρῶν τοῦτο λέγει· μὴ γένοιτο· ἀλλὰ δηλῶν, ὅτι τὸν ταῦτα ζητοῦντα οὕτως ἄφωνον εἶναι δεῖ, ὡς ἡ τοῦ πηλοῦ φύσις, ἑπομένη ᾗπερ ἂν ὁ τεχνίτης ἄγῃ, μὴ ἀντιτείνοντα, μηδὲ περιεργαζόμενον. Διὸ καὶ τῆς φύσεως ἡμᾶς ἀναμιμνήσκει τῆς ἡμετέρας, καὶ πηλοῦ μέμνηται καὶ κεραμέως. Καίτοι γε κεραμέως καὶ πηλοῦ ἡ αὐτὴ οὐσία. Εἰ δὲ ἔνθα ἡ αὐτὴ οὐσία, τοσαύτη ἡ ὑπακοή· ἔνθα ἄπειρον τὸ μέσον καὶ οὐσίας καὶ γνώσεως καὶ τῶν ἄλλων ἁπάντων, ποίας τεύξεται συγγνώμης ὁ οὕτως ἰταμὸς καὶ ἀναιδὴς, ὥστε πολυπραγμονεῖν τὰ τοῦ πεποιηκότος αὐτὸν Θεοῦ; Ἐννόησον, ὦ ἄνθρωπε, τίς εἶ· τοῦτο γὰρ δηλοῖ δι' ὧν λέγει, Σὺ τίς εἶ; Οὐχὶ πηλός; οὐχὶ τέφρα καὶ σποδός; οὐχὶ κόνις; οὐ καπνός; οὐ χόρτος; οὐκ ἄνθος χόρτου; Ταύτας γὰρ πάσας τὰς εἰκόνας εἰς μέσον οἱ προφῆται συνεχῶς ἔχουσι, τὴν εὐτέλειαν ἡμῶν τῆς φύσεως παραστῆσαι φιλονεικοῦντες. Ὁ δὲ πολυπραγμονούμενος ὑπὸ σοῦ, ἀνώλεθρος, ἀναλλοίωτος, ἀεὶ ὢν, καὶ ὡσαύτως ὢν, ἄναρχος, ἀτελεύτητος, ἀπερινόητος, ὑπερβαίνων νοῦν, νικῶν λογισμὸν, ἀνέκφραστος, ἄῤῥητος, ἀκατάληπτος οὐκ ἐμοὶ καὶ σοὶ μόνον, καὶ προφήταις καὶ ἀποστόλοις, ἀλλὰ καὶ ταῖς ἄνω δυνάμεσι, ταῖς καθαραῖς, ταῖς ἀοράτοις, ταῖς ἀσωμάτοις, ταῖς διηνεκῶς ἐν οὐρανῷ διατριβούσαις.
Do you see how great an obedience he demands? How great a silence? For it is certainly not to destroy our free self-government that he says this — far be it! — but declaring that the one who seeks into these things ought to be just as voiceless as the nature of clay, following whithersoever the craftsman leads, neither resisting nor prying. Wherefore he also reminds us of our own nature, and makes mention of clay and potter. And yet of potter and clay there is the same substance. Now if where there is the same substance, so great is the obedience, where the interval is boundless both of substance and of knowledge and of all other things, what pardon shall he obtain who is so brazen and shameless as to meddle with the affairs of the God Who made him? Consider, O man, who you are; for this he declares through the words he speaks, Who are you? Are you not clay? Are you not cinders and ashes? Are you not dust? Not smoke? Not grass? Not the flower of grass? For all these images the prophets continually keep setting forth in our midst, eagerly striving to present the paltriness of our nature. Whereas He Who is meddled with by you is imperishable, unchangeable, ever-existing, and existing in the same manner, without beginning, without end, inconceivable, surpassing mind, overcoming reasoning, inexpressible, ineffable, incomprehensible not to me and to you alone, and to prophets and apostles, but also to the powers above, the pure, the invisible, the incorporeal, those that dwell perpetually in heaven.
