Δεσπότην κάλεσον. Μὴ γὰρ ἄνθρωπός ἐστιν, ἵνα ἀπέλθῃς εἰς τόπον; Θεὸς ἀεὶ ἐγγύς ἐστιν. Ἐὰν θέλῃς παρακαλέσαι ἄνθρωπον, ἐρωτᾷς τί ποιεῖ, καθεύδει, ἀσχολεῖται· διακονῶν οὐκ ἀποκρίνεταί σοι. Ἐπὶ δὲ τοῦ Θεοῦ οὐδὲν τούτων· ὅπου ἐὰν ἀπέλθῃς καὶ καλέσῃς, ἀκούει· οὐκ ἀσχολία, οὐ μεσίτης, οὐ διάκονος διατειχίζει. Ειπὲ, Ἐλέησόν με, καὶ παρευθὺ Θεὸς παραγίνεται· Ἔτι γὰρ, φησὶ, λαλοῦντός σου, ἐρῶ, Ἰδοὺ ἐγὼ πάρειμι. Ὢ ῥῆμα ἡμερότητος γέμον. Οὐδὲ ἀναμένει τελέσαι τὴν εὐχήν· οὔπω τελεῖς τὴν εὐχὴν, καὶ λαμβάνεις τὴν δόσιν. Ἐλέησόν με. Ταύτην μιμησώμεθα τὴν Χαναναίαν, παρακαλῶ· Ἐλέησόν με· ἡ θυγάτηρ μου κακῶς δαιμονίζεται. Ὁ δὲ Κύριος λέγει πρὸς αὐτήν· Ὦ γύναι, μεγάλη σου ἡ πίστις· γενηθήτω σοι ὡς θέλεις. Ποῦ ὁ αἱρετικός; Μὴ εἶπε, Παρακαλέσω μου τὸν Πατέρα; μὴ εἶπεν, Ἱκετεύσω τὸν γεννήσαντά με; μὴ εὐχῆς χρεία ἐνταῦθα; Οὐδαμῶς. Διὰ τί; Ἐπειδὴ μεγάλη ἦν ἡ πίστις, μέγα ἦν τὸ σκεῦος, μεγάλη καὶ ἡ χάρις ἐξεχύθη. Ὅπου δεῖ εὐχῆς, ἀσθενὲς τὸ σκεῦος. Ὦ γύναι, μεγάλη σου ἡ πίστις. Οὐ νεκρὸν εἶδες ἐγειρόμενον, οὐ λεπρὸν καθαριζόμενον, οὐ προφητῶν ἤκουσας, οὐ νόμον ἐμελέτησας, οὐ θάλατταν εἶδες σχιζομένην, οὐχ ἕτερόν τι σημεῖον ἑώρακας παρ' ἐμοῦ γενόμενον· ὑβρίσθης δὲ μᾶλλον παρ' ἐμοῦ, καὶ ἐξηπορήθης· ἀπηγόρευσά σου τὸ πάθος, καὶ οὐκ ἀνεχώρησας, ἀλλὰ παρέμεινας· λοιπὸν ἀπόλαβε καὶ σὺ παρ' ἐμοῦ ἀξίαν καὶ πρέπουσαν εὐφημίαν· Ὦ γύναι, μεγάλη σου ἡ πίστις. Ἀπέθανεν ἡ γυνὴ, καὶ τὸ ἐγκώμιον αὐτῆς μένει, διαδήματος ὂν λαμπρότερον. Ὅπου ἐὰν ἀπέλθῃς, ἀκούεις τοῦ Χριστοῦ λέγοντος, Ὦ γύναι, μεγάλη σου ἡ πίστις. Εἴσελθε εἰς Περσῶν τὴν ἐκκλησίαν, καὶ ἀκούσεις τοῦ Χριστοῦ λέγοντος, Ὦ γύναι, μεγάλη σου ἡ πίστις· εἰς τὴν Γότθων, εἰς τὴν βαρβάρων, εἰς τὴν Ἰνδῶν, εἰς τὴν Μαύρων, ὅσην ἥλιος ἐφορᾷ γῆν· ἕνα λόγον ὁ Χριστὸς ἐφθέγξατο, καὶ οὐ σιωπᾷ ὁ λόγος, ἀλλὰ μεγάλῃ τῇ φωνῇ ἀνακηρύττει τὴν πίστιν αὐτῆς, λέγων, Ὦ γύναι, μεγάλη σου ἡ πίστις· γενηθήτω σοι ὡς θέλεις. Οὐκ εἶπε, Θεραπευθήτω τὸ θυγάτριόν σου· ἀλλ', Ὡς θέλεις. Σὺ αὐτὴν θεράπευσον· σὺ γενοῦ ιατρός· σοὶ ἐγχειρίζω τὸ φάρμακον· ὕπαγε, ἐπίθες, Γενηθήτω σοι ὡς θέλεις. Τὸ θέλημά σου θεραπευσάτω αὐτήν. Ἡ Χαναναία θελήματι ἐθεράπευσε, καὶ ὁ Υἱὸς τοῦ Θεοῦ ἀφ' ἑαυτοῦ οὐ θεραπεύει; Γενηθήτω σοι ὡς θέλεις. Οὐδὲ ἐκέλευσεν ἡ γυνὴ, οὐδὲ ἐπέταξε τῷ δαιμονίῳ, ἀλλ' ἠθέλησε μόνον, καὶ τὸ θέλημα τῆς γυναικὸς ἐθεράπευσε, καὶ δαίμονας ἐξέβαλε. Ποῦ εἰσιν οἱ τολμῶντες λέγειν, ὅτι δι' εὐχῆς ὁ Υἱὸς ἤνυσε; Γενηθήτω σοι ὡς θέλεις. Βλέπε καὶ τῆς λέξεως τὴν εὐγένειαν· τὸν Πατέρα τὸν ἑαυτοῦ μιμεῖται. Ὅτε γὰρ ἐποίει τὸν οὐρανὸν ὁ Θεὸς, εἶπε, Γενηθήτω ὁ οὐρανὸς, καὶ ἐγένετο ὁ οὐρανός· γενηθήτω ἥλιος, καὶ ἐγένετο ἥλιος· γενηθήτω γῆ, καὶ ἐγένετο γῆ· ἐπιτάγματι τὴν οὐσίαν ἤγαγεν. Οὕτω καὶ αὐτὸς, Γενηθήτω σοι ὡς θέλεις. Ἡ συγγένεια τῆς λέξεως τὴν κοινωνίαν τῆς φύσεως ἔδειξε. Καὶ ιάθη ἡ θυγάτηρ αὐτῆς. Πότε; Ἀπὸ τῆς ὥρας ἐκείνης· οὐκ ἐξ ὅτου ἦλθεν ἡ μήτηρ αὐτῆς ἐν τῷ οἴκῳ, ἀλλὰ πρὶν ἐλθεῖν. Ἦλθεν εὑρεῖν δαιμονιῶσαν, καὶ εὗρεν ὑγιαίνουσαν, τῷ θελήματι αὐτῆς θεραπευθεῖσαν. Ὑπὲρ δὲ τούτων ἁπάντων εὐχαριστήσωμεν τῷ Θεῷ, ὅτι αὐτῷ πρέπει δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Master call upon. For is He a man, that you must go off to a place? God is ever near. If you wish to entreat a man, you ask what he is doing—he is asleep, he is busy; the attendant does not answer you. Yet with God there is none of these things: wherever you go off and call, He hears; no business, no mediator, no servant stands as a wall between. Say, Have mercy on me, and straightway God is present; For while you are yet speaking, He says, I will say, Behold, here am I. O word full of gentleness! He does not even wait for you to finish the prayer; you have not yet finished the