Migne Reading Room

PG 52 · cols. 473–476 bis · Read from the page

Liber quod nemo laeditur nisi a seipso (ab exsilio Cucuso scriptus)

Liber quod nemo laeditur nisi a seipso (ab exsilio Cucuso scriptus)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 52:473Read from the page
ψατο τοὺς βίους, ἀπὸ τοῦ Ἀδὰμ μέχρι τῆς τοῦ Χριστοῦ παρουσίας ἐκτείνασα τὴν διήγησιν· καὶ δείκνυσί σοι καὶ τοὺς ὑποσκελιζομένους, καὶ τοὺς στεφανουμένους, ἵνα σε διὰ πάντων παιδεύσῃ, ὅτι τὸν παρ' ἑαυτοῦ μὴ ἀδικούμενον οὐδεὶς ἕτερος ἀδικῆσαι δυνήσεται, κἂν πᾶσα ἡ οἰκουμένη πρὸς αὐτὸν χαλεπὸν ἀναῤῥιπίζῃ πόλεμον. Οὔτε γὰρ δυσκολία πραγμάτων, οὔτε καιρῶν μεταβολαὶ, οὔτε δυναστευόντων ἐπήρειαι, οὔτε ἐπιβουλῶν νιφάδες, οὔτε συμφορῶν ὄχλος, οὔτε πάντων τῶν ἐν ἀνθρώποις κακῶν συλλεγόμενος ὁ φορυτὸς παρασαλεῦσαί τι κἂν μικρὸν δυνήσεται τὸν γενναῖον, καὶ νήφοντα, καὶ ἐγρηγορότα· ὥσπερ αὖ τὸν ῥᾴθυμον, καὶ ἀναπεπτωκότα, καὶ οἴκοθεν προδεδομένον, κἂν μυρίαι προσάγωνται θεραπεῖαι, οὐδὲν ἀμείνω ποιοῦσι. Τοῦτο γοῦν καὶ ἡ παραβολὴ ἡ περὶ τῶν ἀνθρώπων ἐκείνων παρεδήλωσεν ἡμῖν, ὧν ὁ μὲν ἐπὶ τῆς πέτρας, ὁ δὲ ἐπὶ τῆς ψάμμου τὴν οἰκίαν ᾠκοδόμησε τὴν ἑαυτοῦ· οὐχ ἵνα ψάμμον καὶ πέτραν νοήσωμεν, οὐθ' ἵνα οἰκοδομὴν λίθων, καὶ ὄροφον, οὐθ' ἵνα ποταμοὺς, καὶ ὑετὸν, καὶ πνεύματα ἄγρια προσπίπτοντα ταῖς οἰκοδομαῖς, ἀλλ' ἵνα ἀρετὴν καὶ κακίαν ἐκ τούτων ἐκλάβωμεν, καὶ ἴδωμεν κἀντεῦθεν ὅτι τὸν ἑαυτὸν μὴ ἀδικοῦντα οὐδεὶς ἀδικεῖ. Οὐκοῦν οὔτε ὁ ὑετὸς καίτοι ῥαγδαίως φερόμενος, οὔτε οἱ ποταμοὶ πολλῷ ῥοθίῳ προσπίπτοντες, οὔτε τὰ πνεύματα τὰ ἄγρια μετὰ σφοδρᾶς τῆς ῥύμης προσβάλλοντα παρεσάλευσάν τι τὴν οἰκίαν ἐκείνην· ἀλλ' ἔμεινε καὶ ἀχείρωτος, καὶ ἀκίνητος· ἵνα μάθῃς, ὅτι τὸν ἑαυτὸν οὐ προδιδόντα οὐδεὶς πειρασμὸς παρασαλεῦσαι δύναται. Ἡ δὲ τοῦ ἑτέρου κατεφέρετο ῥᾳδίως, οὐ διὰ τὴν τῶν πειρασμῶν ἐπιβολὴν (ᾗ γὰρ ἂν καὶ ἡ ἑτέρα τὸ αὐτὸ ἔπαθεν), ἀλλὰ διὰ τὴν οἰκείαν ἄνοιαν· οὐ γὰρ ἐπειδὴ ἄνεμος προσέπνευσεν, διὰ τοῦτο ἔπεσεν, ἀλλ' ἐπειδὴ ἐπὶ τῆς ψάμμου ἦν οἰκοδομηθεῖσα, τοῦτ' ἔστιν ἐπὶ ῥᾳθυμίας καὶ πονηρίας, τοῦτο πέπονθε. Καὶ γὰρ καὶ πρὶν ἢ τὸν χειμῶνα προσβαλεῖν ἐκεῖνον, ἀσθενής τε ἦν καὶ πρὸς τὸ πεσεῖν ἑτοίμη. Αἱ γὰρ τοιαῦται οἰκοδομαὶ, καὶ μηδενὸς ἐνοχλοῦντος, αὐτόματοι καταφέρονται, ὑποσυρομένης αὐταῖς τῆς κρηπῖδος καὶ πάντη διαῤῥεούσης. Καὶ καθάπερ αἱ μὲν ἀράχναι αὐτόματοι διασπῶνται, μηδενὸς αὐταῖς ἐνοχλοῦντος, ὁ δὲ ἀδάμας καὶ παιόμενος ἀδιάλυτος μένει· οὕτω δὴ καὶ οἱ μὴ ἑαυτοὺς ἀδικοῦντες, κἂν ὑπὸ μυρίων παίωνται, ἰσχυρότεροι γίνονται· οἱ δὲ ἑαυτοὺς προδιδόντες, κἂν μηδεὶς ὁ ἐνοχλῶν ᾖ, αὐτόματοι φέρονται, καὶ διαῤῥέουσι, καὶ ἀπόλλυνται. Ὥσπερ καὶ ὁ Ἰούδας, οὐ μόνον οὐδενὸς ἐνοχλήσαντος πειρασμοῦ τοιούτου, ἀλλὰ καὶ πολλῆς ἀπολαύσας τῆς θεραπείας, ἀπώλετο.
cribed the lives of the ancients, stretching out the narrative from Adam even unto the coming of Christ; and it shows you both those who are tripped up and those who are crowned, that it may instruct you through all things that no other will be able to wrong him who is not wronged by himself, even though the whole inhabited world should fan a grievous war against him. For neither difficulty of affairs, nor changes of times, nor wanton insults of those in power, nor snow-showers of plots, nor a throng of calamities, nor the gathered rubbish-heap of all the ills among men will be able to shake even slightly the noble, and sober, and wakeful man; just as, on the other hand, even though countless treatments be applied to the indolent, and prostrate, and self-betrayed man, they make him no better. This, at any rate, that parable also concerning those men plainly showed us, of whom the one built his own house upon the rock, and the other upon the sand—not that we should understand sand and rock, nor that we should understand a building of stones, and a roof, nor that we should understand rivers, and rain, and wild winds falling upon the buildings, but that we may gather virtue and wickedness from these things, and see thence also that no one wrongs him who does not wrong himself. Accordingly, neither the rain, though rushing down in torrents, nor the rivers falling upon it with a mighty roar, nor the wild winds assailing it with vehement onrush shook that house in any way; rather it remained both unsubdued and unmoved, that you may learn that no temptation can shake him who does not betray himself. Whereas that of the other was borne down easily, not on account of the assault of the temptations (for otherwise the other house also would have suffered the same thing), but on account of his own folly; for not because the wind blew against it did it fall on that account, but because it had been built upon the sand—that is, upon indolence and wickedness—it has suffered this. For even before that tempest assailed it, it was both weak and ready to fall. For such buildings, even when no one troubles them, fall down of their own accord, as their foundation is swept away from under them and streams away on every side. And just as cobwebs are torn apart of their own accord even when no one troubles them, whereas adamant remains indissoluble even when struck, even so those who do not wrong themselves, even though they be struck by countless blows, become stronger; whereas those who betray themselves, even though there be no one troubling them, are borne down of their own accord, and stream away, and perish. Just as Judas also, not only when no such temptation troubled him, but even after enjoying great care, perished.
ιγʹ. Βούλει σοι τοῦτον καὶ ἐπὶ δήμων ὁλοκλήρων δείξω διαλάμποντα τὸν λόγον; Πόσης ὁ Ἰουδαίων δῆμος ἀπήλαυσε προνοίας; Οὐ πᾶσα ἡ ὁρωμένη κτίσις πρὸς ὑπηρεσίαν αὐτῶν παρεσκευάζετο; καὶ καινός τις αὐτοῖς καὶ ξένος εἰσήγετο διαγωγῆς βίου τρόπος; Οὐδὲ γὰρ εἰς ἀγορὰν ἐνέβαλλον, καὶ οὕτω τῶν ὠνίων ἀπήλαυον, οὐκ ἀργύριον κατατιθέντες· οὐδὲ αὔλακας ἔτεμνον, οὐδὲ ἄροτρον εἷλκον, οὐδὲ γῆν ἐσπάραττον, οὐδὲ σπέρματα κατέβαλλον, οὐδὲ ὑετῶν ἐδέοντο καὶ ἀνέμων καὶ τῶν τοῦ ἔτους ὡρῶν, οὐχ ἡλιακῆς ἀκτῖνος, οὐ σεληνιαίου δρόμου, οὐ φύσεως ἀέρος, οὐκ ἄλλου τῶν τοιούτων οὐδενός· οὐχ ἅλωνα παρεσκευάζον, οὐ καρπὸν ἔτριβον, οὐ πνευμάτων ἔχρηζον πρὸς τὸ διακρῖναι τοὺς πυροὺς τῶν ἀχύρων, οὐ μύλην
13. Do you wish me to show you this argument shining forth in the case of entire peoples also? How great a providence did the people of the Jews enjoy? Was not all the visible creation prepared for their service? And was not some new and strange manner of living introduced for them? For they did not enter a marketplace, and yet thus enjoyed wares without laying down silver; nor did they cut furrows, nor draw a plough, nor tear up the earth, nor sow seeds, nor stand in need of rains and winds and the seasons of the year, nor of the sun's ray, nor of the moon's course, nor of the temper of the air, nor of any other such thing; they did not prepare a threshing-floor, they did not thresh grain, they had no need of winds to separate the wheat from the chaff, nor a mill
PG 52:474Read from the page