Κεφ. γʹ. Ὅταν οὖν ἴδῃς τὰ σεραφεὶμ τὰ περιιπτάμενα τὸν θρόνον τὸν ὑψηλὸν ἐκεῖνον καὶ ἐπηρμένον, τῇ προβολῇ τῶν πτερύγων ἀποτειχίζοντα τὰς ἑαυτῶν ὄψεις, καὶ τοὺς πόδας καλύπτοντα, καὶ νῶτα, καὶ πρόσωπα, καὶ κραυγὴν ἀφιέντα ἐκπλήξεως γέμουσαν, μὴ πτερὰ νόμιζε καὶ πόδας, καὶ πτέρυγας αὐταῖς εἶναι· ἀόρατοι γὰρ αἱ δυνάμεις ἐκεῖναι· ἀλλὰ διὰ τῶν εἰκόνων τούτων τὸ ἀπρόσιτον, τὸ ἀκατάληπτον τοῦ καθημένου ἐπὶ τοῦ θρόνου λογίζου. Καὶ γὰρ καὶ ἐκείναις ἀκατάληπτος καὶ ἀπρόσιτός ἐστι, καίτοι συγκαταβαίνων· οὐδὲ γὰρ ὅπερ ἦν ἐφαίνετο τότε. Θεὸς γὰρ οὐ κάθηται, οὐδὲ θρόνῳ περιέχεται, οὐδὲ τόπῳ περιείληπται. Εἰ δὲ καθήμενον, καὶ ἐπὶ θρόνου ἱδρυμένον, καὶ κυκλούμενον ὑπ' αὐτῶν (ἅπερ ἐστὶν ἅπαντα συγκαταβαίνοντος, οὐ καθημένου), οὐκ ἴσχυσαν ἰδεῖν, ἀλλὰ μὴ φέρουσαι τὴν ἐκεῖθεν ἐκπηδῶσαν ἀστραπὴν τῇ προβολῇ τῶν πτερύγων τὰς ὄψεις ἀπετείχιζον, καὶ μόνον ἐδοξολόγουν, μόνον ὕμνουν, μετὰ πολλῆς τῆς φρίκης τὸ μυστικὸν ἐκεῖνο τοῦ ἁγιασμοῦ ἀναφέρουσαι μέλος· Οὐκ ἀπελθὼν κατορύξεις σεαυ-
Chapter III. When therefore you see the seraphim flying around that high and exalted throne, walling off their own sight by the screen of their wings, and covering their feet, and backs, and faces, and uttering a cry fraught with amazement, do not suppose that they have feathers and feet and wings — for those powers are invisible — but through these images reckon the unapproachable, the incomprehensible nature of Him Who sits upon the throne. For even to them He is incomprehensible and unapproachable, albeit condescending; for neither did He then appear as what He was. For God does not sit, nor is He contained by a throne, nor is He circumscribed by place. Now if even sitting, and established upon a throne, and encircled by them (all of which belong to One condescending, not sitting), they did not have strength to behold Him, but not bearing the lightning leaping forth from thence they walled off their sight by the screen of their wings, and only glorified, only sang hymns, with great shuddering offering up that mystic strain of sanctification: Will you not go off and bury your-
Notes, col. 484

