Migne Reading Room

PG 52 · cols. 475–478 bis · Read from the page

Liber quod nemo laeditur nisi a seipso (ab exsilio Cucuso scriptus)

Liber quod nemo laeditur nisi a seipso (ab exsilio Cucuso scriptus)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 52:475Read from the page
μὲν πεζευομένη, νῦν δὲ θάλαττα γινομένη· καὶ τὰ Νειλῷα νάματα ταύτην ἠφίει τὴν φωνὴν πρὸς αἵματος μεταβαλλόμενα φύσιν· καὶ οἱ βάτραχοι, καὶ τὸ τῶν ἀκρίδων στρατόπεδον ἐκεῖνο, καὶ ἡ κάμπη, καὶ ἡ ἐρυσίβη ταῦτα διελέγετο τῷ δήμῳ παντί· καὶ τὰ ἐπὶ τῆς ἐρήμου τεράστια, τὸ μάννα, ὁ στῦλος, ἡ νεφέλη, ἡ ὀρτυγομήτρα, τὰ ἄλλα πάντα ἀντὶ βιβλίου τότε αὐτοῖς ἐγένετο καὶ γραμμάτων οὐδέποτε ἐξαλειφομένων, ἔναυλον καθ' ἑκάστην ἡμέραν παρεχόμενα αὐτοῖς τὴν μνήμην, καὶ ἐνηχοῦντα αὐτῶν τὴν διάνοιαν. Ἀλλ' ὅμως μετὰ τοσαύτην καὶ τηλικαύτην πρόνοιαν, μετὰ τὰς εὐεργεσίας τὰς ἀφάτους ἐκείνας, μετὰ τὸ μέγεθος τῶν θαυμάτων, μετὰ τὴν κηδεμονίαν τὴν ἄῤῥητον, μετὰ τὴν διδασκαλίαν τὴν διηνεκῆ, μετὰ τὴν κατήχησιν τὴν ἀπὸ τῶν ῥημάτων, μετὰ τὴν παραίνεσιν τὴν ἀπὸ τῶν ἔργων, μετὰ τὰς νίκας τὰς λαμπρὰς, μετὰ τὰ τρόπαια τὰ παράδοξα, μετὰ τὴν τῶν τραπεζῶν ἀφθονίαν, μετὰ τὴν δαψίλειαν τῶν ναμάτων ἐκείνων, μετὰ τὴν ἄφατον δόξαν, ἣν περιεβάλλοντο παρὰ παντὶ τῷ τῶν ἀνθρώπων γένει, ἐπειδὴ ἀγνώμονες ἦσαν καὶ ἀναίσθητοι, μόσχον προσεκύνησαν, καὶ βοὸς κεφαλὴν ἐθεράπευον, καὶ θεοὺς ἐπεζήτουν αὐτοῖς γενέσθαι, νεαρὰ τὰ ὑπομνήματα τῶν ἐν Αἰγύπτῳ εὐεργεσιῶν ἔχοντες τοῦ Θεοῦ, καὶ πολλῶν καὶ ἄλλων ἀπολαύοντες ἔτι.
on the one hand traversed on foot, and now becoming sea again; and the streams of the Nile sent forth this voice when changed into the nature of blood; and the frogs, and that army of locusts, and the caterpillar, and the blight discoursed of these things to the whole people; and the marvels in the wilderness, the manna, the pillar, the cloud, the quail, and all the other things became for them at that time in place of a book and of letters never blotted out, affording them day by day a resounding remembrance, and ringing in their mind. Yet nevertheless, after such great and mighty providence, after those unutterable benefits, after the magnitude of the wonders, after the ineffable care, after the continual teaching, after the instruction through words, after the exhortation through deeds, after the splendid victories, after the marvellous trophies, after the abundance of the tables, after the lavishness of those streams, after the unutterable glory which they put on before the whole race of men, since they were ungrateful and senseless, they worshipped a calf, and paid court to an ox's head, and sought that gods should be made for them, while holding fresh the reminders of God's benefits in Egypt, and still enjoying many others besides.
ιδʹ. Ὁ δὲ τῶν Νινευϊτῶν δῆμος, βάρβαρος ὢν καὶ ἀλλόφυλος, οὐδενὸς τούτων μετεσχηκὼς, οὐ μικροῦ, οὐ μεγάλου, οὐ λόγων, οὐ θαυμάτων, οὐκ ἔργων, οὐ ῥημάτων, ἐπειδὴ ἄνθρωπον εἶδον ἐκ ναυαγίου διασωθέντα, οὐδέποτε αὐτοῖς συγγενόμενον ἔμπροσθεν, ἀλλὰ τότε πρῶτον ὀφθέντα, εἰσελθόντα καὶ εἰπόντα, Ἔτι τρεῖς ἡμέραι, καὶ Νινευὴ καταστραφήσεται· οὕτως ἀπὸ τῶν ψιλῶν τούτων ῥημάτων μετεβάλοντο καὶ βελτίους ἐγένοντο, καὶ τὴν προτέραν ἀποθέμενοι κακίαν, πρὸς ἀρετὴν διὰ μετανοίας ὥδευσαν, ὡς ἀπόφασιν ἀνακαλέσασθαι Θεοῦ, καὶ σειομένην στῆσαι πόλιν, καὶ θεήλατον ὀργὴν ἀποκρούσασθαι, καὶ πάσης ἀπαλλαγῆναι κακίας. Εἶδε γὰρ ὁ Θεὸς, φησὶν, ὅτι ἀπέστη ἕκαστος ἀπὸ τῆς ὁδοῦ αὐτοῦ τῆς πονηρᾶς, καὶ ἐπέστρεψεν ἐπὶ τὸν Κύριον. Πῶς ἀπέστη, εἰπέ μοι; Καίτοι μεγάλη ἦν αὐτῶν ἡ κακία, ἄφατος ἡ πονηρία, δυσίατα τὰ ἕλκη· καὶ τοῦτο δηλῶν ὁ προφήτης ἔλεγεν· Ἀνέβη ἡ κακία αὐτῶν ἕως τοῦ οὐρανοῦ· τῷ διαστήματι τοῦ τόπου τὸ μέγεθος τῆς κακίας αὐτῶν ἐνδεικνύμενος. Ἀλλ' ὅμως τὴν τοσαύτην πονηρίαν, τὴν οὕτω κορυφωθεῖσαν καὶ ὑψωθεῖσαν, ὡς καὶ ἕως τοῦ οὐρανοῦ φθάσαι, ταύτην ἐν τρισὶν ἡμέραις, ἐν βραχείᾳ καιροῦ ῥοπῇ, διὰ ῥημάτων ὀλίγων, ἃ παρ' ἑνὸς ἤκουσαν ἀνθρώπου, ἀγνώστου, ξένου, ναυαγοῦ γεγενημένου, οὕτω κατέλυσαν, οὕτως ἠφάνισαν, οὕτως ἐκποδὼν ἐποίησαν, ὥς τοιαύτης ἀπολαῦσαι φωνῆς, ὅτι Εἶδεν ὁ Θεὸς, ὅτι ἀπέστη ἕκαστος ἀπὸ τῆς ὁδοῦ αὐτῶν τῆς πονηρᾶς, καὶ μετενόησεν ἀπὸ τῆς κακίας ἧς εἶπεν ὁ Θεὸς ποιῆσαι αὐτοῖς. Ὁρᾷς ὅτι ὁ μὲν νήφων καὶ ἐγρηγορὼς οὐ μόνον παρὰ ἀνθρώπων οὐδὲν ἀδικεῖται, ἀλλὰ καὶ θεήλατον ὀργὴν ἀνατρέπει; ὁ δὲ οἴκοθεν ἑαυτὸν προδιδοὺς καὶ καταβλάπτων, κἂν μυρίας εὐεργεσίας ἀπολάβῃ, οὐδὲν μέγα κερδαίνει; Οὕτω γοῦν οὐδὲν ἐκείνους ὠφέλησε τὰ τοσαῦτα σημεῖα, οὐδ' αὐτοὺς τούτους τὸ μὴ μετασχεῖν τούτων παρέβλαψεν· ἀλλ' ἐπειδὴ οἴκοθεν ἦσαν εὐγνώμονες, μικρᾶς ἐπιλαβόμενοι ῥοπῆς, βελτίους ἐγένοντο, καίτοι βάρβαροι ὄντες, καὶ
14. Yet the people of the Ninevites, being barbarians and foreigners, having partaken of none of these things, neither small nor great, neither discourses, nor wonders, nor deeds, nor sayings, when they saw a man saved from shipwreck, who had never associated with them before, but was then seen for the first time, entering and saying, Yet three days, and Nineveh shall be overthrown, were so changed by these bare words and became better, and putting away their former wickedness, journeyed towards virtue through repentance, as to recall the sentence of God, and to stay a shaken city, and to ward off divinely sent wrath, and to be rid of all wickedness. For God saw, it says, that each one departed from his evil way, and turned unto the Lord. How did he depart, tell me? And yet great was their wickedness, unutterable their depravity, hard to heal their sores; and declaring this the prophet said: Their wickedness has gone up even to heaven, indicating by the distance of the place the magnitude of their wickedness. Yet nevertheless, such great depravity, which had reached such a peak and been so exalted as to reach even to heaven, this in three days, in a brief turn of time, through a few words which they heard from one man, unknown, a stranger, one who had suffered shipwreck, they so undid, so blotted out, so put out of the way, as to enjoy such a voice as this: God saw that each one departed from their evil way, and God repented of the calamity which He had spoken of doing to them. Do you see that the sober and watchful man not only suffers no wrong at all from men, but even overturns divinely sent wrath; whereas he who from within betrays and injures himself, even if he receives countless benefits, gains nothing great? Thus at any rate such great signs profited those men not at all, nor did not partaking of them harm these men themselves; but since from within they were well-disposed, laying hold of a small impulse, they became better, although they were barbarians, and
Notes, col. 475