ἔστρεφον, οὐ κλίβανον ᾠκοδόμουν, οὐ ξύλα καὶ πῦρ εἰς τὴν οἰκίαν εἰσῆγον, οὐκ ἀρτοποιητικῆς ἐδέοντο τέχνης, οὐ μάκελλαν μετεχείριζον, οὐ δρεπάνην ἠκόνων, οὐκ ἄλλης τινὸς ἐδέοντο τέχνης, ὑφαντικῆς λέγω καὶ οἰκοδομικῆς, καὶ τῆς τὰ ὑποδήματα παρεχούσης· ἀλλὰ πάντα ἦν αὐτοῖς ὁ τοῦ Θεοῦ λόγος. Καὶ ἐσχεδιασμένην εἶχον τράπεζαν, καὶ ἱδρώτων καὶ πόνων ἀπηλλαγμένην. Τοιαύτη γὰρ ἡ τοῦ μάννα φύσις· νεαρά τε καὶ πρόσφατος, καὶ οὐδαμοῦ παρέχουσα αὐτοῖς πράγματα, οὐδὲ κατατείνουσα πόνῳ. Καὶ τὰ ἱμάτια δὲ αὐτοῖς, καὶ τὰ ὑποδήματα, καὶ αὐτὴ ἡ τοῦ σώματος φύσις τῆς οἰκείας ἐπελανθάνετο ἀσθενείας· ἐν γὰρ χρόνῳ οὕτω μακρῷ οὔτε ἐκεῖνα ἐτρίβετο, οὔτε οἱ πόδες αὐτῶν καίτοι τοσαῦτα βαδιζόντων ἐτυλώθησαν. Ἰατρῶν αὐτοῖς καὶ φαρμάκων, καὶ τῆς ἄλλης τῆς περὶ τοιαύτην τέχνην σπουδῆς, οὐδὲ μνήμη τις ἦν ἐν αὐτοῖς· οὕτω πᾶσα ἐκποδὼν ἀῤῥωστία ἦν. Ἐξήγαγε γὰρ αὐτοὺς ἐν ἀργυρίῳ καὶ χρυσίῳ, φησί· καὶ οὐκ ἦν ἐν ταῖς φυλαῖς αὐτῶν ὁ ἀσθενῶν. Ἀλλ' ὥσπερ τὸν κόσμον τοῦτον ἀφέντες, καὶ πρὸς ἑτέραν βελτίονα μετοικισθέντες οἰκουμένην, οὕτως ἤσθιον, οὕτως ἔπινον, καὶ οὔτε ἡ ἀκτὶς θερμοτέρα γινομένη τὰς κεφαλὰς ἔπληττε τὰς ἐκείνων· διετείχιζε γὰρ τὴν φλόγα νεφέλη πάντοθεν αἰωρουμένη, καὶ περιφορητὴ γινομένη στέγη τοῖς δήμοις ἅπασιν ἐκείνοις. Ἀλλ' οὔτε ἐν νυκτὶ λαμπάδος ἐδέοντο τῆς διαιρούσης τὸ σκότος, ἀλλ' ἦν αὐτοῖς ὁ στῦλος τοῦ πυρὸς πηγὴ φωτὸς ἀφάτου, δύο χρείας παρέχων, τήν τε ἀπὸ τοῦ φαίνειν, τήν τε ἀπὸ τοῦ κατευθύνειν αὐτοῖς τὴν ἀποδημίαν. Οὐ γὰρ φωτοειδὴς μόνον ἦν, ἀλλὰ καὶ ὁδηγοῦ παντὸς ἀκριβέστερον ἐχειραγώγει κατὰ τὴν ἔρημον ἐκείνην τὸν ἄπειρον δῆμον ἐκεῖνον. Ἐβάδιζον δὲ, οὐκ ἐπὶ γῆς μόνον, ἀλλὰ καὶ ἐπὶ τῆς θαλάσσης ὡς ἐπὶ γῆς· καὶ τῶν ὅρων τῆς φύσεως κατετόλμων, τὸ χαλεπὸν ἐκεῖνο πεζεύοντες πέλαγος, ὡς διὰ πέτρας στεῤῥᾶς καὶ ἀντιτύπου τινὸς ὁδοιποροῦντες· καὶ ὅτε μὲν αὐτοῖς ὑπεστόρεστο, γῆν ἐμιμεῖτο στεῤῥὰν τὸ στοιχεῖον, καὶ πεδία ὕπτια, καὶ ἀρούρας· ὅτε δὲ τοὺς ἐχθροὺς ἐπέλαβε, τὰ θαλάττης κατειργάζετο· καὶ αὐτοῖς μὲν ἐγένετο ὄχημα, τοῖς δὲ πολεμοῦσιν αὐτοὺς τάφος· τοὺς μὲν μετ' εὐκολίας παραπέμπουσα, τοὺς δὲ μετὰ πολλῆς τῆς σφοδρότητος καταποντίζουσα. Καὶ ἡ ἄτακτος τῶν ὑδάτων ῥύμη, ἀνδρῶν λογικῶν καὶ συνετωτάτων καὶ εὐταξίαν καὶ ὑπακοὴν ἐπεδείκνυτο, νῦν μὲν φύλακος, νῦν δὲ δημίου ταξιν ἐπέχουσα, καὶ ἐν ἡμέρᾳ μιᾷ τὰ ἐναντία ἀθρόον ἐπιδεικνυμένη. Τί ἄν τις εἴποι τὰς πέτρας, αἳ ποταμοὺς ἠφίεσαν ὑδάτων; τί δὲ τὰ νέφη τῶν ὀρνίθων, οἳ τῷ πλήθει τῶν σωμάτων τὴν γῆν ἀπέκρυψαν ἅπασαν; τί τα ἐν Αἰγύπτῳ θαύματα; τί τὰ ἐν ἐρήμῳ παράδοξα; τί τὰ τρόπαια καὶ τὰς νίκας τὰς ἀναιμωτὶ γινομένας; Ὡς γὰρ χορεύοντες, οὐχ ὡς πολεμοῦντες τοὺς ἀντιπίπτοντας ἐχειροῦντο. Καὶ τῶν μὲν οἰκείων δεσποτῶν χωρὶς ὅπλων ἐκράτησαν· τῶν δὲ μετὰ τὴν Αἴγυπτον μαχομένων αὐτοῖς, σαλπίζοντες καὶ ψάλλοντες, οὕτω περιεγένοντο· καὶ ἦν χορεία μᾶλλον ἢ πόλεμος τα γινόμενα, μυσταγωγία μᾶλλον ἢ μάχη. Καὶ γὰρ πάντα τὰ τεράστια ταῦτα οὐ διὰ τοῦτο ἐγένετο μόνον, ἵνα τὴν χρείαν αὐτοῖς πληρώσῃ, ἀλλ' ἵνα καὶ τὴν διδασκαλίαν, ἣν ἐνέθηκεν αὐτοῖς ὁ Μωϋσῆς, τῆς θεογνωσίας ἀκριβέστερον διατηρήσωσι· καὶ φωναὶ πανταχόθεν ἐφέροντο τὸν Δεσπότην ἀνακηρύττουσαι. Καὶ γὰρ ἡ θάλαττα ταῦτα ἐβόα, νῦν
did they turn, nor did they build an oven, nor did they bring wood and fire into the house, nor did they stand in need of the baker's art, nor did they wield a mattock, nor did they whet a sickle, nor did they stand in need of any other craft — that of weaving, I mean, and of building, and that which supplies sandals — but the word of God was all things to them. And they had a table readily prepared, and freed from sweat and toils. For such was the nature of the manna: both fresh and newly made, and nowhere causing them trouble, nor straining them with labour. And their garments also, and their sandals, and the very nature of their body forgot its own weakness; for in so long a time neither did those things wear out, nor did their feet, though they walked so far, grow calloused. Of physicians for them, and medicines, and all the other care devoted to such an art, there was not even a memory among them; so far out of the way was every infirmity. For He brought them forth with silver and gold, he says, and there was none feeble among their tribes. But just as though they had left this world and had been transplanted to another, better habitable earth, so did they eat, so did they drink, and neither did the sunbeam, growing hotter, strike their heads; for a cloud suspended on every side walled off the flame, becoming a portable roof for