Migne Reading Room

PG 52 · cols. 451–454 bis · Read from the page

Homilia in dimissionem Chananaeae (Matt. 15:21; post reditum ab exsilio habita)

Homilia in dimissionem Chananaeae (Matt. 15:21; post reditum ab exsilio habita)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 52:451Read from the page
συνηγορίαν προβαλλομένη, τὸν ἰατρὸν ἔχουσα δήμιον. Συνήκατε ὃ εἶπον; Οἱ νόμοι ἰατροί εἰσιν, ἔπειτα καὶ δήμιοι γίνονται· οὐ γὰρ λύουσι τὸ ἕλκος, ἀλλὰ αὔξουσι. Τί ἐστι τελώνιον; Ἀναίσχυντος ἁμαρτία, ἁρπαγὴ πρόφασιν οὐκ ἔχουσα, λῃστείας χαλεπώτερον. Ὁ ληστὴς κἂν αἰσχύνεται κλέπτων· οὗτος δὲ παῤῥησιάζεται ἁρπάζων. Ἀλλ' οὗτος ὁ τελώνης ἀθρόον εὐαγγελιστὴς ἐγένετο. Πῶς καὶ τίνι τρόπῳ; Παράγων, φησὶν, ὁ Ἰησοῦς, εἶδε Ματθαῖον ἐπὶ τὸ τελώνιον καθήμενον, καὶ λέγει αὐτῷ· Ἀκολούθει μοι. Ὢ λόγου δύναμις· εἰσῆλθε τὸ ἄγκιστρον, καὶ τὸν αἰχμάλωτον στρατιώτην ἐποίησε, τὸν πηλὸν χρυσὸν εἰργάσατο· εἰσῆλθε τὸ ἄγκιστρον, Καὶ εὐθέως ἀναστὰς ἠκολούθησεν αὐτῷ. Εἰς τὸ βάθος ἦν τῆς πονηρίας, καὶ εἰς τὴν ἀψῖδα ἀνέβη τῆς ἀρετῆς. Μηδεὶς τοίνυν, ἀγαπητοὶ, ἀπογινωσκέτω τῆς ἑαυτοῦ σωτηρίας. Οὐκ ἔστι φύσεως τὰ τῆς πονηρίας· προαιρέσει τετιμήμεθα καὶ ἐλευθερίᾳ. Τελώνης εἶ; Δύνασαι γενέσθαι εὐαγγελιστής. Βλάσφημος εἶ; Δύνασαι γενέσθαι ἀπόστολος. Ληστὴς εἶ; Δύνασαι παράδεισον συλῆσαι. Μάγος εἶ; Δύνασαι προσκυνῆσαι τὸν Δεσπότην. Οὐκ ἔστιν οὐδεμία κακία μετανοίᾳ μὴ λυομένη. Διὰ τοῦτο τὰ ἀκροθίνια τῆς πονηρίας ἐξελέξατο ὁ Χριστὸς, ἵνα μηδεὶς πρὸς τὸ τέλος ἀποφυγεῖν ἔχοι.
its advocacy, having the physician as executioner. Did you understand what I said? The laws are physicians, and then become executioners as well; for they do not heal the ulcer, but increase it. What is a tax-office? Shameless sin, plunder having no pretext, worse than brigandage. The brigand is at least ashamed when stealing; whereas this man acts boldly when plundering. Yet this tax-collector all at once became an evangelist. How and in what manner? Passing by, it says, Jesus saw Matthew sitting at the tax-office, and He says to him: Follow Me. O power of a word! The hook entered, and made the captive a soldier, wrought the clay into gold; the hook entered, And straightway rising up he followed Him. He was in the depth of wickedness, and he ascended to the summit of virtue. Let no one, therefore, beloved, despair of his own salvation. The things of wickedness do not belong to nature; we have been honoured with free choice and freedom. Are you a tax-collector? You can become an evangelist. Are you a blasphemer? You can become an apostle. Are you a brigand? You can despoil Paradise. Are you a Magian? You can worship the Master. There is no wickedness at all that is not dissolved by repentance. On this account Christ chose out the first-fruits of wickedness, that no one at the end might have any means of escape.
γʹ. Μή μοι λέγε, Ἀπωλόμην, καὶ τί λοιπόν; μή μοι λέγε, Ἡμάρτηκα, καὶ τί ποιήσω; Ἰατρὸν ἔχεις ἀνώτερον τῆς ἀῤῥωστίας, ἰατρὸν ἔχεις νικῶντα τοῦ νοσήματος τὴν φύσιν, ἰατρὸν ἔχεις νεύματι θεραπεύοντα, ἰατρὸν ἔχεις θελήματι διορθούμενον, καὶ δυνάμενον καὶ βουλόμενον. Οὐκ ὄντα σε παρήγαγεν· ὄντα σε καὶ διαστραφέντα πολλῷ μᾶλλον διορθῶσαι δυνήσεται. Οὐκ ἤκουσας ὡς τὸ πρότερον ἔλαβε χοῦν ἀπὸ τῆς γῆς, καὶ ἔπλασε τὸν ἄνθρωπον; πῶς τὴν γῆν σάρκα ἐποίησε; πῶς νεῦρα; πῶς ὀστέα; πῶς δέρμα; πῶς φλέβας; πῶς ῥῖνα; πῶς ὀφθαλμούς; πῶς βλέφαρα; πῶς ὀφρύν; πῶς γλῶτταν; πῶς θώρακα; πῶς χεῖρας; πῶς πόδας; πῶς τὰ ἄλλα πάντα; Γῆ ἦν τὸ ὑποκείμενον, μία οὐσία· καὶ εἰσῆλθεν ἡ τέχνη, καὶ ποικίλην εἰργάσατο τὴν δημιουργίαν. Μὴ δύνασαι τὸν τρόπον εἰπεῖν καθ' ὅνπερ ἐδημιουργήθης; Οὕτως οὐδὲ τὸν τρόπον δύνασαι εἰπεῖν καθ' ὃν καθαιρεῖται τὰ ἁμαρτήματα. Εἰ γὰρ τὸ πῦρ ἐμπῖπτον εἰς τὰς ἀκάνθας, ἀναλίσκει αὐτὰς, πολλῷ μᾶλλον τὸ βούλημα τοῦ Θεοῦ τὰ πλημμελήματα ἡμῶν δαπανᾷ καὶ πρόῤῥιζα ἀνασπᾷ, καὶ τοῦ μὴ ἡμαρτηκότος τὸν ἡμαρτηκότα ὅμοιον κατασκευάζει. Μὴ ζήτει τὸν τρόπον, μὴ περιεργάζου τὸ γινόμενον, ἀλλὰ πίστευε τῷ θαύματι. Ἡμάρτηκα, λέγεις, πολλὰ καὶ μεγάλα. Καὶ τίς ἐστιν ἀναμάρτητος; Ἀλλὰ ἐγὼ χαλεπά, φησὶ, καὶ μεγάλα καὶ ὑπὲρ πάντα ἄνθρωπον. Ἀρκεῖ σοι εἰς θυσίαν τοῦτο· Λέγε σὺ τὰς ἀνομίας σου πρῶτος, ἵνα δικαιωθῇς. Ἐπίγνωθι ὅτι ἥμαρτες, καὶ ἀρχή σοι διορθώσεως τοῦτο γενήσεται. Στύγνασον, γενοῦ κατηφὴς, ἔκχεε δάκρυα. Μὴ γὰρ ἄλλο τι ἐξέχεεν ἡ πόρνη; Οὐδὲν ἕτερον, ἢ δάκρυα καὶ μετάνοιαν· ἔλαβε χειραγωγὸν τὴν μετάνοιαν, καὶ προσῆλθε τῇ πηγῇ.