On the reading

Printed ἀπαῖτει, for ἀπαιτεῖ.

PG 52:485Read from the page
τὸν καὶ καταδύσεις, τῆς ἀῤῥήτου, καὶ ἀφράστου, καὶ ταῖς ἄνω δυνάμεσιν ἀκαταλήπτου Θεοῦ δυνάμεως τὴν πρόνοιαν μετὰ τοσαύτης περιεργάζεσθαι βουλόμενος τῆς ἰταμότητος; Τὰ γὰρ ἐκείνου Υἱῷ καὶ Πνεύματι ἁγίῳ δῆλα μόνον ἅπαντα μετ' ἀκριβείας, ἑτέρῳ δὲ οὐδενί· καὶ τούτων τὸ μὲν Ἰωάννης ὁ εὐαγγελιστὴς, τὸ δὲ Παῦλος ὁ ἀπόστολος παρεδήλωσεν. Ὁ μὲν οὖν τῆς βροντῆς υἱὸς, καὶ σφόδρα ἐπέραστος ὢν τῷ Χριστῷ, καὶ τοῦτο παράσημον ἔχων, ὅπερ ἦν μεγίστης ἀρετῆς ἀπόδειξις, καὶ τοσαύτης ἀπολαύων παῤῥησίας, ὡς καὶ ἐπὶ τὸ στῆθος αὐτοῦ κατακλίνεσθαι, οὕτω φησί· Θεὸν οὐδεὶς ἑώρακε πώποτε· ὅρασιν τὴν γνῶσιν λέγων· Ὁ μονογενὴς Υἱὸς ὁ ὢν εἰς τὸν κόλπον τοῦ Πατρὸς, ἐκεῖνος ἐξηγήσατο. Τοῦτο καὶ ὁ Χριστὸς δηλοποιῶν δι' ἑαυτοῦ πάλαι τῷ δήμῳ τῶν Ἑβραίων διαλεγόμενός φησιν· Οὐδεὶς ἑώρακε τὸν Πατέρα, εἰ μὴ ὁ ὢν ἐκ τοῦ Θεοῦ· οὗτος ἑώρακε τὸν Πατέρα. Τὸ δὲ σκεῦος τῆς ἐκλογῆς εἰς τὸν τῆς οἰκονομίας αὐτοῦ λόγον ἐμπεσὼν, καὶ τὰ ἀπόῤῥητα, ἅπερ ἔμαθεν, ἅπαντα βουλόμενος εἰπεῖν, πῶς αὐτὰ ἔγνω, οὕτω λέγει· Λαλοῦμεν δὲ σοφίαν ἐν μυστηρίῳ, τὴν ἀποκεκρυμμένην, ἣν προώρισεν ὁ Θεὸς πρὸ τῶν αἰώνων, εἰς δόξαν ἡμῶν, ἣν οὐδεὶς τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου ἔγνω. Εἰ γὰρ ἔγνωσαν, οὐκ ἂν τὸν Κύριον τῆς δόξης ἐσταύρωσαν. Ἀλλὰ, καθὼς γέγραπται, ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν. Πῶς οὖν αὐτὰ ἔγνωμεν ἡμεῖς, ὦ Παῦλε; τίς ὁ μηνύσας, καὶ δῆλα καταστήσας αὐτὰ τὰ ἀθέατα, τὰ ἀνήκουστα, τὰ εἰς καρδίαν ἀνθρώπου μὴ ἀναβάντα; Εἰπὲ καὶ δεῖξον τίς ὁ τοσαύτην ἡμῖν γνῶσιν κομίσας; Ἡμῖν δὲ, φησὶν, ὁ Θεὸς ἀπεκάλυψε διὰ τοῦ Πνεύματος αὐτοῦ. Εἶτα ἵνα μή τις νομίσῃ, ὅτι ταῦτα μόνον ἐπίσταται, ἅπερ ἀπεκάλυψεν ἡμῖν ὁ Θεὸς δι' αὐτοῦ, οὐχὶ δὲ καὶ πᾶσαν ἔχει τὴν γνῶσιν, ἐπήγαγε· Τὸ γὰρ πνεῦμα πάντα ἐρευνᾷ, καὶ τὰ βάθη τοῦ Θεοῦ. Τίς γὰρ οἶδεν ἀνθρώπων τὰ τοῦ ἀνθρώπου, εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ; οὕτω καὶ τὰ τοῦ Θεοῦ οὐδεὶς οἶδεν, εἰ μὴ τὸ Πνεῦμα τοῦ Θεοῦ. Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· Ὥσπερ ἄνθρωπος αὐτὸς οἶδε τὰ ἑαυτοῦ, καὶ ἃ βουλεύεται καὶ ἐν διανοίᾳ ἔχει, μετὰ ἀκριβείας ἐπίσταται πάντα, οὕτω καὶ τὸ Πνεῦμα τὸ ἅγιον μετὰ ἀκριβείας οἶδε τοῦ Θεοῦ τὴν απόῤῥητον γνῶσιν ἅπασαν. Εἰπὼν τοίνυν, Οὕτω καὶ τὰ τοῦ Θεοῦ οὐδεὶς οἶδεν, εἰ μὴ τὸ Πνεῦμα τοῦ Θεοῦ, οὐκ ἀνθρώπους μόνον, ἀλλὰ καὶ τὴν ἄνω κτίσιν ἅπασαν τῆς ἀκριβοῦς ταύτης ἐξέβαλε γνώσεως. Διὸ καὶ σοφός τις παραινεῖ λόγος· Χαλεπώτερά σου μὴ ζήτει, καὶ ἰσχυρότερά σου μὴ ἐξέταζε· ἃ προσετάγη σοι, ταῦτα διανοοῦ· πλείονα γὰρ συνέσεως ἀνθρώπων ὑπεδείχθη σοι. Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· Οὐδὲ ταῦτα ἅπερ ἔχεις, οἴκοθεν μαθὼν ἔχεις ἅπαντα, οὐδὲ ἤρκεσέ σοι ἡ φύσις πρὸς τὴν τῶν ἁπάντων εἴδησιν, ἀλλ' ἄνωθεν τῶν πλειόνων ἔλαβες τὴν γνῶσιν· πολλῷ γὰρ μείζονα ἦν, ἢ ὥστε τῇ συνέσει καταληφθῆναι τῇ σῇ. Τί τοίνυν οἴκοθεν