all those multitudes. Yet neither by night did they stand in need of a torch to cleave the darkness, but the pillar of fire was for them a fountain of ineffable light, furnishing two services: both that of shining, and that of directing their journey for them. For it was not luminous only, but also more unerringly than any guide it led by the hand that boundless people through that wilderness. And they walked not upon dry land only, but also upon the sea as upon dry land; and they ventured beyond the bounds of nature, marching on foot through that fierce deep, travelling as though through some firm and solid rock; and when it was spread out beneath them, the element imitated firm earth, and level plains, and tilled fields; but when it overtook their enemies, it wrought the works of the sea; and to the former it became a chariot, but to those warring against them a tomb — escorting the former with ease, while plunging the latter into the depths with great violence. And the disorderly rush of the waters displayed both the good order and the obedience of rational and most sagacious men, now holding the post of a guardian, now that of an executioner, and in a single day exhibiting opposites all at once. What should one say of the rocks, which sent forth rivers of waters? What of the clouds of birds, which by the multitude of their bodies hid the whole earth? What of the marvels in Egypt? What of the wonders in the wilderness? What of the trophies and the victories won without bloodshed? For as though dancing in chorus, not as though waging war, they subdued their assailants. And over their own masters they prevailed without weapons; while over those who fought with them after Egypt, by sounding trumpets and singing psalms, thus did they triumph; and the things that took place were a choral dance rather than a war, a sacred initiation rather than a battle. For indeed all these prodigies came to pass not on this account alone, that He might fulfil their need, but also that they might preserve more exactly the teaching of the knowledge of God which Moses had implanted in them; and voices were borne from every side proclaiming the Master. For even the sea cried these things aloud, now
Notes, col. 474

On the reading

Printed ταξιν, for τάξιν.

Printed τα, for τὰ.

PG 52:473 bisRead from the page
Neque enim difficultas rerum, nec temporum mutationes, nec potentum injuriae, neque insidiarum tamquam nivium imbres, neque calamitatum multitudo, neque omnium, quibus homines premuntur, malorum collectus acervus, generosum, sobrium ac vigilantem vel parum labefactare poterit: quemadmodum vicissim ignavum, collapsum, et a seipso proditum, etiamsi infinitae curationes admoveantur, nihilo faciunt meliorem. Hoc siquidem etiam insinuavit nobis illa parabola de hominibus illis, quorum alter super petram, super arenam alter suam domum aedificavit (Matth. 7. 24. sqq.): non ut arenam et petram intelligamus, nec structuram lapidum, et tectum, neque ut flumina, et pluviam, et saevos spiritus in aedificia irruentes; sed ut virtutem et vitium ex his colligamus, atque etiam hinc perspiciamus, eum qui se ipse non laedat a nemine laedi. Ergo nec pluviae magna quamquam vi delatae, neque flumina magno impetu irruentia, neque saevi spiritus vehementi cum insultu adorti, partem ullam domus illius labefactarunt; sed mansit et inexpugnabilis, et immota: ut discas, qui se ipse non prodat, eum nulla tentatione posse labefactari. At illa alterius facile eversa est, non ob tentationum impetum (alioquin alteri quoque idem accidisset), sed ob ipsius vecordiam: non enim quia ventus afflavit, ideo cecidit, sed quod super arenam, hoc est, super ignaviam et nequitiam aedificata fuit, ruinam fecit. Nam prius etiam quam illa tempestas ingrueret, infirma erat et ad casum parata. Hujuscemodi enim aedificia, etiam nemine infestante, dum subtrahitur ac diffluit fundamentum, sua sponte corruunt. At ut araneae ultro, nemine ipsis infesto, distrahuntur, adamas contra etiam percussus non frangitur: sic etiam qui semetipsi non laedunt, etsi ab infinitis feriantur, fortiores evadunt: qui vero semetipsos produnt, etsi nemo sit infestus, sua sponte devolvuntur, diffluunt ac pereunt. Quemadmodum Judas quoque, non modo nulla infestante hujusmodi tentatione, sed magna etiam curatione adhibita, periit.