prayer, and you receive the gift. Have mercy on me. Let us imitate this Canaanite woman, I beseech you: Have mercy on me; my daughter is grievously possessed by a demon. And the Lord says to her: O woman, great is your faith; let it be done for you as you will. Where is the heretic? Did He say, I shall entreat My Father? Did He say, I shall supplicate Him Who begat Me? Is there need of prayer here? By no means. Why? Because great was the faith, great was the vessel, and great also was the grace poured forth. Where there is need of prayer, weak is the vessel. O woman, great is your faith. You saw no dead man raised, no leper cleansed, you heard no prophets, you meditated on no law, you saw no sea parted, you had beheld no other sign wrought by Me; rather, you were rebuffed by Me, and reduced to perplexity; I refused your affliction, and you did not withdraw, but abode fast; henceforth receive you also from Me worthy and fitting praise: O woman, great is your faith. The woman died, and her encomium remains, brighter than a diadem. Wherever you go off, you hear Christ saying, O woman, great is your faith. Enter into the church of the Persians, and you will hear Christ saying, O woman, great is your faith; into that of the Goths, into that of the barbarians, into that of the Indians, into that of the Moors, over all the earth that the sun looks upon: Christ uttered one word, and the word is not silent, but with a loud voice proclaims her faith, saying, O woman, great is your faith; let it be done for you as you will. He did not say, Let your little daughter be healed; but, As you will. Do you yourself heal her; become you the physician; to you I entrust the remedy; go, lay it on: Let it be done for you as you will. Let your will heal her. The Canaanite woman healed by her will, and does the Son of God not heal of Himself? Let it be done for you as you will. The woman neither commanded nor gave orders to the demon, but willed alone, and the woman's will healed, and cast out demons. Where are those who dare to say that the Son accomplished it through prayer? Let it be done for you as you will. Behold also the nobility of the expression: He imitates His own Father. For when God was making the firmament, He said, Let the firmament be made, and the firmament was made; let the sun be made, and the sun was made; let the earth be made, and the earth was made: by command He brought forth substance. So also He Himself says, Let it be done for you as you will. The kinship of the expression showed the communion of nature. And her daughter was healed. When? From that hour: not from the time when her mother came into the house, but before she came. She came to find one possessed by a demon, and she found her in health, healed by her own will. And on behalf of all these things let us give thanks to God, because to Him belongs glory unto the ages of the ages. Amen.
αʹ. Οἶδα μὲν, ὅτι τοῖς παχυτέροις, καὶ πρὸς τὰ παρόντα κεχηνόσι, καὶ τῇ γῇ προσηλωμένοις, καὶ αισθηταῖς μὲν δουλεύουσιν ἡδοναῖς, τῶν δὲ νοερῶν οὐ σφόδρα ἀντεχομένοις, καινός τις καὶ παράδοξος ὁ λόγος οὗτος εἶναι δόξει· καὶ γελάσονται δαψιλὲς, καὶ καταγνώσονται ἡμῶν, ὡς ἀπίθανα λεγόντων ἐκ προοιμίων τῆς ὑποσχέσεως. Οὐ
1. I know, indeed, that to those who are coarser, and gape after present things, and are nailed to the earth, and are enslaved to the pleasures of the senses, while not cleaving very earnestly to spiritual things, this discourse will seem strange and paradoxical; and they will laugh lavishly, and will condemn us as speaking implausible things from the very outset of our promise. Nor