self and sink down into the earth, wishing with such great brazenness to pry into the providence of the ineffable, and inexpressible, and even to the powers above incomprehensible power of God? For the things that are His are all manifest with exactness to the Son and the Holy Spirit alone, and to no other; and of these things John the Evangelist declared the one, and Paul the Apostle the other. Now the son of thunder, being exceedingly beloved by Christ, and possessing this badge, which was a demonstration of the greatest virtue, and enjoying so great a boldness of speech as even to recline upon His breast, speaks thus: No one has ever seen God — calling knowledge sight — The only-begotten Son Who is in the bosom of the Father, He has declared Him. And Christ also, making this manifest by Himself when conversing of old with the people of the Hebrews, says: No one has seen the Father, save He Who is from God; He has seen the Father. And the vessel of election, entering upon the account of His dispensation, and wishing to tell how he knew all the unutterable things that he learned, speaks thus: But we speak wisdom in a mystery, the wisdom that has been hidden, which God foreordained before the ages for our glory, which none of the rulers of this age knew. For had they known it, they would not have crucified the Lord of glory. But, even as it is written, the things which eye did not see, and ear did not hear, and upon the heart of man did not ascend, the things which God prepared for those who love Him. How then did we know them, O Paul? Who was it that disclosed and made manifest these very things unbeheld, unheard, which did not ascend upon the heart of man? Tell and show who it was that brought us so great a knowledge? But to us, he says, God revealed them through His Spirit. Then lest anyone should suppose that the Spirit knows only those things which God revealed to us through Him, and does not also possess all knowledge, he added: For the Spirit searches all things, even the depths of God. For who among men knows the things of a man, save the spirit of the man which is in him? Even so the things of God also no one knows, save the Spirit of God. And what he says is of such a kind: Just as a man himself knows his own things, and knows with exactness all the things that he deliberates and holds in thought, even so the Holy Spirit also knows with exactness all the unutterable knowledge of God. Having said therefore, Even so the things of God also no one knows, save the Spirit of God, he cast out not men alone, but also the entire creation above from this exact knowledge. Wherefore a certain wise saying also exhorts: Things too hard for you do not seek, and things too strong for you do not search out; the things that were commanded you, on these think; for more things than the understanding of men have been shown to you. And what it says is of such a kind: Not even all these things that you possess do you possess having learned them from your own self, nor did nature suffice you towards the apprehension of all things, but from above you received the knowledge of the greater part; for they were far greater than could be comprehended by your understanding. Why then from your own self
Notes, col. 485

On the reading

Printed απόῤῥητον, for ἀπόῤῥητον.

PG 52:486Read from the page
φιλονεικεῖς τὰ βαθύτερα ἐρευνᾷν, ὅταν καὶ αὐτῶν ὧν οἶδας πολλὰ ὑπερβαίνῃ σου τὴν φρόνησιν, καὶ ταῦτα ἑτέρωθεν ἔχῃς; Τοῦτο καὶ ὁ Παῦλος παραδηλῶν ἔλεγε· Τί γὰρ ἔχεις, ὃ οὐκ ἔλαβες; εἰ δὲ καὶ ἔλαβες, τί καυχᾶσαι ὡς μὴ λαβών; Παῦσαι τοίνυν ὀψὲ γοῦν ποτε τῆς τοσαύτης φιλονεικίας, καὶ ἀνέχου τῆς σοφωτάτης συμβουλῆς ἐκείνης τῆς λεγούσης· Μὴ εἴπῃς, Τί τοῦτο; εἰς τί τοῦτο; πάντα γὰρ εἰς χρείαν αὐτῶν ἔκτισται.
do you strive contentiously to search out deeper things, when even many of the very things you know surpass your understanding, and you possess them from another source? Indicating this very thing, Paul also said: For what have you that you did not receive? And if indeed you received it, why do you boast as though you had not received it? Cease, therefore, at long last from so great a contentiousness, and abide by that most wise counsel which says: Do not say, What is this? For what purpose is this? For all things have been created for their own need.
Κεφ. δʹ. Διὰ γάρ τοι τοῦτο, ἐπειδὴ πᾶσα ἡ κτίσις ἐγένετο, καὶ τὸν οἰκεῖον κόσμον ἀπέλαβε, καὶ παναρμόνιον τοῦτο καὶ παράδοξον καὶ πολλῆς γέμον ἐκπλήξεως ἔργον εἰς μέσον προὔκειτο, ἔμελλον δὲ πολλοὶ τῶν ἀνοήτων καὶ μαινομένων ἐπιλαμβάνεσθαι τῶν γενομένων· ὅρα πῶς προαναστέλλων αὐτῶν τὴν ἄκαιρον κρίσιν καὶ μανιώδη ψῆφον, ἑνὶ ῥήματι πᾶσαν ἀναίσχυντον ἐνέφραξε γλῶσσαν ὁ νομοθέτης εἰπών· Εἶδεν ὁ Θεὸς πάντα, ὅσα ἐποίησε, καὶ ἰδοὺ καλὰ λίαν. Ἐπειδὴ γὰρ ἐν τοῖς ὁρωμένοις ἦν οὐχὶ φῶς μόνον, ἀλλὰ καὶ σκότος· οὐ καρποὶ μόνον, ἀλλὰ καὶ ἄκανθαι· οὐ δένδρα ἥμερα, ἀλλὰ καὶ ἄγρια· οὐχ ὕπτια πεδία, ἀλλὰ καὶ ὄρη καὶ νάπαι καὶ φάραγγες· οὐκ ἄνθρωποι μόνον, ἀλλὰ καὶ ἑρπετὰ ἰοβόλα· οὐκ ἰχθύες μόνον, ἀλλὰ καὶ κήτη· οὐχ ἥμερα πελάγη, ἀλλὰ καὶ ἄπλωτος θάλασσα· οὐχ ἥλιος μόνον καὶ σελήνη καὶ ἄστρα, ἀλλὰ καὶ κεραυνοὶ καὶ πρηστῆρες· οὐκ ἄνεμοι μόνον προσηνεῖς, ἀλλὰ καὶ καταιγίδες· οὐ περιστεραὶ μόνον καὶ ὄρνιθες ᾠδικοὶ, ἀλλὰ καὶ ἰκτῖνοι καὶ κόρακες καὶ γῦπες καὶ ἕτερα ἀνθρωποφάγα ζῶα· οὐ πρόβατα καὶ βόες, ἀλλὰ καὶ λύκοι καὶ παρδάλεις καὶ λέοντες· οὐκ ἔλαφοι καὶ λαγωοὶ καὶ δορκάδες, ἀλλὰ καὶ σκορπίοι καὶ ἔχεις καὶ δράκοντες· καὶ ἐν βοτάναις δὲ οὐχὶ σωτήρια μόνον φυτὰ, ἀλλὰ καὶ δηλητήρια, καὶ πολλοὶ ἐντεῦθεν σκανδαλίζεσθαι ἔμελλον καὶ αἱρέσεις τίκτειν· μετὰ τὸ γενέσθαι τὰ γενόμενα, καὶ τὸν οἰκεῖον ἕκαστον ἀπολαβεῖν κόσμον, καθ' ἕκαστον δείκνυσι τὸν Δημιουργὸν ἐπαινοῦντα τὸ γεγενημένον, μᾶλλον δὲ καθ' ἕνα αὐτῶν, καὶ κοινῇ πάντα, ἵνα τὴν ἐκείνου κρίσιν μαθὼν, κἂν σφόδρα τις ἰταμὸς καὶ ἀναίσχυντος ᾖ, μηδὲν περιεργάζηται λοιπὸν τῶν ὁρωμένων. Διὰ τοῦτο εἰπὼν, ὅτι ἐγένετο φῶς, ἐπήγαγε· Καὶ εἶδεν ὁ Θεὸς τὸ φῶς ὅτι καλὸν, καὶ καθέκαστον οὕτως. Εἶτα ἵνα μὴ πάντα κατ' ὄνομα εἰπὼν, μηκύνῃ τὸν λόγον, ὁμοῦ περὶ πάντων ἀποφαίνεται ἁπαξαπλῶς, καὶ πάλιν λέγει· Εἶδεν ὁ Θεὸς πάντα, ὅσα ἐποίησε, καὶ ἰδοὺ καλὰ λίαν. Οὐκ ἐπειδὴ μετὰ τὸ γενέσθαι ἔγνω ὁ Θεὸς ὅτι καλὸν τὸ γενόμενον· ἄπαγε. Εἰ γὰρ τεχνίτης ἄνθρωπος, καὶ πρὸ τοῦ γενέσθαι τὰ τῆς τέχνης μαθὼν, οἶδεν ὅτι καλὰ τὰ παρ' αὐτοῦ μέλλοντα γίνεσθαι, πολλῷ μᾶλλον ἡ ἄῤητος ἐκείνη σοφία βουλήματι μόνῳ τὰ πάντα παραγαγοῦσα, καὶ πρὸ τῆς γεννήσεως ᾔδει ὅτι καλά. Οὐδὲ γὰρ ἂν αὐτὰ παρήγαγεν, ει ἠγνόει. Τίνος οὖν ἕνεκεν οὕτως εἴρηται; Διὰ τὴν αἰτίαν, ἣν εἶπον. Ἀκούσας τοίνυν τοῦ προφήτου πρὸς σὲ λέγοντος, ὅτι ὁ Θεὸς αὐτὰ εἶδε καὶ ἐπῄνεσε, μὴ ζήτει λοιπὸν ἑτέραν βάσανον καὶ ἀπόδειξιν τοῦ κάλλους