3. Do not say to me, I have perished, and what remains? Do not say to me, I have sinned, and what shall I do? You have a physician superior to the infirmity, you have a physician who overcomes the nature of the disease, you have a physician who heals by a nod, you have a physician who sets aright by His will, both able and willing. When you did not exist, He brought you forth; now that you exist and have been perverted, much more will He be able to set you aright. Did you not hear how at first He took dust from the earth, and fashioned man? How He made the earth flesh? How sinews? How bones? How skin? How veins? How a nose? How eyes? How eyelids? How an eyebrow? How a tongue? How a chest? How hands? How feet? How all the other parts? Earth was the underlying matter, one substance; and art entered in, and wrought a varied creation. Can you tell the manner after which you were created? Just so neither can you tell the manner after which sins are purged away. For if fire falling upon thorns consumes them, much more does the will of God spend away our trespasses and pluck them up by the roots, and renders him who has sinned like unto him who has not sinned. Do not seek the manner, do not pry into what comes to pass, but believe the miracle. I have sinned, you say, many and great sins. And who is sinless? Yet I have sinned grievously, one says, and greatly, and beyond every man. This suffices you for a sacrifice: Declare thou thine iniquities first, that thou mayest be justified. Acknowledge that you have sinned, and this will become for you the beginning of amendment. Be sad, become downcast, pour forth tears. For did the harlot pour forth anything else? Nothing other than tears and repentance; she took repentance to lead her by the hand, and approached the fountain.
δʹ. Τί δέ φησιν ὁ τελώνης καὶ ὁ εὐαγγελιστὴς, ἀκούσωμεν. Καὶ ἐξελθὼν ὁ Ἰησοῦς ἐκεῖθεν, ἦλθεν εἰς τὰ μέρη Τύρου καὶ Σιδῶνος· καὶ ἰδοὺ γυνή. Θαυμάζει ὁ εὐαγγελιστής· Ἰδοὺ γυνὴ, τὸ παλαιὸν ὅπλον τοῦ διαβόλου, ἡ τοῦ παραδείσου με ἐκβαλοῦσα,
4. Let us hear what the tax-collector and evangelist says. And Jesus, departing thence, came into the parts of Tyre and Sidon; and behold, a woman. The evangelist marvels: Behold, a woman, the ancient weapon of the devil, she who cast me out of Paradise,
PG 52:452Read from the page
ἡ μήτηρ τῆς ἁμαρτίας, ἡ ἀρχηγὸς τῆς παραβάσεως, αὕτη ἐκείνη ἡ γυνὴ ἔρχεται, αὕτη ἡ φύσις· καινὸν θαῦμα καὶ παράδοξον· Ἰουδαῖοι φεύγουσι, καὶ ἡ γυνὴ καταδιώκει. Καὶ ἰδοὺ γυνὴ ἀπὸ τῶν ὁρίων ἐκείνων ἐξελθοῦσα, παρεκάλει αὐτὸν λέγουσα· Κύριε, υἱὲ Δαυΐδ, ἐλέησόν με. Εὐαγγελίστρια γίνεται ἡ γυνὴ, καὶ τὴν θεότητα καὶ τὴν οἰκονομίαν ὁμολογεῖ· Κύριε, τὴν δεσποτείαν· Υἱὲ Δαυῗδ, τῆς σαρκὸς τὴν ἀνάληψιν. Ἐλέησόν με. Ὅρα φιλόσοφον ψυχήν. Ἐλέησόν με· οὐκ ἔχω κατορθώματα βίου, οὐκ ἔχω παῤῥησίαν πολιτείας· ἐπὶ ἔλεον καταφεύγω, ἐπὶ τὸν κοινὸν τῶν ἡμαρτηκότων λιμένα· ἐπὶ ἔλεον καταφεύγω, ὅπου δικαστήριον οὐκ ἔστιν, ὅπου ἀνεξέταστος ἡ σωτηρία· καίτοι οὕτω πονηρὰ οὖσα καὶ παράνομος, ἐτόλμησε προσελθεῖν. Καὶ ὅρα γυναικὸς φιλοσοφίαν· οὐ παρακαλεῖ Ἰάκωβον, οὐ δέεται Ἰωάννου, οὐδὲ προσέρχεται Πέτρῳ, οὐδὲ διέτεμε τὸν χορόν. Οὐκ ἔχω μεσίτου χρείαν, ἀλλὰ λαβοῦσα τὴν μετάνοιαν συνήγορον, αὐτῇ τῇ πηγῇ προσέρχομαι. Διὰ τοῦτο κατέβη, διὰ τοῦτο σάρκα ἀνέλαβεν, ἵνα κἀγὼ αὐτῷ διαλεχθῶ. Ἄνω τὰ Χερουβὶμ αὐτὸν τρέμει, καὶ κάτω πόρνη αὐτῷ διαλέγεται. Ἐλέησόν με. Ψιλὸν τὸ ῥῆμα, καὶ πέλαγος ἀχανὲς σωτηρίας εὑρίσκει. Ἐλέησόν με· διὰ τοῦτο παρεγένου, διὰ τοῦτο σάρκα ἀνέλαβες, διὰ τοῦτο ἐγένου ὅπερ ἐγώ εἰμι. Ἄνω τρόμος, καὶ κάτω παῤῥησία. Ἐλέησόν με· οὐ χρείαν ἔχω μεσίτου, Ἐλέησόν με. Τί ἔχεις; Ἔλεον ζητῶ. Τί πάσχεις; Ἡ θυγάτηρ μου κακῶς δαιμονίζεται· ἡ φύσις βασανίζεται, ἡ συμπάθεια γυμνάζεται. Ἐξῆλθε συνήγορος τοῦ θυγατρίου· οὐ φέρει τὴν νοσοῦσαν, ἀλλὰ φέρει τὴν πίστιν· Θεός ἐστι, καὶ τὰ πάντα βλέπει. Ἡ θυγάτηρ μου κακῶς δαιμονίζεται. Πένθος χαλεπόν· τὸ κέντρον τῆς φύσεως τὴν μήτραν διέσχισε, τὸ κλυδώνιον ἐν τοῖς σπλάγχνοις. Τί ποιήσω; ἀπόλλυμαι. Καὶ διὰ τί μὴ λέγεις, Ἐλέησον τὴν θυγατέρα μου, ἀλλὰ, Ἐλέησόν με; Ἐκείνη ἐν ἀναισθησίᾳ ἔχει τὸ πάθος, οὐκ οἶδε τί πάσχει, οὐκ αἰσθάνεται τῆς ὀδύνης, παραπέτασμα τῆς συμφορᾶς ἔχουσα τὸ ἀνώδυνον, μᾶλλον δὲ τὸ ἀναίσθητον. Ἐμὲ δὲ ἐλέησον τὴν θεωρὸν τῶν καθημερινῶν κακῶν· θέατρον ἔχω συμφορᾶς ἐν τῇ οἰκίᾳ. Ποῦ ἀπέλθω; Εἰς τὴν ἔρημον; Ἀλλ' οὐ τολμῶ αὐτὴν καταλιπεῖν μόνην. Ἀλλὰ εἰς τὴν οἰκίαν; Ἀλλ' εὑρίσκω τὸν πολέμιον ἔνδον, τὰ κύματα ἐν τῷ λιμένι, θέατρον συμφορᾶς. Τί αὐτὴν καλέσω; Νεκράν; ἀλλὰ κινεῖται. Ἀλλὰ ζῶσαν; Ἀλλ' οὐκ οἶδε τί ποιεῖ. Οὐκ οἶδα εὑρεῖν ὄνομα ἑρμηνεῦον τὸ πάθος. Ἐλέησόν με. Εἰ ἐτεθνήκει τὸ θυγάτριον, οὐκ ἂν τοιαῦτα ἔπασχον· παρέδωκα ἂν τοῖς κόλποις τῆς γῆς τὸ σῶμα, καὶ τῷ χρόνῳ τὴν λήθην ἂν εἰσήγαγον, καὶ διεφόρησα ἂν τὸ ἕλκος· νῦν δὲ νεκρὸν ἔχω διηνεκῆ θεωρίαν μοι ἐργαζόμενον, ὑφαίνοντά μοι τὸ τραῦμα, πλεονάζοντά μοι τὸ πάθος. Πῶς ἴδω ὀφθαλμοὺς διαστρεφομένους; χεῖρας στραγγαλουμένας; πλοκάμους λυομένους; ἀφρὸν προϊέμενον; τὸν δήμιον ἔνδον ὄντα καὶ μὴ φαινόμενον; τὸν μαστίζοντα μὴ ὁρώμενον, τὰς δὲ μάστιγας φαινομένας; Ἕστηκα θεωρὸς τῶν ἀλλοτρίων κακῶν, ἕστηκα τῆς φύσεώς με κεντριζούσης· Ἐλέησόν με. Χαλεπὸν τὸ κλυδώνιον, πάθος καὶ φόβος· πάθος φύσεως, καὶ φόβος δαίμονος. Προσελθεῖν οὐ δύναμαι, οὐδὲ κατασχεῖν. Ὠθεῖ με τὸ πάθος, καὶ διακρούεταί με ὁ φόβος. Ἐλέησόν με.
the mother of sin, the leader of transgression—that very woman comes, that very nature: a new and paradoxical wonder: the Jews flee, and the woman pursues. And behold, a woman from those borders came out, and besought Him, saying: Lord, Son of David, have mercy on me. The woman becomes an evangelist, and confesses both the Godhead and the dispensation: Lord, His sovereignty; Son of David, the assumption of flesh. Have mercy on me. See a philosophic soul. Have mercy on me: I have no righteous deeds of life, I have no boldness of conduct; I flee for refuge to mercy, to the common haven of those who have sinned; I flee for refuge to mercy, where there is no law-court, where salvation is without scrutiny; even though being so wicked and lawless, she dared to approach. And see the philosophy of a woman: she does not entreat James, she does not beg John, nor does she approach Peter, nor did she part the choir. I have no need of a mediator, but taking repentance as my advocate, I approach the fountain itself. On this account He came down, on this account He took up flesh, that even I might converse with Him. Above, the Cherubim tremble at Him, and below, a harlot converses with Him. Have mercy on me. Bare is the word, and it finds a boundless sea of salvation. Have mercy on me: on this account Thou didst come, on this account Thou didst take up flesh, on this account Thou didst become what I am. Above there is trembling, and below boldness. Have mercy on me: I have no need of a mediator, Have mercy on me. What is thy case? I seek mercy. What dost thou suffer? My daughter is grievously possessed by a demon: nature is tortured, sympathy is exercised. She came forth as advocate for her little daughter; she does not bring the sick girl, but brings faith; He is God, and sees all things. My daughter is grievously possessed by a demon. Grievous is the mourning: the goad of nature has rent the womb, the surge is within the bowels. What shall I do? I am perishing. And why do you not say, Have mercy on my daughter, but, Have mercy on me? She holds the affliction in insensibility, she does not know what she suffers, she does not perceive the pain, having painlessness—or rather insensibility—as a veil over the calamity. Yet have mercy on me, the spectator of daily ills; I have a theatre of calamity in my house. Whither shall I depart? Into the wilderness? Yet I do not dare to leave her alone. Or into the house? Yet I find the enemy within, the waves in the haven, a theatre of calamity. What shall I call her? Dead? yet she moves. Or living? Yet she does not know what she does. I do not know how to find a name to expound the affliction. Have mercy on me. If my little daughter had died, I would not have suffered such things; I would have delivered her body to the bosoms of the earth, and with time I would have brought in forgetfulness, and dispelled the wound; whereas now I have a corpse working for me a perpetual spectacle, weaving for me the wound, multiplying for me the suffering. How shall I look upon eyes rolling awry? hands wrung together? tresses unbound? foam cast forth? the executioner being within and yet unseen? the scourger not seen, while the scourges are seen? I stand a spectator of another's ills, I stand while nature goads me: Have mercy on me. Grievous is the surge, suffering and fear: suffering of nature, and fear of the demon. I cannot approach, nor hold her fast. Affection pushes me on, and fear beats me back. Have mercy on me.