For neither hardship of circumstances, nor changes of times, nor outrages of powerful men, nor snowstorms, as it were, of plots, nor a multitude of calamities, nor the heaped-up pile of all the ills that weigh upon mankind will be able to shake a noble, sober, and watchful man even in the slightest; just as, on the contrary, if a man is slothful, slack, and self-betrayed, even should countless remedies be applied to him, they make him none the better. This very truth was signified to us also by the parable of those two men, one of whom built his house upon the rock and the other upon the sand (Matt. 7:24 ff.)—not that we should think merely of sand and rock, or of masonry and a roof, or of rivers, rain, and fierce blasts rushing upon buildings, but that from these figures we may gather virtue and vice, and perceive thence too that he who does not wrong himself is harmed by no one. Accordingly, neither the rains sweeping down with mighty force, nor the rivers rushing on with violent surge, nor the fierce winds assailing it with vehement fury shook any part of that house; rather it stood unconquerable and unmoved, so that you may learn that no trial can shake the man who does not betray himself. The other man's house, however, was easily overthrown—not because of the onslaught of trials (otherwise the same fate would have befallen the first house as well), but because of his own folly: it fell not because the wind blew upon it, but collapsed because it had been built upon sand, that is, upon sloth and wickedness. Even before that storm broke, it was unsound and ready to fall; for buildings of that sort, even when nobody assails them, collapse of their own accord as their foundation slips from beneath them and crumbles away. Just as cobwebs tear apart by themselves when nothing troubles them, whereas adamant does not shatter even under blows, so too those who do not wrong themselves grow all the stronger even if struck by countless assailants, while those who betray themselves, even if no foe attacks them, tumble down, dissolve, and perish of their own accord—just as Judas also perished not merely without any such trial assailing him, but even while receiving abundant care.
13. Providentia Dei erga Judaeos; miracula edita in exitu ex Aegypto. — Vis integrarum gentium exemplis hanc orationem illustrem? Quanta Judaeorum gentis fuit providentia? Annon tota quae videtur creatura ad eorum obsequium fuit comparata? et nova quaedam ipsis ac mira vivendi ratio introducta? Neque enim ad forum mittebant, itaque non numerata pecunia venalibus rebus fruebantur: nec sulcos findebant, neque aratrum trahebant, nec terram proscindebant, nec semina jaciebant, neque pluviis indigebant et ventis et anni temporibus, non solis radiis, non cursu lunae, non aeris natura, non ulla hujusmodi re alia; non aream praeparabant, non fruges triturabant, non ventos desiderabant ad secernenda grana a paleis, non molam versabant, non clibanum aedificabant, non ligna et ignem domum inferebant, non panifica egebant arte, non ligonem tractabant, non falcem acuebant, non aliqua alia indigebant arte, textoria, inquam, architectonica, et sutoria: sed omnia eis erat verbum Dei.
13. God's providence towards the Jews; the miracles wrought at the Exodus from Egypt. — Would you have me illustrate this argument by examples of whole nations as well? How vast was the providence shown towards the nation of the Jews! Was not the entire visible creation arrayed for their service, and a novel, marvellous manner of life brought in for them? They did not resort to the market-place, and so enjoyed provisions without paying down coin; they did not cleave furrows, or draw the plough, or break the soil, or scatter seed, nor did they stand in need of rains, winds, and seasons of the year, or the sun's rays, the moon's course, the temper of the air, or any other such thing; they prepared no threshing-floor, threshed no grain, needed no breezes to winnow kernel from chaff, turned no millstone, built no oven, brought no firewood or flame indoors, needed no baker's craft, wielded no mattock, whetted no sickle, and stood in need of no other craft—weaving, building, or shoemaking, I mean—rather the word of God was everything to them.