Chapter IV. For this very reason, since all creation came into being, and received its proper adornment, and this all-harmonious and marvellous work, teeming with great amazement, lay set forth in the midst, and many foolish and mad men were about to find fault with the things that had come into being—see how the lawgiver, checking in advance their unseasonable judgement and frantic verdict, stopped every shameless tongue with a single word, saying: God saw all things that He had made, and behold, they were very good. For since among things seen there was not light alone, but also darkness; not fruits alone, but also thorns; not cultivated trees alone, but also wild ones; not level plains alone, but also mountains and glens and ravines; not human beings alone, but also venomous reptiles; not fishes alone, but also sea-monsters; not calm seas alone, but also an unnavigable ocean; not sun alone and moon and stars, but also thunderbolts and fiery whirlwinds; not gentle winds alone, but also squalls; not doves alone and songbirds, but also kites and ravens and vultures and other man-devouring creatures; not sheep and oxen alone, but also wolves and leopards and lions; not stags and hares and gazelles alone, but also scorpions and vipers and serpents; and among herbs also not salutary plants alone, but also poisonous ones, and many were about to take offence from this and beget heresies—after the things that came into being had come into being, and each had received its proper adornment, at each one he shows the Creator praising what had been brought into being, or rather at each one of them singly, and all in common, so that having learned His judgement, even if someone be exceedingly bold and shameless, he may no longer pry curiously into any of the things seen. On this account, having said that light came to be, he added: And God saw the light, that it was good; and so in each case. Then, lest by naming all things one by one he should lengthen his account, he pronounces once for all concerning all things together, and says again: God saw all things that He had made, and behold, they were very good. Not because God knew only after it came to be that what came to be was good—far from it! For if a human craftsman, having learned the rules of his craft, knows even before they come to be that the things about to come to be from him are good, much more did that ineffable Wisdom, which brought forth all things by will alone, know even before their generation that they were good. For neither would He have brought them forth if He had been ignorant. For what sake, then, has it been spoken thus? For the cause which I stated. Having heard the prophet saying to you, therefore, that God saw them and praised them, seek no longer another test and proof of the beauty
Notes, col. 486