On the reading

Printed ὥς, for ὡς.

PG 52:476Read from the page
ἀλλόφυλοι, καὶ πάντων ἀνήκοοι τῶν θείων χρησμῶν, καὶ πόῤῥω που τῆς Παλαιστίνης ἀπῳκισμένοι.
foreigners, and unacquainted with all the divine oracles, and settled far away somewhere from Palestine.
ιεʹ. Τί δὲ τῶν παίδων τῶν τριῶν, εἰπέ μοι, τὴν ἀρετὴν τὰ ἐπελθόντα κακὰ ἐλυμήνατο; Οὐχὶ ἔτι νέοι ὄντες καὶ νέοι κομιδῇ, ἐν ἡλικίᾳ ἀώρῳ τὴν χαλεπὴν ἐκείνην ὑπέμειναν τιμωρίαν καὶ αἰχμαλωσίαν, καὶ τὴν μακρὰν ἀπεδήμησαν ἀποδημίαν, καὶ πατρίδος καὶ οἰκίας, καὶ ναοῦ καὶ βωμοῦ καὶ θυσιῶν, καὶ προσφορῶν καὶ σπονδῶν, καὶ αὐτοῦ δὲ τοῦ ψάλλειν, εἰς τὴν ἀλλοτρίαν ἐλθόντες γῆν, ἐχωρίσθησαν; Οὐ γὰρ ἡ οἰκία αὐτοῖς μόνον ἄβατος ἦν, ἀλλὰ καὶ πολλὰ τῆς λατρείας ἐντεῦθεν εἴδη. Οὐχὶ βαρβαρικαῖς ἐξεδόθησαν χερσὶ, καὶ λύκοις μᾶλλον ἢ ἀνθρώποις, καὶ, τὸ δὴ χαλεπώτατον, εἰς μακρὰν οὕτω κειμένην καὶ βάρβαρον ἀποικισθέντες γῆν, καὶ αἰχμαλωσίαν χαλεπωτάτην, οὐ διδάσκαλον εἶχον, οὐ προφήτην, οὐκ ἄρχοντα; Οὐ γάρ ἐστι, φησὶν, ἄρχων, οὐδὲ προφήτης, καὶ ἡγούμενος, οὐδὲ τόπος τοῦ καρπῶσαι ἐνώπιόν σου, καὶ εὑρεῖν ἔλεος. Ἀλλὰ καὶ εἰς βασιλικὴν οἰκίαν, ὡς εἰς σκόπελόν τινα καὶ κρημνὸν, καὶ πέλαγος ὑφάλων γέμον καὶ σπιλάδων, οὕτως εἰσήχθησαν, χωρὶς κυβερνήτου, καὶ πρωρέως, καὶ ναυτῶν, καὶ ἱστίων, ἀναγκαζόμενοι τὴν χαλεπὴν ἐκείνην θάλατταν πλεῖν· καὶ καθάπερ ἐν δεσμωτηρίῳ ταῖς βασιλικαῖς αὐλαῖς ἐναπειλημμένοι. Ἐπειδὴ γὰρ φιλοσοφεῖν ᾔδεσαν, καὶ τῶν βιωτικῶν ἦσαν ἀνώτεροι πραγμάτων, καὶ τὸν τῦφον ἅπαντα κατεπάτησαν τὸν ἀνθρώπινον, καὶ κοῦφον αὐτοῖς τὸ πτερὸν εἰργάσαντο, προσθήκην κακῶν καὶ τὴν αὐτόθι διατριβὴν ἐνόμιζον εἶναι. Ἔξω μὲν γὰρ ὄντες, καὶ ἐν ἰδιωτικῇ οἰκίᾳ, πλείονος ἔμελλον ἀπολαύσεσθαι τῆς ἐξουσίας· εἰς δὲ τὸ δεσμωτήριον εἰσαχθέντες ἐκεῖνο (δεσμωτηρίου γὰρ τὴν φαντασίαν ἅπασαν ἐκείνην, καὶ κρημνῶν, καὶ σκοπέλων οὐδὲν ἄμεινον εἶναι ἐνόμιζον), εὐθέως δυσκολίαν ὑπέμειναν χαλεπήν. Ὁ μὲν γὰρ βασιλεὺς ἐκέλευσε κοινωνοὺς αὐτοὺς τῆς τραπέζης εἶναι τῆς ἑαυτοῦ, τῆς συβαριτικῆς ἐκείνης, καὶ ἀκαθάρτου καὶ βεβήλου, αὐτοῖς δὲ ἀπηγορεύετο τοῦτο, καὶ θανάτου χαλεπώτερον εἶναι ἐδόκει· καὶ μόνοι καθάπερ ἀρνία λύκων μεταξὺ τοσούτων ἦσαν ἀπειλημμένοι. Καὶ ἀνάγκη ἦν, ἢ λιμῷ τήκεσθαι, μᾶλλον δὲ καὶ τὴν ἐπὶ θάνατον ἄγεσθαι, ἢ τῶν κεκωλυμένων ἀπογεύεσθαι ἐδεσμάτων. Τί οὖν ποιοῦσιν οἱ νέοι, οἱ ἐν ὀρφανίᾳ, οἱ αἰχμάλωτοι, οἱ ξένοι, οἱ δοῦλοι τῶν ταῦτα κελευόντων; Οὐκ ἐνόμισαν ἀρκεῖν αὐτοῖς εἰς ἀπολογίαν τὴν ἀνάγκην, οὐδὲ τὴν τυραννίδα τοῦ τὴν πόλιν ἔχοντος· ἀλλὰ πάντα μηχανῶνται, καὶ πραγματεύονται, ὥστε τὴν ἁμαρτίαν φυγεῖν, καίτοι πανταχόθεν προδεδομένοι. Οὔτε γὰρ χρήμασι πείθειν ἠδύναντο· πῶς γὰρ οἱ αἰχμάλωτοι; οὐ φιλίᾳ καὶ συνουσίᾳ· πῶς γὰρ οἱ ξένοι; οὐ δυναστείᾳ περιγενέσθαι· πῶς γὰρ οἱ δοῦλοι; οὐ πλήθει κρατῆσαι· πῶς γὰρ οἱ τρεῖς μόνοι; Προσελθόντες τοίνυν πείθουσι τὸν εὐνοῦχον ἐκεῖνον λόγοις, τὸν ταύτην ἔχοντα τὴν ἐξουσίαν. Ἐπειδὴ γὰρ εὗρον αὐτὸν περιδεῆ καὶ τρέμοντα, καὶ περὶ τῆς οἰκείας σωτηρίας ἀγωνιῶντα, καὶ φόβος ἀφόρητος ἦν ὁ περὶ τοῦ θανάτου κατασείων αὐτοῦ τὴν ψυχήν· Φοβοῦμαι γὰρ ἐγὼ, φησὶ, τὸν κύριόν μου τὸν βασιλέα, μή ποτε ἴδῃ τὰ πρόσωπα ὑμῶν σκυθρωπὰ ὑπὲρ τὰ παιδάρια τὰ συνήλικα ὑμῶν, καὶ καταδικάσητε τὴν κεφαλήν μου τῷ βασιλεῖ· ἀπαλλάξαντες αὐτὸν τούτου τοῦ δέους πείθουσι δοῦναι τὴν χάριν. Καὶ
15. And how, tell me, did the evils that came upon the three youths mar their virtue? Did they not, while still young and very young indeed, at an unripe age, endure that grievous punishment and captivity, and depart on that long exile, and when they came into the foreign land, were they not separated from fatherland and home, and temple and altar and sacrifices, and offerings and libations, and even from psalm-singing itself? For not only was their home inaccessible to them, but also many forms of worship in consequence. Were they not delivered over into barbarian hands, and to wolves rather than men, and, what was most grievous of all, having been deported into a land lying so far away and barbarous, and into a most grievous captivity, had they neither teacher, nor prophet, nor