PG 52:474 bisRead from the page
Mensam habebant paratam ex tempore, sudoribus et laboribus vacuam. Ejus enim naturae erat manna; nova, recens, nusquam ipsis negotia facessens, neque labore conficiens. Jam vestimenta eorum et calcei et ipsa corporis natura quodammodo suae fragilitatis obliviscebantur: tempore enim ita longo neque illa terebantur, neque pedes eorum tot tantaque licet itinera decurrentium occalluerunt. Medicorum, remediorum caeteraeque in hac arte curae ne memoria quidem apud eos erat: adeo longe aberat omnis invaletudo. Eduxit enim eos in auro et argento, inquit; et non erat in tribubus eorum infirmus (Psal. 104. 37). Verum quasi relicto hoc mundo, et in alium meliorem orbem inhabitandum translati, sic comedebant, sic bibebant, ac neque radii calidiores effecti capita illorum feriebant: disterminabat enim flammam nubes undique impendens, et omnibus illis familiis gestatorii tecti instar erat. Neque vero noctu face indigebant quae tenebras discuteret, sed erat eis columna ignis, fons lucis ineffabilis in duplicem usum, tum ut luceret, tum ut iter dirigeret. Neque enim lucida dumtaxat erat, verum etiam omni viae duce certius infinitum illum populum per solitudinem illam ducebat. Ibant non terra solum, sed etiam mari quasi terra. Ausi sunt transcendere fines naturae, cum saevum illud pelagus ambularent, quasi per solidam ac firmam petram iter facerent; cumque illis substratum esset elementum illud, solidam terram, camposque supinos, et agros imitabatur: cum vero hostes excepisset, maris munus exsequebatur: illis fuit vehiculum, hostibus ipsorum sepulcrum; illos facile transmisit, hos magna cum vehementia submersit. Inordinatus aquarum impetus, virorum ratione praeditorum atque prudentissimorum ordinem et obedientiam prae se ferebat, cum jam custodis, jam carnificis vicem obtineret, unoque die contraria repente praestaret. Quid commemorem petras, quae fluvios effuderunt aquarum? quid nubes volucrum, quae corporum multitudine totam terram texerunt? quid miracula patrata in Aegypto? quid prodigia quae contigerunt in solitudine? quid tropaea et incruentas victorias? Tamquam enim choreas ducerent, non bellum gererent, ita adversarios domuerunt. Ac dominos quidem suos sine armis superarunt; qui vero extra Aegyptum cum ipsis pugnarunt, eos tubis canendo psallendoque vicerunt: resque illa, chorea potius erat quam bellum, initiatio potius quam pugna. Omnia namque ista prodigia non ob id solum acciderunt ut eis necessarium ferrent subsidium, verum ut doctrinam quoque cognitionis Dei, qua eos Moyses instituerat, certius conservarent; undique voces edebantur, quae Dominum praedicarent. Haec enim mare declamabat, cum nunc pedestri itinere trajiceretur, nunc ad ingenium rediret; hanc vocem edebant undae Nili in sanguinem mutatae, ranae, locustarum ille exercitus, erucae, et rubigo, haec omni populo loquebantur: prodigia quoque in solitudine, manna, columna, nubes, ortygometra, caetera omnia fuerunt eis vice libri et literarum, quae numquam delentur, cum memoriam eis quotidie refricarent, et ipsorum animo insonarent.
They had a table spread impromptu, free from sweat and toil; for of such a nature was the manna—fresh, newly formed, never causing them trouble or wearing them out with labour. Moreover, their garments, their sandals, and the very nature of their bodies seemed in a manner to forget their own frailty: over so long a span of time neither did their clothes wear thin, nor did their feet grow calloused despite traversing journeys so many and so vast. Of physicians, medicines, and all the rest of the healing art not even a memory existed among them, so far removed was every infirmity: He brought them forth with gold and silver, it says, and there was none feeble among their tribes (Ps. 104:37). As though they had left this world behind and been translated to inhabit another, better world, so did they eat and so did they drink; nor did the sunbeams, growing hotter, beat upon their heads, for an overhanging cloud on every side walled off the blaze and served all those households as a portable canopy. Neither by night did they need a torch to scatter the darkness, for they had the pillar of fire, a fountain of ineffable light serving a twofold use—both shining upon them and directing their march; for it was not merely luminous, but guided that boundless multitude through the wilderness more unerringly than any leader on the way. They walked not upon dry land alone, but upon the sea as though it were dry land, venturing beyond nature's bounds as they marched on foot through that fierce deep as if treading solid, unyielding rock. Spread beneath their feet, that element imitated firm ground, level plains, and fields; yet once it received their enemies within it, it discharged the office of the sea, proving a chariot for the Israelites and a tomb for their foes—letting the former pass over with ease while engulfing the latter with mighty violence. The unruly surge of the waters displayed the orderliness and obedience of rational, most prudent men, fulfilling now the part of a guardian and now that of an executioner, and on a single day suddenly performing opposite offices. Why should I recount the rocks that poured forth rivers of water, or the clouds of birds that covered the whole ground with the multitude of their bodies, or the miracles wrought in Egypt, or the wonders that befell in the wilderness, or the trophies and bloodless victories? As though leading choral dances rather than waging war, so did they subdue their adversaries: their former masters they overcame without weapons, and those who fought against them outside Egypt they vanquished by sounding trumpets and chanting psalms, so that the affair was a sacred dance rather than a war, a mystic initiation rather than a battle. Indeed, all those wonders came to pass not solely to supply their bodily need, but also that they might preserve more surely the teaching of the knowledge of God wherein Moses had instructed them; voices resounded from every side proclaiming the Sovereign Lord. This very truth the sea cried aloud as at one moment it was crossed on foot and at another returned to its native character; this voice was uttered by the waters of the Nile turned into blood, by the frogs, that host of locusts, the caterpillars, and the blight—all these spoke to the whole people; and the wonders in the wilderness too—the manna, the pillar, the cloud, the quails, and everything else—stood for them in place of a book and imperishable letters, daily refreshing their memory and resounding within their minds.