On the reading

Printed ἄῤητος, for ἄῤῥητος.

Printed ει ἠγνόει, for εἰ ἠγνόει.

PG 52:485 bisRead from the page
Quae enim illius sunt, solum Filio et Spiritui sancto exacte nota sunt omnia, nulli vero alteri : et ex his alterum quidem Joannes evangelista, alterum vero Paulus apostolus declaravit. Itaque Tonitrui filius, et qui Christo admodum carus fuit, quique hac nota designabatur; quod erat summae virtutis indicium; qui tantam habebat fiduciam, ut et supra pectus ejus recumberet, sic ait : Deum nemo vidit umquam; visionem appellat cognitionem; Unigenitus Filius, qui est in sinu Patris, ipse enarravit (Joan. 1. 18). Hoc et ipse Christus insinuans olim, dum populum alloqueretur Hebraeum, dicebat, Nemo vidit Patrem, nisi is qui est a Deo : hic vidit Patrem (Joan. 6. 46). Vas autem electionis, cum in sermonem de ipsius dispensatione incidisset, cumque vellet arcana cuncta quae didicerat, quo pacto cognovisset, indicare, his et ipse verbis utitur : Loquimur autem sapientiam in mysterio, quae abscondita est, quam praedestinavit Deus ante saecula in gloriam nostram, quam nemo principum hujus saeculi cognovit. Si enim cognovissent, numquam Dominum gloriae crucifixissent. Sed sicut scriptum est, Quae oculus non vidit, et auris non audivit, et in cor hominis non ascenderunt, quae praeparavit Deus iis qui diligunt illum (1. Cor. 2. 7-9). Quomodo ergo cognovimus nos, o Paule? quis illa revelavit, et manifesta reddidit illa nulli conspecta, vel audita, et quae nullius in cor ascenderunt? Dic, et indica quis ille sit qui tantam nobis scientiam advexit? Nobis autem revelavit Deus per Spiritum suum (1. Cor. 2. 10). Deinde ne quis eum putaret haec nosse tantum, quae per ipsum nobis Deus revelavit, non autem omnem scientiam callere, subjecit : Spiritus enim omnia scrutatur, etiam profunda Dei. Quis enim hominum scit, quae sunt hominis, nisi spiritus hominis qui in ipso est? ita et quae Dei sunt, nemo cognovit, nisi Spiritus Dei (Ibid. v. 11). Horum autem verborum hic sensus est : Sicut homo novit ea quae ipsius sunt, quaeque cogitat, et habet in animo, cuncta scit exacte, sic etiam Spiritus sanctus arcanam Dei scientiam omnem exacte novit. Cum igitur dixit, Ita et quae Dei sunt nemo cognovit, nisi Spiritus Dei, non homines solum, sed et omnem caelestem creaturam ab hac perfecta cognitione seclusit. Quam ob causam et sapiens quidam sermo admonet : Difficiliora te ne quaesieris, et fortiora te ne scrutatus fueris; quae praecepta sunt tibi, haec cogita : plurima enim supra sensum hominis ostensa sunt tibi (Eccli. 3. 22. 25). Quod autem dicit, est ejusmodi : Ne haec quidem quae habes, tua industria cuncta didicisti : neque naturae tuae viribus nixus hanc cognitionem adipisci potuisti, sed caelitus missam hanc scientiam accepisti : multo quippe majora erant, quam ut tua possent intelligentia comprehendi. Cur ergo tuis viribus nixus conaris profundiora scrutari, cum pleraque ex iis quae nosti, tuum sensum exsuperent, et aliunde ad te derivata illa possideas? Hoc et ipse Paulus ut declararet, aiebat : Quid enim habes, quod non accepisti? si autem accepisti, quid gloriaris, quasi non acceperis (1. Cor. 4. 7)?
For the things that are His own are known with exactness to the Son and the Holy Spirit alone, and to none other; and the one point John the Evangelist has set forth, the other Paul the Apostle. Accordingly, the Son of Thunder, who was exceedingly dear to Christ and was designated by this mark—which was a token of supreme virtue—and who possessed such confidence as even to recline upon His breast, speaks thus: No man hath seen God at any time—he calls knowledge vision—the Only-begotten Son, who is in the bosom of the Father, He hath declared Him (John 1:18). Intimating this very thing of old as well, while addressing the Hebrew people, Christ Himself said: Not that any man hath seen the Father, save He who is from God; He hath seen the Father (John 6:46). And the Vessel of Election, when he had entered upon discourse concerning His dispensation and wished to point out in what manner he had come to know all the hidden mysteries he had learned, likewise employs these words: But we speak wisdom in a mystery, a wisdom which is hidden, which God predestined before the ages unto our glory, which none of the princes of this world knew. For had they known it, they would never have crucified the Lord of glory. But, as it is written: Things which eye hath not seen, nor ear heard, neither have they entered into the heart of man, what things God hath prepared for those who love Him (1 Cor. 2:7–9). How then have we come to know them, O Paul? Who has revealed them and made manifest those things beheld or heard by none, and which have entered into no man's heart? Tell us, and point out who it is that has brought us so great a knowledge! But to us God hath revealed them through His Spirit (1 Cor. 2:10). Then, lest anyone should suppose that the Spirit knows only those things which God has revealed to us through Him, and is not thoroughly versed in all knowledge, he subjoined: For the Spirit searcheth all things, yea, the deep things of God. For what man knoweth the things of a man, save the spirit of a man which is in him? Even so the things of God knoweth no man, save the Spirit of God (ibid. v. 11). Now the sense of these words is this: Just as a man knows the things that are his own, and whatever he thinks and holds in his mind he knows with exactness in its entirety, so too the Holy Spirit knows with exactness the whole secret knowledge of God. When, therefore, he said, Even so the things of God knoweth no man, save the Spirit of God, he shut out not men alone, but every heavenly creature as well, from this perfect knowledge. Wherefore a certain wise saying also admonishes us: Seek not the things that are too difficult for thee, and search not out the things that are too mighty for thee; what things have been commanded thee, think thereupon: for very many things beyond the understanding of man have been shown unto thee (Sir. 3:22, 25). And what he says means this: Not even all these things which you possess have you learned by your own industry, nor were you able by relying upon the powers of your own nature to attain this knowledge, but you received this science sent down from heaven; for they were far greater than could be grasped by your understanding. Why then, relying upon your own strength, do you endeavour to pry into deeper matters, when most even of the things you do know surpass your understanding, and you possess them as derived unto you from another source? And to declare this very point, Paul himself also used to say: For what hast thou that thou didst not receive? Now if thou didst receive it, why dost thou glory, as though thou hadst not received it (1 Cor. 4:7)?
Notes, col. 485 bis

On the reading

Printed asbcondita, for abscondita.

Printed andita, for audita.