ruler? For there is no ruler, it says, nor prophet, nor leader, nor place to offer first-fruits before Thee, and to find mercy. Nay more, they were also led into a royal house, as onto some crag and precipice, and a sea full of hidden shoals and reefs, compelled to sail that grievous sea without helmsman, and lookout, and sailors, and sails, and hemmed in within the royal courts as in a prison. For since they knew how to philosophize, and were superior to worldly affairs, and trampled underfoot all human pride, and made their wing light for themselves, they deemed even their abode there to be an addition of evils. For had they been outside, and in a private house, they would have enjoyed greater liberty; whereas having been led into that prison (for they deemed all that pageantry to be a prison, and no better than precipices and crags), they straightway endured a grievous hardship. For the king commanded them to be sharers of his own table, that sybaritic, unclean, and profane table, whereas this was forbidden to them, and seemed to be more grievous than death; and alone, like little lambs among so many wolves, they were hemmed in. And it was necessary either to waste away with famine, or rather even to be led away to death, or to taste the forbidden meats. What then do the youths do, they who were in orphanhood, the captives, the strangers, the slaves of those who commanded these things? They did not deem necessity to suffice them for an excuse, nor the tyranny of him who held the city; but they devise and contrive everything so as to flee sin, although betrayed on every side. For neither could they persuade by money—for how could captives?—nor by friendship and intimacy—for how could strangers?—nor prevail by power—for how could slaves?—nor overcome by numbers—for how could three alone? Approaching therefore, they persuade that eunuch by words, him who held this authority. For since they found him terrified and trembling, and in agony concerning his own safety, and an unbearable fear of death was shaking his soul—For I fear, he says, my lord the king, lest perchance he see your faces more downcast than the youths who are your peers in age, and you condemn my head to the king—freeing him from this dread, they persuade him to grant the favour. And
PG 52:477Read from the page
ἐπειδὴ πάντα παρ' ἑαυτῶν εἰσήνεγκαν, καὶ ὁ Θεὸς τὰ παρ' ἑαυτοῦ λοιπὸν εἰσέφερεν. Οὐδὲ γὰρ τοῦ Θεοῦ μόνου τὸ κατόρθωμα ἐπὶ τούτοις ἦν, οἷς ἔμελλον ἐκεῖνοι μισθὸν λαμβάνειν, ἀλλὰ τῆς ἐκείνων γνώμης ἡ ἀρχὴ καὶ τὰ προοίμια, ἣν παρασχόμενοι γενναίαν καὶ ἀνδρείαν, ἐπεσπάσαντο τοῦ Θεοῦ τὴν ῥοπὴν, καὶ εἰς τέλος ἤγαγον ὅπερ ἐσπούδαζον.
since they contributed everything from themselves, God also thereafter contributed what was from Himself. For the right achievement in these things, for which they were to receive a reward, was not God's alone, but the beginning and the preludes belonged to their own resolve; and having shown this noble and brave, they drew to themselves the favour of God, and brought to completion that for which they were striving.
ιςʹ. Ὁρᾷς ὅτι τὸν μὴ ἑαυτὸν ἀδικοῦντα οὐδεὶς ἕτερος παραβλάψαι δυνήσεται; Ἰδοὺ γοῦν καὶ νεότης, καὶ αἰχμαλωσία, καὶ ὀρφανία, καὶ εἰς ἀλλοτρίαν ἀπαγωγὴ, καὶ μόνωσις, καὶ ἐρημία τῶν προστησόντων, καὶ ἐπίταγμα χαλεπὸν, καὶ φόβος θανάτου πολὺς ἐπιτειχίζων τοῦ εὐνούχου τὴν διάνοιαν, καὶ πενία, καὶ ὀλιγότης, καὶ τὸ ἐν μέσῳ βαρβάρων εἶναι, καὶ τὸ τοὺς ἐχθροὺς ἔχειν δεσπότας, καὶ τὸ εἰς αὐτὰς ἐκδεδόσθαι τὰς χεῖρας τὰς βασιλικὰς, καὶ τῶν οἰκείων ἁπάντων ὁ χωρισμὸς, καὶ ἱερέων καὶ προφητῶν, καὶ τῶν ἄλλων τῶν ἐπιμελουμένων αὐτῶν ἀλλοτρίωσις, καὶ σπονδῶν καὶ θυσιῶν ἀργία, καὶ ναοῦ καὶ ψαλμῶν ἀφαίρεσις, καὶ οὐδὲν τούτων αὐτοὺς παρέβλαψεν· ἀλλὰ τότε μειζόνως εὐδοκίμησαν, ἢ ὅτε τούτων ἀπήλαυον ἐπὶ τῆς πατρίδος τῆς ἑαυτῶν. Καὶ πρῶτον ἆθλον ἀνύσαντες τοῦτον, καὶ λαμπρὸν ἀναδησάμενοι τὸν στέφανον, καὶ τὸν νόμον καὶ ἐν ἀλλοτρίᾳ τηρήσαντες, καὶ ἐπίταγμα καταπατήσαντες τυραννικὸν, καὶ φόβον νικήσαντες τοῦ ἀλάστορος, καὶ μηδὲν μηδαμόθεν παραβλαβέντες, ὥσπερ οἴκοι καθήμενοι, καὶ πάντων ἐκείνων ἀπολαύοντες, οὕτω τὸ ἔργον μετὰ ἀδείας ἀνύσαντες, ἐφ' ἕτερα πάλιν ἐκαλοῦντο σκάμματα. Καὶ πάλιν ἦσαν οἱ αὐτοί· καὶ ἀγὼν τοῦ προτέρου χαλεπώτερος αὐτοῖς ἐπετίθετο, καὶ κάμινος ἀνήπτετο, καὶ βαρβαρικὸν πρὸς αὐτοὺς στρατόπεδον μετὰ τοῦ βασιλέως παρετάττετο· καὶ ἡ Περσικὴ πᾶσα δύναμις ἐκινεῖτο, καὶ πάντα πρὸς ἀπάτην αὐτῶν ἐπετηδεύετο, καὶ βίαν· καὶ μουσικῆς εἴδη διάφορα, καὶ κολάσεων ποικίλοι τρόποι, καὶ ἀπειλαὶ, καὶ ὄψις πάντοθεν ἦν φοβερὰ, καὶ ῥήματα ὄψεως φοβερώτερα· ἀλλ' ὅμως ἐπειδὴ ἑαυτοὺς οὐ προέδωκαν, ἀλλὰ τὰ παρ' ἑαυτῶν πάντα εἰσήνεγκαν, οὐδὲν οὐδέποτε παρεβλάβησαν· ἀλλὰ καὶ λαμπροτέρους τῶν προτέρων ἀνεδήσαντο τοὺς στεφάνους. Ἔδησε μὲν γὰρ αὐτοὺς ὁ Ναβουχοδονόσορ, καὶ ἐνέβαλεν εἰς τὴν κάμινον, οὐ μὲν παρέβλαψεν, ἀλλὰ καὶ μειζόνως ὠφέλησε, καὶ ἐνδοξοτέρους εἰργάσατο. Καὶ οὔτε ναὸν (πάλιν γὰρ τὰ αὐτὰ ἐρῶ), οὔτε θυσιαστήριον, οὐ πατρίδα, οὐχ ἱερέας, οὐ προφήτας ἔχοντες, ἐν ἀλλοτρίᾳ καὶ βαρβάρῳ χώρᾳ, ἐν αὐτῇ μὲν οὖν μέσῃ τῇ καμίνῳ, μεταξὺ τοῦ στρατοπέδου παντὸς ἐκείνου, αὐτοῦ τοῦ βασιλέως τοῦ ταῦτα ἐργαζομένου θεωροῦντος, λαμπρὸν ἀνεστήσαντο τρόπαιον, καὶ περιφανῆ νίκην ἤραντο, τὴν θαυμαστὴν ἐκείνην καὶ παράδοξον ᾄσαντες ᾠδὴν, τὴν καὶ μέχρι τοῦ νῦν ἐξ ἐκείνου πανταχοῦ τῆς οἰκουμένης ᾀδομένην, καὶ ᾀσθησομένην δὲ καὶ εἰς τὰς μετὰ ταῦτα γενεάς. Οὕτως οὖν ὅταν μηδεὶς ἑαυτὸν ἀδικῇ, οὐδὲν παρ' ἑτέρου βλαβῆναι δυνήσεται· οὐ γὰρ παύσομαι συνεχῶς τοῦτο ἐπᾴδων τὸ ῥῆμα. Εἰ γὰρ αἰχμαλωσία, καὶ δουλεία, καὶ μόνωσις, καὶ πατρίδος ἀποβολὴ καὶ τῶν οἰκείων ἁπάντων, καὶ θάνατος, καὶ ἐμπρησμὸς, καὶ στρατόπεδον τοσοῦτον, καὶ τύραννος οὕτως ὠμὸς, οὐκ ἴσχυσαν παῖδας τρεῖς νέους, αἰχμαλώτους, δούλους, ξένους, ἐπ' ἀλλοτρίας ὄντας λυμήνασθαί τι εἰς τὴν οἰκείαν αὐτῶν ἀρετὴν, ἀλλὰ καὶ μείζονος αὐτοῖς παῤῥησίας γέγονε πρόφασις ἡ ἐπιβουλή· τί τὸν νήφοντα παραβλάψαι δυνήσεται; Οὐκ ἔστιν οὐδὲν, κἂν πᾶσαν τὴν οἰκουμένην ἔχῃ πολεμοῦσαν αὐτῷ. Ἀλλ' ὁ Θεὸς τότε, φησὶ, παρέστη αὐτοῖς,
16. Do you see that no one else will be able to harm him who does not wrong himself? Behold at any rate both youth, and captivity, and orphanhood, and abduction into a foreign land, and isolation, and destitution of protectors, and a harsh command, and great fear of death beleaguering the mind of the eunuch, and poverty, and fewness, and being in the midst of barbarians, and having enemies as masters, and having been delivered up into the very hands of the king, and separation from all their kinsfolk, and estrangement from priests and prophets and all the others who cared for them, and cessation of libations and sacrifices, and deprivation of temple and psalms—and yet none of these things harmed them; nay, they won greater renown at that time than when they enjoyed these things in their own fatherland. And having accomplished this first contest, and bound upon themselves the radiant crown, and kept the law even in a foreign land, and trampled underfoot a tyrannical command, and conquered the fear of the avenging fiend, and suffered no harm at all from any quarter, just as though sitting at home and enjoying all those things, having thus accomplished the work with fearlessness, they were summoned again to other lists. And again they were the same men; and a contest more grievous than the former was laid upon them, and a furnace was kindled, and a barbarian army with the king was drawn up in battle array against them; and the whole Persian power was set in motion, and everything was contrived for deceit and violence against them; and diverse kinds of music, and varied modes of torments, and threats, and on every side the sight was fearful, and words more fearful than the sight; yet nevertheless, since they did not betray themselves, but contributed everything from themselves, they suffered no harm at all at any time, nay, they bound upon themselves crowns more radiant than the former. For Nebuchadnezzar bound them indeed, and cast them into the furnace, yet he did not harm