εʹ. Ἐννόησον γυναικὸς φιλοσοφίαν. Οὐκ ἀπῆλθε πρὸς μάγους, οὐκ ἐκάλεσε μάντεις, οὐ περίαπτα ἐποίησεν,
5. Consider the philosophy of a woman. She did not depart to magicians, she did not summon diviners, she did not make amulets,
PG 52:453Read from the page
οὐ μαγγανευτρίας γυναῖκας ἐμισθώσατο, ταύτας τὰς γοητευούσας δαίμονας καὶ αὐξούσας τὸ ἕλκος· ἀλλ' ἀφῆκε τοῦ διαβόλου τὸ ἐργαστήριον, καὶ ἔρχεται ἐπὶ τὸν Σωτῆρα τῶν ψυχῶν τῶν ἡμετέρων. Ἐλέησόν με· ἡ θυγάτηρ μου κακῶς δαιμονίζεται. Ἴστε τὸ πάθος, ὅσοι πατέρες ἐγένεσθε· βοηθήσατέ μου τῷ λόγῳ, ὅσαι μητέρες ἐγένεσθε. Οὐ δύναμαι ἑρμηνεῦσαι τὸν χειμῶνα, ὃν ὑπέμεινε τὸ γύναιον. Ἐλέησόν με· ἡ θυγάτηρ μου κακῶς δαιμονίζεται. Εἶδες τὴν φιλοσοφίαν τῆς γυναικός; εἶδες τὴν καρτερίαν; τὴν ἀνδρείαν; τὴν ὑπομονήν; Ὁ δὲ οὐκ ἀπεκρίνατο αὐτῇ λόγον. Καινὰ πράγματα. Παρακαλεῖ, δέεται, κλαίει τὴν συμφορὰν, αὔξει τὴν τραγῳδίαν, διηγεῖται τὸ πάθος· καὶ ὁ φιλάνθρωπος οὐκ ἀποκρίνεται· ὁ Λόγος σιωπᾷ, ἡ πηγὴ κλείεται, ὁ ἰατρὸς τὰ φάρμακα συστέλλει. Τί τὸ καινόν; τί τὸ παράδοξον; Ἄλλοις ἐπιτρέχεις, καὶ ταύτην ἐπιτρέχουσαν ἐλαύνεις; Ἀλλ' ἐννόησον τοῦ ἰατροῦ τὴν φιλοσοφίαν. Ὁ δὲ οὐκ ἀπεκρίνατο αὐτῇ λόγον. Τίνος ἕνεκα; Ὅτι οὐ τὰ ῥήματα ἐξήταζεν, ἀλλὰ τὰ ἀπόῤῥητα τῆς διανοίας κατεμάνθανεν. Ὁ δὲ οὐκ ἀπεκρίνατο αὐτῇ λόγον. Τί δὲ οἱ μαθηταί; Ἐπειδὴ οὐκ ἔτυχεν ἡ γυνὴ ἀποκρίσεως, προσελθόντες αὐτῷ λέγουσιν· Ἀπόλυσον αὐτὴν, ὅτι κράζει ὄπισθεν ἡμῶν. Ἀλλὰ σὺ τῆς ἔξωθεν ἀκούεις κραυγῆς, ἐγὼ δὲ τῆς ἔνδοθεν· μεγάλη ἡ φωνὴ τοῦ στόματος, ἀλλὰ μείζων ἡ τῆς διανοίας. Ἀπόλυσον αὐτὴν, ὅτι κράζει ὄπισθεν ἡμῶν· ἄλλος δὲ λέγει εὐαγγελιστὴς, Ἔμπροσθεν ἡμῶν. Ἐναντία τὰ εἰρημένα, ἀλλ' οὐ ψευδῆ· ἀμφότερα γὰρ ἐποίει. Πρότερον γὰρ ὄπισθεν ἔκραζεν· ὅτε δὲ οὐκ ἀπεκρίθη, ἦλθεν ἔμπροσθεν, καθάπερ κύων λείχων τοὺς πόδας τοῦ κυρίου αὐτοῦ. Ἀπόλυσον αὐτήν· θέατρον περιέστησε, δῆμον συνήγαγε· τὴν ὀδύνην ἐθεώρουν τὴν ἀνθρωπίνην ἐκεῖνοι, ὁ δὲ Δεσπότης τὴν φιλανθρωπίαν, καὶ τὴν σωτηρίαν τῆς γυναικός. Ἀπόλυσον αὐτὴν, ὅτι κράζει ὄπισθεν ἡμῶν. Τί οὖν ὁ Χριστός; Οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ. Ὅτε ἀπεκρίνατο, χεῖρον αὐτῆς ἐποίησε τὸ ἕλκος· ἰατρὸς γὰρ ἦν τέμνων, οὐχ ἵνα διέλῃ, ἀλλ' ἵνα συνάψῃ.
she did not hire sorceress women, those who bewitch demons and increase the ulcer; rather she left the workshop of the devil, and comes to the Saviour of our souls. Have mercy on me: my daughter is grievously possessed by a demon. You know the suffering, all you who have become fathers; aid my speech, all you who have become mothers. I cannot expound the tempest which that poor woman endured. Have mercy on me: my daughter is grievously possessed by a demon. Did you see the philosophy of the woman? Did you see her steadfastness? her courage? her endurance? Yet He answered her not a word. Strange things! She entreats, she begs, she bewails her calamity, she heightens the tragedy, she recounts the suffering; and the Lover of mankind makes no answer: the Word keeps silence, the fountain is shut, the physician withholds the medicines. What is this new thing? What is this paradox? Thou runnest up to others, and dost Thou drive away this woman when she runs up to Thee? Yet consider the philosophy of the physician. Yet He answered her not a word. On what account? Because He was not examining her words, but was learning thoroughly the unspoken secrets of her mind. Yet He answered her not a word. And what of the disciples? Since the woman met with no answer, they came to Him and say: Send her away, for she cries out behind us. Yet thou hearest the outward cry, whereas I hear the inward one; great is the voice of the mouth, yet greater that of the mind. Send her away, for she cries out behind us; whereas another evangelist says, Before us. What is said is opposite, yet not false; for she was doing both. For at first she cried out behind; but when He made no answer, she came before Him, just like a dog licking the feet of its master. Send her away: she has set a spectacle around us, she has gathered a crowd; they were beholding the human pain, whereas the Master was beholding His loving-kindness and the salvation of the woman. Send her away, for she cries out behind us. What then says Christ? I was not sent save unto the lost sheep of the house of Israel. When He answered, He made her ulcer worse; for He was a physician cutting, not that He might sever, but that He might join together.