PG 52:475 bisRead from the page
Verumtamen post tantam tamque multiplicem provisionem, post ineffabilia illa beneficia, post tanta miracula, post inenarrabilem curam, post longam institutionem, post instructionem verborum, post adhortationem ipsarum rerum, post insignes victorias, post admirabilia tropaea, post lautitiam mensarum, post ubertatem illarum aquarum, post ineffabilem gloriam, quam apud hominum genus universum fuerant consequuti, ingrati et stupidi cum essent, vitulum adoraverunt, et bovis caput coluerunt, deosque sibi fieri postularunt, cum recentia beneficiorum Dei in Aegypto acceptorum monumenta tenerent, ac multis etiam aliis adhuc fruerentur.
Yet after such great and manifold provision, after those ineffable benefits, after so many miracles, after unutterable care, after long training, after instruction in words, after the exhortation of the events themselves, after signal victories, after marvellous trophies, after the sumptuousness of their tables, after the abundance of those waters, after the ineffable glory which they had attained before the whole human race, because they were ungrateful and senseless, they worshipped a calf, venerated an ox's head, and demanded that gods be made for them, though they held fresh memorials of God's benefits received in Egypt and were still enjoying many others besides.
14. Aliud exemplum Ninivitarum confirmat afflictiones homini nocere non posse. — Ninivitarum vero populus, barbarus cum esset atque alienigena, nihilque horum participasset, non parvum, non magnum, non orationes, non miracula, non res, non verba; vidissetque hominem ex naufragio conservatum, numquam secum antea versatum, sed tum primum visum, ingressum, ac dicentem : Adhuc tres dies, et Ninive subvertetur (Jon. 3. 4) : adeo nudis hisce verbis mutati ac meliores facti sunt, et deposita priori vitiositate ad virtutem per poenitentiam contenderunt, ut decretum Dei revocarent, nutantem urbem sisterent, divinitus impendentem iram propulsarent, omnique afflictione liberarentur. Vidit enim Deus, inquit, quia aversus est unusquisque de via sua mala, et conversus est ad Dominum (Ib. v. 10). Quomodo conversus est, dic mihi? Atqui magna eorum erat malitia, ineffabilis nequitia, ulcera curatu difficilia; idque ut indicaret propheta, dixit : Ascendit malitia eorum usque ad caelum (Jon. 1. 2) : distantia loci magnitudinem malitiae ipsorum significavit. Sed tamen tantam nequitiam, usque adeo elatam et exaltatam, ut ad caelum quoque pertingeret, tribus diebus, brevi temporis momento, paucis verbis, quae ab uno homine audiverant, ignoto, hospite, naufragium passo, ita profligaverunt, ita aboleverunt, ita e medio sustulerunt, ut tali voce recrearentur : Vidit Deus quia aversus est unusquisque de via sua mala, et poenituit eum super malitia, quam loquutus fuerat Deus ut faceret eis. Videsne sobrium ac vigilantem non modo ab hominibus non laedi, verum etiam iram divinitus impendentem avertere? qui vero semetipsum prodat ac laedat, etsi infinita accipiat beneficia, non multum lucri facere? Sic enim neque illis profuerunt tanta portenta, neque his obfuit iisdem caruisse : verum cum natura forent candidi, exiguum nacti momentum, meliores evaserunt, quamquam barbari et alienigenae, inauditis omnibus divinis oraculis, longeque a Palaestina dissiti.
14. Another example, that of the Ninevites, confirms that afflictions cannot harm a man. — The people of Nineveh, however, though barbarian and foreign, and having shared in none of these things, neither small nor great, neither discourses, nor miracles, nor deeds, nor words, when they saw a man preserved from shipwreck, who had never dwelt among them before, but was then seen for the first time, entering and saying: Yet three days, and Nineveh shall be overthrown (Jonah 3:4), were so changed and made better by these bare words, and, laying aside their former wickedness, strove towards virtue through repentance, that they recalled the decree of God, steadied a tottering city, warded off the wrath impending from on high, and were delivered from every affliction. For God saw, it says, that everyone turned away from his evil way, and turned back unto the Lord (ibid., v. 10). How did they turn back, tell me? Yet great was their malice, unspeakable their wickedness, ulcers hard to cure; and to signify this, the prophet said: Their malice hath gone up even unto heaven (Jonah 1:2): by the distance of place he indicated the magnitude of their malice. Nevertheless, such great wickedness, puffed up and exalted to such a pitch that it reached even unto heaven, within three days, in a brief moment of time, through a few words which they had heard from a single man—unknown, a stranger, shipwrecked—they so routed, so blotted out, so swept away from their midst, that they were refreshed by such a declaration: God saw that everyone turned away from his evil way, and he repented concerning the evil which God had spoken that he would do unto them. Do you see that the sober and vigilant man not only suffers no harm from human beings, but even averts wrath impending from on high, whereas he who betrays and harms himself, even if he should receive boundless benefits, gains no great profit? For thus neither did so many wonders profit the former, nor did lacking those same things harm the latter; rather, because they were upright in disposition, upon seizing a slight occasion they became better, although they were barbarians and foreigners, unacquainted with all the divine oracles, and dwelling far distant from Palestine.
Notes, col. 475 bis

On the reading

Printed idqne, for idque.