them, nay, he benefited them all the more, and rendered them more glorious. And having neither temple (for I shall say the same things again), nor altar, nor fatherland, nor priests, nor prophets, in a foreign and barbarous land, nay rather in the very midst of the furnace, amidst all that army, while the king himself who wrought these things looked on, they set up a splendid trophy, and carried off an illustrious victory, having sung that wondrous and marvellous song which from that time even until now is sung everywhere in the inhabited world, and will be sung also unto the generations to come hereafter. Thus therefore, when no one wrongs himself, he will not be able to be injured at all by another; for I shall not cease continually chanting this saying. For if captivity, and slavery, and isolation, and loss of fatherland and of all kinsfolk, and death, and burning, and so great an army, and so cruel a tyrant had not the strength to mar three young youths, captives, slaves, strangers, in a foreign land, in any respect towards their own virtue, nay, the plot even became an occasion of greater boldness for them, what will be able to harm the sober man? There is nothing at all, even if he has the whole inhabited world warring against him. Yet God at that time, one says, stood by them,
PG 52:478Read from the page
καὶ ἐξήρπασεν αὐτοὺς τῆς φλογός. Μάλιστα μὲν οὖν· καὶ σὺ τὰ παρ' ἑαυτοῦ πάντα ἐὰν παράσχῃς, τὰ παρὰ τοῦ Θεοῦ ἕψεται πάντως.
and snatched them out of the flame. Most certainly so; and if you also contribute everything from yourself, what comes from God will by all means follow.
ιζʹ. Πλὴν ἀλλ' ἐγὼ τοὺς παῖδας ἐκείνους οὐ διὰ τοῦτο θαυμάζω καὶ μακαρίζω, καὶ ζηλωτοὺς εἶναί φημι, ὅτι τὴν φλόγα κατεπάτησαν, καὶ τῆς τοῦ πυρὸς ἐνεργείας κρείττους ἐγένοντο· ἀλλ' ὅτι ὑπὲρ τῶν ἀληθῶν ἐδέθησαν δογμάτων, καὶ εἰς κάμινον ἐνεβλήθησαν, καὶ τῷ πυρὶ παρεδόθησαν. Ἐνταῦθα γὰρ αὐτοῖς ἅπαν τὸ τρόπαιον ἀπήρτισται, καὶ ὁμοῦ κατενεχθεῖσιν εἰς τὴν κάμινον στέφανος ἐπετίθετο, καὶ ἀπὸ τῶν ῥημάτων δὲ ἐκείνων ἤρξατο πλέκεσθαι, καὶ πρὸ τῆς τῶν πραγμάτων ἐκβάσεως, ἃ μετὰ πολλῆς τῆς παῤῥησίας καὶ τῆς ἐλευθεροστομίας πρὸς τὸν βασιλέα ἀχθέντες εἰς μέσον ἔλεγον· Οὐ χρείαν ἔχομεν ἡμεῖς περὶ τοῦ ῥήματος τούτου ἀποκριθῆναί σοι. Ἔστι γὰρ ὁ Θεὸς ἡμῶν ἐν οὐρανοῖς, ᾧ ἡμεῖς λατρεύομεν, ἱκανὸς ἐξελέσθαι ἡμᾶς ἐκ τῆς καμίνου τοῦ πυρὸς τῆς καιομένης· καὶ ἐκ τῶν χειρῶν σου, βασιλεῦ, ῥύσεται ἡμᾶς. Καὶ ἐὰν μὴ, γνωστὸν ἔστω σοι, βασιλεῦ, ὅτι τοῖς θεοῖς σου οὐ λατρεύομεν, καὶ τῇ εἰκόνι τῇ χρυσῇ, ᾗ ἔστησας, οὐ προσκυνοῦμεν. Ἀπὸ τούτων αὐτοὺς τῶν ῥημάτων ἀνακηρύττω· ἀπὸ τούτων τὸ βραβεῖον τῆς νίκης ἁρπάσαντες, ἐπὶ τὸν λαμπρὸν ἔδραμον τοῦ μαρτυρίου στέφανον, τῇ τῶν ῥημάτων ὁμολογίᾳ τὴν διὰ τῶν πραγμάτων προστιθέντες. Εἰ δὲ ἐμβληθέντων ᾐδέσθη τὸ πῦρ αὐτῶν τὰ σώματα, καὶ τὰ δεσμὰ ἔλυσε, καὶ παρέσχε κάτω μετὰ ἀδείας βαδίζειν, καὶ τῆς οἰκείας ἐνεργείας ἐπελάθετο, καὶ πηγὴ ψυχρῶν ὑδάτων γέγονε τοῦ πυρὸς ἡ κάμινος· τοῦτο λοιπὸν τῆς τοῦ Θεοῦ χάριτος τὸ θαῦμα ἦν, καὶ τῆς ἄνωθεν παραδόξοποιίας. Ὡς οἵ γε ἀθληταὶ καὶ πρὶν ἢ ταῦτα γενέσθαι, ὁμοῦ τῆς φλογὸς ἐπιβάντες, καὶ τὸ τρόπαιον ἔστησαν, καὶ τὴν νίκην ἤραντο, καὶ τὸν στέφανον ἀνεδήσαντο, καὶ ἐν οὐρανοῖς καὶ ἐπὶ γῆς ἀνεκηρύχθησαν, καὶ τὸ λεῖπον αὐτοῖς εἰς εὐδοκίμησιν οὐδὲν ἦν. Τί οὖν ἂν ἔχοις πρὸς ταῦτα εἰπεῖν; Εἰς ὑπερορίαν ἀπηνέχθης, καὶ τῆς πατρίδος ἐξεβλήθης; Ἰδοὺ καὶ οὗτοι. Αἰχμαλωσίαν ὑπέμεινας, καὶ ὑπὸ βαρβάροις ἐγένου δεσπόταις; Ἀλλὰ καὶ τοῦτο εὑρήσεις τούτοις συμβάν. Ἀλλ' οὐδένα ἔχεις ἐκεῖ παρόντα καὶ διορθούμενον τὰ σὰ, οὐδὲ νουθετοῦντα καὶ διδάσκοντα; Καὶ ταύτης οὗτοι τῆς ἐπιμελείας ἦσαν ἐστερημένοι. Ἀλλ' ἐδέθης; ἀλλ' ἐνεπρήσθης; ἀλλ' ἀπέθανες; οὐδὲν γάρ μοι τούτων χαλεπώτερον ἔχεις εἰπεῖν. Ἀλλὰ ἰδοὺ καὶ οὗτοι διὰ πάντων ἐλθόντες, λαμπρότεροι δι' ἑκάστου τούτων ἐγένοντο, καὶ λίαν περιφανέστεροι, καὶ μείζονα τὴν ἐμπορίαν τὴν ἐν οὐρανοῖς συνήγαγον. Καὶ οἱ μὲν Ἰουδαῖοι καὶ ναὸν ἔχοντες, καὶ θυσιαστήριον, καὶ κιβωτὸν, καὶ τὰ χερουβὶμ, καὶ τὸ ἱλαστήριον, καὶ τὸ καταπέτασμα, καὶ τὸ ἄπειρον τῶν