PG 52:486 bisRead from the page
Tantum igitur conatum aliquando tandem omitte, et sapientissimo illi consilio parere dignare, quod monet, Ne dixeris, Quid est hoc? ad quid hoc? omnia enim ad usum ipsorum creata sunt (Eccli. 39. 21).
Lay aside at long last, then, so great a striving, and deign to obey that most wise counsel which admonishes: Say not, What is this? to what purpose is this? for all things have been created for their own use (Sir. 39:21).
CAP. IV. Moysem prophetam periculosam curiositatem in exordio libri uno verbo sustulisse. — Hanc enim ob causam, cum orta esset omnis creatura, suumque accepisset ornatum, et admodum concinnum, mirabile, ac stupore dignum opus processisset in medium, cumque insipientes et insani nonnulli res creatas essent reprehensuri : vide quo pacto importunum illorum judicium, ac furiosam sententiam multo ante reprimens legislator uno verbo impudens quodvis os eorum occluserit, cum dixit : Vidit Deus cuncta quae fecerat, et ecce bona valde (Gen. 1. 31). Nam quoniam inter ea quae videbantur, erant non lux tantum, sed et tenebrae : non fruges tantum, sed et spinae : non arbores tantum sativae, sed et silvestres : non plani solum campi, sed etiam montes, et colles, et valles : non homines solum, sed et reptilia venenata : non pisces tantum, sed etiam cete : non frequentata solum aequora, sed etiam mare innavigabile : non sol tantum et luna, et sidera, sed etiam fulmina, et ignei turbines : non venti solum secundi, sed et procellae : non columbae tantum, et aves canorae, sed et milvi, et accipitres, et vultures, et alia carnivora animalia : non pecudes tantum et boves, sed et lupi, et pardi, et leones : non cervi tantum, et lepores, et damae, sed et scorpii, et viperae, et dracones : atque inter herbas quoque non salubres modo plantae, sed et venenatae, ac futurum erat ut haec multis offendiculo essent, et hinc haereses orirentur : postquam res omnes creatae sunt natae, suumque singulae sunt ornatum adeptae, creatorem ostendit in singulis, id quod exortum erat, laudare, imo vero unamquamque sigillatim et omnes simul, ut cognito illius judicio, licet temerarius quispiam sit et impudens, nihil amplius eorum, quae sub oculos cadunt, curiose scrutetur. Ideo ubi dixit factam esse lucem, adjunxit : Et vidit Deus lucem, quod esset bona (Gen. 1. 4), et ita de singulis. Deinde ne, si cuncta persequatur nominatim, prolixiorem reddat orationem, simul pronuntiat de omnibus, et ait rursus : Vidit Deus cuncta quae fecerat, et ecce bona valde (Gen. 1. 31). Non quod ubi facta fuerant, cognoverit Deus bona esse quae facta erant : absit. Si enim artifex homo, etiam antequam fiant ea quae sunt artis, novit, edoctus ea bona esse quae ab ipso fieri debent : multo magis ineffabilis illa sapientia, quae sola sua voluntate nutuque cuncta produxit, etiam antequam fierent, ea bona esse noverat. Neque enim illa produxisset, si ignota ipsi fuissent. Cur igitur ita loquutus est? Ob eam causam, quam attigi. Cum igitur prophetam audieris dicentem tibi Deum illa vidisse, atque laudasse, noli jam amplius ullum examen vel indicium quaerere pulchritudinis ipsorum, neque dicas, Quomodo bona?
CHAP. IV. That Moses the prophet at the opening of his book removed perilous curiosity by a single word. — For on this account, when all creation had sprung forth and received its proper adornment, and a most harmonious, marvellous, and astonishing work had come forth into view, and certain foolish and frantic men were going to find fault with the things created, see how the Lawgiver, checking long beforehand their unseasonable judgement and frenzied verdict, stopped every shameless mouth among them with a single word when he said: God saw all things that He had made, and behold, they were very good (Gen. 1:31). For since among the things that were seen there was not light alone, but darkness as well; not crops alone, but also thorns; not cultivated trees alone, but also wild ones; not level plains alone, but also mountains, and hills, and valleys; not men alone, but also venomous reptiles; not fishes alone, but also sea-monsters; not frequented waters alone, but also the unnavigable sea; not sun alone and moon and stars, but also thunderbolts and fiery whirlwinds; not favouring winds alone, but also tempests; not doves alone and songbirds, but also kites, and hawks, and vultures, and other flesh-eating beasts; not flocks and oxen alone, but also wolves, and leopards, and lions; not stags alone, and hares, and gazelles, but also scorpions, and vipers, and serpents; and among herbs likewise not wholesome plants only, but also poisonous ones—and since it was going to come to pass that these things would prove a stumbling-block to many, and heresies would arise from this—after all created things had come into being and each had obtained its proper adornment, he showed the Creator praising in each case what had sprung forth, nay rather each one singly and all together at once, so that once His judgement was known, however rash and shameless anyone might be, he should pry curiously no further into aught that falls under our eyes. Therefore, when he had said that light was made, he added: And God saw the light, that it was good (Gen. 1:4), and so with each one. Then, lest by going through all things by name he should render his discourse too lengthy, he pronounces upon all at once, and says again: God saw all things that He had made, and behold, they were very good (Gen. 1:31). Not that God learned that the things made were good only after they had been made—far from it! For if a human craftsman, even before the works of his craft come to be, knows from his training that the things which ought to be wrought by him are good, much more did that ineffable Wisdom, which by its sole will and nod brought forth all things, know even before they came to be that they were good; for He would not have brought them forth had they been unknown to Him. Why then did he speak thus? For the very reason I have touched upon. When, therefore, you hear the prophet telling you that God saw those things and praised them, seek no further test or proof of their beauty, nor say: How are they good?
Notes, col. 486 bis

On the reading

Printed oecluserit, for occluserit.