PG 52:476 bisRead from the page
15. De tribus pueris Danielis sociis. — Quid vero illorum trium puerorum, dic mihi, virtuti supervenientia mala offecerunt? Annon adhuc juvenes, et admodum quidem juvenes, in immatura aetate grave illud subiere supplicium et captivitatem, longam peregrinationem peregrinati sunt a patria, domo, templo, altari, sacrificiis, oblationibus, libationibus, ab ipso quoque psalmorum cantu, ubi in alienam regionem venerunt, separati sunt? Non enim domus eis dumtaxat eam ob causam inaccessa erat, sed multa quoque divini cultus genera. Annon barbarorum manibus dediti sunt, lupis potius quam hominibus, et quod est gravissimum, in tam longe dissitam ac barbaram abducti terram, et servitutem gravissimam, non magistrum habebant, non prophetam, non principem? Non enim est, inquit, princeps, neque propheta, neque dux, neque locus sacrificandi coram te, et inveniendi misericordiam (Dan. 3. 38). Quin etiam in domum regiam, tamquam in scopulum quemdam ac praecipitium, et pelagus saxis petrisque sub aqua latentibus refertum, introducti sunt, sine gubernatore, sine proreta, sine nautis, sine velis, saevum illud mare navigare coacti; atque in aula regia tamquam in carcere inclusi. Cum enim philosophari nossent, et rebus saecularibus essent superiores, omnem quoque humanum fastum conculcassent, alasque sibi leves reddidissent, accessionem malorum etiam illam commorationem esse existimabant. Si enim foris fuissent, et in domo privata, majori libertate fruituri erant : at vero introducti in illum carcerem (carcere namque omnem illam splendoris et magnificentiae speciem, et praecipitiis scopulisque nihilo censebant esse meliorem), continuo gravem difficultatem sustinuere. Rex enim eos illius voluptuosae impuraeque et profanae mensae suae jussit esse socios, id quod eis interdictum erat, et morte gravius videbatur : ac soli velut agni in medio tot luporum erant inclusi. Necesse erat aut fame tabescere, imo vero ad mortem rapi, aut prohibita edulia degustare. Quid ergo faciunt juvenes, orphani, captivi, peregrini, servi illorum qui haec imperabant? Non existimarunt necessitatem sibi ad excusationem sufficere, neque tyrannidem ejus, qui urbem obtinebat; sed omnia machinabantur moliebanturque, ut peccatum effugerent, omni licet ex parte deserti. Neque enim pecuniis persuadere poterant, utpote captivi; non amicitia et familiaritate, utpote peregrini; non potentia superare, utpote servi; non multitudine vincere, utpote tres tantum. Accedunt igitur ad eunuchum, qui eam potestatem obtinebat, eique verbis persuadent. Cum enim invenissent eum trepidum ac timidum, deque salute sua sollicitum, et metus mortis intolerandus animum ejus concuteret : Timeo enim ego, inquit, dominum meum regem, nequando videat vultus vestros macilentiores prae caeteris adolescentulis coaevis vestris, et condemnetis caput meum regi (Dan. 1. 10) : eo timore liberatum inducunt, ut daret ipsis eam gratiam. Ac postquam omne officium suum fecissent, Deus quoque deinceps fecit suum.
15. Concerning the three youths, the companions of Daniel. — What harm, tell me, did the calamities that befell those three youths inflict upon their virtue? Did they not, while still youths—and very young ones at that, at an unripe age—undergo that grievous punishment and captivity, journey on a long exile, and find themselves parted from fatherland, home, temple, altar, sacrifices, offerings, libations, and even from the chanting of psalms itself when they came into a foreign land? For not only was their home inaccessible to them on that account, but also many forms of divine worship. Were they not delivered into the hands of barbarians, to wolves rather than human beings, and—what is most grievous—carried off into so remote and barbarous a land and most harsh servitude, having neither teacher, nor prophet, nor ruler? For there is neither prince, it says, nor prophet, nor leader, nor place to offer sacrifice before thee and find mercy (Dan. 3:38). Moreover, they were brought into the royal palace as though onto a crag and precipice and a sea teeming with submerged rocks and reefs, compelled without helmsman, without lookout, without sailors, without sails to navigate that savage sea, and shut up in the royal court as though in a prison. For since they knew how to practise true philosophy, rose superior to worldly affairs, had trampled underfoot all human pride, and had made their wings light, they accounted even that residence there an addition to their woes. For had they been outside and in a private dwelling, they would have enjoyed greater liberty; whereas once brought into that prison (for they deemed all that outward show of splendour and magnificence no better than a prison, precipices, and crags), they straightway endured a grave trial. For the king commanded them to share in that voluptuous, impure, and profane table of his—a thing forbidden to them and seeming worse than death—and they were shut in alone like lambs in the midst of so many wolves. They had either to waste away with hunger—nay rather, to be haled off to death—or else to taste forbidden meats. What, then, do these youths do—orphans, captives, strangers, slaves of those who commanded these things? They did not consider necessity sufficient as their excuse, nor the tyranny of him who held sway over the city, but devised and strove in every way to escape sin, albeit forsaken on every side. For they could not persuade by money, inasmuch as they were captives; nor by friendship and familiarity, inasmuch as they were strangers; nor prevail by power, inasmuch as they were slaves; nor overcome by numbers, inasmuch as they were but three. Accordingly, they approach the eunuch who held that authority and persuade him with words. For when they found him fearful and timid, anxious for his own safety, while an unbearable dread of death shook his soul—For I fear, says he, my lord the king, lest perchance he see your countenances leaner than those of the other youths your peers, and ye make my head guilty before the king (Dan. 1:10)—by freeing him from that fear they induce him to grant them this favour. And after they had performed their whole duty, God likewise in turn performed his.