ἱερέων πλῆθος, καὶ τὰς καθημερινάς λατρείας, καὶ τὰς θυσίας τὰς ἑωθινὰς, τὰς ἑσπερινὰς, καὶ συνεχῶς τῶν προφητῶν ἀκούοντες τῶν ζώντων, τῶν τεθνηκότων, ἐνηχούντων αὐτῶν ταῖς ἀκοαῖς, καὶ τῶν θαυμάτων τὴν μνήμην περιφέροντες τῶν ἐν Αἰγύπτῳ, τῶν ἐν ἐρήμῳ, τῶν ἄλλων ἁπάντων, καὶ ἐπὶ τῶν χειρῶν ταῦτα σαλεύοντες, ἐπὶ τῶν φλιῶν ἔχοντες ἐγγεγραμμένα, καὶ πολλῆς τῆς τότε θαυματουργίας ἀπολαύοντες, καὶ ἑτέρας ἐπιμελείας, οὐ μόνον οὐδὲν ὠφελήθησαν, ἀλλὰ καὶ παρεβλάβησαν, ἐν αὐτῷ τῷ ναῷ εἴδωλα στήσαντες, καὶ τοὺς υἱοὺς αὐτῶν καὶ τὰς θυγατέρας σφάξαντες ὑπὸ δένδρα, καὶ πανταχοῦ σχεδὸν τῆς χώρας τῆς ἐν Παλαιστίνῃ τὰς παρανόμους ἐκείνα⟨ς⟩
17. Nevertheless I myself marvel at those youths and call them blessed, and declare them enviable, not on this account, that they trampled underfoot the flame and proved mightier than the operation of the fire, but because on behalf of true doctrines they were bound, and cast into a furnace, and delivered over to the fire. For herein their whole trophy has been brought to perfection, and as soon as they were brought down into the furnace a crown was laid upon them, and even from those words it began to be plaited, even before the issue of events—words which, having been brought into the midst, they spoke to the king with great boldness and freedom of speech: We have no need to answer you concerning this matter. For our God in the heavens, Whom we worship, is able to rescue us out of the furnace of burning fire; and out of your hands, O king, He will deliver us. And if not, let it be known to you, O king, that we do not worship your gods, and the golden image which you have set up we do not adore. From these words I proclaim them victors; having seized the prize of victory from these words, they ran to the radiant crown of martyrdom, adding the confession through deeds to the confession of words. And if, when they had been cast in, the fire revered their bodies, and loosed their bonds, and granted them to walk below with fearlessness, and forgot its own operation, and the furnace of fire became a fountain of cool waters, this thereafter was the wonder of God's grace and of wonder-working from above. Whereas the contestants themselves, even before these things took place, the moment they stepped into the flame, both set up the trophy, and carried off the victory, and bound upon themselves the crown, and were proclaimed in the heavens and upon earth, and nothing was lacking to them for renown. What then could you have to say to these things? Were you carried away into banishment, and cast out of your fatherland? Behold, these men were too. Did you endure captivity, and come under barbarian masters? Yet this also you will find befell them. Yet have you no one present there to set your affairs right, nor admonishing and teaching you? These men also were deprived of this care. Yet were you bound? were you burned? did you die? For you can name to me nothing more grievous than these things. Yet behold, these men also, having passed through all, became more radiant through each of them, and exceedingly more illustrious, and gathered together greater merchandise in the heavens. And the Jews indeed, having both temple, and altar, and ark, and the cherubim, and the mercy-seat, and the veil, and the boundless multitude of priests, and the daily services, and the morning sacrifices and the evening sacrifices, and continually hearing the prophets, the living and the dead, resounding in their ears, and carrying about the remembrance of the wonders—those in Egypt, those in the wilderness, all the others—and waving these things upon their hands, having them inscribed upon their door-posts, and enjoying abundant wonder-working at that time and other care besides, not only profited nothing, but were even harmed, having set up idols in the temple itself, and slaughtered their sons and their daughters beneath trees, and in almost every part of the land in Palestine those unlawful
Notes, col. 478