ϛʹ. Ἐνταῦθα προσέχετέ μοι μετὰ ἀκριβείας, καὶ συντείνατέ μοι τὴν διάνοιαν. Ζήτημα γὰρ βαθὺ ἀνερευνῆσαι βούλομαι. Οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσρμήλ. Τοῦτο ὅλον; Διὰ τοῦτο ἄνθρωπος ἐγένου, σάρκα ἀνέλαβες, οἰκονομίας τοσαύτας εἰργάσω, ἵνα μίαν γωνίαν σώσῃς, καὶ ταύτην ἀπολλυμένην; ἡ δὲ οἰκουμένη πᾶσα ἔρημος, Σκύθαι, Θρᾷκες, Ἰνδοὶ, Μαῦροι, Κίλικες, Καππάδοκες, Σύροι, Φοίνικες, ὅσην ὁ ἥλιος ἐφορᾷ γῆν; Διὰ Ἰουδαίους μόνους ἦλθες, τὰ δὲ ἔθνη ἐν ἐρημίᾳ ὑπερορᾷς; καὶ περιορᾷς κνίσσαν; περιορᾷς καπνόν; περιορᾷς τὸν Πατέρα σου ὑβριζόμενον; εἴδωλα προσκυνούμενα; δαίμονας θεραπευομένους; Καίτοι οἱ προφῆται οὐ ταῦτα λέγουσιν, ἀλλ' ὁ πρόγονός σου ὁ κατὰ σάρκα τί φησιν; Αἴτησαι παρ' ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς. Ἡσαΐας δὲ ὁ τῶν Σεραφὶμ θεωρός· Καὶ ἔσται ἡ ῥίζα τοῦ Ἰεσσαὶ, καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν· ἐπ' αὐτὸν ἔθνη ἐλπιοῦσι.
6. Here pay close attention to me with exactness, and apply your mind earnestly to me. For I wish to search out a deep question. I was not sent save unto the lost sheep of the house of Israel. Is this the whole? On this account didst Thou become man, take up flesh, work so many dispensations, that Thou mightest save a single corner, and that one perishing—while the whole inhabited world is desolate: Scythians, Thracians, Indians, Moors, Cilicians, Cappadocians, Syrians, Phoenicians, all the earth upon which the sun looks down? Didst Thou come for the sake of Jews alone, while Thou disdainest the Gentiles in their desolation? And dost Thou overlook the reek of burnt fat? dost Thou overlook the smoke of sacrifices? dost Thou overlook Thy Father being insulted? idols being worshipped? demons being served? And yet the prophets do not say these things, but what does Thy forefather according to the flesh say? Ask of Me, and I will give Thee the Gentiles for Thine inheritance, and the ends of the earth for Thy possession. And Isaiah, the beholder of the Seraphim: And there shall be the root of Jesse, and He that riseth up to rule over the Gentiles; in Him shall the Gentiles hope.
Notes, col. 453

On the reading

Printed Ἰσρμήλ, for Ἰσραήλ.

PG 52:454Read from the page
Καὶ Ἰακώβ· Οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα, οὐδὲ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως οὗ ἔλθῃ ᾧ ἀπόκειται, καὶ αὐτὸς προσδοκία ἐθνῶν. Καὶ Μαλαχίας· Διότι ἐν ὑμῖν συγκλεισθήσονται πύλαι χαλκαῖ, καὶ οὐκ ἀλλάξονται τὸ προκείμενον, ὅτι ἀπὸ ἀνατολῶν καὶ μέχρι δυσμῶν ἡλίου τὸ ὄνομά σου δοξάζεται ἐν τοῖς ἔθνεσι, καὶ ἐν παντὶ τόπῳ θυμίαμα προσφέρεται τῷ Κυρίῳ, καὶ θυσία καθαρά. Καὶ ὁ Δαυῗδ πάλιν· Πάντα τὰ ἔθνη, κροτήσατε χεῖρας, ἀλαλάξατε τῷ Θεῷ ἐν φωνῇ ἀγαλλιάσεως· ὅτι Κύριος ὕψιστος, φοβερὸς, βασιλεὺς μέγας ἐπὶ πᾶσαν τὴν γῆν. Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ, Κύριος ἐν φωνῇ σάλπιγγος. Καὶ ἄλλος· Εὐφράνθητε, ἔθνη, μετὰ τοῦ λαοῦ αὐτοῦ. Καὶ σὺ αὐτὸς ἐλθὼν οὐ μάγους εὐθέως ἐκάλεσας, τὴν ἀκρόπαλιν τῶν ἐθνῶν; τὴν τυραννίδα τοῦ διαβόλου; τὴν δύναμιν τῶν δαιμόνων; οὐ καταβὰς προφήτας αὐτοὺς ἐποίησας; Σὺ μάγους καλεῖς· οἱ προφῆται περὶ ἐθνῶν λέγουσιν. Ἀναστὰς ἀπὸ τοῦ ᾅδου λέγεις τοῖς μαθηταῖς· Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος· καὶ ὅτε ἦλθεν ἡ ἀθλία, ἡ ταλαίπωρος, ὑπὲρ θυγατρὸς παρακαλοῦσα, συμφορὰν δεομένη λῦσαι, τότε λέγεις· Οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ; Καὶ ὅτε μὲν ἑκατόνταρχος προσῆλθε, λέγεις· Ἐγὼ ἐλθὼν ἰάσομαι αὐτόν· ὅτε ὁ ληστὴς, Σήμερον μετ' ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ· ὅτε ὁ παραλυτικὸς, Ἐγερθεὶς ἆρόν σου τὴν κλίνην, καὶ ὕπαγε· ὅτε ὁ Λάζαρος, Λάζαρε, δεῦρο ἔξω, καὶ ἐξῆλθε τετραήμερος. Λεπροὺς καθαίρεις, νεκροὺς ἐγείρεις, παραλυτικὸν σφίγγεις, τυφλοὺς θεραπεύεις, ληστὰς σώζεις, πόρνην παρθένου σωφρονεστέραν ποιεῖς, καὶ ταύτῃ οὐδὲν ἀποκρίνῃ; Τί τὸ καινόν; τί τὸ ξένον; τί τὸ παράδοξον;