On the reading

Printed παραδόξοποιίας, for παραδοξοποιίας.

Printed καθημερινάς, for καθημερινὰς.

PG 52:477 bisRead from the page
Neque enim solius Dei erat praeclarum illud facinus in iis, quorum gratia mercedem illi erant accepturi, sed principium et exordia proficiscebantur ab illorum animo, quem cum praestitissent generosum ac fortem, Dei favorem sibi conciliarunt, et ad finem quod moliebantur perduxerunt.
For that illustrious exploit did not belong to God alone in those matters for which they were to receive a reward; rather, the beginning and first steps proceeded from their own resolve, and when they had shown it noble and steadfast, they won for themselves the favour of God and brought what they were striving after to completion.
16. Vides, qui seipsum non laedit, ei neminem alium posse nocere? Ecce enim nec juventus, neque captivitas, neque orbitas, neque abductio in regionem alienam, nec solitudo et destitutio eorum, qui ab ipsis starent, nec mandatum grave, nec magnus mortis timor, qui eunuchi cingebat animum, nec paupertas, nec paucitas, non quod in medio barbarorum essent, non quod hostes haberent dominos, non quod in ipsius regis manus essent traditi, neque cognatorum omnium separatio, neque sacerdotum et prophetarum, et aliorum, qui curam ipsorum gerebant, alienatio, nec libationum et sacrificiorum cessatio, neque templi et psalmorum ademptio, neque quidquam horum eis nocuit; sed tum in majori gloria fuerunt, quam cum iis rebus in patria sua fruerentur. Hoc primo certamine perfecto, insigni corona redimiti, lege in aliena quoque regione servata, conculcato tyranni mandato, victo daemonis terrore, neque ullo ulla ex parte damno affecti, quasi domi sederent, et omnibus illis fruerentur, opere ita libere perfecto, ad alios rursus agones sunt vocati. Iterum erant iidem; et certamen priore difficilius ipsis proponebatur, caminus incendebatur, barbaricus adversum eos exercitus cum rege instruebatur velut in acie : tota Persica potentia incitabatur, omnia ad fraudem ac vim ipsis afferendam comparabantur; diversa cantionum genera, variae suppliciorum formae, minae, aspectus omni ex parte terribilis, et verba aspectu terribiliora : sed tamen quoniam semetipsos non prodiderunt, sed omnem suam operam contulerunt, nihil umquam damni acceperunt : quin etiam coronis, quam priores fuerant, illustrioribus redimiti sunt. Vinxit enim eos Nabuchodonosor, et in caminum conjecit, non tamen damno, quin potius etiam commodo affecit, et illustriores reddidit. Cumque nec templum (iterum enim eadem dicam), neque altare, non patriam, non sacerdotes, non prophetas haberent, in aliena et barbara regione, in medio camini, totiusque illius exercitus, rege harum rerum auctore spectante, splendidum statuerunt tropaeum et insignem reportarunt victoriam, admirabili illa et inopinata cantione decantata, quae ex illo etiamnum ubique terrarum cantatur, et cantabitur etiam in postera saecula. Sic ergo si nemo seipsum laedat, ab alio laedi non poterit : non enim cessabo hoc dictum continenter decantare. Nam si captivitas, servitus, solitudo, patriae amissio, et omnium cognatorum, mors, incendium, tantus exercitus, tyrannus tam crudelis, non valuerunt tribus pueris, juvenibus, captivis, servis, peregrinis, in aliena regione versantibus quidquam nocere quoad suam virtutem, sed majoris etiam loquendi libertatis occasio fuerunt illae insidiae : quid sobrium laedere poterit?
16. Do you see that when a man does not injure himself, no one else can harm him? For behold: neither youth, nor captivity, nor orphanhood, nor deportation into a foreign land, nor solitude and the absence of any to stand by them, nor the harsh command, nor the great fear of death that hemmed in the eunuch's mind, nor poverty, nor fewness, nor their being in the midst of barbarians, nor their having enemies for masters, nor their having been delivered into the hands of the king himself, nor separation from all their kinsfolk, nor estrangement from priests and prophets and others who cared for them, nor the cessation of libations and sacrifices, nor the loss of temple and psalms, nor anything of the sort injured them; rather, they stood then in greater glory than when they enjoyed those blessings in their own fatherland. Having completed this first contest, crowned with a distinguished wreath, having kept the law in a foreign land as well, trampled underfoot the tyrant's decree, overcome the terror of the demon, and suffered no loss in any respect—just as though they were sitting at home and enjoying all those privileges, having accomplished their task thus freely—they were summoned once again to other contests. Again they were the same men; and a struggle harder than the former was set before them: the furnace was kindled, the barbarian host with the king was drawn up against them as in battle array, the whole power of Persia was stirred up, everything was prepared to bring deceit and violence to bear upon them—diverse kinds of music, varied forms of torture, threats, a spectacle terrifying on every side, and words more terrifying than the spectacle; yet because they did not betray themselves, but contributed their whole effort, they suffered never an injury, nay rather were crowned with wreaths even more illustrious than their earlier ones. For Nebuchadnezzar bound them and cast them into the furnace, yet inflicted no harm, nay rather conferred benefit upon them and rendered them more illustrious. And though they had neither temple (for I shall repeat the same points again), nor altar, nor fatherland, nor priests, nor prophets, in a foreign and barbarous land, in the midst of the furnace and of all that army, with the king who was the author of these measures looking on, they set up a splendid trophy and won a signal victory, chanting that marvellous and unlooked-for hymn which from that time even until now is sung everywhere on earth, and shall be sung unto future ages as well. Thus, therefore, if no one injures himself, he cannot be injured by another: for I shall never cease continually repeating this maxim. For if captivity, slavery, solitude, loss of fatherland and of all kinsfolk, death, conflagration, so great an army, and so cruel a tyrant could not in any way harm three youths—young men, captives, slaves, strangers dwelling in a foreign land—with respect to their virtue, nay rather those plots became an occasion for even greater boldness of speech: what shall be able to harm a sober man?
Notes, col. 477 bis

On the reading

Printed nee solitudo, for nec solitudo.

PG 52:478 bisRead from the page
Non est quidquam, etsi totum orbem adversarium haberet. At Deus tum, inquit, eis adstitit, eosque ex flamma eripuit. Maxime id quidem : tu quoque si omnia, quae a te requiruntur, praestiteris, divinum auxilium sequetur omnino.
There is nothing at all, even if he had the whole world as his adversary. Yet God, someone says, stood by them then and snatched them from the flame. Assuredly so: if you too perform everything required of you, divine aid will without fail ensue.
17. Verumtamen ego pueros non eo miror, beatosque ac felices aestimo, quod flammam conculcarunt, et vim ignis vicerunt; sed quod verorum dogmatum causa vincti, in caminum conjecti et igni traditi sunt. Hic enim eis totum tropaeum absolutum est, et simul atque in caminum conjecti sunt, imposita corona, et ab illis verbis texi coepta etiam ante rerum eventum, quae magna cum fiducia libertateque loquendi ad regem ducti in medium protulerunt : Non oportet de hac re respondere tibi. Potest enim Deus noster qui est in caelis, quem nos colimus, eripere nos ex camino ignis ardentis; et de tuis manibus, o rex, liberabit nos : sin minus, notum sit tibi, rex, quia deos tuos non colimus, et statuam auream, quam erexisti, non adoramus (Dan. 3. 16.-18). Jam inde ab illis verbis eos victores pronuntio; jam inde ab illis reportato victoriae praemio ad insignem martyrii coronam, confessioni verborum addita confessione rerum, cucurrerunt. Sin ignis reveritus est immissa eorum corpora et vincula solvit, securum descensum praebuit, suae virtutis oblitus, et caminus ignis factus est fons frigidarum aquarum : id jam divinae gratiae, et supernae stupendarum rerum operationis miraculum fuit. Quare athletae quidem prius etiam quam haec fierent, simul ac flammam ingressi sunt, et tropaeum statuerunt, et victoriam reportarunt, et corona redimiti, et in caelo terraque depraedicati sunt, et nihil eis ad gloriam erat reliquum. Quid ergo dicere poteris? In exsilium relegatus es, et patria ejectus? Ecce etiam isti. Captivitatem sustinuisti et sub barbaris dominis fuisti? At hoc quoque istis contigisse reperies. At non habes ibi qui tibi adsit, resque tuas moderetur, neque qui te admoneat et doceat? Hac quoque isti cura erant fraudati. At vinctus es? at combustus es? at mortuus es? nihil enim his potes dicere gravius. At ecce isti quoque per haec omnia tetenderunt, et per eorum singula illustriores exstiterunt, longeque clariores, et caelestes merces auxerunt. Judaei quidem cum haberent templum, altare, arcam, Cherubim, propitiatorium, velum, infinitam sacerdotum multitudinem, cultum Dei quotidianum, sacrificia cum matutina tum vespertina, et continenter prophetas audirent, vivos, mortuos, qui aures ipsorum personabant, miraculorum in Aegypto, in solitudine editorum, omnium aliorum memoriam renovarent, eaque manibus versarent, in postibus inscripta haberent, rebusque multis tum supra naturalem potestatem confectis, caeteraque sui cura fruerentur, non modo nullo emolumento, verum etiam damno sunt affecti, simulacris in ipso templo cultis, mactatis filiis et filiabus sub arboribus, et illis lege vetitis exsecrandisque sacris in omni propemodum agri Palaestini loco factis, aliisque facinoribus infinitis absurdioribus perpetratis.
17. Nevertheless, I do not admire the youths or account them blessed and happy because they trampled the flame and overcame the force of the fire, but because for the sake of true doctrines they were bound, cast into the furnace, and delivered over to the fire. For right here their entire trophy was completed, and the moment they were cast into the furnace the crown was placed upon them—having begun to be woven even before the outcome of events from those words which, when led before the king, they uttered publicly with great confidence and boldness of speech: We have no need to answer thee concerning this matter. For our God whom we worship, who is in heaven, is able to snatch us from the furnace of blazing fire, and out of thy hands, O king, he will deliver us; but if not, be it known unto thee, O king, that we do not worship thy gods, and we do not adore the golden statue which thou hast set up (Dan. 3:16–18). Already from those very words I proclaim them victors; already, having carried off from them the prize of victory, they sped to the illustrious crown of martyrdom, adding confession in deeds to their confession in words. And if the fire stood in awe of their bodies when cast in, loosed their fetters, afforded a safe descent, forgot its own power, and the furnace of fire became a fountain of cool waters: that now was a miracle of divine grace and of the supernal working of wondrous deeds. Wherefore the athletes, even before these things came to pass, as soon as they entered the flame, set up their trophy, won the victory, were crowned with the wreath, and were proclaimed in heaven and on earth, and nothing remained wanting to their glory. What, then, will you be able to say? Have you been banished into exile and driven from your fatherland? Behold, so too were these men. Have you endured captivity and been under barbarian masters? You will find that this also befell them. Do you have no one there to stand by you and direct your affairs, nor anyone to admonish and teach you? Of this care too these men were deprived. Have you been bound? burned? put to death?—for you can name nothing more grievous than these. Yet behold, these men passed through all these trials as well, shone forth more illustrious through each one of them, grew far more renowned, and augmented their heavenly merchandise. The Jews, for their part, though they possessed the temple, the altar, the ark, the Cherubim, the mercy-seat, the veil, a boundless multitude of priests, the daily worship of God, sacrifices both morning and evening, and continually heard the prophets, living and dead, resounding in their ears, renewed the memory of the miracles wrought in Egypt, in the wilderness, and of all the rest, handled them in their hands, had them inscribed upon their doorposts, and enjoyed both many works wrought beyond natural power and every other care on their behalf, not only gained no advantage, but even incurred harm—worshipping idols in the very temple, slaughtering their sons and daughters beneath trees, performing those lawless and execrable rites in well-nigh every spot of the land of Palestine, and perpetrating countless other still more senseless enormities.
Notes, col. 478 bis

On the reading

Printed uon colimus, for non colimus.