And Jacob: A ruler shall not fail from Judah, nor a leader from his thighs, until He come for Whom it is reserved, and He is the expectation of the Gentiles. And Malachi: Because among you the brazen gates shall be shut, and they shall not alter what is set forth, because from the rising of the sun even unto its setting Thy name is glorified among the Gentiles, and in every place incense is offered to the Lord, and a pure sacrifice. And David again: O clap your hands, all ye Gentiles; shout unto God with a voice of exultation: for the Lord Most High is terrible, a great King over all the earth. God went up with a shout, the Lord with the sound of a trumpet. And another: Rejoice, ye Gentiles, with His people. And when Thou Thyself didst come, didst Thou not straightway call the Magi, the citadel of the Gentiles? the tyranny of the devil? the power of the demons? Coming down, didst Thou not make them prophets? Thou callest Magi; the prophets speak concerning the Gentiles. Rising up from Hades, Thou sayest to the disciples: Go ye and make disciples of all the nations, baptizing them into the name of the Father, and of the Son, and of the Holy Spirit; and when that wretched, miserable woman came, beseeching on behalf of her daughter, begging Thee to loose her calamity, then Thou sayest: I was not sent save unto the lost sheep of the house of Israel? And when indeed a centurion approached, Thou sayest: I will come and heal him; when the brigand, To-day shalt thou be with Me in Paradise; when the paralytic, Arise, take up thy bed, and go thy way; when Lazarus, Lazarus, come forth, and he came out four days dead. Thou cleansest lepers, Thou raisest the dead, Thou bracest the paralytic, Thou healest the blind, Thou savest brigands, Thou makest a harlot more chaste than a virgin, and to this woman Thou answerest nothing? What is this new thing? What is this strange thing? What is this paradox?
ζʹ. Προσέχετε ἀκριβῶς, ἵνα μάθητε γυναικὸς ἀνδρείαν καὶ Δεσπότου σοφίαν καὶ κηδεμονίαν, ἵνα μάθητε μέλλησιν κέρδος ἔχουσαν, ἵνα μάθητε παραίτησιν πλοῦτον παρεχομένην· ἵνα κἂν εὔξῃ καὶ σὺ, καὶ μὴ λάβῃς, μηδέποτε ἀποστῇς. Πρόσεχε καὶ σύντεινον σεαυτόν. Ὅτε τῆς Αἰγυπτιακῆς ἀπηλλάγησαν Ἰουδαῖοι τυραννίδος, καὶ τοῦ Φαραὼ τὰς χεῖρας ἀποφυγόντες ἐπὶ τὴν ἔρημον ᾔεσαν, καὶ ἔμελλον εἰσιέναι τὴν Χαναναίων γῆν, τῶν εἰδωλομανῶν καὶ ἀσεβῶν ἀνθρώπων, προσκυνούντων λίθους, θεραπευόντων ξύλα, πολλὴν ἀσέβειαν ἐπιδεικνυμένων, δέδωκεν αὐτοῖς ὁ Θεὸς τὸν νόμον τοῦτον, λέγων· Μὴ λάβῃς παρὰ τῶν υἱῶν εἰς γαμβροὺς, μηδὲ δῷς τὴν θυγατέρα σου νύμφην αὐτοῖς. Μὴ μεταδῷς αὐτοῖς χρυσίον, μήτε τραπέζης κοινωνίαν, μηδὲ συνουσίαν, μηδὲ ἄλλου μηδενὸς τῶν τοιούτων, ὅτι παράνομα τὰ ἔθνη, εἰς ἃ εἰσάγω σε κληρονομῆσαι αὐτῶν. Τοῦτο οὖν αὐτοῖς ὁ νόμος μονονουχὶ ἐνετέλλετο· Μὴ ἀγοράσῃς, μὴ πωλήσῃς, μὴ γάμον ἐπιτελέσῃς, μηδὲ συμβόλαια, ἀλλ' ἔσο, εἰ καὶ τῷ τόπῳ ἐγγὺς, ἀλλὰ τῷ τρόπῳ κεχωρισμένος. Μηδέν σοι κοινὸν πρὸς αὐτοὺς, μὴ συναλλάγματα, μὴ πράσεις, μὴ ἀγορασίαι, μὴ ἐπιγαμίαι, μὴ ἐπιγαμβρίαι, ἵνα μὴ τῆς συγγενείας ἡ ἀνάγκη εἰς ἀσέβειάν σε ἐξολισθῆσαι παρασκευάσῃ, ἵνα μὴ τὸ δοῦναι καὶ τὸ λαβεῖν ποιῇ σε φίλον αὐτῶν· ἀλλ' ἐχθρὸς ἀεὶ ἔσο αὐτοῖς. Μηδὲν σοὶ καὶ Χαναναίοις· μὴ χρυσὸν αὐτῶν λάβῃς, μηδὲ ἀρ-
7. Pay close attention with exactness, that you may learn the courage of a woman and the wisdom and solicitude of the Master, that you may learn delay bringing gain, that you may learn refusal affording wealth; that even if you pray too and do not receive, you may never fall away. Pay heed and apply yourself earnestly. When the Jews were delivered from the Egyptian tyranny, and escaping the hands of Pharaoh were journeying into the wilderness, and were about to enter the land of the Canaanites—men mad after idols and ungodly, worshipping stones, serving wood, displaying great impiety—God gave them this law, saying: Thou shalt not take from their sons for sons-in-law, neither shalt thou give thy daughter as a bride to them. Thou shalt not share gold with them, neither fellowship of table, nor intercourse, nor any other such thing at all, because lawless are the nations unto whom I bring thee in to inherit their land. This, therefore, the law all but enjoined upon them: Thou shalt not buy, thou shalt not sell, thou shalt not contract marriage, nor covenants, but be thou, even if near in place, yet separated in manner of life. Let there be nothing in common between thee and them—no dealings, no sales, no purchases, no intermarriages, no alliances by marriage—lest the necessity of kinship prepare thee to slip away into impiety, lest giving and receiving make thee their friend; rather be thou always an enemy to them. Let there be nothing between thee and the Canaanites; take not their gold, neither sil-
Notes, col. 454

On the reading

Printed ἀκρόπαλιν, for ἀκρόπολιν.

PG 52:453 bisRead from the page
Miserere mei, filia mea male a daemonio vexatur. Nostis affectum miserationis, quotquot patres fuistis; juvate me verbis, quotquot matres fuistis. Non possum describere tempestatem quam sustinuit muliercula illa. Miserere mei: filia mea male a daemonio vexatur. Vidisti philosophiam mulieris, vidisti perseverantiam, vidisti virilitatem, patientiam? Ille vero non respondit ei verbum (Matth. 15. 23). Rem novam! Rogat, obsecrat, calamitatem deplorat, auget tragoediam, afflictionem narrat; et ille hominum amator non respondet. Verbum tacet, fons clausus est, medicus pharmaca retinet. Quid novum? quid admirabile? Ad alios curris, et hanc miseram accurrentem abigis? sed considera medici philosophiam. Ille autem non respondit ei verbum. Quare? Quia verba non examinabat; sed arcana mentis animadvertebat. Ille autem non respondit ei verbum. Quid autem discipuli? quia responsum mulier non obtinebat, accedentes ad eum dicunt: Dimitte illam, quia clamat post nos (Matth. 15. 23). Sed tu externum audis clamorem, ego internum: magna est vox oris, sed major mentis. Dimitte illam, quia clamat post nos: alius autem evangelista dicit, Ante nos. Contraria haec dicta videntur; sed non mendacia sunt: utrumque enim agebat. Primo enim retro clamabat; cum autem non responderet ille, anteperrexit, quasi canis lambens vestigia domini sui. Dimitte illam; spectaculum circum edebat, populum advocabat: illi ad humanum dolorem respiciebant, Dominus autem ad salutem mulieris spectabat. Dimitte illam, quia clamat post nos. Quid igitur Christus? Non sum missus nisi ad oves quae perierunt domus Israel (Ib. v. 24). Cum respondit, illius ulcus auxit: medicus enim erat secans, non ut divideret, sed ut conjungeret.
Have mercy on me, my daughter is grievously tormented by a demon. You know the feeling of compassion, all you who have been fathers; aid me with your words, all you who have been mothers. I cannot describe the tempest that poor woman endured. Have mercy on me: my daughter is grievously tormented by a demon. Have you seen the woman's wisdom, have you seen her perseverance, have you seen her manly courage, her endurance? Yet He answered her not a word (Matt. 15:23). Strange thing! She asks, she implores, she bewails her calamity, she heightens the tragedy, she recounts her affliction; and that Lover of mankind makes no reply. The Word keeps silence, the fountain is shut, the Physician withholds His medicines. What strange thing is this? what marvel? Do You hasten to others, and drive away this wretched woman who runs to You? Yet consider the wisdom of the Physician. Yet He answered her not a word. Why? Because He was not weighing her words, but observing the hidden depths of her mind. Yet He answered her not a word. And what of the disciples? Because the woman obtained no answer, they came to Him and said: Send her away, for she cries out after us (Matt. 15:23). Yet you hear the outward cry, whereas I hear the inward: great is the voice of the mouth, but greater that of the mind. Send her away, for she cries out after us; whereas another evangelist says, Before us. These sayings seem contrary, yet they are not false, for she was doing both. At first indeed she cried out from behind; but when He made no reply, she ran ahead in front, like a dog licking the footprints of its master. Send her away: she was making a spectacle round about, she was gathering a crowd; they looked upon human grief, whereas the Lord looked toward the woman's salvation. Send her away, for she cries out after us. What then did Christ say? I was not sent save to the lost sheep of the house of Israel (ibid., v. 24). When He answered, He deepened her wound; for He was a Physician making an incision, not to sever, but to join together.
6. Christus pro omnibus gentibus venit in mundum. — Hic mihi vos attentos praebete, et animum advertite: profundam enim quaestionem investigare volo. Non sum missus nisi ad oves quae perierunt domus Israel. Hoccine totum est? Ideone homo factus es et carnem assumpsisti, tantamque oeconomiam adhibuisti, ut unum servares angulum, et hunc pereuntem? orbisne totus desertus est, Scythae, Thraces, Indi, Mauri, Cilices, Cappadoces, Syri, Phoenices, totaque, quam sol respicit, terra? An propter Judaeos solum venisti, et gentes deseris despicisque? an contemnis nidorem, an fumum? an contemnis Patrem tuum contumelia affectum? an idolorum daemonumque cultum non curas? Atqui non hoc dicunt prophetae, sed proavus tuus secundum carnem quid loquitur? Postula a me, et dabo tibi gentes hereditatem tuam, et possessionem tuam terminos terrae (Psal. 2. 8). Hesaias vero, qui Seraphim contemplatus est: Et erit radix Jesse, et qui exsurget imperare gentibus: in ipsum gentes sperabunt (Isai. 11. 10).
6. Christ came into the world for all the nations. — Here lend me your close attention and apply your minds, for I wish to search into a deep question. I was not sent save to the lost sheep of the house of Israel. Is this the whole matter? Was it for this that You became man and took flesh, and wrought so great a dispensation, that You might save a single corner, and that too perishing? Is the whole world forsaken—Scythians, Thracians, Indians, Moors, Cilicians, Cappadocians, Syrians, Phoenicians, and all the earth upon which the sun looks down? Did You come for the sake of the Jews alone, and do You forsake and despise the Gentiles? Do You disregard the savour of burnt fat, or the smoke? Do You disregard Your Father's being subjected to outrage? Do You care nothing for the worship of idols and demons? Yet the prophets do not say this; rather, what does Your forefather according to the flesh say? Ask of me, and I will give You the nations for Your inheritance, and the ends of the earth for Your possession (Ps. 2:8). And Isaiah, who beheld the Seraphim: There shall be the root of Jesse, and He who shall rise up to rule the nations; in Him shall the nations hope (Isa. 11:10).
PG 52:454 bisRead from the page
Et Jacob: Non deficiet princeps ex Juda, neque dux de femoribus ejus, donec veniat cui repositum est: et ipse exspectatio gentium (Gen. 49. 10). Et Malachias: Quia in vobis concludentur portae aereae, et non mutabunt quod propositum est, quia ab ortu solis usque ad occasum nomen tuum glorificatur in gentibus, et in omni loco incensum offertur Domino, et sacrificium mundum (Malach. 1. 10. 11). Et David rursum: Omnes gentes, plaudite manibus, jubilate Deo in voce exsultationis; quoniam Dominus excelsus, terribilis, Rex magnus super omnem terram. Ascendit Deus in jubilatione, Dominus in voce tubae (Psal. 46. 2. 3. 5). Et alius: Laetamini, gentes, cum populo ejus (Deut. 32. 43). Et tu ipse veniens, nonne magos statim advocasti, arcem gentium, diaboli tyrannidem, virtutem daemonum? nonne descendens, prophetas eos reddidisti? Tu magos vocas: prophetae de gentibus hoc dicunt. Postquam ab inferis resurrexeras, discipulis dicis: Euntes docete omnes gentes, baptizantes eos in nomine Patris, et Filii, et Spiritus sancti (Matth. 28. 19); et quando venit infelix et misera illa, pro filia rogans, aerumnamque dispelli supplicans, tunc dicis: Non sum missus nisi ad oves quae perierunt domus Israel; et cum centenarius accedit, dicis: Ego veniens curabo eum (Matth. 8. 7); cum latro supplicat: Hodie mecum eris in paradiso (Luc. 23. 43); cum paralyticus: Surge, tolle lectum tuum, et vade (Matth. 9. 6): cum Lazaro loqueris, Lazare, veni foras (Joan. 11. 43), et quatriduanus exivit. Leprosos mundas, mortuos suscitas, paralyticum firmas, caecos illuminas, latrones servas, meretricem reddis virgine castiorem, et huic nihil respondes? Quam novum id! quam stupendum! quam insolitum!
And Jacob: A ruler shall not fail from Judah, nor a leader from his thighs, until He comes for whom it is laid up; and He is the expectation of the nations (Gen. 49:10). And Malachi: For among you brazen gates shall be shut, and they shall not alter what has been purposed, because from the rising of the sun even unto its setting Your name is glorified among the nations, and in every place incense is offered to the Lord, and a pure sacrifice (Mal. 1:10–11). And David again: Clap your hands, all you nations; shout to God with a voice of exultation; for the Lord most high is terrible, a great King over all the earth. God has gone up in jubilation, the Lord with the sound of a trumpet (Ps. 46:2, 3, 5). And another: Rejoice, O nations, with His people (Deut. 32:43). And when You Yourself came, did You not straightway summon the Magi—the citadel of the Gentiles, the tyranny of the devil, the stronghold of demons? When You came down, did You not render them prophets? You summon Magi; the prophets speak thus concerning the nations. After You had risen from hell, You say to Your disciples: Go, make disciples of all nations, baptizing them in the name of the Father, and of the Son, and of the Holy Spirit (Matt. 28:19); and yet when that unhappy and wretched woman comes entreating for her daughter and begging that her distress be driven away, then You say: I was not sent save to the lost sheep of the house of Israel! When the centurion approaches, You say: I will come and heal him (Matt. 8:7); when the robber entreats: Today you shall be with me in paradise (Luke 23:43); when the paralytic comes: Rise, take up your bed, and go (Matt. 9:6); You speak with Lazarus, Lazarus, come forth (John 11:43), and he who had been four days dead came out. You cleanse lepers, You raise the dead, You brace the paralytic, You give sight to the blind, You save robbers, You render the harlot more chaste than a virgin, and to this woman You answer nothing? How strange is this! how astounding! how unwonted!
7. Animum advertite diligenter, ut discatis mulieris virilitatem ac Domini sapientiam providentiamque; ut discatis moras lucrum attulisse, et negationem divitias peperisse; ut si oraveris et tu, et non accipias, numquam desistas. Animum diligenter adhibe. Quando Judaei ab Aegyptiaca tyrannide liberati sunt, et Pharaonis manus effugerunt, ad desertumque perrexerunt, intraturi in terram Chananaeorum idololatrarum impiorumque hominum, qui lapides adorabant, lignaque colebant, magnamque impietatem prae se ferebant, dedit ipsis Deus hanc legem: ne accipias ex filiis eorum generos, neque des filiam tuam nurum ipsis (Exod. 23. 24). Ne tradas illis aurum, neque mensae societatem, neque consortium, neque aliud quidpiam simile; quia iniquae sunt gentes, ad quas introduco te, ut possideas illas (Deut. 7. 3). Hoc igitur illis propemodum lex praecipiebat: ne emas, ne vendas, ne connubia jungas, neque contractus, sed etsi loco vicinus, moribus separatus esto. Nihil tibi sit commune cum illis, non pacta, non venditiones, non emptiones, non matrimonia; ne forte cognationis necessitas id efficiat ut in impietatem prolabaris: ne dum illis das et ab illis accipis, amicus eorum fias: sed illi semper inimicus esto. Nihil tibi commune sit cum Chananaeis; ne aurum illorum, ne argentum, ne vestem, ne filiam, ne filium, nec aliud quidpiam simile accipias; sed ipse seorsim degas.
7. Apply your minds attentively, that you may learn the woman's manly courage and the Lord's wisdom and providence; that you may learn that delay brought gain, and refusal brought forth riches; so that if you too pray and do not receive, you may never desist. Pay close heed. When the Jews were delivered from Egyptian tyranny and escaped the hands of Pharaoh, and marched out into the wilderness, being about to enter the land of the Canaanites—idolatrous and ungodly men who adored stones, worshipped blocks of wood, and paraded great impiety—God gave them this law: you shall not take sons-in-law from their sons, nor give your daughter as a daughter-in-law to them (Exod. 23:24). Do not share with them gold, nor fellowship of table, nor partnership, nor anything else of the kind; for lawless are the nations into whom I am bringing you to possess them (Deut. 7:3). This, then, is virtually what the law enjoined upon them: neither buy nor sell, join neither in marriages nor in contracts, but though near in place, be separate in way of life. Have nothing in common with them—no compacts, no sales, no purchases, no marriages—lest the bond of kinship cause you to slip into impiety, and lest through giving to them and receiving from them you become their friend; rather, be ever an enemy to them. Let nothing be common between you and the Canaanites; receive neither their gold, nor their silver, nor garment, nor daughter, nor son, nor anything else of the kind, but dwell apart by yourself.
Notes, col. 454 bis

On the reading

Printed argentam, for argentum.